Septuaginta. Paralipomenon I

 

Π α ρ α λ ε ι π ο μ έ ν ο ν   α ʹ

1

1 Αδαμ, Σηθ, Ενως,

2 Καιναν, Μαλελεηλ, Ιαρεδ,

3 Ενωχ, Μαθουσαλα, Λαμεχ,

4 Νωε. υἱοὶ Νωε· Σημ, Χαμ, Ιαφεθ.

5 Υἱοὶ Ιαφεθ· Γαμερ, Μαγωγ, Μαδαι, Ιωυαν, Ελισα, Θοβελ, Μοσοχ καὶ Θιρας.

6 καὶ υἱοὶ Γαμερ· Ασχαναζ καὶ Ριφαθ καὶ Θοργαμα.

7 καὶ υἱοὶ Ιωυαν· Ελισα καὶ Θαρσις, Κίτιοι καὶ Ῥόδιοι.

8 Καὶ υἱοὶ Χαμ· Χους καὶ Μεστραιμ, Φουδ καὶ Χανααν.

9 καὶ υἱοὶ Χους· Σαβα καὶ Ευιλατ καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σεβεκαθα. καὶ υἱοὶ Ρεγμα· Σαβα καὶ Ουδαδαν.

10 καὶ Χους ἐγέννησεν τὸν Νεβρωδ· οὗτος ἤρξατο τοῦ εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς.

17 Υἱοὶ Σημ· Αιλαμ καὶ Ασσουρ καὶ Αρφαξαδ,

24 Σαλα,

25 Εβερ, Φαλεκ, Ραγαυ,

26 Σερουχ, Ναχωρ, Θαρα,

27 Αβρααμ.

28 Υἱοὶ δὲ Αβρααμ· Ισαακ καὶ Ισμαηλ.

29 αὗται δὲ αἱ γενέσεις πρωτοτόκου Ισμαηλ· Ναβαιωθ καὶ Κηδαρ, Ναβδεηλ, Μαβσαν,

30 Μασμα, Ιδουμα, Μασση, Χοδδαδ, Θαιμαν,

31 Ιεττουρ, Ναφες καὶ Κεδμα. οὗτοί εἰσιν υἱοὶ Ισμαηλ.

32 καὶ υἱοὶ Χεττουρας παλλακῆς Αβρααμ· καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβραν, Ιεξαν, Μαδαν, Μαδιαμ, Σοβακ, Σωε. καὶ υἱοὶ Ιεξαν· Σαβα καὶ Δαιδαν.

33 καὶ υἱοὶ Μαδιαμ· Γαιφα καὶ Οφερ καὶ Ενωχ καὶ Αβιδα καὶ Ελδαα. πάντες οὗτοι υἱοὶ Χεττουρας.

34 Καὶ ἐγέννησεν Αβρααμ τὸν Ισαακ. καὶ υἱοὶ Ισαακ· Ησαυ καὶ Ιακωβ.

35 Υἱοὶ Ησαυ· Ελιφας καὶ Ραγουηλ καὶ Ιεουλ καὶ Ιεγλομ καὶ Κορε.

36 υἱοὶ Ελιφας· Θαιμαν καὶ Ωμαρ, Σωφαρ καὶ Γοωθαμ καὶ Κενεζ καὶ τῆς Θαμνα Αμαληκ.

37 καὶ υἱοὶ Ραγουηλ· Ναχεθ, Ζαρε, Σομε καὶ Μοζε.

38 υἱοὶ Σηιρ· Λωταν, Σωβαλ, Σεβεγων, Ανα, Δησων, Ωσαρ, Δαισων.

39 καὶ υἱοὶ Λωταν· Χορρι καὶ Αιμαν καὶ Αιλαθ καὶ Ναμνα.

40 υἱοὶ Σωβαλ· Γωλαμ, Μαναχαθ, Γαιβηλ, Σωβ καὶ Ωναμ. υἱοὶ δὲ Σεβεγων· Αια καὶ Ανα.

41 υἱοὶ Ανα· Δαισων. υἱοὶ δὲ Δησων· Εμερων καὶ Εσεβαν καὶ Ιεθραν καὶ Χαρραν.

42 καὶ υἱοὶ Ωσαρ· Βαλααν καὶ Ζουκαν καὶ Ιωκαν. υἱοὶ Δαισων· Ως καὶ Αρραν.

43 Καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν· Βαλακ υἱὸς Βεωρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα.

44 καὶ ἀπέθανεν Βαλακ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας.

45 καὶ ἀπέθανεν Ιωβαβ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ασομ ἐκ τῆς γῆς Θαιμανων.

46 καὶ ἀπέθανεν Ασομ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ πατάξας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ.

47 καὶ ἀπέθανεν Αδαδ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Σαμαα ἐκ Μασεκκας.

48 καὶ ἀπέθανεν Σαμαα, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Σαουλ ἐκ Ροωβωθ τῆς παρὰ ποταμόν.

49 καὶ ἀπέθανεν Σαουλ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Βαλαεννων υἱὸς Αχοβωρ.

50 καὶ ἀπέθανεν Βαλαεννων υἱὸς Αχοβωρ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Αδαδ υἱὸς Βαραδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ.

51 καὶ ἀπέθανεν Αδαδ., καὶ ἦσαν ἡγεμόνες Εδωμ· ἡγεμὼν Θαμανα, ἡγεμὼν Γωλα, ἡγεμὼν Ιεθετ,

52 ἡγεμὼν Ελιβαμας, ἡγεμὼν Ηλας, ἡγεμὼν Φινων,

53 ἡγεμὼν Κενεζ, ἡγεμὼν Θαιμαν, ἡγεμὼν Μαβσαρ,

54 ἡγεμὼν Μεγεδιηλ, ἡγεμὼν Ηραμ. οὗτοι ἡγεμόνες Εδωμ.

 

2

1 Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ· Ρουβην, Συμεων, Λευι, Ιουδα, Ισσαχαρ, Ζαβουλων,

2 Δαν, Ιωσηφ, Βενιαμιν, Νεφθαλι, Γαδ, Ασηρ.

3 Υἱοὶ Ιουδα· Ηρ, Αυναν, Σηλων, τρεῖς· ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Σαυας τῆς Χαναανίτιδος. καὶ ἦν Ηρ ὁ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου, καὶ ἀπέκτεινεν αὐτόν.

4 καὶ Θαμαρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φαρες καὶ τὸν Ζαρα. πάντες υἱοὶ Ιουδα πέντε.

5 υἱοὶ Φαρες· Αρσων καὶ Ιεμουηλ.

6 καὶ υἱοὶ Ζαρα· Ζαμβρι καὶ Αιθαν καὶ Αιμαν καὶ Χαλχαλ καὶ Δαρα, πάντες πέντε.

7 καὶ υἱοὶ Χαρμι· Αχαρ ὁ ἐμποδοστάτης Ισραηλ, ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα.

8 καὶ υἱοὶ Αιθαν· Αζαρια.

9 καὶ υἱοὶ Εσερων, οἳ ἐτέχθησαν αὐτῷ· ὁ Ιραμεηλ καὶ ὁ Ραμ καὶ ὁ Χαλεβ καὶ Αραμ.

10 καὶ Αραμ ἐγέννησεν τὸν Αμιναδαβ, καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων ἄρχοντα τοῦ οἴκου Ιουδα,

11 καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμων, καὶ Σαλμων ἐγέννησεν τὸν Βοος,

12 καὶ Βοος ἐγέννησεν τὸν Ωβηδ, καὶ Ωβηδ ἐγέννησεν τὸν Ιεσσαι,

13 καὶ Ιεσσαι ἐγέννησεν τὸν πρωτότοκον αὐτοῦ Ελιαβ· Αμιναδαβ ὁ δεύτερος, Σαμαα ὁ τρίτος,

14 Ναθαναηλ ὁ τέταρτος, Ραδδαι ὁ πέμπτος,

15 Ασομ ὁ ἕκτος, Δαυιδ ὁ ἕβδομος.

16 καὶ ἀδελφὴ αὐτῶν Σαρουια καὶ Αβιγαια. καὶ υἱοὶ Σαρουια· Αβεσσα καὶ Ιωαβ καὶ Ασαηλ, τρεῖς.

17 καὶ Αβιγαια ἐγέννησεν τὸν Αμεσσα· καὶ πατὴρ Αμεσσα Ιοθορ ὁ Ισμαηλίτης.

18 Καὶ Χαλεβ υἱὸς Εσερων ἐγέννησεν τὴν Γαζουβα γυναῖκα καὶ τὴν Ιεριωθ. καὶ οὗτοι υἱοὶ αὐτῆς· Ιωασαρ καὶ Σωβαβ καὶ Ορνα.

19 καὶ ἀπέθανεν Γαζουβα, καὶ ἔλαβεν ἑαυτῷ Χαλεβ τὴν Εφραθ, καὶ ἔτεκεν αὐτῷ τὸν Ωρ·

20 καὶ Ωρ ἐγέννησεν τὸν Ουρι, καὶ Ουρι ἐγέννησεν τὸν Βεσελεηλ.

21 καὶ μετὰ ταῦτα εἰσῆλθεν Εσερων πρὸς τὴν θυγατέρα Μαχιρ πατρὸς Γαλααδ, καὶ οὗτος ἔλαβεν αὐτήν, καὶ αὐτὸς ἑξήκοντα ἦν ἐτῶν, καὶ ἔτεκεν αὐτῷ τὸν Σεγουβ.

22 καὶ Σεγουβ ἐγέννησεν τὸν Ιαιρ. καὶ ἦσαν αὐτῷ εἴκοσι τρεῖς πόλεις ἐν τῇ Γαλααδ·

23 καὶ ἔλαβεν Γεδσουρ καὶ Αραμ τὰς κώμας Ιαιρ ἐξ αὐτῶν, τὴν Καναθ καὶ τὰς κώμας αὐτῆς, ἑξήκοντα πόλεις· πᾶσαι αὗται υἱῶν Μαχιρ πατρὸς Γαλααδ.

24 καὶ μετὰ τὸ ἀποθανεῖν Εσερων ἦλθεν Χαλεβ εἰς Εφραθα. καὶ ἡ γυνὴ Εσερων Αβια, καὶ ἔτεκεν αὐτῷ τὸν Ασχωδ πατέρα Θεκωε.

25 καὶ ἦσαν υἱοὶ Ιερεμεηλ πρωτοτόκου Εσερων· ὁ πρωτότοκος Ραμ, καὶ Βαανα καὶ Αραν καὶ Ασομ ἀδελφὸς αὐτοῦ.

26 καὶ ἦν γυνὴ ἑτέρα τῷ Ιερεμεηλ, καὶ ὄνομα αὐτῇ Αταρα· αὕτη ἐστὶν μήτηρ Οζομ.

27 καὶ ἦσαν υἱοὶ Ραμ πρωτοτόκου Ιερεμεηλ· Μαας καὶ Ιαμιν καὶ Ακορ.

28 καὶ ἦσαν υἱοὶ Οζομ· Σαμαι καὶ Ιαδαε. καὶ υἱοὶ Σαμαι· Ναδαβ καὶ Αβισουρ.

29 καὶ ὄνομα τῆς γυναικὸς Αβισουρ Αβιχαιλ, καὶ ἔτεκεν αὐτῷ τὸν Αχαβαρ καὶ τὸν Μωλιδ.

30 υἱοὶ Ναδαβ· Σαλαδ καὶ Αφφαιμ. καὶ ἀπέθανεν Σαλαδ οὐκ ἔχων τέκνα.

31 καὶ υἱοὶ Αφφαιμ· Ισεμιηλ. καὶ υἱοὶ Ισεμιηλ· Σωσαν. καὶ υἱοὶ Σωσαν· Αχλαι.

32 καὶ υἱοὶ Ιαδαε· Αχισαμαι, Ιεθερ, Ιωναθαν· καὶ ἀπέθανεν Ιεθερ οὐκ ἔχων τέκνα.

33 καὶ υἱοὶ Ιωναθαν· Φαλεθ καὶ Οζαζα. οὗτοι ἦσαν υἱοὶ Ιερεμεηλ.

34 καὶ οὐκ ἦσαν τῷ Σωσαν υἱοί, ἀλλ᾽ ἢ θυγατέρες· καὶ τῷ Σωσαν παῖς Αἰγύπτιος καὶ ὄνομα αὐτῷ Ιωχηλ,

35 καὶ ἔδωκεν Σωσαν τὴν θυγατέρα αὐτοῦ τῷ Ιωχηλ παιδὶ αὐτοῦ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Εθθι.

36 καὶ Εθθι ἐγέννησεν τὸν Ναθαν, καὶ Ναθαν ἐγέννησεν τὸν Ζαβεδ,

37 καὶ Ζαβεδ ἐγέννησεν τὸν Αφαληλ, καὶ Αφαληλ ἐγέννησεν τὸν Ωβηδ,

38 καὶ Ωβηδ ἐγέννησεν τὸν Ιηου, καὶ Ιηου ἐγέννησεν τὸν Αζαριαν,

39 καὶ Αζαριας ἐγέννησεν τὸν Χελλης, καὶ Χελλης ἐγέννησεν τὸν Ελεασα,

40 καὶ Ελεασα ἐγέννησεν τὸν Σοσομαι, καὶ Σοσομαι ἐγέννησεν τὸν Σαλουμ,

41 καὶ Σαλουμ ἐγέννησεν τὸν Ιεχεμιαν, καὶ Ιεχεμιας ἐγέννησεν τὸν Ελισαμα.

42 καὶ υἱοὶ Χαλεβ ἀδελφοῦ Ιερεμεηλ· Μαρισα ὁ πρωτότοκος αὐτοῦ, οὗτος πατὴρ Ζιφ· καὶ υἱοὶ Μαρισα πατρὸς Χεβρων.

43 καὶ υἱοὶ Χεβρων· Κορε καὶ Θαπους καὶ Ρεκομ καὶ Σεμαα.

44 καὶ Σεμαα ἐγέννησεν τὸν Ραεμ πατέρα Ιερκααν, καὶ Ιερκααν ἐγέννησεν τὸν Σαμαι·

45 καὶ υἱὸς αὐτοῦ Μαων, καὶ Μαων πατὴρ Βαιθσουρ.

46 καὶ Γαιφα ἡ παλλακὴ Χαλεβ ἐγέννησεν τὸν Αρραν καὶ τὸν Μωσα καὶ τὸν Γεζουε. καὶ Αρραν ἐγέννησεν τὸν Γεζουε.

47 καὶ υἱοὶ Ιαδαι· Ραγεμ καὶ Ιωαθαμ καὶ Γηρσωμ καὶ Φαλετ καὶ Γαιφα καὶ Σαγαφ.

48 καὶ ἡ παλλακὴ Χαλεβ Μωχα ἐγέννησεν τὸν Σαβερ καὶ τὸν Θαρχνα.

49 καὶ ἐγέννησεν Σαγαφ πατέρα Μαρμηνα καὶ τὸν Σαου πατέρα Μαχαβηνα καὶ πατέρα Γαιβαα· καὶ θυγάτηρ Χαλεβ Ασχα.

50 οὗτοι ἦσαν υἱοὶ Χαλεβ., υἱοὶ Ωρ πρωτοτόκου Εφραθα· Σωβαλ πατὴρ Καριαθιαριμ,

51 Σαλωμων πατὴρ Βαιθλαεμ, Αριμ πατὴρ Βαιθγεδωρ.

52 καὶ ἦσαν υἱοὶ τῷ Σωβαλ πατρὶ Καριαθιαριμ· Αραα, Εσι, Αμμανιθ,

53 Εμοσφεως, πόλις Ιαιρ, Αιθαλιμ καὶ Μιφιθιμ καὶ Ησαμαθιμ καὶ Ημασαραιμ· ἐκ τούτων ἐξήλθοσαν οἱ Σαραθαῖοι καὶ οἱ Εσθαωλαῖοι.

54 υἱοὶ Σαλωμων· Βαιθλαεμ, Νετωφαθι, Αταρωθ οἴκου Ιωαβ καὶ ἥμισυ τῆς Μαναθι, Ησαρει,

55 πατριαὶ γραμματέων κατοικοῦντες Ιαβες, Θαργαθιιμ, Σαμαθιιμ, Σωκαθιιμ· οὗτοι οἱ Κιναῖοι οἱ ἐλθόντες ἐκ Μεσημα πατρὸς οἴκου Ρηχαβ.

 

3

1 Καὶ οὗτοι ἦσαν υἱοὶ Δαυιδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρων· ὁ πρωτότοκος Αμνων τῇ Αχινααμ τῇ Ιεζραηλίτιδι, ὁ δεύτερος Δανιηλ τῇ Αβιγαια τῇ Καρμηλίᾳ,

2 ὁ τρίτος Αβεσσαλωμ υἱὸς Μωχα θυγατρὸς Θολμαι βασιλέως Γεδσουρ, ὁ τέταρτος Αδωνια υἱὸς Αγγιθ,

3 ὁ πέμπτος Σαφατια τῆς Αβιταλ, ὁ ἕκτος Ιεθρααμ τῇ Αγλα γυναικὶ αὐτοῦ.

4 ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρων, καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ,

5 καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ιερουσαλημ· Σαμαα, Σωβαβ, Ναθαν καὶ Σαλωμων, τέσσαρες τῇ Βηρσαβεε θυγατρὶ Αμιηλ,

6 καὶ Ιβααρ καὶ Ελισαμα καὶ Ελιφαλετ

7 καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουε

8 καὶ Ελισαμα καὶ Ελιαδα καὶ Ελιφαλετ, ἐννέα.

9 πάντες υἱοὶ Δαυιδ πλὴν τῶν υἱῶν τῶν παλλακῶν, καὶ Θημαρ ἀδελφὴ αὐτῶν.

10 Υἱοὶ Σαλωμων· Ροβοαμ, Αβια υἱὸς αὐτοῦ, Ασα υἱὸς αὐτοῦ, Ιωσαφατ υἱὸς αὐτοῦ,

11 Ιωραμ υἱὸς αὐτοῦ, Οχοζια υἱὸς αὐτοῦ, Ιωας υἱὸς αὐτοῦ,

12 Αμασιας υἱὸς αὐτοῦ, Αζαρια υἱὸς αὐτοῦ, Ιωαθαν υἱὸς αὐτοῦ,

13 Αχαζ υἱὸς αὐτοῦ, Εζεκιας υἱὸς αὐτοῦ, Μανασσης υἱὸς αὐτοῦ,

14 Αμων υἱὸς αὐτοῦ, Ιωσια υἱὸς αὐτοῦ.

15 καὶ υἱοὶ Ιωσια· πρωτότοκος Ιωαναν, ὁ δεύτερος Ιωακιμ, ὁ τρίτος Σεδεκια, ὁ τέταρτος Σαλουμ.

16 καὶ υἱοὶ Ιωακιμ· Ιεχονιας υἱὸς αὐτοῦ, Σεδεκιας υἱὸς αὐτοῦ.

17 καὶ υἱοὶ Ιεχονια, ασιρ· Σαλαθιηλ υἱὸς αὐτοῦ,

18 Μελχιραμ καὶ Φαδαιας καὶ Σανεσαρ καὶ Ιεκεμια καὶ Ωσαμω καὶ Δενεθι.

19 καὶ υἱοὶ Σαλαθιηλ· Ζοροβαβελ καὶ Σεμει. καὶ υἱοὶ Ζοροβαβελ· Μοσολλαμος καὶ Ανανια, καὶ Σαλωμιθ ἀδελφὴ αὐτῶν,

20 καὶ Ασουβε καὶ Οολ καὶ Βαραχια καὶ Ασαδια καὶ Ασοβαεσδ, πέντε.

21 καὶ υἱοὶ Ανανια· Φαλλετια, καὶ Ισαια υἱὸς αὐτοῦ, Ραφαια υἱὸς αὐτοῦ, Ορνα υἱὸς αὐτοῦ, Αβδια υἱὸς αὐτοῦ, Σεχενια υἱὸς αὐτοῦ.

22 καὶ υἱὸς Σεχενια· Σαμαια. καὶ υἱοὶ Σαμαια· Χαττους καὶ Ιωηλ καὶ Μαρι καὶ Νωαδια καὶ Σαφαθ, ἕξ.

23 καὶ υἱοὶ Νωαδια· Ελιθεναν καὶ Εζεκια καὶ Εζρικαμ, τρεῖς.

24 καὶ υἱοὶ Ελιθεναν· Οδουια καὶ Ελιασιβ καὶ Φαλαια καὶ Ακουν καὶ Ιωαναν καὶ Δαλαια καὶ Ανανι, ἑπτά.

 

4

1 Καὶ υἱοὶ Ιουδα· Φαρες, Αρσων καὶ Χαρμι καὶ Ωρ, Σουβαλ

2 καὶ Ραια υἱὸς αὐτοῦ· καὶ Σουβαλ ἐγέννησεν τὸν Ιεθ, καὶ Ιεθ ἐγέννησεν τὸν Αχιμι καὶ τὸν Λααδ· αὗται αἱ γενέσεις τοῦ Σαραθι.

3 καὶ οὗτοι υἱοὶ Αιταμ· Ιεζραηλ καὶ Ραγμα καὶ Ιαβας, καὶ ὄνομα ἀδελφῆς αὐτῶν Εσηλεββων.

4 καὶ Φανουηλ πατὴρ Γεδωρ, καὶ Αζηρ πατὴρ Ωσαν. οὗτοι υἱοὶ Ωρ τοῦ πρωτοτόκου Εφραθα πατρὸς Βαιθλαεμ.

5 καὶ τῷ Σαουρ πατρὶ Θεκωε ἦσαν δύο γυναῖκες, Αωδα καὶ Θοαδα.

6 καὶ ἔτεκεν αὐτῷ Αωδα τὸν Ωχαζαμ καὶ τὸν Ηφαδ καὶ τὸν Θαιμαν καὶ τὸν Ασθηραν· πάντες οὗτοι υἱοὶ Αωδας.

7 καὶ υἱοὶ Θοαδα· Σαρεθ καὶ Σααρ καὶ Εθναν.

8 καὶ Κως ἐγέννησεν τὸν Ενωβ καὶ τὸν Σαβηβα. καὶ γεννήσεις ἀδελφοῦ Ρηχαβ υἱοῦ Ιαριμ.

9 καὶ ἦν Ιγαβης ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ· καὶ ἡ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιγαβης λέγουσα Ἔτεκον ὡς γαβης.

10 καὶ ἐπεκαλέσατο Ιγαβης τὸν θεὸν Ισραηλ λέγων Ἐὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληθύνῃς τὰ ὅριά μου καὶ ᾖ ἡ χείρ σου μετ᾽ ἐμοῦ, καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με. καὶ ἐπήγαγεν ὁ θεὸς πάντα, ὅσα ᾐτήσατο.

11 καὶ Χαλεβ πατὴρ Ασχα ἐγέννησεν τὸν Μαχιρ· οὗτος πατὴρ Ασσαθων.

12 καὶ Ασσαθων ἐγέννησεν τὸν Βαθρεφαν καὶ τὸν Φεσσηε καὶ τὸν Θανα πατέρα πόλεως Ναας ἀδελφοῦ Εσελων τοῦ Κενεζι· οὗτοι ἄνδρες Ρηφα.

13 καὶ υἱοὶ Κενεζ· Γοθονιηλ καὶ Σαραια. καὶ υἱοὶ Γοθονιηλ· Αθαθ.

14 καὶ Μαναθι ἐγέννησεν τὸν Γοφερα. καὶ Σαραια ἐγέννησεν τὸν Ιωαβ πατέρα Αγεαδδαιρ, ὅτι τέκτονες ἦσαν.

15 καὶ υἱοὶ Χαλεβ υἱοῦ Ιεφοννη· Ηρα, Αλα καὶ Νοομ. καὶ υἱοὶ Αλα· Κενεζ.

16 καὶ υἱὸς αὐτοῦ Γεσεηλ, Αμηαχι καὶ Ζαφα καὶ Ζαιρα καὶ Εσεραηλ.

17 καὶ υἱοὶ Εσρι· Ιεθερ, Μωραδ καὶ Αφερ καὶ Ιαλων. καὶ ἐγέννησεν Ιεθερ τὸν Μαρων καὶ τὸν Σεμαι καὶ τὸν Μαρεθ πατέρα Εσθεμων.

18 καὶ ἡ γυνὴ αὐτοῦ [αὕτη Αδια] ἔτεκεν τὸν Ιαρεδ πατέρα Γεδωρ καὶ τὸν Αβερ πατέρα Σωχων καὶ τὸν Ιεκθιηλ πατέρα Ζανω· καὶ οὗτοι υἱοὶ Γελια θυγατρὸς Φαραω, ἣν ἔλαβεν Μωρηδ.

19 καὶ υἱοὶ γυναικὸς τῆς Ιδουιας ἀδελφῆς Ναχεμ. καὶ Δαλια πατὴρ Κειλα, καὶ Σεμειων πατὴρ Ιωμαν. καὶ υἱοὶ Ναημ πατρὸς Κειλα· Αγαρμι καὶ Εσθεμωη Μαχαθι.

20 καὶ υἱοὶ Σεμιων· Αμνων καὶ Ρανα, υἱὸς Αναν καὶ Θιλων. καὶ υἱοὶ Ισει· Ζωαθ καὶ υἱοὶ Ζωαθ.

21 Υἱοὶ Σηλωμ υἱοῦ Ιουδα· Ηρ πατὴρ Ληχα καὶ Λααδα πατὴρ Μαρησα καὶ γενέσεις οἰκιῶν εφραθ αβακ τῷ οἴκῳ Εσοβα

22 καὶ Ιωακιμ καὶ ἄνδρες Χωζηβα καὶ Ιωας καὶ Σαραφ, οἳ κατῴκησαν ἐν Μωαβ· καὶ ἀπέστρεψεν αὐτοὺς αβεδηριν αθουκιιν.

23 οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ναταιμ καὶ Γαδηρα· μετὰ τοῦ βασιλέως ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ.

24 Υἱοὶ Συμεων· Ναμουηλ καὶ Ιαμιν, Ιαριβ, Ζαρε, Σαουλ·

25 Σαλεμ υἱὸς αὐτοῦ, Μαβασαμ υἱὸς αὐτοῦ, Μασμα υἱὸς αὐτοῦ,

26 Αμουηλ υἱὸς αὐτοῦ, Σαβουδ υἱὸς αὐτοῦ, Ζακχουρ υἱὸς αὐτοῦ, Σεμει υἱὸς αὐτοῦ.

27 καὶ τῷ Σεμει υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς· καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί· καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ιουδα.

28 καὶ κατῴκησαν ἐν Βηρσαβεε καὶ Σαμα καὶ Μωλαδα καὶ Εσηρσουαλ

29 καὶ ἐν Βαλαα καὶ Βοασομ καὶ Θουλαδ

30 καὶ Βαθουηλ καὶ Ερμα καὶ Σεκλαγ

31 καὶ Βαιθμαρχαβωθ καὶ ἥμισυ Σωσιμ καὶ οἶκον Βαρουμσεωριμ· αὗται πόλεις αὐτῶν ἕως βασιλέως Δαυιδ.

32 καὶ ἐπαύλεις αὐτῶν· Αιταμ καὶ Ηνρεμμων καὶ Θοκκαν καὶ Αισαν, πόλεις πέντε.

33 καὶ πᾶσαι αἱ ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βααλ· αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν.

34 καὶ Μοσωβαβ καὶ Ιεμολοχ καὶ Ιωσια υἱὸς Αμασια

35 καὶ Ιωηλ [καὶ οὗτος υἱὸς Ισαβια], υἱὸς Σαραια, υἱὸς Ασιηλ

36 καὶ Ελιωηναι καὶ Ιακαβα καὶ Ιασουια καὶ Ασαια καὶ Εδιηλ καὶ Ισμαηλ καὶ Βαναια

37 καὶ Ζουζα υἱὸς Σεφει υἱοῦ Αλλων υἱοῦ Ιεδια υἱοῦ Σαμαρι υἱοῦ Σαμαιου.

38 οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος.

39 καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γεραρα ἕως τῶν ἀνατολῶν τῆς Γαι τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν·

40 καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς, καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χαμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν.

41 καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ᾽ ὀνόματος ἐν ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ᾽ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ.

42 καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεων ἐπορεύθησαν εἰς ὄρος Σηιρ ἄνδρες πεντακόσιοι, καὶ Φαλεττια καὶ Νωαδια καὶ Ραφαια καὶ Οζιηλ υἱοὶ Ιεσι ἄρχοντες αὐτῶν·

43 καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ Αμαληκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.

 

5

1 Καὶ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ, ὅτι οὗτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ιωσηφ υἱῷ Ισραηλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια·

2 ὅτι Ιουδας δυνατὸς ἰσχύι καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ Ιωσηφ.

3 υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ· Ενωχ καὶ Φαλλους, Αρσων καὶ Χαρμι.

4 υἱοὶ Ιωηλ· Σεμει καὶ Βαναια υἱὸς αὐτοῦ. καὶ υἱοὶ Γουγ υἱοῦ Σεμει·

5 υἱὸς αὐτοῦ Μιχα, υἱὸς αὐτοῦ Ρηχα, υἱὸς αὐτοῦ Βααλ,

6 υἱὸς αὐτοῦ Βεηρα, ὃν μετῴκισεν Θαγλαθφαλνασαρ βασιλεὺς Ασσουρ· οὗτος ἄρχων τῶν Ρουβην.

7 καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατριᾷ αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν· ὁ ἄρχων Ιωηλ καὶ Ζαχαρια

8 καὶ Βαλεκ υἱὸς Οζουζ υἱὸς Σαμα υἱὸς Ιωηλ· οὗτος κατῴκησεν ἐν Αροηρ καὶ ἐπὶ Ναβαυ καὶ Βεελμαων

9 καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλααδ.

10 καὶ ἐν ἡμέραις Σαουλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς ἕως πάντες κατ᾽ ἀνατολὰς τῆς Γαλααδ.

11 Υἱοὶ Γαδ κατέναντι αὐτῶν κατῴκησαν ἐν τῇ Βασαν ἕως Σελχα.

12 Ιωηλ ὁ πρωτότοκος, καὶ Σαφαμ ὁ δεύτερος, καὶ Ιανι ὁ γραμματεὺς ἐν Βασαν.

13 καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν· Μιχαηλ, Μοσολλαμ καὶ Σεβεε καὶ Ιωρεε καὶ Ιαχαν καὶ Ζουε καὶ Ωβηδ, ἑπτά.

14 οὗτοι υἱοὶ Αβιχαιλ υἱοῦ Ουρι υἱοῦ Ιδαι υἱοῦ Γαλααδ υἱοῦ Μιχαηλ υἱοῦ Ισαι υἱοῦ Ιουρι υἱοῦ Ζαβουχαμ

15 υἱοῦ Αβδιηλ υἱοῦ Γουνι· ἄρχων οἴκου πατριῶν.

16 κατῴκουν ἐν Γαλααδ, ἐν Βασαν καὶ ἐν ταῖς κώμαις αὐτῶν καὶ πάντα τὰ περίχωρα Σαρων ἕως ἐξόδου.

17 πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ιωαθαμ βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ βασιλέως Ισραηλ.

18 Υἱοὶ Ρουβην καὶ Γαδ καὶ ἥμισυ φυλῆς Μανασση ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον, τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν.

19 καὶ ἐποίουν πόλεμον μετὰ τῶν Αγαρηνῶν καὶ Ιτουραίων καὶ Ναφισαίων καὶ Ναδαβαίων

20 καὶ κατίσχυσαν ἐπ᾽ αὐτῶν, καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ Αγαραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν, ὅτι πρὸς τὸν θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπ᾽ αὐτόν.

21 καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας·

22 ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ θεοῦ ὁ πόλεμος. καὶ κατῴκησαν ἀντ᾽ αὐτῶν ἕως τῆς μετοικεσίας.

23 Καὶ οἱ ἡμίσεις φυλῆς Μανασση κατῴκησαν ἐν τῇ γῇ ἀπὸ Βασαν ἕως Βααλερμων καὶ Σανιρ καὶ ὄρος Αερμων· καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν.

24 καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· Οφερ καὶ Ισει καὶ Ελιηλ καὶ Εσδριηλ καὶ Ιερμια καὶ Ωδουια καὶ Ιεδιηλ, ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοί, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν.

25 Καὶ ἠθέτησαν ἐν θεῷ πατέρων αὐτῶν καὶ ἐπόρνευσαν ὀπίσω θεῶν λαῶν τῆς γῆς, οὓς ἐξῆρεν ὁ θεὸς ἀπὸ προσώπου αὐτῶν.

26 καὶ ἐπήγειρεν ὁ θεὸς Ισραηλ τὸ πνεῦμα Φαλωχ βασιλέως Ασσουρ καὶ τὸ πνεῦμα Θαγλαθφαλνασαρ βασιλέως Ασσουρ, καὶ μετῴκισεν τὸν Ρουβην καὶ τὸν Γαδδι καὶ τὸ ἥμισυ φυλῆς Μανασση καὶ ἤγαγεν αὐτοὺς εἰς Χαλαχ καὶ Χαβωρ καὶ ἐπὶ ποταμὸν Γωζαν ἕως τῆς ἡμέρας ταύτης.

27 Υἱοὶ Λευι· Γεδσων, Κααθ καὶ Μεραρι.

28 καὶ υἱοὶ Κααθ· Αμβραμ καὶ Ισσααρ, Χεβρων καὶ Οζιηλ.

29 καὶ υἱοὶ Αμβραμ· Ααρων καὶ Μωυσῆς καὶ Μαριαμ. καὶ υἱοὶ Ααρων· Ναδαβ καὶ Αβιουδ, Ελεαζαρ καὶ Ιθαμαρ.

30 Ελεαζαρ ἐγέννησεν τὸν Φινεες, Φινεες ἐγέννησεν τὸν Αβισου,

31 Αβισου ἐγέννησεν τὸν Βωκαι, Βωκαι ἐγέννησεν τὸν Οζι,

32 Οζι ἐγέννησε τὸν Ζαραια, Ζαραια ἐγέννησεν τὸν Μαριηλ,

33 καὶ Μαριηλ ἐγέννησεν τὸν Αμαρια, καὶ Αμαρια ἐγέννησεν τὸν Αχιτωβ,

34 καὶ Αχιτωβ ἐγέννησεν τὸν Σαδωκ, καὶ Σαδωκ ἐγέννησεν τὸν Αχιμαας,

35 καὶ Αχιμαας ἐγέννησεν τὸν Αζαρια, καὶ Αζαριας ἐγέννησεν τὸν Ιωαναν,

36 καὶ Ιωανας ἐγέννησεν τὸν Αζαριαν· οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησεν Σαλωμων ἐν Ιερουσαλημ.

37 καὶ ἐγέννησεν Αζαρια τὸν Αμαρια, καὶ Αμαρια ἐγέννησεν τὸν Αχιτωβ,

38 καὶ Αχιτωβ ἐγέννησεν τὸν Σαδωκ, καὶ Σαδωκ ἐγέννησεν τὸν Σαλωμ,

39 καὶ Σαλωμ ἐγέννησεν τὸν Χελκιαν, καὶ Χελκιας ἐγέννησεν τὸν Αζαρια,

40 καὶ Αζαριας ἐγέννησεν τὸν Σαραια, καὶ Σαραιας ἐγέννησεν τὸν Ιωσαδακ.

41 καὶ Ιωσαδακ ἐπορεύθη ἐν τῇ μετοικίᾳ μετὰ Ιουδα καὶ Ιερουσαλημ ἐν χειρὶ Ναβουχοδονοσορ.

 

6

1 Υἱοὶ Λευι· Γεδσων, Κααθ καὶ Μεραρι.

2 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσων· Λοβενι καὶ Σεμει.

3 υἱοὶ Κααθ· Αμβραμ καὶ Ισσααρ, Χεβρων καὶ Οζιηλ.

4 υἱοὶ Μεραρι· Μοολι καὶ Ομουσι., καὶ αὗται αἱ πατριαὶ τοῦ Λευι κατὰ πατριὰς αὐτῶν·

5 τῷ Γεδσων· τῷ Λοβενι υἱῷ αὐτοῦ Ιεεθ υἱὸς αὐτοῦ, Ζεμμα υἱὸς αὐτοῦ,

6 Ιωαχ υἱὸς αὐτοῦ, Αδδι υἱὸς αὐτοῦ, Ζαρα υἱὸς αὐτοῦ, Ιεθρι υἱὸς αὐτοῦ.

7 υἱοὶ Κααθ· Αμιναδαβ υἱὸς αὐτοῦ, Κορε υἱὸς αὐτοῦ, Ασιρ υἱὸς αὐτοῦ,

8 Ελκανα υἱὸς αὐτοῦ, καὶ Αβιασαφ υἱὸς αὐτοῦ, Ασιρ υἱὸς αὐτοῦ,

9 Θααθ υἱὸς αὐτοῦ, Ουριηλ υἱὸς αὐτοῦ, Οζια υἱὸς αὐτοῦ, Σαουλ υἱὸς αὐτοῦ.

10 καὶ υἱοὶ Ελκανα· Αμασι καὶ Αχιμωθ,

11 Ελκανα υἱὸς αὐτοῦ, Σουφι υἱὸς αὐτοῦ καὶ Νααθ υἱὸς αὐτοῦ,

12 Ελιαβ υἱὸς αὐτοῦ, Ιδαερ υἱὸς αὐτοῦ, Ελκανα υἱὸς αὐτοῦ.

13 υἱοὶ Σαμουηλ· ὁ πρωτότοκος Σανι καὶ Αβια.

14 υἱοὶ Μεραρι· Μοολι, Λοβενι υἱὸς αὐτοῦ, Σεμει υἱὸς αὐτοῦ, Οζα υἱὸς αὐτοῦ,

15 Σομεα υἱὸς αὐτοῦ, Αγγια υἱὸς αὐτοῦ, Ασαια υἱὸς αὐτοῦ.

16 Καὶ οὗτοι οὓς κατέστησεν Δαυιδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ,

17 καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς οἴκου μαρτυρίου ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησεν Σαλωμων τὸν οἶκον κυρίου ἐν Ιερουσαλημ, καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν.

18 καὶ οὗτοι οἱ ἑστηκότες καὶ οἱ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Κααθ· Αιμαν ὁ ψαλτῳδὸς υἱὸς Ιωηλ υἱοῦ Σαμουηλ

19 υἱοῦ Ελκανα υἱοῦ Ηδαδ υἱοῦ Ελιηλ υἱοῦ Θιε

20 υἱοῦ Σουφ υἱοῦ Ελκανα υἱοῦ Μεθ᾽ υἱοῦ Αμασιου

21 υἱοῦ Ελκανα υἱοῦ Ιωηλ υἱοῦ Αζαρια υἱοῦ Σαφανια

22 υἱοῦ Θααθ υἱοῦ Ασιρ υἱοῦ Αβιασαφ υἱοῦ Κορε

23 υἱοῦ Ισσααρ υἱοῦ Κααθ υἱοῦ Λευι υἱοῦ Ισραηλ.

24 καὶ ἀδελφὸς αὐτοῦ Ασαφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· Ασαφ υἱὸς Βαραχια υἱοῦ Σαμαα

25 υἱοῦ Μιχαηλ υἱοῦ Μαασια υἱοῦ Μελχια

26 υἱοῦ Αθανι υἱοῦ Ζαραι υἱοῦ Αδια

27 υἱοῦ Αιθαν υἱοῦ Ζαμμα υἱοῦ Σεμει

28 υἱοῦ Ηχα υἱοῦ Γεδσων υἱοῦ Λευι.

29 καὶ υἱοὶ Μεραρι ἀδελφοῦ αὐτῶν ἐξ ἀριστερῶν· Αιθαν υἱὸς Κισαι υἱοῦ Αβδι υἱοῦ Μαλωχ

30 υἱοῦ Ασεβι υἱοῦ Αμεσσια υἱοῦ Χελκιου

31 υἱοῦ Αμασαι υἱοῦ Βανι υἱοῦ Σεμμηρ

32 υἱοῦ Μοολι υἱοῦ Μουσι υἱοῦ Μεραρι υἱοῦ Λευι.

33 Καὶ ἀδελφοὶ αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν οἱ Λευῖται δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ θεοῦ.

34 καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ Ισραηλ κατὰ πάντα, ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ θεοῦ.

35 καὶ οὗτοι υἱοὶ Ααρων· Ελεαζαρ υἱὸς αὐτοῦ. Φινεες υἱὸς αὐτοῦ, Αβισου υἱὸς αὐτοῦ,

36 Βωκαι υἱὸς αὐτοῦ, Οζι υἱὸς αὐτοῦ, Ζαραια υἱὸς αὐτοῦ,

37 Μαριηλ υἱὸς αὐτοῦ, Αμαρια υἱὸς αὐτοῦ, Αχιτωβ υἱὸς αὐτοῦ,

38 Σαδωκ υἱὸς αὐτοῦ, Αχιμαας υἱὸς αὐτοῦ.

39 Καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν ἐν τοῖς ὁρίοις αὐτῶν· τοῖς υἱοῖς Ααρων τῇ πατριᾷ τοῦ Κααθι, ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆροσ

40 καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρων ἐν γῇ Ιουδα καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς·

41 καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλεβ υἱῷ Ιεφοννη.

42 καὶ τοῖς υἱοῖς Ααρων ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρων καὶ τὴν Λοβνα καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Σελνα καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Εσθαμω καὶ τὰ περισπόρια αὐτῆς

43 καὶ τὴν Ιεθθαρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβιρ καὶ τὰ περισπόρια αὐτῆς

44 καὶ τὴν Ασαν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ατταν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βασαμυς καὶ τὰ περισπόρια αὐτῆς

45 καὶ ἐκ φυλῆς Βενιαμιν τὴν Γαβεε καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γαλεμεθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Αγχωχ καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν.

46 Καὶ τοῖς υἱοῖς Κααθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασση κλήρῳ πόλεις δέκα.

47 καὶ τοῖς υἱοῖς Γεδσων κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ισσαχαρ, ἐκ φυλῆς Ασηρ, ἐκ φυλῆς Νεφθαλι, ἐκ φυλῆς Μανασση ἐν τῇ Βασαν πόλεις τρισκαίδεκα.

48 καὶ τοῖς υἱοῖς Μεραρι κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ρουβην, ἐκ φυλῆς Γαδ, ἐκ φυλῆς Ζαβουλων κλήρῳ πόλεις δέκα δύο.

49 Καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν·

50 καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν Ιουδα καὶ ἐκ φυλῆς υἱῶν Συμεων τὰς πόλεις ταύτας, ἃς ἐκάλεσεν αὐτὰς ἐπ᾽ ὀνόματος.

51 καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Κααθ καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς Εφραιμ.

52 καὶ ἔδωκαν αὐτῷ τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Συχεμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Εφραιμ καὶ τὴν Γαζερ καὶ τὰ περισπόρια αὐτῆς

53 καὶ τὴν Ιεκμααμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βαιθωρων καὶ τὰ περισπόρια αὐτῆς

54 καὶ τὴν Εγλαμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γεθρεμμων καὶ τὰ περισπόρια αὐτῆς

55 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση τὴν Αναρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιεβλααμ καὶ τὰ περισπόρια αὐτῆς κατὰ πατριὰν τοῖς υἱοῖς Κααθ τοῖς καταλοίποις.

56 τοῖς υἱοῖς Γεδσων ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασση τὴν Γωλαν ἐκ τῆς Βασαν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ασηρωθ καὶ τὰ περισπόρια αὐτῆς

57 καὶ ἐκ φυλῆς Ισσαχαρ τὴν Κεδες καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δεβερι καὶ τὰ περισπόρια αὐτῆς

58 καὶ τὴν Δαβωρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Αναμ καὶ τὰ περισπόρια αὐτῆς

59 καὶ ἐκ φυλῆς Ασηρ τὴν Μασαλ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Αβαραν καὶ τὰ περισπόρια αὐτῆς

60 καὶ τὴν Ικακ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ροωβ καὶ τὰ περισπόρια αὐτῆς

61 καὶ ἀπὸ φυλῆς Νεφθαλι τὴν Κεδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Χαμωθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καριαθαιμ καὶ τὰ περισπόρια αὐτῆς.

62 τοῖς υἱοῖς Μεραρι τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλων τὴν Ρεμμων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Θαχχια καὶ τὰ περισπόρια αὐτῆς

63 καὶ ἐκ τοῦ πέραν τοῦ Ιορδάνου Ιεριχω κατὰ δυσμὰς τοῦ Ιορδάνου ἐκ φυλῆς Ρουβην τὴν Βοσορ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιασα καὶ τὰ περισπόρια αὐτῆς

64 καὶ τὴν Καδημωθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μωφααθ καὶ τὰ περισπόρια αὐτῆς

65 καὶ ἐκ φυλῆς Γαδ τὴν Ραμωθ Γαλααδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μααναιμ καὶ τὰ περισπόρια αὐτῆς

66 καὶ τὴν Εσεβων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτῆς.

 

7

1 Καὶ τοῖς υἱοῖς Ισσαχαρ· Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Σεμερων, τέσσαρες.

2 καὶ υἱοὶ Θωλα· Οζι καὶ Ραφαια καὶ Ιεριηλ καὶ Ιεμου καὶ Ιεβασαμ καὶ Σαμουηλ, ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλα ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν. ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις Δαυιδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι.

3 καὶ υἱοὶ Οζι· Ιεζρια, καὶ υἱοὶ Ιεζρια· Μιχαηλ καὶ Οβδια καὶ Ιωηλ καὶ Ιεσια, πέντε, ἄρχοντες πάντες.

4 καὶ ἐπ᾽ αὐτῶν κατὰ γενέσεις αὐτῶν κατ᾽ οἴκους πατρικοὺς αὐτῶν ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες, ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς.

5 καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς Ισσαχαρ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες, ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων.

6 Βενιαμιν· Βαλε καὶ Βαχιρ καὶ Ιαδιηλ, τρεῖς.

7 καὶ υἱοὶ Βαλε· Ασεβων καὶ Οζι καὶ Οζιηλ καὶ Ιεριμωθ καὶ Ουρι, πέντε, ἄρχοντες οἴκων πατρικῶν ἰσχυροὶ δυνάμει. καὶ ὁ ἀριθμὸς αὐτῶν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριάκοντα τέσσαρες.

8 καὶ υἱοὶ Βαχιρ· Ζαμαριας καὶ Ιωας καὶ Ελιεζερ καὶ Ελιθεναν καὶ Αμαρια καὶ Ιεριμωθ καὶ Αβιου καὶ Αναθωθ καὶ Γεμεεθ. πάντες οὗτοι υἱοὶ Βαχιρ.

9 καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει, εἴκοσι χιλιάδες καὶ διακόσιοι.

10 καὶ υἱοὶ Ιαδιηλ· Βαλααν. καὶ υἱοὶ Βαλααν· Ιαους καὶ Βενιαμιν καὶ Αωθ καὶ Χανανα καὶ Ζαιθαν καὶ Ραμεσσαι καὶ Αχισααρ.

11 πάντες οὗτοι υἱοὶ Ιαδιηλ ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι ἐκπορευόμενοι δυνάμει τοῦ πολεμεῖν.

12 καὶ Σαπφιν καὶ Απφιν καὶ υἱοὶ Ραωμ· υἱὸς αὐτοῦ Αερ.

13 Υἱοὶ Νεφθαλι· Ιασιηλ καὶ Γωνι καὶ Ισσιηρ καὶ Σαλωμ, υἱοὶ Βαλαα.

14 Υἱοὶ Μανασση· Ασεριηλ, ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα· ἔτεκεν τὸν Μαχιρ πατέρα Γαλααδ.

15 καὶ Μαχιρ ἔλαβεν γυναῖκα τῷ Αμφιν καὶ Μαμφιν· καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχα. καὶ ὄνομα τῷ δευτέρῳ Σαλπααδ, καὶ ἐγεννήθησαν τῷ Σαλπααδ θυγατέρες.

16 καὶ ἔτεκεν Μοωχα γυνὴ Μαχιρ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Φαρες, καὶ ὄνομα ἀδελφοῦ αὐτοῦ Σορος· υἱὸς αὐτοῦ Ουλαμ.

17 καὶ υἱοὶ Ουλαμ· Βαδαν. οὗτοι υἱοὶ Γαλααδ υἱοῦ Μαχιρ υἱοῦ Μανασση.

18 καὶ ἀδελφὴ αὐτοῦ ἡ Μαλεχεθ ἔτεκεν τὸν Ισαδεκ καὶ τὸν Αβιεζερ καὶ τὸν Μαελα.

19 καὶ ἦσαν υἱοὶ Σεμιρα· Ιααιμ καὶ Συχεμ καὶ Λακει καὶ Ανιαμ.

20 Καὶ υἱοὶ Εφραιμ· Σωθαλα, καὶ Βαραδ υἱὸς αὐτοῦ, καὶ Θααθ υἱὸς αὐτοῦ, Ελεαδα υἱὸς αὐτοῦ, Νομεε υἱὸς αὐτοῦ,

21 Ζαβεδ υἱὸς αὐτοῦ, Σωθελε υἱὸς αὐτοῦ καὶ Εζερ καὶ Ελεαδ. καὶ ἀπέκτειναν αὐτοὺς ἄνδρες Γεθ οἱ τεχθέντες ἐν τῇ γῇ, ὅτι κατέβησαν λαβεῖν τὰ κτήνη αὐτῶν.

22 καὶ ἐπένθησεν Εφραιμ πατὴρ αὐτῶν ἡμέρας πολλάς, καὶ ἦλθον ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν.

23 καὶ εἰσῆλθεν πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Βαραγα, ὅτι Ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου.

24 καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις καὶ ᾠκοδόμησεν Βαιθωρων τὴν κάτω καὶ τὴν ἄνω. καὶ υἱοὶ Οζαν· Σεηρα

25 καὶ Ραφη υἱοὶ αὐτοῦ, Ρασεφ καὶ Θαλε υἱοὶ αὐτοῦ, Θαεν υἱὸς αὐτοῦ.

26 τῷ Λααδαν υἱῷ αὐτοῦ Αμιουδ υἱὸς αὐτοῦ, Ελισαμα υἱὸς αὐτοῦ,

27 Νουμ υἱὸς αὐτοῦ, Ιησουε υἱὸς αὐτοῦ.

28 καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν· Βαιθηλ καὶ αἱ κῶμαι αὐτῆς, κατ᾽ ἀνατολὰς Νααραν, πρὸς δυσμαῖς Γαζερ καὶ αἱ κῶμαι αὐτῆς· καὶ Συχεμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γαιαν καὶ αἱ κῶμαι αὐτῆς.

29 καὶ ἕως ὁρίων υἱῶν Μανασση· Βαιθσααν καὶ αἱ κῶμαι αὐτῆς, Θααναχ καὶ αἱ κῶμαι αὐτῆς καὶ Βαλαδ καὶ αἱ κῶμαι αὐτῆς, Μαγεδδω καὶ αἱ κῶμαι αὐτῆς, Δωρ καὶ αἱ κῶμαι αὐτῆς. ἐν ταύταις κατῴκησαν οἱ υἱοὶ Ιωσηφ υἱοῦ Ισραηλ.

30 Υἱοὶ Ασηρ· Ιεμνα καὶ Ισουα καὶ Ισουι καὶ Βεριγα, καὶ Σορε ἀδελφὴ αὐτῶν.

31 καὶ υἱοὶ Βεριγα· Χαβερ καὶ Μελχιηλ, οὗτος πατὴρ Βερζαιθ.

32 καὶ Χαβερ ἐγέννησεν τὸν Ιαφαλητ καὶ τὸν Σαμηρ καὶ τὸν Χωθαμ καὶ τὴν Σωλα ἀδελφὴν αὐτῶν.

33 καὶ υἱοὶ Ιαφαλητ· Φεσηχι, Βαμαηλ καὶ Ασιθ· οὗτοι υἱοὶ Ιαφαλητ.

34 καὶ υἱοὶ Σεμμηρ· Αχιουραογα καὶ Οβα καὶ Αραμ

35 καὶ Βανηελαμ· ἀδελφοὶ αὐτοῦ Σωφα καὶ Ιμανα καὶ Σελλης καὶ Αμαλ.

36 υἱοὶ Σωφα· Χουχι, Αρναφαρ καὶ Σουαλ καὶ Βαρι καὶ Ιμαρη,

37 Σοβαλ καὶ Ωδ καὶ Σεμμα καὶ Σαλισα καὶ Ιεθραν καὶ Βεηρα.

38 καὶ υἱοὶ Ιεθερ· Ιφινα καὶ Φασφα καὶ Αρα.

39 καὶ υἱοὶ Ωλα· Ορεχ, Ανιηλ καὶ Ρασια.

40 πάντες οὗτοι υἱοὶ Ασηρ, πάντες ἄρχοντες πατριῶν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει, ἄρχοντες ἡγούμενοι· ἀριθμὸς αὐτῶν εἰς παράταξιν τοῦ πολεμεῖν, ἀριθμὸς αὐτῶν ἄνδρες εἴκοσι ἓξ χιλιάδες.

 

8

1 Καὶ Βενιαμιν ἐγέννησεν τὸν Βαλε πρωτότοκον αὐτοῦ καὶ Ασβηλ τὸν δεύτερον, Ααρα τὸν τρίτον,

2 Νωα τὸν τέταρτον καὶ Ραφη τὸν πέμπτον.

3 καὶ ἦσαν υἱοὶ τῷ Βαλε· Αδερ καὶ Γηρα καὶ Αβιουδ

4 καὶ Αβισουε καὶ Νοομα καὶ Αχια

5 καὶ Γηρα καὶ Σωφαρφακ καὶ Ωιμ.

6 οὗτοι υἱοὶ Αωδ· οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Γαβεε, καὶ μετῴκισαν αὐτοὺς εἰς Μαναχαθι·

7 καὶ Νοομα καὶ Αχια καὶ Γηρα· οὗτος ιγλααμ καὶ ἐγέννησεν τὸν Ναανα καὶ τὸν Αχιχωδ.

8 καὶ Σααρημ ἐγέννησεν ἐν τῷ πεδίῳ Μωαβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ωσιμ καὶ τὴν Βααδα γυναῖκα αὐτοῦ.

9 καὶ ἐγέννησεν ἐκ τῆς Αδα γυναικὸς αὐτοῦ τὸν Ιωβαβ καὶ τὸν Σεβια καὶ τὸν Μισα καὶ τὸν Μελχαμ

10 καὶ τὸν Ιαως καὶ τὸν Σαβια καὶ τὸν Μαρμα· οὗτοι ἄρχοντες πατριῶν.

11 καὶ ἐκ τῆς Ωσιμ ἐγέννησεν τὸν Αβιτωβ καὶ τὸν Αλφααλ.

12 καὶ υἱοὶ Αλφααλ· Ωβηδ, Μεσσααμ, Σεμμηρ· οὗτος ᾠκοδόμησεν τὴν Ωνω καὶ τὴν Λοδ καὶ τὰς κώμας αὐτῆς.

13 καὶ Βεριγα καὶ Σαμα· οὗτοι ἄρχοντες τῶν πατριῶν τοῖς κατοικοῦσιν Αιλαμ, καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γεθ.

14 καὶ ἀδελφὸς αὐτοῦ Σωσηκ καὶ Ιαριμωθ

15 καὶ Ζαβαδια καὶ Ωρηρ καὶ Ωδηδ

16 καὶ Μιχαηλ καὶ Ιεσφα καὶ Ιωχα υἱοὶ Βαριγα.

17 καὶ Ζαβαδια καὶ Μοσολλαμ καὶ Αζακι καὶ Αβαρ

18 καὶ Ισαμαρι καὶ Ιεζλια καὶ Ιωβαβ υἱοὶ Ελφααλ.

19 καὶ Ιακιμ καὶ Ζεχρι καὶ Ζαβδι

20 καὶ Ελιωηναι καὶ Σαλθι καὶ Ελιηλι

21 καὶ Αδαια καὶ Βαραια καὶ Σαμαραθ υἱοὶ Σαμαι.

22 καὶ Ισφαν καὶ Ωβηδ καὶ Ελεηλ

23 καὶ Αβαδων καὶ Ζεχρι καὶ Αναν

24 καὶ Ανανια καὶ Αμβρι καὶ Αιλαμ καὶ Αναθωθια

25 καὶ Αθιν καὶ Ιεφερια καὶ Φελιηλ υἱοὶ Σωσηκ.

26 καὶ Σαμσαρια καὶ Σααρια καὶ Ογοθολια

27 καὶ Ιαρασια καὶ Ηλια καὶ Ζεχρι υἱοὶ Ιρααμ.

28 οὗτοι ἄρχοντες πατριῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ιερουσαλημ.

29 καὶ ἐν Γαβαων κατῴκησεν πατὴρ Γαβαων, καὶ ὄνομα γυναικὶ αὐτοῦ Μααχα.

30 καὶ υἱὸς αὐτῆς ὁ πρωτότοκος Αβαδων, καὶ Σουρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ

31 καὶ Γεδουρ καὶ ἀδελφὸς αὐτοῦ καὶ Ζαχουρ καὶ Μακαλωθ·

32 καὶ Μακαλωθ ἐγέννησεν τὸν Σεμαα. καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ιερουσαλημ μετὰ τῶν ἀδελφῶν αὐτῶν.

33 καὶ Νηρ ἐγέννησεν τὸν Κις, καὶ Κις ἐγέννησεν τὸν Σαουλ, καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ασαβαλ.

34 καὶ υἱοὶ Ιωναθαν· Μεριβααλ. καὶ Μεριβααλ ἐγέννησεν τὸν Μιχια.

35 καὶ υἱοὶ Μιχια· Φιθων καὶ Μελχηλ καὶ Θερεε καὶ Αχαζ.

36 καὶ Αχαζ ἐγέννησεν τὸν Ιωιαδα, καὶ Ιωιαδα ἐγέννησεν τὸν Γαλεμαθ καὶ τὸν Ασμωθ καὶ τὸν Ζαμβρι, καὶ Ζαμβρι ἐγέννησεν τὸν Μαισα·

37 καὶ Μαισα ἐγέννησεν τὸν Βαανα· Ραφαια υἱὸς αὐτοῦ, Ελασα υἱὸς αὐτοῦ, Εσηλ υἱὸς αὐτοῦ.

38 καὶ τῷ Εσηλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Εζρικαμ πρωτότοκος αὐτοῦ, καὶ Ισμαηλ καὶ Σαραια καὶ Αβδια καὶ Αναν· πάντες οὗτοι υἱοὶ Εσηλ.

39 καὶ υἱοὶ Ασηλ ἀδελφοῦ αὐτοῦ· Αιλαμ πρωτότοκος αὐτοῦ, καὶ Ιαις ὁ δεύτερος, Ελιφαλετ ὁ τρίτος.

40 καὶ ἦσαν υἱοὶ Αιλαμ ἰσχυροὶ ἄνδρες δυνάμει τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα. πάντες οὗτοι ἐξ υἱῶν Βενιαμιν.

 

9

1 Καὶ πᾶς Ισραηλ, ὁ συλλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν.

2 καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν· Ισραηλ, οἱ ἱερεῖς, οἱ Λευῖται καὶ οἱ δεδομένοι.

3 Καὶ ἐν Ιερουσαλημ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ιουδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ ἀπὸ τῶν υἱῶν Εφραιμ καὶ Μανασση·

4 Γωθι υἱὸς Αμμιουδ υἱοῦ Αμρι υἱοῦ υἱῶν Φαρες υἱοῦ Ιουδα.

5 καὶ ἐκ τῶν Σηλωνι· Ασαια πρωτότοκος αὐτοῦ καὶ υἱοὶ αὐτοῦ.

6 ἐκ τῶν υἱῶν Ζαρα· Ιιηλ καὶ ἀδελφοὶ αὐτῶν, ἑξακόσιοι καὶ ἐνενήκοντα.

7 καὶ ἐκ τῶν υἱῶν Βενιαμιν· Σαλω υἱὸς Μοσολλαμ υἱοῦ Ωδουια υἱοῦ Σαναα

8 καὶ Ιβαναα υἱὸς Ιρααμ, καὶ οὗτοι υἱοὶ Οζι υἱοῦ Μαχιρ· καὶ Μασσαλημ υἱὸς Σαφατια υἱοῦ Ραγουηλ υἱοῦ Βαναια

9 καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἐννακόσιοι πεντήκοντα ἕξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν.

10 Καὶ ἀπὸ τῶν ἱερέων· Ιωδαε καὶ Ιωαριμ καὶ Ιαχιν

11 καὶ Αζαρια υἱὸς Χελκια υἱοῦ Μοσολλαμ υἱοῦ Σαδωκ υἱοῦ Μαραιωθ υἱοῦ Αχιτωβ ἡγούμενος οἴκου τοῦ θεοῦ

12 καὶ Αδαια υἱὸς Ιρααμ υἱοῦ Πασχωρ υἱοῦ Μαλχια καὶ Μαασαια υἱὸς Αδιηλ υἱοῦ Ιεδιου υἱοῦ Μοσολλαμ υἱοῦ Μασελμωθ υἱοῦ Εμμηρ

13 καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν χίλιοι ἑπτακόσιοι ἑξήκοντα ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ θεοῦ.

14 Καὶ ἐκ τῶν Λευιτῶν· Σαμαια υἱὸς Ασωβ υἱοῦ Εσρικαμ υἱοῦ Ασαβια ἐκ τῶν υἱῶν Μεραρι

15 καὶ Βακβακαρ καὶ Αρης καὶ Γαλαλ καὶ Μανθανιας υἱὸς Μιχα υἱοῦ Ζεχρι υἱοῦ Ασαφ

16 καὶ Αβδια υἱὸς Σαμια υἱοῦ Γαλαλ υἱοῦ Ιδιθων καὶ Βαραχια υἱὸς Οσσα υἱοῦ Ηλκανα ὁ κατοικῶν ἐν ταῖς κώμαις Νετωφατι.

17 οἱ πυλωροί· Σαλωμ καὶ Ακουβ καὶ Ταλμαν καὶ Αιμαν καὶ ἀδελφοὶ αὐτῶν, Σαλωμ ὁ ἄρχων·

18 καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ᾽ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευι.

19 καὶ Σαλωμ υἱὸς Κωρη υἱοῦ Αβιασαφ υἱοῦ Κορε καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς κυρίου φυλάσσοντες τὴν εἴσοδον.

20 καὶ Φινεες υἱὸς Ελεαζαρ ἡγούμενος ἦν ἐπ᾽ αὐτῶν ἔμπροσθεν, καὶ οὗτοι μετ᾽ αὐτοῦ.

21 Ζαχαριας υἱὸς Μασαλαμι πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.

22 πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησεν Δαυιδ καὶ Σαμουηλ ὁ βλέπων τῇ πίστει αὐτῶν.

23 καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ κυρίου, ἐν οἴκῳ τῆς σκηνῆς, τοῦ φυλάσσειν.

24 κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατ᾽ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον.

25 καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων·

26 ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν., οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ

27 καὶ περικύκλῳ οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν, ὅτι ἐπ᾽ αὐτοὺς φυλακή, καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ.

28 καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν αὐτὰ καὶ ἐν ἀριθμῷ ἐξοίσουσιν αὐτά.

29 καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων.

30 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα.

31 καὶ Ματταθιας ἐκ τῶν Λευιτῶν [οὗτος ὁ πρωτότοκος τῷ Σαλωμ τῷ Κορίτῃ] ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως.

32 καὶ Βαναιας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον.

33 καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν, διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπ᾽ αὐτοῖς ἐν τοῖς ἔργοις·

34 οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ιερουσαλημ.

35 Καὶ ἐν Γαβαων κατῴκησεν πατὴρ Γαβαων Ιιηλ, καὶ ὄνομα γυναικὸς αὐτοῦ Μοωχα·

36 καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος Αβαδων καὶ Σιρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ

37 καὶ Γεδουρ καὶ ἀδελφὸς καὶ Ζαχαρια καὶ Μακελλωθ.

38 καὶ Μακελλωθ ἐγέννησεν τὸν Σαμαα. καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ιερουσαλημ μετὰ τῶν ἀδελφῶν αὐτῶν.

39 Καὶ Νηρ ἐγέννησεν τὸν Κις, καὶ Κις ἐγέννησεν τὸν Σαουλ, καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ισβααλ.

40 καὶ υἱὸς Ιωναθαν Μαριβααλ, καὶ Μαριβααλ ἐγέννησεν τὸν Μιχα.

41 καὶ υἱοὶ Μιχα· Φαιθων καὶ Μαλαχ καὶ Θαραχ.

42 καὶ Αχαζ ἐγέννησεν τὸν Ιαδα, καὶ Ιαδα ἐγέννησεν τὸν Γαλεμεθ καὶ τὸν Γαζμωθ καὶ τὸν Ζαμβρι, καὶ Ζαμβρι ἐγέννησεν τὸν Μασα,

43 καὶ Μασα ἐγέννησεν τὸν Βαανα, Ραφαια υἱὸς αὐτοῦ, Ελεασα υἱὸς αὐτοῦ, Εσηλ υἱὸς αὐτοῦ.

44 καὶ τῷ Εσηλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Εσδρικαμ πρωτότοκος αὐτοῦ, Ισμαηλ καὶ Σαρια καὶ Αβδια καὶ Αναν· οὗτοι υἱοὶ Εσηλ.

 

10

1 Καὶ ἀλλόφυλοι ἐπολέμησαν πρὸς Ισραηλ, καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων, καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουε.

2 καὶ κατεδίωξαν ἀλλόφυλοι ὀπίσω Σαουλ καὶ ὀπίσω υἱῶν αὐτοῦ, καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν Ιωναθαν καὶ τὸν Αμιναδαβ καὶ τὸν Μελχισουε υἱοὺς Σαουλ.

3 καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαουλ, καὶ εὗρον αὐτὸν οἱ τοξόται ἐν τοῖς τόξοις καὶ πόνοις, καὶ ἐπόνεσεν ἀπὸ τῶν τόξων.

4 καὶ εἶπεν Σαουλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ Σπάσαι τὴν ῥομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσίν μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβεῖτο σφόδρα· καὶ ἔλαβεν Σαουλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ᾽ αὐτήν.

5 καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἀπέθανεν Σαουλ, καὶ ἔπεσεν καί γε αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν.

6 καὶ ἀπέθανεν Σαουλ καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανεν.

7 καὶ εἶδεν πᾶς ἀνὴρ Ισραηλ ὁ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν Ισραηλ καὶ ὅτι ἀπέθανεν Σαουλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ κατέλιπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον· καὶ ἦλθον ἀλλόφυλοι καὶ κατῴκησαν ἐν αὐταῖς.

8 καὶ ἐγένετο τῇ ἐχομένῃ καὶ ἦλθον ἀλλόφυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας καὶ εὗρον τὸν Σαουλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει Γελβουε.

9 καὶ ἐξέδυσαν αὐτὸν καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ·

10 καὶ ἔθηκαν τὰ σκεύη αὐτοῦ ἐν οἴκῳ θεοῦ αὐτῶν καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγων.

11 καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλααδ ἅπαντα, ἃ ἐποίησαν ἀλλόφυλοι τῷ Σαουλ καὶ τῷ Ισραηλ.

12 καὶ ἠγέρθησαν ἐκ Γαλααδ πᾶς ἀνὴρ δυνατὸς καὶ ἔλαβον τὸ σῶμα Σαουλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ καὶ ἤνεγκαν αὐτὰ εἰς Ιαβις καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρῦν ἐν Ιαβις καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας.

13 καὶ ἀπέθανεν Σαουλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, αἷς ἠνόμησεν τῷ κυρίῳ, κατὰ τὸν λόγον κυρίου, διότι οὐκ ἐφύλαξεν· ὅτι ἐπηρώτησεν Σαουλ ἐν τῷ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουηλ ὁ προφήτης·

14 καὶ οὐκ ἐζήτησεν κύριον, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἐπέστρεψεν τὴν βασιλείαν τῷ Δαυιδ υἱῷ Ιεσσαι.

 

11

1 Καὶ ἦλθεν πᾶς Ισραηλ πρὸς Δαυιδ ἐν Χεβρων λέγοντες Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·

2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ, καὶ εἶπεν κύριος ὁ θεός σού σοι Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ισραηλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ισραηλ.

3 καὶ ἦλθον πάντες πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυιδ διαθήκην ἐν Χεβρων ἐναντίον κυρίου, καὶ ἔχρισαν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ Ισραηλ κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Σαμουηλ.

4 Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες Ισραηλ εἰς Ιερουσαλημ [αὕτη Ιεβους], καὶ ἐκεῖ οἱ Ιεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν.

5 εἶπαν δὲ οἱ κατοικοῦντες Ιεβους τῷ Δαυιδ Οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σιων [αὕτη ἡ πόλις Δαυιδ].

6 καὶ εἶπεν Δαυιδ Πᾶς τύπτων Ιεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπ᾽ αὐτὴν ἐν πρώτοις Ιωαβ υἱὸς Σαρουια καὶ ἐγένετο εἰς ἄρχοντα.

7 καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυιδ·

8 καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησεν καὶ ἔλαβεν τὴν πόλιν.

9 καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ κύριος παντοκράτωρ μετ᾽ αὐτοῦ.

10 Καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυιδ, οἱ κατισχύοντες μετ᾽ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ισραηλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον κυρίου ἐπὶ Ισραηλ·

11 καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυιδ· Ιεσεβααλ υἱὸς Αχαμανι πρῶτος τῶν τριάκοντα, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί.

12 καὶ μετ᾽ αὐτὸν Ελεαζαρ υἱὸς Δωδαι ὁ Αχωχι, οὗτος ἦν ἐν τοῖς τρισὶν δυνατοῖς.

13 οὗτος ἦν μετὰ Δαυιδ ἐν Φασοδομιν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων·

14 καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην.

15 καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων παρεμβεβλήκει ἐν τῇ κοιλάδι τῶν γιγάντων·

16 καὶ Δαυιδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ.

17 καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ;

18 καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυιδ, καὶ οὐκ ἠθέλησεν Δαυιδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ

19 καὶ εἶπεν Ἵλεώς μοι ὁ θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό. καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.

20 Καὶ Αβεσσα ἀδελφὸς Ιωαβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν,

21 ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο.

22 καὶ Βαναιας υἱὸς Ιωδαε υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαηλ· οὗτος ἐπάταξεν τοὺς δύο αριηλ Μωαβ· καὶ οὗτος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος·

23 καὶ οὗτος ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων, καὶ κατέβη ἐπ᾽ αὐτὸν Βαναιας ἐν ῥάβδῳ καὶ ἀφείλατο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.

24 ταῦτα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς·

25 ὑπὲρ τοὺς τριάκοντα ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυιδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.

26 Καὶ δυνατοὶ τῶν δυνάμεων· Ασαηλ ἀδελφὸς Ιωαβ, Ελεαναν υἱὸς Δωδω ἐκ Βαιθλαεμ,

27 Σαμμωθ ὁ Αδι, Χελλης ὁ Φελωνι,

28 Ωραι υἱὸς Εκκης ὁ Θεκωι, Αβιεζερ ὁ Αναθωθι,

29 Σοβοχαι ὁ Ασωθι, Ηλι ὁ Αχωι,

30 Μοοραι ὁ Νετωφαθι, Χολοδ υἱὸς Νοοζα ὁ Νετωφαθι,

31 Αιθι υἱὸς Ριβαι ἐκ βουνοῦ Βενιαμιν, Βαναιας ὁ Φαραθωνι,

32 Ουρι ἐκ Ναχαλιγαας, Αβιηλ ὁ Γαραβεθθι,

33 Αζμωθ ὁ Βεερμι, Ελιαβα ὁ Σαλαβωνι,

34 Βενναιας, Οσομ ὁ Γεννουνι, Ιωναθαν υἱὸς Σωλα ὁ Αραρι,

35 Αχιμ υἱὸς Σαχαρ ὁ Αραρι, Ελφαλ υἱὸς Ουρ,

36 Οφαρ ὁ Μοχοραθι, Αχια ὁ Φελωνι,

37 Ησεραι ὁ Χαρμαλι, Νααραι υἱὸς Αζωβαι,

38 Ιωηλ ἀδελφὸς Ναθαν, Μεβααρ υἱὸς Αγαρι,

39 Σεληκ ὁ Αμμωνι, Ναχωρ ὁ Βερθι αἴρων σκεύη Ιωαβ υἱοῦ Σαρουια,

40 Ιρα ὁ Ιεθηρι, Γαρηβ ὁ Ιεθηρι,

41 Ουριας ὁ Χεττι, Ζαβετ υἱὸς Αχλια,

42 Αδινα υἱὸς Σαιζα τοῦ Ρουβην ἄρχων καὶ ἐπ᾽ αὐτῷ τριάκοντα,

43 Αναν υἱὸς Μοωχα καὶ Ιωσαφατ ὁ Βαιθανι,

44 Οζια ὁ Ασταρωθι, Σαμμα καὶ Ιιηλ υἱοὶ Χωθαν τοῦ Αραρι,

45 Ιεδιηλ υἱὸς Σαμερι καὶ Ιωαζαε ὁ ἀδελφὸς αὐτοῦ ὁ Ιεασι,

46 Ελιηλ ὁ Μιι καὶ Ιαριβι καὶ Ιωσια υἱὸς αὐτοῦ, Ελνααμ καὶ Ιεθεμα ὁ Μωαβίτης,

47 Αλιηλ καὶ Ωβηδ καὶ Ιεσιηλ ὁ Μισαβια.

 

12

1 Καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Σωκλαγ, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαουλ υἱοῦ Κις, καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ

2 καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις· ἐκ τῶν ἀδελφῶν Σαουλ ἐκ Βενιαμιν

3 ὁ ἄρχων Αχιεζερ καὶ Ιωας υἱὸς Ασμα τοῦ Γεβωθίτου καὶ Ιωηλ καὶ Ιωφαλητ υἱοὶ Ασμωθ καὶ Βερχια καὶ Ιηουλ ὁ Αναθωθι

4 καὶ Σαμαιας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα,

5 Ιερμιας καὶ Ιεζιηλ καὶ Ιωαναν καὶ Ιωζαβαδ ὁ Γαδαραθι,

6 Ελιαζαι καὶ Ιαριμουθ καὶ Βααλια καὶ Σαμαρια καὶ Σαφατια ὁ Χαραιφι,

7 Ηλκανα καὶ Ιησουνι καὶ Οζριηλ καὶ Ιωαζαρ καὶ Ιεσβοαμ οἱ Κορῖται

8 καὶ Ελια καὶ Ζαβαδια υἱοὶ Ιρααμ υἱοὶ τοῦ γεδωρ.

9 καὶ ἀπὸ τοῦ Γαδδι ἐχωρίσθησαν πρὸς Δαυιδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει·

10 Αζερ ὁ ἄρχων, Αβδια ὁ δεύτερος, Ελιαβ ὁ τρίτος,

11 Μασεμαννη ὁ τέταρτος, Ιερμια ὁ πέμπτος,

12 Εθθι ὁ ἕκτος, Ελιαβ ὁ ἕβδομος,

13 Ιωαναν ὁ ὄγδοος, Ελιαζερ ὁ ἔνατος,

14 Ιερμια ὁ δέκατος, Μαχαβανναι ὁ ἑνδέκατος.

15 οὗτοι ἐκ τῶν υἱῶν Γαδ ἄρχοντες τῆς στρατιᾶς, εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις.

16 οὗτοι οἱ διαβάντες τὸν Ιορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν.

17 καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ Ιουδα εἰς βοήθειαν τοῦ Δαυιδ,

18 καὶ Δαυιδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην ἥκατε πρός με, εἴη μοι καρδία καθ᾽ ἑαυτὴν ἐφ᾽ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ ἐλέγξαιτο.

19 καὶ πνεῦμα ἐνέδυσε τὸν Αμασαι ἄρχοντα τῶν τριάκοντα, καὶ εἶπεν Πορεύου καὶ ὁ λαός σου, Δαυιδ υἱὸς Ιεσσαι· εἰρήνη εἰρήνη σοι, καὶ εἰρήνη τοῖς βοηθοῖς σου· ὅτι ἐβοήθησέν σοι ὁ θεός σου. καὶ προσεδέξατο αὐτοὺς Δαυιδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων.

20 καὶ ἀπὸ Μανασση προσεχώρησαν πρὸς Δαυιδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαουλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησεν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων Ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαουλ·

21 ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωκλαγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασση Εδνα καὶ Ιωζαβαθ καὶ Ιωδιηλ καὶ Μιχαηλ καὶ Ιωσαβεθ καὶ Ελιμουθ καὶ Σελαθι, ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασση.

22 καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυιδ ἐπὶ τὸν γεδδουρ, ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει·

23 ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυιδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ.

24 Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς, οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Χεβρων τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαουλ πρὸς αὐτὸν κατὰ τὸν λόγον κυρίου.

25 υἱοὶ Ιουδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως.

26 τῶν υἱῶν Συμεων δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν.

27 τῶν υἱῶν Λευι τετρακισχίλιοι ἑξακόσιοι·

28 καὶ Ιωαδαε ὁ ἡγούμενος τῷ Ααρων καὶ μετ᾽ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι·

29 καὶ Σαδωκ νέος δυνατὸς ἰσχύι καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο.

30 καὶ ἐκ τῶν υἱῶν Βενιαμιν τῶν ἀδελφῶν Σαουλ τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαουλ.

31 καὶ ἀπὸ υἱῶν Εφραιμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύι, ἄνδρες ὀνομαστοὶ κατ᾽ οἴκους πατριῶν αὐτῶν.

32 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση δέκα ὀκτὼ χιλιάδες, οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυιδ.

33 καὶ ἀπὸ τῶν υἱῶν Ισσαχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι Ισραηλ εἰς τὰς ἀρχὰς αὐτῶν, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ᾽ αὐτῶν.

34 καὶ ἀπὸ Ζαβουλων ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυιδ οὐχ ἑτεροκλινῶς.

35 καὶ ἀπὸ Νεφθαλι ἄρχοντες χίλιοι καὶ μετ᾽ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες.

36 καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι.

37 καὶ ἀπὸ τοῦ Ασηρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες.

38 καὶ ἐκ πέραν τοῦ Ιορδάνου ἀπὸ Ρουβην καὶ Γαδδι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες.

39 πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρων τοῦ βασιλεῦσαι τὸν Δαυιδ ἐπὶ πάντα Ισραηλ· καὶ ὁ κατάλοιπος Ισραηλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυιδ.

40 καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν.

41 καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ισσαχαρ καὶ Ζαβουλων καὶ Νεφθαλι ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν Ισραηλ.

 

13

1 Καὶ ἐβουλεύσατο Δαυιδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων, παντὶ ἡγουμένῳ,

2 καὶ εἶπεν Δαυιδ τῇ πάσῃ ἐκκλησίᾳ Ισραηλ Εἰ ἐφ᾽ ὑμῖν ἀγαθὸν καὶ παρὰ κυρίου θεοῦ ἡμῶν εὐοδωθῇ, ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ Ισραηλ, καὶ μετ᾽ αὐτῶν οἱ ἱερεῖς οἱ Λευῖται ἐν πόλεσιν κατασχέσεως αὐτῶν, καὶ συναχθήσονται πρὸς ἡμᾶς,

3 καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν πρὸς ἡμᾶς· ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ᾽ ἡμερῶν Σαουλ.

4 καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως, ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ.

5 καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ημαθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ θεοῦ ἐκ πόλεως Ιαριμ.

6 καὶ ἀνήγαγεν αὐτὴν Δαυιδ, καὶ πᾶς Ισραηλ ἀνέβη εἰς πόλιν Δαυιδ, ἣ ἦν τοῦ Ιουδα, τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ κυρίου καθημένου ἐπὶ χερουβιν, οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ.

7 καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ θεοῦ ἐπὶ ἅμαξαν καινὴν ἐξ οἴκου Αμιναδαβ, καὶ Οζα καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν.

8 καὶ Δαυιδ καὶ πᾶς Ισραηλ παίζοντες ἐναντίον τοῦ θεοῦ ἐν πάσῃ δυνάμει καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις, ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξιν.

9 καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος, καὶ ἐξέτεινεν Οζα τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν, ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος.

10 καὶ ἐθυμώθη ὀργῇ κύριος ἐπὶ Οζα καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν, καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ θεοῦ.

11 καὶ ἠθύμησεν Δαυιδ ὅτι διέκοψεν κύριος διακοπὴν ἐν Οζα, καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Διακοπὴ Οζα ἕως τῆς ἡμέρας ταύτης.

12 καὶ ἐφοβήθη Δαυιδ τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Πῶς εἰσοίσω πρὸς ἐμαυτὸν τὴν κιβωτὸν τοῦ θεοῦ;

13 καὶ οὐκ ἀπέστρεψεν Δαυιδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυιδ καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου.

14 καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ θεοῦ ἐν οἴκῳ Αβεδδαρα τρεῖς μῆνας· καὶ εὐλόγησεν ὁ θεὸς Αβεδδαραμ καὶ πάντα τὰ αὐτοῦ.

 

14

1 Καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους τοίχων καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον.

2 καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμησεν αὐτὸν κύριος ἐπὶ Ισραηλ, ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ.

3 Καὶ ἔλαβεν Δαυιδ ἔτι γυναῖκας ἐν Ιερουσαλημ, καὶ ἐτέχθησαν Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες.

4 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων, οἳ ἦσαν αὐτῷ ἐν Ιερουσαλημ· Σαμαα, Ισοβααμ, Ναθαν, Σαλωμων

5 καὶ Ιβααρ καὶ Ελισαε καὶ Ελιφαλετ

6 καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουου

7 καὶ Ελισαμαε καὶ Βαλεγδαε καὶ Ελιφαλετ.

8 Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυιδ βασιλεὺς ἐπὶ πάντα Ισραηλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυιδ. καὶ ἤκουσεν Δαυιδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς.

9 καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων.

10 καὶ ἠρώτησεν Δαυιδ διὰ τοῦ θεοῦ λέγων Εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν αὐτῷ κύριος Ἀνάβηθι, καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου.

11 καὶ ἀνέβη εἰς Βααλφαρασιν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυιδ· καὶ εἶπεν Δαυιδ Διέκοψεν ὁ θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ φαρασιν.

12 καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ εἶπεν Δαυιδ κατακαῦσαι αὐτοὺς ἐν πυρί.

13 καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων.

14 καὶ ἠρώτησεν Δαυιδ ἔτι ἐν θεῷ, καὶ εἶπεν αὐτῷ ὁ θεός Οὐ πορεύσῃ ὀπίσω αὐτῶν, ἀποστρέφου ἀπ᾽ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων·

15 καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων, τότε ἐξελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλθεν ὁ θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων.

16 καὶ ἐποίησεν καθὼς ἐνετείλατο αὐτῷ ὁ θεός, καὶ ἐπάταξεν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαων ἕως Γαζαρα.

17 καὶ ἐγένετο ὄνομα Δαυιδ ἐν πάσῃ τῇ γῇ, καὶ κύριος ἔδωκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη.

 

15

1 Καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυιδ· καὶ ἡτοίμασεν τὸν τόπον τῇ κιβωτῷ τοῦ θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν.

2 Τότε εἶπεν Δαυιδ Οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ θεοῦ ἀλλ᾽ ἢ τοὺς Λευίτας, ὅτι αὐτοὺς ἐξελέξατο κύριος αἴρειν τὴν κιβωτὸν κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος.

3 καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ εἰς Ιερουσαλημ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν κυρίου εἰς τὸν τόπον, ὃν ἡτοίμασεν αὐτῇ.

4 καὶ συνήγαγεν Δαυιδ τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας.

5 τῶν υἱῶν Κααθ· Ουριηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν εἴκοσι.

6 τῶν υἱῶν Μεραρι· Ασαια ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι πεντήκοντα.

7 τῶν υἱῶν Γηρσαμ· Ιωηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν πεντήκοντα.

8 τῶν υἱῶν Ελισαφαν· Σαμαιας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι.

9 τῶν υἱῶν Χεβρων· Ελιηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὀγδοήκοντα.

10 τῶν υἱῶν Οζιηλ· Αμιναδαβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν δέκα δύο.

11 καὶ ἐκάλεσεν Δαυιδ τὸν Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας, τὸν Ουριηλ, Ασαια, Ιωηλ, Σαμαιαν, Ελιηλ, Αμιναδαβ,

12 καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν, ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ οὗ ἡτοίμασα αὐτῇ·

13 ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι.

14 καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν θεοῦ Ισραηλ.

15 καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ θεοῦ κατὰ τὴν γραφήν, ἐν ἀναφορεῦσιν ἐπ᾽ αὐτούς.

16 καὶ εἶπεν Δαυιδ τοῖς ἄρχουσιν τῶν Λευιτῶν Στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις ᾠδῶν, νάβλαις καὶ κινύραις καὶ κυμβάλοις, τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης.

17 καὶ ἔστησαν οἱ Λευῖται τὸν Αιμαν υἱὸν Ιωηλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ασαφ υἱὸς Βαραχια, καὶ ἐκ τῶν υἱῶν Μεραρι ἀδελφῶν αὐτοῦ Αιθαν υἱὸς Κισαιου.

18 καὶ μετ᾽ αὐτῶν ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι, Ζαχαριας καὶ Οζιηλ καὶ Σεμιραμωθ καὶ Ιιηλ καὶ Ωνι καὶ Ελιαβ καὶ Βαναια καὶ Μαασαια καὶ Ματταθια καὶ Ελιφαλια καὶ Μακενια καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας, οἱ πυλωροί.

19 καὶ οἱ ψαλτῳδοί· Αιμαν, Ασαφ καὶ Αιθαν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι·

20 Ζαχαριας καὶ Οζιηλ, Σεμιραμωθ, Ιιηλ, Ωνι, Ελιαβ, Μασαιας, Βαναιας ἐν νάβλαις ἐπὶ αλαιμωθ·

21 καὶ Ματταθιας καὶ Ελιφαλιας καὶ Μακενιας καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας ἐν κινύραις αμασενιθ τοῦ ἐνισχῦσαι.

22 καὶ Χωνενια ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν.

23 καὶ Βαραχια καὶ Ηλκανα πυλωροὶ τῆς κιβωτοῦ.

24 καὶ Σοβνια καὶ Ιωσαφατ καὶ Ναθαναηλ καὶ Αμασαι καὶ Ζαχαρια καὶ Βαναι καὶ Ελιεζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ θεοῦ. καὶ Αβδεδομ καὶ Ιια πυλωροὶ τῆς κιβωτοῦ τοῦ θεοῦ.

25 Καὶ ἦν Δαυιδ καὶ οἱ πρεσβύτεροι Ισραηλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐξ οἴκου Αβδεδομ ἐν εὐφροσύνῃ.

26 καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.

27 καὶ Δαυιδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ Χωνενιας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ᾀδόντων, καὶ ἐπὶ Δαυιδ στολὴ βυσσίνη.

28 καὶ πᾶς Ισραηλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφερ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες νάβλαις καὶ ἐν κινύραις.

29 καὶ ἐγένετο κιβωτὸς διαθήκης κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυιδ, καὶ Μελχολ θυγάτηρ Σαουλ παρέκυψεν διὰ τῆς θυρίδος καὶ εἶδεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ παίζοντα καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς.

 

16

1 Καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ θεοῦ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυιδ, καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον τοῦ θεοῦ.

2 καὶ συνετέλεσεν Δαυιδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου.

3 καὶ διεμέρισεν παντὶ ἀνδρὶ Ισραηλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην.

4 Καὶ ἔταξεν κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης κυρίου ἐκ τῶν Λευιτῶν λειτουργοῦντας ἀναφωνοῦντας καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν κύριον τὸν θεὸν Ισραηλ·

5 Ασαφ ὁ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαριας, Ιιηλ, Σεμιραμωθ, Ιιηλ, Ματταθιας, Ελιαβ καὶ Βαναιας καὶ Αβδεδομ καὶ Ιιηλ ἐν ὀργάνοις, νάβλαις καὶ κινύραις, καὶ Ασαφ ἐν κυμβάλοις ἀναφωνῶν,

6 καὶ Βαναιας καὶ Οζιηλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ.

7 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τότε ἔταξεν Δαυιδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ Ασαφ καὶ τῶν ἀδελφῶν αὐτοῦ

8 Ἐξομολογεῖσθε τῷ κυρίῳ, ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ, γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ·

9 ᾄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ, διηγήσασθε πᾶσιν τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησεν κύριος.

10 αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ, εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ·

11 ζητήσατε τὸν κύριον καὶ ἰσχύσατε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός.

12 μνημονεύετε τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησεν, τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ,

13 σπέρμα Ισραηλ παῖδες αὐτοῦ, υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ.

14 αὐτὸς κύριος ὁ θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.

15 μνημονεύων εἰς αἰῶνα διαθήκης αὐτοῦ, λόγον αὐτοῦ, ὃν ἐνετείλατο εἰς χιλίας γενεάς,

16 ὃν διέθετο τῷ Αβρααμ, καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ισαακ·

17 ἔστησεν αὐτὸν τῷ Ιακωβ εἰς πρόσταγμα, τῷ Ισραηλ διαθήκην αἰώνιον

18 λέγων Σοὶ δώσω τὴν γῆν Χανααν σχοίνισμα κληρονομίας ὑμῶν.

19 ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ ὡς ἐσμικρύνθησαν καὶ παρῴκησαν ἐν αὐτῇ.

20 καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον·

21 οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτοὺς καὶ ἤλεγξεν περὶ αὐτῶν βασιλεῖς

22 Μὴ ἅψησθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.

23 ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ, ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ.

25 ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς·

26 ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα, καὶ ὁ θεὸς ἡμῶν οὐρανὸν ἐποίησεν·

27 δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ, ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ.

28 δότε τῷ κυρίῳ, πατριαὶ τῶν ἐθνῶν, δότε τῷ κυρίῳ δόξαν καὶ ἰσχύν·

29 δότε τῷ κυρίῳ δόξαν ὀνόματος αὐτοῦ, λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ.

30 φοβηθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ, κατορθωθήτω ἡ γῆ καὶ μὴ σαλευθήτω·

31 εὐφρανθήτω ὁ οὐρανός, καὶ ἀγαλλιάσθω ἡ γῆ, καὶ εἰπάτωσαν ἐν τοῖς ἔθνεσιν Κύριος βασιλεύων.

32 βομβήσει ἡ θάλασσα σὺν τῷ πληρώματι καὶ ξύλον ἀγροῦ καὶ πάντα τὰ ἐν αὐτῷ·

33 τότε εὐφρανθήσεται τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου κυρίου, ὅτι ἦλθεν κρῖναι τὴν γῆν.

34 ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

35 καὶ εἴπατε Σῶσον ἡμᾶς, ὁ θεὸς τῆς σωτηρίας ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσίν σου.

36 εὐλογημένος κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαός Αμην. καὶ ᾔνεσαν τῷ κυρίῳ.

37 Καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαθήκης κυρίου τὸν Ασαφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διὰ παντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν·

38 καὶ Αβδεδομ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑξήκοντα καὶ ὀκτώ, καὶ Αβδεδομ υἱὸς Ιδιθων καὶ Οσσα εἰς πυλωρούς.

39 καὶ τὸν Σαδωκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον σκηνῆς κυρίου ἐν Βαμα τῇ ἐν Γαβαων

40 τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πρωὶ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ κυρίου, ὅσα ἐνετείλατο ἐφ᾽ υἱοῖς Ισραηλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ θεοῦ·

41 καὶ μετ᾽ αὐτοῦ Αιμαν καὶ Ιδιθων καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ᾽ ὀνόματος τοῦ αἰνεῖν τὸν κύριον, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,

42 καὶ μετ᾽ αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ θεοῦ, υἱοὶ Ιδιθων εἰς τὴν πύλην.

43 Καὶ ἐπορεύθη ἅπας ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐπέστρεψεν Δαυιδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ.

 

17

1 Καὶ ἐγένετο ὡς κατῴκησεν Δαυιδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπεν Δαυιδ πρὸς Ναθαν τὸν προφήτην Ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης κυρίου ὑποκάτω δέρρεων.

2 καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ Πᾶν τὸ ἐν τῇ ψυχῇ σου ποίει, ὅτι ὁ θεὸς μετὰ σοῦ.

3 καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος κυρίου πρὸς Ναθαν λέγων

4 Πορεύου καὶ εἰπὸν πρὸς Δαυιδ τὸν παῖδά μου Οὕτως εἶπεν κύριος Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ·

5 ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας, ἧς ἀνήγαγον τὸν Ισραηλ, ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καταλύματι.

6 ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ισραηλ, εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν Ισραηλ τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων ὅτι Οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον.

7 καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυιδ Τάδε λέγει κύριος παντοκράτωρ Ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ·

8 καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύθης, καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.

9 καὶ θήσομαι τόπον τῷ λαῷ μου Ισραηλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ᾽ ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι, καὶ οὐ προσθήσει ἀδικία τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ᾽ ἀρχῆς.

10 καὶ ἀφ᾽ ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ, καὶ ἐταπείνωσα ἅπαντας τοὺς ἐχθρούς σου· καὶ αὐξήσω σε, καὶ οἶκον οἰκοδομήσει σοι κύριος.

11 καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ·

12 αὐτὸς οἰκοδομήσει μοι οἶκον, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος.

13 ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ᾽ αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὄντων ἔμπροσθέν σου.

14 καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος.

15 κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ.

16 καὶ ἦλθεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἀπέναντι κυρίου καὶ εἶπεν Τίς εἰμι ἐγώ, κύριε ὁ θεός, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως αἰῶνος;

17 καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου, ὁ θεός, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν καὶ ἐπεῖδές με ὡς ὅρασις ἀνθρώπου καὶ ὕψωσάς με, κύριε ὁ θεός.

18 τί προσθήσει ἔτι Δαυιδ πρὸς σὲ τοῦ δοξάσαι; καὶ σὺ τὸν δοῦλόν σου οἶδας.

19 καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην.

20 κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστιν πλὴν σοῦ κατὰ πάντα, ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν.

21 καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς, ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι ἑαυτῷ λαὸν τοῦ θέσθαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιφανὲς τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου, οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου, ἔθνη.

22 καὶ ἔδωκας τὸν λαόν σου Ισραηλ σεαυτῷ λαὸν ἕως αἰῶνος, καὶ σύ, κύριε, αὐτοῖς εἰς θεόν.

23 καὶ νῦν, κύριε, ὁ λόγος σου, ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πιστωθήτω ἕως αἰῶνος

24 λεγόντων Κύριε κύριε παντοκράτωρ θεὸς Ισραηλ, καὶ ὁ οἶκος Δαυιδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου.

25 ὅτι σύ, κύριε, ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον· διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου.

26 καὶ νῦν, κύριε, σὺ εἶ αὐτὸς ὁ θεὸς καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα·

27 καὶ νῦν ἤρξω τοῦ εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου· ὅτι σύ, κύριε, εὐλόγησας, καὶ εὐλόγησον εἰς τὸν αἰῶνα.

 

18

1 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς καὶ ἔλαβεν τὴν Γεθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων.

2 καὶ ἐπάταξεν τὴν Μωαβ, καὶ ἦσαν Μωαβ παῖδες τῷ Δαυιδ φέροντες δῶρα.

3 καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ βασιλέα Σουβα Ημαθ πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην.

4 καὶ προκατελάβετο Δαυιδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα.

5 καὶ ἦλθεν Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Αδρααζαρ βασιλεῖ Σουβα, καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν.

6 καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἦσαν τῷ Δαυιδ εἰς παῖδας φέροντας δῶρα. καὶ ἔσῳζεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.

7 καὶ ἔλαβεν Δαυιδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τοὺς παῖδας Αδρααζαρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς Ιερουσαλημ.

8 καὶ ἐκ τῆς μεταβηχας καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν Αδρααζαρ ἔλαβεν Δαυιδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ.

9 καὶ ἤκουσεν Θωα βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ τὴν πᾶσαν δύναμιν Αδρααζαρ βασιλέως Σουβα,

10 καὶ ἀπέστειλεν τὸν Ιδουραμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυιδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀνὴρ πολέμιος Θωα ἦν τῷ Αδρααζαρ, καὶ πάντα τὰ σκεύη ἀργυρᾶ καὶ χρυσᾶ.

11 καὶ ταῦτα ἡγίασεν Δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ Ιδουμαίας καὶ Μωαβ καὶ ἐξ υἱῶν Αμμων καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Αμαληκ.

12 καὶ Αβεσσα υἱὸς Σαρουια ἐπάταξεν τὴν Ιδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτὼ καὶ δέκα χιλιάδας,

13 καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς· καὶ ἦσαν πάντες οἱ Ιδουμαῖοι παῖδες Δαυιδ. καὶ ἔσῳζεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.

14 Καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ.

15 καὶ Ιωαβ υἱὸς Σαρουια ἐπὶ τῆς στρατιᾶς καὶ Ιωσαφατ υἱὸς Αχιλουδ ὑπομνηματογράφος

16 καὶ Σαδωκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς καὶ Σουσα γραμματεὺς

17 καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ τοῦ χερεθθι καὶ τοῦ φελεθθι καὶ υἱοὶ Δαυιδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως.

 

19

1 Καὶ ἐγένετο μετὰ ταῦτα ἀπέθανεν Ναας βασιλεὺς υἱῶν Αμμων, καὶ ἐβασίλευσεν Αναν υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

2 καὶ εἶπεν Δαυιδ Ποιήσω ἔλεος μετὰ Αναν υἱοῦ Ναας, ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ᾽ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν ἀγγέλους Δαυιδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἦλθον παῖδες Δαυιδ εἰς γῆν υἱῶν Αμμων τοῦ παρακαλέσαι αὐτόν.

3 καὶ εἶπον ἄρχοντες Αμμων πρὸς Αναν Μὴ δοξάζων Δαυιδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακαλοῦντας; οὐχ ὅπως ἐξερευνήσωσιν τὴν πόλιν τοῦ κατασκοπῆσαι τὴν γῆν, ἦλθον παῖδες αὐτοῦ πρὸς σέ;

4 καὶ ἔλαβεν Αναν τοὺς παῖδας Δαυιδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφεῖλεν τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς καὶ ἀπέστειλεν αὐτούς.

5 καὶ ἦλθον ἀπαγγεῖλαι τῷ Δαυιδ περὶ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς, ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεύς Καθίσατε ἐν Ιεριχω ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἀνακάμψατε.

6 καὶ εἶδον οἱ υἱοὶ Αμμων ὅτι ᾐσχύνθη λαὸς Δαυιδ, καὶ ἀπέστειλεν Αναν καὶ οἱ υἱοὶ Αμμων χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχα καὶ ἐκ Σωβα ἅρματα καὶ ἱππεῖς

7 καὶ ἐμισθώσαντο ἑαυτοῖς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων καὶ τὸν βασιλέα Μωχα καὶ τὸν λαὸν αὐτοῦ καὶ ἦλθον καὶ παρενέβαλον κατέναντι Μαιδαβα, καὶ οἱ υἱοὶ Αμμων συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἦλθον εἰς τὸ πολεμῆσαι.

8 καὶ ἤκουσεν Δαυιδ καὶ ἀπέστειλεν τὸν Ιωαβ καὶ πᾶσαν τὴν στρατιὰν τῶν δυνατῶν.

9 καὶ ἐξῆλθον οἱ υἱοὶ Αμμων καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως, καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθ᾽ ἑαυτοὺς ἐν τῷ πεδίῳ.

10 καὶ εἶδεν Ιωαβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν, καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ Ισραηλ, καὶ παρετάξαντο ἐναντίον τοῦ Σύρου·

11 καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Αβεσσα ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν Αμμων.

12 καὶ εἶπεν Ἐὰν κρατήσῃ ὑπὲρ ἐμὲ Σύρος, καὶ ἔσῃ μοι εἰς σωτηρίαν, καὶ ἐὰν υἱοὶ Αμμων κρατήσωσιν ὑπὲρ σέ, καὶ σώσω σε·

13 ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν, καὶ κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιήσει.

14 καὶ παρετάξατο Ιωαβ καὶ ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ κατέναντι Σύρων εἰς πόλεμον, καὶ ἔφυγον ἀπ᾽ αὐτοῦ.

15 καὶ οἱ υἱοὶ Αμμων εἶδον ὅτι ἔφυγον Σύροι, καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου Ιωαβ καὶ ἀπὸ προσώπου Αβεσσα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν. καὶ ἦλθεν Ιωαβ εἰς Ιερουσαλημ.

16 καὶ εἶδεν Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ισραηλ, καὶ ἀπέστειλεν ἀγγέλους, καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σωφαχ ἀρχιστράτηγος δυνάμεως Αδρααζαρ ἔμπροσθεν αὐτῶν.

17 καὶ ἀπηγγέλη τῷ Δαυιδ, καὶ συνήγαγεν τὸν πάντα Ισραηλ καὶ διέβη τὸν Ιορδάνην καὶ ἦλθεν ἐπ᾽ αὐτοὺς καὶ παρετάξατο ἐπ᾽ αὐτούς, καὶ παρατάσσεται Σύρος ἐξ ἐναντίας Δαυιδ καὶ ἐπολέμησαν αὐτόν.

18 καὶ ἔφυγεν Σύρος ἀπὸ προσώπου Δαυιδ, καὶ ἀπέκτεινεν Δαυιδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζῶν· καὶ τὸν Σωφαχ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν.

19 καὶ εἶδον παῖδες Αδρααζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ισραηλ, καὶ διέθεντο μετὰ Δαυιδ καὶ ἐδούλευσαν αὐτῷ· καὶ οὐκ ἠθέλησεν Σύρος τοῦ βοηθῆσαι τοῖς υἱοῖς Αμμων ἔτι.

 

20

1 Καὶ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν Ιωαβ πᾶσαν τὴν δύναμιν τῆς στρατιᾶς, καὶ ἔφθειραν τὴν χώραν υἱῶν Αμμων· καὶ ἦλθεν καὶ περιεκάθισεν τὴν Ραββα. καὶ Δαυιδ ἐκάθητο ἐν Ιερουσαλημ· καὶ ἐπάταξεν Ιωαβ τὴν Ραββα καὶ κατέσκαψεν αὐτήν.

2 καὶ ἔλαβεν Δαυιδ τὸν στέφανον Μολχολ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου, καὶ ἐν αὐτῷ λίθος τίμιος, καὶ ἦν ἐπὶ τὴν κεφαλὴν Δαυιδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα.

3 καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγεν καὶ διέπρισεν πρίοσιν καὶ ἐν σκεπάρνοις σιδηροῖς· καὶ οὕτως ἐποίησεν Δαυιδ τοῖς πᾶσιν υἱοῖς Αμμων. καὶ ἀνέστρεψεν Δαυιδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς Ιερουσαλημ.

4 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γαζερ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξεν Σοβοχαι ὁ Ουσαθι τὸν Σαφου ἀπὸ τῶν υἱῶν τῶν γιγάντων καὶ ἐταπείνωσεν αὐτόν.

5 καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Ελλαναν υἱὸς Ιαιρ τὸν Λεεμι ἀδελφὸν Γολιαθ τοῦ Γεθθαίου, καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων.

6 καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ, καὶ ἦν ἀνὴρ ὑπερμεγέθης, καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἕξ, εἴκοσι τέσσαρες, καὶ οὗτος ἦν ἀπόγονος γιγάντων.

7 καὶ ὠνείδισεν τὸν Ισραηλ, καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σαμαα ἀδελφοῦ Δαυιδ.

8 οὗτοι ἐγένοντο Ραφα ἐν Γεθ· πάντες ἦσαν τέσσαρες γίγαντες, καὶ ἔπεσον ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ παίδων αὐτοῦ.

 

21

1 Καὶ ἔστη διάβολος ἐν τῷ Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ τοῦ ἀριθμῆσαι τὸν Ισραηλ.

2 καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως Πορεύθητε ἀριθμήσατε τὸν Ισραηλ ἀπὸ Βηρσαβεε καὶ ἕως Δαν καὶ ἐνέγκατε πρός με, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν.

3 καὶ εἶπεν Ιωαβ Προσθείη κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ ὡς αὐτοὶ ἑκατονταπλασίως, καὶ οἱ ὀφθαλμοὶ κυρίου μου τοῦ βασιλέως βλέποντες· πάντες τῷ κυρίῳ μου παῖδες· ἵνα τί ζητεῖ ὁ κύριός μου τοῦτο; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ισραηλ.

4 τὸ δὲ ῥῆμα τοῦ βασιλέως ἐκραταιώθη ἐπὶ τῷ Ιωαβ. καὶ ἐξῆλθεν Ιωαβ καὶ διῆλθεν ἐν παντὶ ὁρίῳ Ισραηλ καὶ ἦλθεν εἰς Ιερουσαλημ.

5 καὶ ἔδωκεν Ιωαβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυιδ, καὶ ἦν πᾶς Ισραηλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν καὶ Ιουδας τετρακόσιαι καὶ ὀγδοήκοντα χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν.

6 καὶ τὸν Λευι καὶ τὸν Βενιαμιν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν, ὅτι κατίσχυσεν λόγος τοῦ βασιλέως τὸν Ιωαβ.

7 Καὶ πονηρὸν ἐφάνη ἐναντίον τοῦ θεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξεν τὸν Ισραηλ.

8 καὶ εἶπεν Δαυιδ πρὸς τὸν θεόν Ἡμάρτηκα σφόδρα ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο· καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου, ὅτι ἐματαιώθην σφόδρα.

9 καὶ ἐλάλησεν κύριος πρὸς Γαδ ὁρῶντα Δαυιδ λέγων

10 Πορεύου καὶ λάλησον πρὸς Δαυιδ λέγων Οὕτως λέγει κύριος Τρία αἴρω ἐγὼ ἐπὶ σέ, ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι.

11 καὶ ἦλθεν Γαδ πρὸς Δαυιδ καὶ εἶπεν αὐτῷ Οὕτως λέγει κύριος Ἔκλεξαι σεαυτῷ

12 ἢ τρία ἔτη λιμοῦ, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου καὶ μάχαιραν ἐχθρῶν σου τοῦ ἐξολεθρεῦσαι, ἢ τρεῖς ἡμέρας ῥομφαίαν κυρίου καὶ θάνατον ἐν τῇ γῇ καὶ ἄγγελος κυρίου ἐξολεθρεύων ἐν πάσῃ κληρονομίᾳ Ισραηλ· καὶ νῦν ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με λόγον.

13 καὶ εἶπεν Δαυιδ πρὸς Γαδ Στενά μοι καὶ τὰ τρία σφόδρα· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω.

14 καὶ ἔδωκεν κύριος θάνατον ἐν Ισραηλ, καὶ ἔπεσον ἐξ Ισραηλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.

15 καὶ ἀπέστειλεν ὁ θεὸς ἄγγελον εἰς Ιερουσαλημ τοῦ ἐξολεθρεῦσαι αὐτήν. καὶ ὡς ἐξωλέθρευσεν, εἶδεν κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ ἐξολεθρεύοντι Ἱκανούσθω σοι, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος κυρίου ἑστὼς ἐν τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου.

16 καὶ ἐπῆρεν Δαυιδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ἄγγελον κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ, καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ Ιερουσαλημ· καὶ ἔπεσεν Δαυιδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν.

17 καὶ εἶπεν Δαυιδ πρὸς τὸν θεόν Οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ; καὶ ἐγώ εἰμι ὁ ἁμαρτών, κακοποιῶν ἐκακοποίησα· καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν; κύριε ὁ θεός, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, κύριε.

18 καὶ ἄγγελος κυρίου εἶπεν τῷ Γαδ τοῦ εἰπεῖν πρὸς Δαυιδ ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον τῷ κυρίῳ ἐν ἅλῳ Ορνα τοῦ Ιεβουσαίου.

19 καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ, ὃν ἐλάλησεν ἐν ὀνόματι κυρίου.

20 καὶ ἐπέστρεψεν Ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τέσσαρες υἱοὶ αὐτοῦ μετ᾽ αὐτοῦ μεθαχαβιν· καὶ Ορνα ἦν ἀλοῶν πυρούς.

21 καὶ ἦλθεν Δαυιδ πρὸς Ορναν, καὶ Ορνα ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησεν τῷ Δαυιδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν.

22 καὶ εἶπεν Δαυιδ πρὸς Ορνα Δός μοι τὸν τόπον σου τῆς ἅλω, καὶ οἰκοδομήσω ἐπ᾽ αὐτῷ θυσιαστήριον τῷ κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ.

23 καὶ εἶπεν Ορνα πρὸς Δαυιδ Λαβὲ σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον αὐτοῦ· ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον καὶ τὰς ἁμάξας εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα.

24 καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ τῷ Ορνα Οὐχί, ὅτι ἀγοράζων ἀγοράζω ἐν ἀργυρίῳ ἀξίῳ· ὅτι οὐ μὴ λάβω ἅ ἐστίν σοι κυρίῳ τοῦ ἀνενέγκαι ὁλοκαύτωσιν δωρεὰν κυρίῳ.

25 καὶ ἔδωκεν Δαυιδ τῷ Ορνα ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους.

26 καὶ ᾠκοδόμησεν Δαυιδ ἐκεῖ θυσιαστήριον κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου· καὶ ἐβόησεν πρὸς κύριον, καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ κατανάλωσεν τὴν ὁλοκαύτωσιν.

27 καὶ εἶπεν κύριος πρὸς τὸν ἄγγελον, καὶ κατέθηκεν τὴν ῥομφαίαν εἰς τὸν κολεόν.

28 ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυιδ ὅτι ἐπήκουσεν αὐτῷ κύριος ἐν τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου, καὶ ἐθυσίασεν ἐκεῖ.

29 καὶ σκηνὴ κυρίου, ἣν ἐποίησεν Μωυσῆς ἐν τῇ ἐρήμῳ, καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμα ἐν Γαβαων·

30 καὶ οὐκ ἠδύνατο Δαυιδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν θεόν, ὅτι κατέσπευσεν ἀπὸ προσώπου τῆς ῥομφαίας ἀγγέλου κυρίου.

 

22

1 Καὶ εἶπεν Δαυιδ Οὗτός ἐστιν ὁ οἶκος κυρίου τοῦ θεοῦ, καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ Ισραηλ.

2 καὶ εἶπεν Δαυιδ συναγαγεῖν πάντας τοὺς προσηλύτους ἐν γῇ Ισραηλ καὶ κατέστησεν λατόμους λατομῆσαι λίθους ξυστοὺς τοῦ οἰκοδομῆσαι οἶκον τῷ θεῷ.

3 καὶ σίδηρον πολὺν εἰς τοὺς ἥλους τῶν θυρωμάτων καὶ τῶν πυλῶν καὶ τοὺς στροφεῖς ἡτοίμασεν Δαυιδ καὶ χαλκὸν εἰς πλῆθος, οὐκ ἦν σταθμός·

4 καὶ ξύλα κέδρινα, οὐκ ἦν ἀριθμός, ὅτι ἐφέροσαν οἱ Σιδώνιοι καὶ οἱ Τύριοι ξύλα κέδρινα εἰς πλῆθος τῷ Δαυιδ.

5 καὶ εἶπεν Δαυιδ Σαλωμων ὁ υἱός μου παιδάριον ἁπαλόν, καὶ ὁ οἶκος τοῦ οἰκοδομῆσαι τῷ κυρίῳ εἰς μεγαλωσύνην ἄνω, εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πᾶσαν τὴν γῆν ἑτοιμάσω αὐτῷ· καὶ ἡτοίμασεν Δαυιδ εἰς πλῆθος ἔμπροσθεν τῆς τελευτῆς αὐτοῦ.

6 καὶ ἐκάλεσεν Σαλωμων τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ τοῦ οἰκοδομῆσαι τὸν οἶκον τῷ κυρίῳ θεῷ Ισραηλ.

7 καὶ εἶπεν Δαυιδ Σαλωμων Τέκνον, ἐμοὶ ἐγένετο ἐπὶ ψυχῇ τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ.

8 καὶ ἐγένετο ἐπ᾽ ἐμοὶ λόγος κυρίου λέγων Αἷμα εἰς πλῆθος ἐξέχεας καὶ πολέμους μεγάλους ἐποίησας· οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου, ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τῆς γῆς ἐναντίον μου.

9 ἰδοὺ υἱὸς τίκτεταί σοι, οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν κυκλόθεν, ὅτι Σαλωμων ὄνομα αὐτῷ, καὶ εἰρήνην καὶ ἡσυχίαν δώσω ἐπὶ Ισραηλ ἐν ταῖς ἡμέραις αὐτοῦ.

10 οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου, καὶ οὗτος ἔσται μοι εἰς υἱὸν κἀγὼ αὐτῷ εἰς πατέρα, καὶ ἀνορθώσω θρόνον βασιλείας αὐτοῦ ἐν Ισραηλ ἕως αἰῶνος.

11 καὶ νῦν, υἱέ μου, ἔσται μετὰ σοῦ κύριος, καὶ εὐοδώσει καὶ οἰκοδομήσεις οἶκον τῷ κυρίῳ θεῷ σου, ὡς ἐλάλησεν περὶ σοῦ.

12 ἀλλ᾽ ἢ δῴη σοι σοφίαν καὶ σύνεσιν κύριος καὶ κατισχύσαι σε ἐπὶ Ισραηλ καὶ τοῦ φυλάσσεσθαι καὶ τοῦ ποιεῖν τὸν νόμον κυρίου τοῦ θεοῦ σου.

13 τότε εὐοδώσει, ἐὰν φυλάξῃς τοῦ ποιεῖν τὰ προστάγματα καὶ τὰ κρίματα, ἃ ἐνετείλατο κύριος τῷ Μωυσῇ ἐπὶ Ισραηλ· ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ πτοηθῇς.

14 καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας καὶ χαλκὸν καὶ σίδηρον, οὗ οὐκ ἔστιν σταθμός, ὅτι εἰς πλῆθός ἐστιν· καὶ ξύλα καὶ λίθους ἡτοίμασα, καὶ πρὸς ταῦτα πρόσθες.

15 καὶ μετὰ σοῦ εἰς πλῆθος ποιούντων ἔργα τεχνῖται καὶ οἰκοδόμοι λίθων καὶ τέκτονες ξύλων καὶ πᾶς σοφὸς ἐν παντὶ ἔργῳ.

16 ἐν χρυσίῳ, ἐν ἀργυρίῳ, ἐν χαλκῷ καὶ ἐν σιδήρῳ οὐκ ἔστιν ἀριθμός. ἀνάστηθι καὶ ποίει, καὶ κύριος μετὰ σοῦ.

17 καὶ ἐνετείλατο Δαυιδ τοῖς πᾶσιν ἄρχουσιν Ισραηλ ἀντιλαβέσθαι τῷ Σαλωμων υἱῷ αὐτοῦ

18 Οὐχὶ κύριος μεθ᾽ ὑμῶν; καὶ ἀνέπαυσεν ὑμᾶς κυκλόθεν, ὅτι ἔδωκεν ἐν χερσὶν τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ὑπετάγη ἡ γῆ ἐναντίον κυρίου καὶ ἐναντίον λαοῦ αὐτοῦ.

19 νῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ κυρίῳ θεῷ ὑμῶν καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα κυρίῳ τῷ θεῷ ὑμῶν τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης κυρίου καὶ σκεύη τὰ ἅγια τοῦ θεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι κυρίου.

 

23

1 Καὶ Δαυιδ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ ἐβασίλευσεν Σαλωμων τὸν υἱὸν αὐτοῦ ἀντ᾽ αὐτοῦ ἐπὶ Ισραηλ.

2 καὶ συνήγαγεν τοὺς πάντας ἄρχοντας Ισραηλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας.

3 καὶ ἠριθμήθησαν οἱ Λευῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω, καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας.

4 ἀπὸ τούτων ἐργοδιῶκται ἐπὶ τὰ ἔργα οἴκου κυρίου εἴκοσι τέσσαρες χιλιάδες καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι

5 καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ κυρίῳ ἐν τοῖς ὀργάνοις, οἷς ἐποίησεν τοῦ αἰνεῖν τῷ κυρίῳ.

6 καὶ διεῖλεν αὐτοὺς Δαυιδ ἐφημερίας τοῖς υἱοῖς Λευι, τῷ Γεδσων, Κααθ, Μεραρι·

7 καὶ τῷ Παροσωμ, τῷ Εδαν καὶ τῷ Σεμει.

8 υἱοὶ τῷ Εδαν· ὁ ἄρχων Ιιηλ καὶ Ζεθομ καὶ Ιωηλ, τρεῖς.

9 υἱοὶ Σεμει· Σαλωμιθ καὶ Ιιηλ καὶ Αιδαν, τρεῖς. οὗτοι ἄρχοντες τῶν πατριῶν τῷ Εδαν.

10 καὶ τοῖς υἱοῖς Σεμει· Ιεθ καὶ Ζιζα καὶ Ιωας καὶ Βερια· οὗτοι υἱοὶ Σεμει, τέσσαρες.

11 καὶ ἦν Ιεθ ὁ ἄρχων καὶ Ζιζα ὁ δεύτερος· καὶ Ιωας καὶ Βερια οὐκ ἐπλήθυναν υἱοὺς καὶ ἐγένοντο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν.

12 υἱοὶ Κααθ· Αμβραμ, Ισσααρ, Χεβρων, Οζιηλ, τέσσαρες.

13 υἱοὶ Αμβραμ· Ααρων καὶ Μωυσῆς. καὶ διεστάλη Ααρων τοῦ ἁγιασθῆναι ἅγια ἁγίων αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος τοῦ θυμιᾶν ἐναντίον τοῦ κυρίου λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος.

14 καὶ Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ, υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευι.

15 υἱοὶ Μωυσῆ· Γηρσαμ καὶ Ελιεζερ.

16 υἱοὶ Γηρσαμ· Σουβαηλ ὁ ἄρχων.

17 καὶ ἦσαν υἱοὶ τῷ Ελιεζερ· Ρααβια ὁ ἄρχων· καὶ οὐκ ἦσαν τῷ Ελιεζερ υἱοὶ ἕτεροι. καὶ υἱοὶ Ρααβια ηὐξήθησαν εἰς ὕψος.

18 υἱοὶ Ισσααρ· Σαλωμωθ ὁ ἄρχων.

19 υἱοὶ Χεβρων· Ιδουδ ὁ ἄρχων, Αμαδια ὁ δεύτερος, Οζιηλ ὁ τρίτος, Ικεμιας ὁ τέταρτος.

20 υἱοὶ Οζιηλ· Μιχας ὁ ἄρχων καὶ Ισια ὁ δεύτερος.

21 υἱοὶ Μεραρι· Μοολι καὶ Μουσι. υἱοὶ Μοολι· Ελεαζαρ καὶ Κις.

22 καὶ ἀπέθανεν Ελεαζαρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ᾽ ἢ θυγατέρες, καὶ ἔλαβον αὐτὰς υἱοὶ Κις ἀδελφοὶ αὐτῶν.

23 υἱοὶ Μουσι· Μοολι καὶ Εδερ καὶ Ιαριμωθ, τρεῖς.

24 οὗτοι υἱοὶ Λευι κατ᾽ οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω.

25 ὅτι εἶπεν Δαυιδ Κατέπαυσεν κύριος ὁ θεὸς Ισραηλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν Ιερουσαλημ ἕως αἰῶνος.

26 καὶ οἱ Λευῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς·

27 ὅτι ἐν τοῖς λόγοις Δαυιδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευι ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω,

28 ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χεῖρα Ααρων τοῦ λειτουργεῖν ἐν οἴκῳ κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ θεοῦ,

29 εἰς τοὺς ἄρτους τῆς προθέσεως, εἰς τὴν σεμίδαλιν τῆς θυσίας καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα καὶ εἰς τήγανον καὶ εἰς τὴν πεφυραμένην καὶ εἰς πᾶν μέτρον

30 καὶ τοῦ στῆναι πρωὶ τοῦ αἰνεῖν ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ οὕτως τὸ ἑσπέρας

31 καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς κατὰ ἀριθμὸν κατὰ τὴν κρίσιν ἐπ᾽ αὐτοῖς διὰ παντὸς τῷ κυρίῳ.

32 καὶ φυλάξουσιν τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς υἱῶν Ααρων ἀδελφῶν αὐτῶν τοῦ λειτουργεῖν ἐν οἴκῳ κυρίου.

 

24

1 Καὶ τοῖς υἱοῖς Ααρων διαιρέσεις· υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ, Ελεαζαρ καὶ Ιθαμαρ·

2 καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ υἱοὶ Ααρων.

3 καὶ διεῖλεν αὐτοὺς Δαυιδ καὶ Σαδωκ ἐκ τῶν υἱῶν Ελεαζαρ καὶ Αχιμελεχ ἐκ τῶν υἱῶν Ιθαμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν.

4 καὶ εὑρέθησαν υἱοὶ Ελεαζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ιθαμαρ, καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς Ελεαζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἓξ καὶ δέκα καὶ τοῖς υἱοῖς Ιθαμαρ ὀκτὼ κατ᾽ οἴκους πατριῶν.

5 καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοῖς υἱοῖς Ελεαζαρ καὶ ἐν τοῖς υἱοῖς Ιθαμαρ·

6 καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ ὁ γραμματεὺς ἐκ τοῦ Λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ Ελεαζαρ καὶ εἷς εἷς τῷ Ιθαμαρ.

7 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ιαριβ, τῷ Ιδεια ὁ δεύτερος,

8 τῷ Χαρημ ὁ τρίτος, τῷ Σεωριμ ὁ τέταρτος,

9 τῷ Μελχια ὁ πέμπτος, τῷ Μιαμιν ὁ ἕκτος,

10 τῷ Κως ὁ ἕβδομος, τῷ Αβια ὁ ὄγδοος,

11 τῷ Ἰησοῦ ὁ ἔνατος, τῷ Σεχενια ὁ δέκατος,

12 τῷ Ελιασιβ ὁ ἑνδέκατος, τῷ Ιακιμ ὁ δωδέκατος,

13 τῷ Οχχοφφα ὁ τρισκαιδέκατος, τῷ Ισβααλ ὁ τεσσαρεσκαιδέκατος,

14 τῷ Βελγα ὁ πεντεκαιδέκατος, τῷ Εμμηρ ὁ ἑκκαιδέκατος,

15 τῷ Χηζιρ ὁ ἑπτακαιδέκατος, τῷ Αφεσση ὁ ὀκτωκαιδέκατος,

16 τῷ Φεταια ὁ ἐννεακαιδέκατος, τῷ Εζεκηλ ὁ εἰκοστός,

17 τῷ Ιαχιν ὁ εἷς καὶ εἰκοστός, τῷ Γαμουλ ὁ δεύτερος καὶ εἰκοστός,

18 τῷ Δαλαια ὁ τρίτος καὶ εἰκοστός, τῷ Μαασαι ὁ τέταρτος καὶ εἰκοστός.

19 αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ααρων πατρὸς αὐτῶν, ὡς ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ.

20 Καὶ τοῖς υἱοῖς Λευι τοῖς καταλοίποις· τοῖς υἱοῖς Αμβραμ Σουβαηλ· τοῖς υἱοῖς Σουβαηλ Ιαδια.

21 τῷ Ρααβια ὁ ἄρχων Ιεσιας.

22 καὶ τῷ Ισσαρι Σαλωμωθ· τοῖς υἱοῖς Σαλωμωθ Ιαθ.

23 υἱοὶ Ιεδιου· Αμαδια ὁ δεύτερος, Ιαζιηλ ὁ τρίτος, Ιοκομ ὁ τέταρτος.

24 υἱοὶ Οζιηλ Μιχα· υἱοὶ Μιχα Σαμηρ.

25 ἀδελφὸς Μιχα Ισια· υἱοὶ Ισια Ζαχαρια.

26 υἱοὶ Μεραρι Μοολι καὶ Μουσι, υἱοὶ Οζια, υἱοὶ Βοννι.

27 υἱοὶ Μεραρι τῷ Οζια, υἱοὶ αὐτοῦ Ισοαμ καὶ Ζακχουρ καὶ Αβδι.

28 τῷ Μοολι Ελεαζαρ καὶ Ιθαμαρ· καὶ ἀπέθανεν Ελεαζαρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοί.

29 τῷ Κις· υἱοὶ τοῦ Κις Ιραμαηλ.

30 καὶ υἱοὶ τοῦ Μουσι Μοολι καὶ Εδερ καὶ Ιαριμωθ. οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν.

31 καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ααρων ἐναντίον τοῦ βασιλέως καὶ Σαδωκ καὶ Αχιμελεχ καὶ ἀρχόντων πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, πατριάρχαι αρααβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.

 

25

1 Καὶ ἔστησεν Δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ασαφ καὶ Αιμαν καὶ Ιδιθων τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις. καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν·

2 υἱοὶ Ασαφ Ζακχουρ καὶ Ιωσηφ καὶ Ναθανιας καὶ Εραηλ, υἱοὶ Ασαφ ἐχόμενοι Ασαφ τοῦ προφήτου ἐχόμενοι τοῦ βασιλέως.

3 τῷ Ιδιθων υἱοὶ Ιδιθων· Γοδολια καὶ Σουρι καὶ Ισαια καὶ Σεμει καὶ Ασαβια καὶ Ματταθιας, ἕξ, μετὰ τὸν πατέρα αὐτῶν Ιδιθων ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ.

4 τῷ Αιμανι υἱοὶ Αιμαν· Βουκιας καὶ Μανθανιας καὶ Αζαραηλ καὶ Σουβαηλ καὶ Ιεριμωθ καὶ Ανανιας καὶ Ανανι καὶ Ηλιαθα καὶ Γοδολλαθι καὶ Ρωμεμθι, ωδ καὶ Ιεσβακασα καὶ Μαλληθι καὶ Ωθηρι καὶ Μεαζωθ·

5 πάντες οὗτοι υἱοὶ τῷ Αιμαν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας, καὶ ἔδωκεν ὁ θεὸς τῷ Αιμαν υἱοὺς δέκα τέσσαρας καὶ θυγατέρας τρεῖς.

6 πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως καὶ Ασαφ καὶ Ιδιθων καὶ Αιμανι.

7 καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν κυρίῳ, πᾶς συνίων, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ.

8 καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων.

9 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ασαφ τῷ Ιωσηφ Γοδολια· ὁ δεύτερος Ηνια, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ, δέκα δύο·

10 ὁ τρίτος Ζακχουρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

11 ὁ τέταρτος Ιεσδρι, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

12 ὁ πέμπτος Ναθανιας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

13 ὁ ἕκτος Βουκιας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

14 ὁ ἕβδομος Ισεριηλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

15 ὁ ὄγδοος Ιωσια, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

16 ὁ ἔνατος Μανθανιας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

17 ὁ δέκατος Σεμει, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

18 ὁ ἑνδέκατος Αζαρια, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

19 ὁ δωδέκατος Ασαβια, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

20 ὁ τρισκαιδέκατος Σουβαηλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

21 ὁ τεσσαρεσκαιδέκατος Ματταθιας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

22 ὁ πεντεκαιδέκατος Ιεριμωθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

23 ὁ ἑκκαιδέκατος Ανανιας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

24 ὁ ἑπτακαιδέκατος Ιεσβακασα, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

25 ὁ ὀκτωκαιδέκατος Ανανι, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

26 ὁ ἐννεακαιδέκατος Μελληθι, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

27 ὁ εἰκοστὸς Ελιαθα, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

28 ὁ εἰκοστὸς πρῶτος Ηθιρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

29 ὁ εἰκοστὸς δεύτερος Γοδολλαθι, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

30 ὁ τρίτος καὶ εἰκοστὸς Μεαζωθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο·

31 ὁ τέταρτος καὶ εἰκοστὸς Ρωμεμθι, ωδ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο.

 

26

1 Εἰς διαιρέσεις τῶν πυλῶν· υἱοῖς Κορειμ Μοσολλαμια υἱὸς Κωρη ἐκ τῶν υἱῶν Αβιασαφ.

2 καὶ τῷ Μοσολλαμια υἱοί· Ζαχαριας ὁ πρωτότοκος, Ιδιηλ ὁ δεύτερος, Ζαβαδιας ὁ τρίτος, Ιεθνουηλ ὁ τέταρτος,

3 Ωλαμ ὁ πέμπτος, Ιωαναν ὁ ἕκτος, Ελιωηναι ὁ ἕβδομος.

4 καὶ τῷ Αβδεδομ υἱοί· Σαμαιας ὁ πρωτότοκος, Ιωζαβαδ ὁ δεύτερος, Ιωαα ὁ τρίτος, Σωχαρ ὁ τέταρτος, Ναθαναηλ ὁ πέμπτος,

5 Αμιηλ ὁ ἕκτος, Ισσαχαρ ὁ ἕβδομος, Φολλαθι ὁ ὄγδοος, ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός.

6 καὶ τῷ Σαμαια υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ρωσαι εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἦσαν.

7 υἱοὶ Σαμαια· Γοθνι καὶ Ραφαηλ καὶ Ωβηδ καὶ Ελζαβαδ καὶ Αχιου, υἱοὶ δυνατοί, Ελιου καὶ Σαβχια καὶ Ισβακωμ.

8 πάντες ἀπὸ τῶν υἱῶν Αβδεδομ, αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξήκοντα δύο τῷ Αβδεδομ.

9 καὶ τῷ Μοσολλαμια υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί.

10 καὶ τῷ Ωσα τῶν υἱῶν Μεραρι υἱοὶ φυλάσσοντες τὴν ἀρχήν, ὅτι οὐκ ἦν πρωτότοκος, καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα

11 τῆς διαιρέσεως τῆς δευτέρας, Ταβλαι ὁ τρίτος, Ζαχαριας ὁ τέταρτος· πάντες οὗτοι, υἱοὶ καὶ ἀδελφοὶ τῷ Ωσα, τρισκαίδεκα.

12 τούτοις αἱ διαιρέσεις τῶν πυλῶν, τοῖς ἄρχουσι τῶν δυνατῶν, ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ κυρίου.

13 καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ᾽ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα.

14 καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σαλαμια καὶ Ζαχαρια· υἱοὶ Ιωας τῷ Μελχια ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ·

15 τῷ Αβδεδομ νότον κατέναντι οἴκου εσεφιν

16 εἰς δεύτερον· τῷ Ωσα πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς.

17 πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες, νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸ εσεφιν δύο·

18 εἰς διαδεχομένους, καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους.

19 αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς Κορε καὶ τοῖς υἱοῖς Μεραρι.

20 Καὶ οἱ Λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων·

21 υἱοὶ Λαδαν υἱοὶ τῷ Γηρσωνι τῷ Λαδαν, ἄρχοντες πατριῶν τῷ Λαδαν τῷ Γηρσωνι Ιιηλ.

22 καὶ υἱοὶ Ιιηλ Ζεθομ καὶ Ιωηλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου.

23 τῷ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ·

24 καὶ Σουβαηλ ὁ τοῦ Γηρσαμ τοῦ Μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν.

25 καὶ τῷ ἀδελφῷ αὐτοῦ τῷ Ελιεζερ Ρααβιας υἱὸς καὶ Ιωσαιας καὶ Ιωραμ καὶ Ζεχρι καὶ Σαλωμωθ.

26 αὐτὸς Σαλωμωθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασεν Δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως,

27 ἃ ἔλαβεν ἐκ τῶν πολέμων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ᾽ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ,

28 καὶ ἐπὶ πάντων τῶν ἁγίων Σαμουηλ τοῦ προφήτου καὶ Σαουλ τοῦ Κις καὶ Αβεννηρ τοῦ Νηρ καὶ Ιωαβ τοῦ Σαρουια· πᾶν, ὃ ἡγίασαν, διὰ χειρὸς Σαλωμωθ καὶ τῶν ἀδελφῶν αὐτοῦ.

29 Τῷ Ισσαρι Χωνενια καὶ υἱοὶ αὐτοῦ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ισραηλ τοῦ γραμματεύειν καὶ διακρίνειν.

30 τῷ Χεβρωνι Ασαβιας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ισραηλ πέραν τοῦ Ιορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως.

31 τοῦ Χεβρωνι· Ιουδιας ὁ ἄρχων τῶν Χεβρωνι κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς· ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν, καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν Ιαζηρ τῆς Γαλααδίτιδος,

32 καὶ οἱ ἀδελφοὶ αὐτοῦ, υἱοὶ δυνατοί, δισχίλιοι ἑπτακόσιοι ἄρχοντες πατριῶν· καὶ κατέστησεν αὐτοὺς Δαυιδ ὁ βασιλεὺς ἐπὶ τοῦ Ρουβηνι καὶ Γαδδι καὶ ἡμίσους φυλῆς Μανασση εἰς πᾶν πρόσταγμα κυρίου καὶ λόγον βασιλέως.

 

27

1 Καὶ υἱοὶ Ισραηλ κατ᾽ ἀριθμὸν αὐτῶν, ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ λαῷ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις, εἰς πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευομένου μῆνα ἐκ μηνὸς εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ, διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες.

2 καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου Ιεσβοαμ ὁ τοῦ Ζαβδιηλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες·

3 ἀπὸ τῶν υἱῶν Φαρες ἄρχων πάντων τῶν ἀρχόντων τῆς δυνάμεως τοῦ μηνὸς τοῦ πρώτου.

4 καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸς τοῦ δευτέρου Δωδια ὁ Εχωχι, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες, ἄρχοντες δυνάμεως.

5 ὁ τρίτος τὸν μῆνα τὸν τρίτον Βαναιας ὁ τοῦ Ιωδαε ὁ ἱερεὺς ὁ ἄρχων, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες·

6 αὐτὸς Βαναιας δυνατώτερος τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ Αμιζαβαθ υἱὸς αὐτοῦ.

7 ὁ τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον Ασαηλ ὁ ἀδελφὸς Ιωαβ καὶ Ζαβδιας ὁ υἱὸς αὐτοῦ καὶ οἱ ἀδελφοί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

8 ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος Σαμαωθ ὁ Ιεσραε, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι τέσσαρες χιλιάδες.

9 ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Οδουιας ὁ τοῦ Εκκης ὁ Θεκωίτης, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

10 ὁ ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Χελλης ὁ ἐκ Φαλλους ἀπὸ τῶν υἱῶν Εφραιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

11 ὁ ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαι ὁ Ισαθι τῷ Ζαραι, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

12 ὁ ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ Αβιεζερ ὁ ἐξ Αναθωθ ἐκ γῆς Βενιαμιν, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

13 ὁ δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρα ὁ ἐκ Νετουφατ τῷ Ζαραι, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

14 ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναιας ὁ ἐκ Φαραθων τῶν υἱῶν Εφραιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

15 ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδαι ὁ Νετωφατι τῷ Γοθονιηλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

16 Καὶ ἐπὶ τῶν φυλῶν Ισραηλ· τῷ Ρουβην ἡγούμενος Ελιεζερ ὁ τοῦ Ζεχρι, τῷ Συμεων Σαφατιας ὁ τοῦ Μααχα,

17 τῷ Λευι Ασαβιας ὁ τοῦ Καμουηλ, τῷ Ααρων Σαδωκ,

18 τῷ Ιουδα Ελιαβ τῶν ἀδελφῶν Δαυιδ, τῷ Ισσαχαρ Αμβρι ὁ τοῦ Μιχαηλ,

19 τῷ Ζαβουλων Σαμαιας ὁ τοῦ Αβδιου, τῷ Νεφθαλι Ιεριμωθ ὁ τοῦ Εσριηλ,

20 τῷ Εφραιμ Ωση ὁ τοῦ Οζιου, τῷ ἡμίσει φυλῆς Μανασση Ιωηλ ὁ τοῦ Φαδαια,

21 τῷ ἡμίσει φυλῆς Μανασση τῷ ἐν τῇ Γαλααδ Ιαδδαι ὁ τοῦ Ζαβδιου, τοῖς υἱοῖς Βενιαμιν Ασιηλ ὁ τοῦ Αβεννηρ,

22 τῷ Δαν Αζαραηλ ὁ τοῦ Ιωραμ. οὗτοι πατριάρχαι τῶν φυλῶν Ισραηλ.

23 καὶ οὐκ ἔλαβεν Δαυιδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω, ὅτι κύριος εἶπεν πληθῦναι τὸν Ισραηλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ.

24 καὶ Ιωαβ ὁ τοῦ Σαρουια ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ καὶ οὐ συνετέλεσεν, καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ τὸν Ισραηλ, καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυιδ.

25 Καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως Ασμωθ ὁ τοῦ Ωδιηλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ιωναθαν ὁ τοῦ Οζιου.

26 ἐπὶ δὲ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων Εσδρι ὁ τοῦ Χολουβ,

27 καὶ ἐπὶ τῶν χωρίων Σεμει ὁ ἐκ Ραμα, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαχρι ὁ τοῦ Σεφνι,

28 καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλανας ὁ Γεδωρίτης, ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ιωας.

29 καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ασιδων Σατραις ὁ Σαρωνίτης, καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσιν Σωφατ ὁ τοῦ Αδλι,

30 ἐπὶ δὲ τῶν καμήλων Ωβιλ ὁ Ισμαηλίτης, ἐπὶ δὲ τῶν ὄνων Ιαδιας ὁ ἐκ Μεραθων,

31 καὶ ἐπὶ τῶν προβάτων Ιαζιζ ὁ Αγαρίτης. πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυιδ τοῦ βασιλέως.

32 καὶ Ιωναθαν ὁ πατράδελφος Δαυιδ σύμβουλος, ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός, καὶ Ιιηλ ὁ τοῦ Αχαμανι μετὰ τῶν υἱῶν τοῦ βασιλέως,

33 καὶ Αχιτοφελ σύμβουλος τοῦ βασιλέως, καὶ Χουσι πρῶτος φίλος τοῦ βασιλέως,

34 καὶ μετὰ τοῦτον Αχιτοφελ ἐχόμενος Ιωδαε ὁ τοῦ Βαναιου καὶ Αβιαθαρ, καὶ Ιωαβ ἀρχιστράτηγος τοῦ βασιλέως.

 

28

1 Καὶ ἐξεκκλησίασεν Δαυιδ πάντας τοὺς ἄρχοντας Ισραηλ, ἄρχοντας τῶν κριτῶν καὶ τοὺς ἄρχοντας τῶν ἐφημεριῶν τῶν περὶ τὸ σῶμα τοῦ βασιλέως καὶ ἄρχοντας τῶν χιλιάδων καὶ τῶν ἑκατοντάδων καὶ τοὺς γαζοφύλακας καὶ τοὺς ἐπὶ τῶν ὑπαρχόντων αὐτοῦ καὶ τοὺς δυνάστας καὶ τοὺς μαχητὰς τῆς στρατιᾶς, ἐν Ιερουσαλημ.

2 καὶ ἔστη Δαυιδ ἐν μέσῳ τῆς ἐκκλησίας καὶ εἶπεν Ἀκούσατέ μου, ἀδελφοὶ καὶ λαός μου. ἐμοὶ ἐγένετο ἐπὶ καρδίαν οἰκοδομῆσαι οἶκον ἀναπαύσεως τῆς κιβωτοῦ διαθήκης κυρίου καὶ στάσιν ποδῶν κυρίου ἡμῶν, καὶ ἡτοίμασα τὰ εἰς τὴν κατασκήνωσιν ἐπιτήδεια·

3 καὶ ὁ θεὸς εἶπεν Οὐκ οἰκοδομήσεις ἐμοὶ οἶκον τοῦ ἐπονομάσαι τὸ ὄνομά μου ἐπ᾽ αὐτῷ, ὅτι ἄνθρωπος πολεμιστὴς εἶ σὺ καὶ αἵματα ἐξέχεας.

4 καὶ ἐξελέξατο κύριος ὁ θεὸς Ισραηλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἶναι βασιλέα ἐπὶ Ισραηλ εἰς τὸν αἰῶνα· καὶ ἐν Ιουδα ᾑρέτικεν τὸ βασίλειον καὶ ἐξ οἴκου Ιουδα τὸν οἶκον τοῦ πατρός μου, καὶ ἐν τοῖς υἱοῖς τοῦ πατρός μου ἐν ἐμοὶ ἠθέλησεν τοῦ γενέσθαι με βασιλέα ἐπὶ τῷ παντὶ Ισραηλ.

5 καὶ ἀπὸ πάντων τῶν υἱῶν μου [ὅτι πολλοὺς υἱοὺς ἔδωκέν μοι κύριος] ἐξελέξατο ἐν Σαλωμων τῷ υἱῷ μου καθίσαι αὐτὸν ἐπὶ θρόνου βασιλείας κυρίου ἐπὶ τὸν Ισραηλ·

6 καὶ εἶπέν μοι ὁ θεός Σαλωμων ὁ υἱός σου οἰκοδομήσει τὸν οἶκόν μου καὶ τὴν αὐλήν μου, ὅτι ᾑρέτικα ἐν αὐτῷ εἶναί μου υἱόν, κἀγὼ ἔσομαι αὐτῷ εἰς πατέρα

7 καὶ κατορθώσω τὴν βασιλείαν αὐτοῦ ἕως αἰῶνος, ἐὰν ἰσχύσῃ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ κρίματά μου ὡς ἡ ἡμέρα αὕτη.

8 καὶ νῦν κατὰ πρόσωπον πάσης ἐκκλησίας κυρίου καὶ ἐν ὠσὶν θεοῦ ἡμῶν φυλάξασθε καὶ ζητήσατε πάσας τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ἡμῶν, ἵνα κληρονομήσητε τὴν γῆν τὴν ἀγαθὴν καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν μεθ᾽ ὑμᾶς ἕως αἰῶνος.

9 καὶ νῦν, Σαλωμων υἱέ μου, γνῶθι τὸν θεὸν τῶν πατέρων σου καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι πάσας καρδίας ἐτάζει κύριος καὶ πᾶν ἐνθύμημα γιγνώσκει· ἐὰν ζητήσῃς αὐτόν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτόν, καταλείψει σε εἰς τέλος.

10 ἰδὲ τοίνυν ὅτι κύριος ᾑρέτικέν σε οἰκοδομῆσαι αὐτῷ οἶκον εἰς ἁγίασμα· ἴσχυε καὶ ποίει.

11 καὶ ἔδωκεν Δαυιδ Σαλωμων τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ καὶ τῶν ζακχω αὐτοῦ καὶ τῶν ὑπερῴων καὶ τῶν ἀποθηκῶν τῶν ἐσωτέρων καὶ τοῦ οἴκου τοῦ ἐξιλασμοῦ

12 καὶ τὸ παράδειγμα, ὃ εἶχεν ἐν πνεύματι αὐτοῦ, τῶν αὐλῶν οἴκου κυρίου καὶ πάντων τῶν παστοφορίων τῶν κύκλῳ τῶν εἰς τὰς ἀποθήκας οἴκου κυρίου καὶ τῶν ἀποθηκῶν τῶν ἁγίων

13 καὶ τῶν καταλυμάτων τῶν ἐφημεριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου κυρίου καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων σκευῶν τῆς λατρείας οἴκου κυρίου.

14 καὶ τὸν σταθμὸν τῆς ὁλκῆς αὐτῶν, τῶν τε χρυσῶν καὶ ἀργυρῶν,

15 λυχνιῶν τὴν ὁλκὴν ἔδωκεν αὐτῷ καὶ τῶν λύχνων·

16 ἔδωκεν αὐτῷ ὁμοίως τὸν σταθμὸν τῶν τραπεζῶν τῆς προθέσεως, ἑκάστης τραπέζης χρυσῆς καὶ ὡσαύτως τῶν ἀργυρῶν,

17 καὶ τῶν κρεαγρῶν καὶ σπονδείων καὶ τῶν φιαλῶν τῶν χρυσῶν καὶ τὸν σταθμὸν τῶν χρυσῶν καὶ τῶν ἀργυρῶν, κεφφουρε ἑκάστου σταθμοῦ.

18 καὶ τὸν τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων ἐκ χρυσίου δοκίμου σταθμὸν ὑπέδειξεν αὐτῷ καὶ τὸ παράδειγμα τοῦ ἅρματος τῶν χερουβιν τῶν διαπεπετασμένων ταῖς πτέρυξιν καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης κυρίου.

19 πάντα ἐν γραφῇ χειρὸς κυρίου ἔδωκεν Δαυιδ Σαλωμων κατὰ τὴν περιγενηθεῖσαν αὐτῷ σύνεσιν τῆς κατεργασίας τοῦ παραδείγματος.

20 καὶ εἶπεν Δαυιδ Σαλωμων τῷ υἱῷ αὐτοῦ Ἴσχυε καὶ ἀνδρίζου καὶ ποίει, μὴ φοβοῦ μηδὲ πτοηθῇς, ὅτι κύριος ὁ θεός μου μετὰ σοῦ, οὐκ ἀνήσει σε καὶ οὐ μή σε ἐγκαταλίπῃ ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν λειτουργίας οἴκου κυρίου.

21 καὶ ἰδοὺ αἱ ἐφημερίαι τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν λειτουργίαν οἴκου τοῦ θεοῦ καὶ μετὰ σοῦ ἐν πάσῃ πραγματείᾳ καὶ πᾶς πρόθυμος ἐν σοφίᾳ κατὰ πᾶσαν τέχνην καὶ οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς εἰς πάντας τοὺς λόγους σου.

 

29

1 Καὶ εἶπεν Δαυιδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ Σαλωμων ὁ υἱός μου, εἷς ὃν ᾑρέτικεν ἐν αὐτῷ κύριος, νέος καὶ ἁπαλός, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ ἡ οἰκοδομή, ἀλλ᾽ ἢ κυρίῳ θεῷ.

2 κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον θεοῦ μου χρυσίον, ἀργύριον, χαλκόν, σίδηρον, ξύλα, λίθους σοομ καὶ πληρώσεως καὶ λίθους πολυτελεῖς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον καὶ πάριον πολύν.

3 καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ θεοῦ μου ἔστιν μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον θεοῦ μου εἰς ὕψος ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων,

4 τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφιρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου ἐξαλειφθῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ

5 διὰ χειρὸς τεχνιτῶν. καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον κυρίῳ;

6 καὶ προεθυμήθησαν ἄρχοντες τῶν πατριῶν καὶ οἱ ἄρχοντες τῶν υἱῶν Ισραηλ καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι καὶ οἱ προστάται τῶν ἔργων καὶ οἱ οἰκονόμοι τοῦ βασιλέως

7 καὶ ἔδωκαν εἰς τὰ ἔργα οἴκου κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσοῦς μυρίους καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν.

8 καὶ οἷς εὑρέθη παρ᾽ αὐτοῖς λίθος, ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου κυρίου διὰ χειρὸς Ιιηλ τοῦ Γηρσωνι.

9 καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ τοῦ προθυμηθῆναι, ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ κυρίῳ, καὶ Δαυιδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως.

10 καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυιδ τὸν κύριον ἐνώπιον τῆς ἐκκλησίας λέγων Εὐλογητὸς εἶ, κύριε ὁ θεὸς Ισραηλ, ὁ πατὴρ ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος.

11 σοί, κύριε, ἡ μεγαλωσύνη καὶ ἡ δύναμις καὶ τὸ καύχημα καὶ ἡ νίκη καὶ ἡ ἰσχύς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις, ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς καὶ ἔθνος.

12 παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα, σὺ πάντων ἄρχεις, κύριε ὁ ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία, καὶ ἐν χειρί σου, παντοκράτωρ, μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα.

13 καὶ νῦν, κύριε, ἐξομολογούμεθά σοι καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου.

14 καὶ τίς εἰμι ἐγὼ καὶ τίς ὁ λαός μου, ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα; ὅτι σὰ τὰ πάντα, καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι.

15 ὅτι πάροικοί ἐσμεν ἐναντίον σου καὶ παροικοῦντες ὡς πάντες οἱ πατέρες ἡμῶν· ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς, καὶ οὐκ ἔστιν ὑπομονή.

16 κύριε ὁ θεὸς ἡμῶν, πᾶν τὸ πλῆθος τοῦτο, ὃ ἡτοίμακα οἰκοδομηθῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου, ἐκ χειρός σού ἐστιν, καὶ σοὶ τὰ πάντα.

17 καὶ ἔγνων, κύριε, ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας καὶ δικαιοσύνην ἀγαπᾷς· ἐν ἁπλότητι καρδίας προεθυμήθην πάντα ταῦτα, καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι.

18 κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ τῶν πατέρων ἡμῶν, φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρὸς σέ.

19 καὶ Σαλωμων τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου καὶ τοῦ ἐπὶ τέλος ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου.

20 καὶ εἶπεν Δαυιδ πάσῃ τῇ ἐκκλησίᾳ Εὐλογήσατε κύριον τὸν θεὸν ὑμῶν· καὶ εὐλόγησεν πᾶσα ἡ ἐκκλησία κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τῷ κυρίῳ καὶ τῷ βασιλεῖ.

21 καὶ ἔθυσεν Δαυιδ τῷ κυρίῳ θυσίας καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας, μόσχους χιλίους, κριοὺς χιλίους, ἄρνας χιλίους καὶ τὰς σπονδὰς αὐτῶν καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ Ισραηλ.

22 καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμων υἱὸν Δαυιδ καὶ ἔχρισαν αὐτὸν τῷ κυρίῳ εἰς βασιλέα καὶ Σαδωκ εἰς ἱερωσύνην.

23 καὶ ἐκάθισεν Σαλωμων ἐπὶ θρόνου Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ εὐδοκήθη, καὶ ἐπήκουσαν αὐτοῦ πᾶς Ισραηλ·

24 οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ πάντες υἱοὶ τοῦ βασιλέως Δαυιδ πατρὸς αὐτοῦ ὑπετάγησαν αὐτῷ.

25 καὶ ἐμεγάλυνεν κύριος τὸν Σαλωμων ἐπάνωθεν ἐναντίον παντὸς Ισραηλ καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως, ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ.

26 Καὶ Δαυιδ υἱὸς Ιεσσαι ἐβασίλευσεν ἐπὶ Ισραηλ

27 ἔτη τεσσαράκοντα, ἐν Χεβρων ἔτη ἑπτὰ καὶ ἐν Ιερουσαλημ ἔτη τριάκοντα τρία.

28 καὶ ἐτελεύτησεν ἐν γήρει καλῷ πλήρης ἡμερῶν πλούτῳ καὶ δόξῃ, καὶ ἐβασίλευσεν Σαλωμων υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

29 οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως Δαυιδ οἱ πρότεροι καὶ οἱ ὕστεροι γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουηλ τοῦ βλέποντος καὶ ἐπὶ λόγων Ναθαν τοῦ προφήτου καὶ ἐπὶ λόγων Γαδ τοῦ βλέποντος

30 περὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τῆς δυναστείας αὐτοῦ καὶ οἱ καιροί, οἳ ἐγένοντο ἐπ᾽ αὐτῷ καὶ ἐπὶ τὸν Ισραηλ καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς.

 


 

Index          Next


Hosted by uCoz