Philo Judaeus. De legatione ad Gaium - Greek

 

Philo Judaeus

Legatio ad Gaium

(ed. L. Cohn and S. Reiter, post R. Khazarzar)

Philonis Alexandrini opera quae supersunt, vol. 6.
Berlin: Reimer, 1915 (repr. De Gruyter, 1962), pp. 155–223.

 


 

Αρετων πρωτον

Ο εστι της αυτου πρεσβειας προς Γαιον

I

¦ 1. Ἄχρι τίνος ἡμεῖς οἱ γέροντες ἔτι παῖδές ἐσμεν, τὰ μὲν σώματα χρόνου μήκει πολιοί, τὰς δὲ ψυχὰς ὑπ’ ἀναισθησίας κομιδῇ νήπιοι, νομίζοντες τὸ μὲν ἀσταθμητότατον, τὴν τύχην, ἀκλινέστατον, τὸ δὲ παγιώτατον, τὴν φύσιν, ἀβεβαιότατον; ὑπαλλαττόμεθα γὰρ καθάπερ ἐν ταῖς πεττείαις τὰς πράξεις μετατιθέντες, οἰόμενοι τὰ μὲν τυχηρὰ μονιμώτερα εἶναι τῶν φύσει, τὰ δὲ κατὰ φύσιν ἀβεβαιότερα τῶν τυχηρῶν.   2. αἴτιον δὲ τὸ τὰ παρόντα βραβεύειν ἀπροοράτως τῶν μελλόντων ἔχοντας, αἰσθήσει πεπλανημένῃ χρωμένους πρὸ διανοίας ἀπλανοῦς· ὀφθαλμοῖς μὲν γὰρ τὰ ἐν φανερῷ καὶ ἐν χερσὶ καταλαμβάνεται, λογισμὸς δὲ φθάνει καὶ πρὸς τὰ ¦ ἀόρατα καὶ μέλλοντα, οὗ τὴν ὄψιν ὀξυωπεστέραν οὖσαν τῆς δι’ ὀμμάτων σώματος ἀμαυροῦμεν, οἱ μὲν ἀκράτῳ καὶ πλησμοναῖς ὑποσυγχέοντες, οἱ δὲ τῷ μεγίστῳ τῶν κακῶν, ἀμαθίᾳ.   3. πλὴν ὁ παρὼν καιρὸς καὶ αἱ κατ’ αὐτὸν κριθεῖσαι πολλαὶ καὶ μεγάλαι ὑποθέσεις, κἂν εἰ ἄπιστοι γεγόνασί τινες τοῦ προνοεῖν τὸ θεῖον ἀνθρώπων, καὶ μάλιστα τοῦ ἱκετικοῦ γένους, ὃ τῷ πατρὶ καὶ βασιλεῖ τῶν ὅλων καὶ πάντων αἰτίῳ προσκεκλήρωται, ἱκαναὶ [τοῦ] πεῖσαι αὐτούς.   4. τοῦτο δὲ τὸ γένος Χαλδαϊστὶ μὲν Ἰσραὴλ καλεῖται, Ἑλληνιστὶ δὲ ἑρμηνευθέντος τοῦ ὀνόματος “ὁρῶν θεόν”, ὅ μοι δοκεῖ πάντων χρημάτων ἰδίων τε καὶ κοινῶν εἶναι τιμιώτατον.   5. εἰ γὰρ πρεσβυτέρων ἢ ὑφηγητῶν ἢ ἀρχόντων ἢ γονέων ὄψις κινεῖ τοὺς βλέποντας πρὸς αἰδῶ καὶ εὐκοσμίαν καὶ σώφρονος βίου ζῆλον, πόσον τι νομίζομεν ἀρετῆς ἕρμα καὶ καλοκαγαθίας ἀνευρήσειν ἐν ψυχαῖς, αἳ τὸ γενητὸν πᾶν ὑπερκύψασαι τὸ ἀγένητον καὶ θεῖον ὁρᾶν πεπαίδευνται, τὸ πρῶτον ἀγαθὸν καὶ καλὸν καὶ εὔδαιμον καὶ μακάριον, εἰ <δὲ> δεῖ τἀληθὲς εἰπεῖν, τὸ κρεῖττον μὲν ἀγαθοῦ, κάλλιον δὲ καλοῦ, καὶ μακαριότητος μὲν μακαριώτερον, εὐδαιμονίας δὲ αὐτῆς εὐδαιμονέστερον, καὶ εἰ δή τι τῶν εἰρημένων τελειότερον.   6. οὐ γὰρ φθάνει προσαναβαίνειν ὁ λόγος ἐπὶ τὸν ἄψαυστον καὶ ἀναφῆ πάντῃ θεόν, ἀλλ’ ὑπονοστεῖ καὶ ὑπορρεῖ κυρίοις ὀνόμασιν ἀδυνατῶν ἐπιβάθρᾳ χρῆσθαι πρὸς δήλωσιν, οὐ λέγω τοῦ ὄντος – οὐδὲ γὰρ ὁ σύμπας οὐρανὸς ἔναρθρος φωνὴ γενόμενος εὐθυβόλων καὶ εὐσκόπων εἰς τοῦτο ἂν εὐποροίη ῥημάτων – ἀλλὰ τῶν δορυφόρων αὐτοῦ δυνάμεων, κοσμοποιητικῆς τε καὶ βασιλικῆς καὶ προνοητικῆς καὶ τῶν ἄλλων ὅσαι εὐεργέτιδές τε καὶ κολαστήριοι,   7. εἰ καὶ τὰς κολαστηρίους ἐν εὐεργέτισι τακτέον, οὐ μόνον ἐπειδὴ νόμων καὶ θεσμῶν εἰσι μοῖραι – νόμος γὰρ ἐκ δυοῖν συμπληροῦσθαι πέφυκε, τιμῆς ἀγαθῶν καὶ πονηρῶν κολάσεως – , ἀλλ’ ὅτι καὶ ἡ κόλασις νουθετεῖ καὶ σωφρονίζει πολλάκις μὲν καὶ τοὺς ἁμαρτάνοντας, εἰ δὲ μή, πάντως γοῦν τοὺς πλησιάζοντας· αἱ γὰρ ἑτέρων τιμωρίαι βελτιοῦσι τοὺς πολλοὺς φόβῳ τοῦ μὴ παραπλήσια παθεῖν. ***

 

II

8. Τίς γὰρ ἰδὼν Γάιον μετὰ τὴν Τιβερίου Καίσαρος τελευτὴν παρειληφότα τὴν ἡγεμονίαν πάσης γῆς καὶ θαλάσσης ἀστασίαστον καὶ εὔνομον καὶ πᾶσι τοῖς μέρεσιν ἡρμοσμένην εἰς τὸ σύμφωνον, ἑῴοις, ἑσπερίοις, μεσημβρινοῖς, ἀρκτικοῖς – τοῦ μὲν βαρβαρικοῦ γένους τῷ ¦ Ἑλληνικῷ, τοῦ δ’ Ἑλληνικοῦ τῷ βαρβαρικῷ, καὶ τοῦ μὲν στρατιωτικοῦ τῷ κατὰ πόλεις, τοῦ δὲ πολιτικοῦ τῷ στρατευομένῳ συμφρονήσαντος εἰς μετουσίαν καὶ ἀπόλαυσιν εἰρήνης – οὐκ ἐθαύμασε καὶ κατεπλάγη τῆς ὑπερφυοῦς καὶ παντὸς λόγου κρείττονος εὐπραγίας,   9. ἐξ ἑτοίμου τἀγαθὰ ἀθρόα σωρηδὸν κεκληρονομηκότα, παμπληθεῖς θησαυροὺς χρημάτων, ἄργυρον καὶ χρυσόν, τὸν μὲν ὡς ὕλην, τὸν δὲ ὡς νόμισμα, τὸν δὲ ὡς προκόσμημα δι’ ἐκπωμάτων καί τινων ἑτέρων ἃ πρὸς ἐπίδειξιν τεχνιτεύεται, παμπληθεῖς δυνάμεις, πεζάς, ἱππικάς, ναυτικάς, προσόδους ὥσπερ ἐκ πηγῶν ἀενάῳ τινὶ φορᾷ χορηγουμένας,   10. ἀρχὴν οὐχὶ τῶν πλείστων καὶ ἀναγκαιοτάτων μερῶν τῆς οἰκουμένης, ἃ δὴ καὶ κυρίως ἄν τις οἰκουμένην εἴποι, δυσὶ ποταμοῖς ὁριζομένην, Εὐφράτῃ τε καὶ Ῥήνῳ, τῷ μὲν ἀποτεμνομένῳ Γερμανίαν καὶ ὅσα θηριωδέστερα ἔθνη, Εὐφράτῃ δὲ Παρθυηνὴν καὶ τὰ Σαρματῶν γένη καὶ Σκυθῶν, ἅπερ οὐχ ἧττον ἐξηγρίωται τῶν Γερμανικῶν, ἀλλ’, ὡς εἶπον ἤδη, τὴν ἀφ’ ἡλίου ἀνιόντος ἄχρι δυομένου τήν τε ἐντὸς ὠκεανοῦ καὶ ὑπερωκεάνιον; ἐφ’ οἷς ὅ τε Ῥωμαίων δῆμος ἐγεγήθει καὶ πᾶσα Ἰταλία τά τε Ἀσιανὰ καὶ Εὐρωπαῖα ἔθνη.   11. ὡς γὰρ ἐπ’ οὐδενὶ τῶν πώποτε γενομένων αὐτοκρατόρων ἅπαντες ἠγάσθησαν, κτῆσιν καὶ χρῆσιν ἰδίων τε καὶ κοινῶν ἀγαθῶν οὐκ ἐλπίζοντες ἕξειν, ἀλλ’ ἔχειν ἤδη νομίζοντες πλήρωμά τινος εὐτυχίας, ἐφεδρευούσης εὐδαιμονίας.   12. οὐδὲν γοῦν ἦν ἰδεῖν ἕτερον κατὰ πόλεις ἢ βωμούς, ἱερεῖα, θυσίας, λευχειμονοῦντας, ἐστεφανωμένους, φαιδρούς, εὐμένειαν ἐξ ἱλαρᾶς τῆς ὄψεως προφαίνοντας, ἑορτάς, πανηγύρεις, μουσικοὺς ἀγῶνας, ἱπποδρομίας, κώμους, παννυχίδας μετ’ αὐλῶν καὶ κιθάρας, τέρψεις, ἀνέσεις, ἐκεχειρίας, παντοίας ἡδονὰς διὰ πάσης αἰσθήσεως.   13. τότε οὐ πλούσιοι πενήτων προύφερον, οὐκ ἔνδοξοι ἀδόξων, οὐ δανεισταὶ χρεωστῶν, οὐ δεσπόται δούλων περιῆσαν, ἰσονομίαν τοῦ καιροῦ διδόντος, ὡς τὸν παρὰ ποιηταῖς ἀναγραφέντα Κρονικὸν βίον μηκέτι νομίζεσθαι πλάσμα μύθου διά τε τὴν εὐθηνίαν καὶ εὐετηρίαν τό τε ἄλυπον καὶ ἄφοβον καὶ τὰς πανοικίας ὁμοῦ καὶ πανδήμους μεθ’ ἡμέραν τε καὶ νύκτωρ εὐφροσύνας, αἳ μέχρι μηνῶν ἑπτὰ τῶν πρώτων ἄπαυστοι καὶ συνεχεῖς ¦ ἐγένοντο.   14. τῷ δὲ ὀγδόῳ κατασκήπτει βαρεῖα νόσος τῷ Γαΐῳ τὴν πρὸ μικροῦ δίαιταν, ὅτε ἔζη Τιβέριος, εὐκολωτέραν καὶ διὰ τοῦτο ὑγιεινοτέραν οὖσαν εἰς πολυτέλειαν μεθαρμοσαμένῳ. πολὺς γὰρ ἄκρατος καὶ ὀψοφαγίαι καὶ ἐπὶ πλήρεσι τοῖς ὄγκοις ἀπλήρωτοι ἐπιθυμίαι θερμολουσίαι τε ἄκαιροι καὶ ἔμετοι καὶ εὐθὺς πάλιν οἰνοφλυγίαι καὶ ἔφεδροι γαστριμαργίαι, λαγνεῖαι διὰ παίδων καὶ γυναικῶν, καὶ ὅσα ἄλλα καθαιρετικὰ ψυχῆς καὶ σώματος καὶ τῶν ἐν ἑκατέρῳ δεσμῶν συνεπέθετο. τὰ δὲ ἐπίχειρα ἐγκρατείας μὲν ὑγεία καὶ ἰσχύς, ἀκρασίας δὲ ἀσθένεια καὶ νόσος γειτνιῶσα θανάτῳ.

 

III

15. Διαγγελείσης οὖν τῆς ὅτι νοσεῖ φήμης, ἔτι πλοΐμων ὄντων – ἀρχὴ γὰρ ἦν μετοπώρου, τελευταῖος πλοῦς τοῖς θαλαττεύουσιν, ἀπὸ τῶν πανταχόθεν ἐμπορίων εἰς τοὺς οἰκείους λιμένας καὶ ὑποδρόμους ἐπανιοῦσι, καὶ μάλιστα οἷς πρόνοια τοῦ μὴ διαχειμάζειν ἐπὶ ξένης ἐστί – μεθέμενοι τὸν ἁβροδίαιτον βίον ἐσκυθρώπαζον, συννοίας τε καὶ κατηφείας πᾶσα οἰκία καὶ πόλις γεγένητο μεστή, ἰσορρόπῳ λύπῃ τῆς πρὸ μικροῦ χαρᾶς ἀμφικλινοῦς γενομένης.   16. τὰ γὰρ μέρη πάντα τῆς οἰκουμένης αὐτῷ συνενόσησε, βαρυτέρᾳ νόσῳ χρησάμενα τῆς κατασχούσης Γάιον· ἐκείνη μὲν γὰρ σώματος ἦν αὐτὸ μόνον, ἡ δὲ τῶν πανταχοῦ πάντων, ψυχικῆς εὐσθενείας, εἰρήνης, ἐλπίδων, μετουσίας καὶ ἀπολαύσεως ἀγαθῶν.   17. ἀνεπόλουν γὰρ ὅσα καὶ ἡλίκα κακὰ ἐξ ἀναρχίας φύεται· λιμόν, πόλεμον, δενδροτομίας, δῃώσεις χωρίων, στερήσεις χρημάτων, ἀπαγωγάς, τοὺς περὶ δουλείας καὶ θανάτου φόβους ἀνηκέστους, ὧν ἰατρὸς ἦν οὐδείς, μίαν ἐχόντων θεραπείαν τὸ ῥωσθῆναι Γάιον.   18. ὅτε γοῦν ἤρξατο λωφᾶν ἡ νόσος, ἐν βραχεῖ καὶ οἱ μέχρι περάτων συνῄσθοντο – φήμης γὰρ οὐδὲν ὠκύτερον – , καὶ μετέωρος πᾶσα πόλις ἦν ἀκοῆς ἀεὶ διψῶσα βελτίονος, ἕως διὰ τῶν ἐπιφοιτώντων παντελὴς ῥῶσις εὐηγγελίσθη, δι’ ἣν πάλιν ἐξ ὑπαρχῆς ἐπὶ τὰς αὐτὰς ἐτρέποντο θυμηδίας, ἰδίαν ἑαυτῶν νομίζουσαι σωτηρίαν πᾶσαι μὲν ἤπειροι πᾶσαι δὲ νῆσοι.   19. μέμνηται γὰρ οὐδεὶς τοσαύτην μιᾶς χώρας ἢ ἑνὸς ἔθνους γενέσθαι χαρὰν ἐπὶ σωτηρίᾳ καὶ καταστάσει ἡγεμόνος, ὅσην ἐπὶ Γαΐῳ συμπάσης τῆς οἰκουμένης καὶ παραλαβόντι τὴν ἀρχὴν καὶ ῥωσθέντι ἐκ τῆς ἀσθενείας.   20. ὥσπερ γὰρ ἐκ νομάδος βίου καὶ θηριώδους νῦν πρῶτον ἀρχόμενοι μεταβάλλειν πρὸς τὸ σύννομον καὶ ¦ ὁμοδίαιτον καὶ ἐξ ἐρημίας καὶ σηκῶν καὶ ὑπωρειῶν εἰσοικίζεσθαι πόλεσι τειχήρεσι καὶ ἐξ ἀνεπιτροπεύτου ζωῆς ὑπὸ ἐπιτρόπῳ τάττεσθαι νομεῖ τινι καὶ ἀγελάρχῃ τῆς ἡμερωτέρας ἀγέλης ἐγεγήθεσαν ἀγνοίᾳ τῆς ἀληθείας·   21. τυφλώττει γὰρ ὁ ἀνθρώπινος νοῦς πρὸς τὴν τοῦ συμφέροντος ὄντως αἴσθησιν εἰκασίᾳ καὶ στοχασμῷ μᾶλλον ἢ ἐπιστήμῃ χρῆσθαι δυνάμενος.

 

IV

22. Εὐθὺς γοῦν οὐκ εἰς μακρὰν ὁ σωτὴρ καὶ εὐεργέτης εἶναι νομισθεὶς καί τινας ἀγαθῶν πηγὰς νέας ἐπομβρήσειν Ἀσίᾳ τε καὶ Εὐρώπῃ πρὸς εὐδαιμονίαν ἀκαθαίρετον, ἰδίᾳ τε ἑκάστῳ καὶ πᾶσι κοινῇ, τὸ λεγόμενον δὴ τοῦτο “ἀφ’ ἱερᾶς” ἤρξατο μεταβαλὼν πρὸς τὸ ἀτίθασον, μᾶλλον δὲ ἣν συνεσκίαζεν ἀγριότητα τῷ πλάσματι τῆς ὑποκρίσεως ἀναφήνας.   23. τὸν γὰρ ἀνεψιὸν καὶ κοινωνὸν ἀπολειφθέντα τῆς ἀρχῆς καὶ οἰκειότερον αὐτοῦ διάδοχον – ὁ μὲν γὰρ θέσει υἱωνὸς ἦν, ὁ δὲ φύσει Τιβερίου – κτείνει προφασισάμενος ἐπιβουλήν, μηδὲ τῆς ἡλικίας χωρούσης ἔγκλημα τοιοῦτον· ἄρτι γὰρ ἐκ παίδων εἰς μειράκιον ὁ δύστηνος μετῄει.   24. καὶ ὥς γέ φασί τινες, εἰ βραχὺν ἐπεβίω χρόνον Τιβέριος, ὁ μὲν ἂν ἐκποδὼν ἐγεγένητο Γάιος, δι’ ὑποψιῶν κεχωρηκὼς ἀνηκέστων, ὁ δὲ γνήσιος υἱωνὸς μόνος ἀπεδέδεικτο ἡγεμὼν καὶ κληρονόμος τῆς παππῴας ἀρχῆς.   25. ἀλλ’ ὁ μὲν ὑπὸ τῆς εἱμαρμένης ἔφθη συναρπασθείς, πρὶν ἐπὶ τέλος ἀγαγεῖν τὰ βουλεύματα· Γάιος δὲ τὴν ἐκ τοῦ παραβαίνειν τὰ πρὸς τὸν κοινωνὸν δίκαια διαβολὴν ἐνόμιζεν ἀποδράσεσθαι καταστρατηγῶν.   26. τὸ δὲ σόφισμα τοιοῦτον ἦν· συναγαγὼν τοὺς ἐν τέλει “βούλομαι μὲν” ἔφη “τὸν γένει μὲν ἀνεψιὸν εὐνοίᾳ δὲ ἀδελφόν, ἑπόμενος καὶ τῇ τοῦ τετελευτηκότος Τιβερίου γνώμῃ, κοινοπραγεῖν τῆς αὐτοκρατοῦς ἐξουσίας· ὁρᾶτε δὲ καὶ αὐτοὶ νήπιον ἔτι ὄντα κομιδῇ καὶ χρῄζοντα ἐπιτρόπων καὶ διδασκάλων καὶ παιδαγωγῶν.   27. ἐπεὶ τί ἂν ἦν μεῖζον ἀγαθὸν ἢ τὰ τοσαῦτα βάρη τῆς ἡγεμονίας μὴ μίαν ψυχὴν ἢ σῶμα ἓν ἐπηχθίσθαι, ἀλλ’ ἔχειν τὸν δυνησόμενον ἐπελαφρίζειν καὶ συνεπικουφίζειν; ἐγὼ δὲ” ἔφη “παιδαγωγοὺς καὶ διδασκάλους καὶ ἐπιτρόπους ὑπερβαλὼν ἐμαυτὸν μὲν ἤδη γράφω πατέρα, υἱὸν δὲ ἐκεῖνον.”

 

V

¦ 28. τούτοις καὶ τοὺς παρόντας ἀπατήσας καὶ τὸ μειράκιον – δέλεαρ γὰρ ἦν ἡ θέσις οὐκ ἐλπιζομένης ἡγεμονίας, ἀλλ’ ἀφαιρέσεως ἧς εἶχεν ἤδη – τῷ συγκληρονόμῳ καὶ κοινωνῷ δικαίῳ μετὰ πολλῆς ἀδείας οὐδενὸς ἔτι πεφροντικὼς ἐπεβούλευεν. ἡ γὰρ υἱοῦ παντελὴς ἐξουσία κατὰ τοὺς τῶν Ῥωμαίων νόμους ἀνάκειται πατρί, δίχα τοῦ καὶ ἀνυπεύθυνον ἀρχὴν εἶναι τὴν αὐτοκράτορα, μηδενὸς ἐπὶ τοῖς ὁπωσοῦν πεπραγμένοις λόγον ἀπαιτεῖν τολμῶντος ἢ δυναμένου.   29. τοῦτον μὲν δὴ καθάπερ ἐν τοῖς ἀγῶσιν ἔφεδρον ὑπολαβὼν εἶναι καταπαλαίει, μήτε συντροφίας μήτε οἰκειότητος μήτε ἡλικίας οἶκτον λαβών, δύστηνον, ὠκύμορον, συνάρχοντα, συγκληρονόμον, τὸν ἐλπισθέντα ποτὲ καὶ μόνον αὐτοκράτορα διὰ τὴν πρὸς Τιβέριον ἐγγυτάτω συγγένειαν· υἱωνοὶ γὰρ πατέρων ἀποθανόντων ἐν υἱῶν τάξει παρὰ πάπποις καταριθμοῦνται.   30. λέγεται δὲ ὅτι καὶ κελευσθεὶς αὐτοχειρίᾳ κτείνειν ἑαυτόν, ἐφεστώτων ἑκατοντάρχου καὶ χιλιάρχου, οἷς εἴρητο μὴ συνεφάψασθαι τοῦ ἄγους, ὡς οὐκ ἐξὸν αὐτοκρατόρων ἀπογόνους πρὸς ἑτέρων ἀναιρεῖσθαι – νόμων γὰρ ἐν ἀνομίαις καὶ ὁσιότητος ἐν ἀνοσιουργίαις ἐμέμνητο κατειρωνευόμενος τὴν φύσιν τῆς ἀληθείας – , ἀπείρως ἔχων – οὐδὲ γὰρ ἕτερόν τινα κτεινόμενον εἶδεν οὐδὲ ἤσκητό πω ταῖς ὁπλομαχίαις, αἳ μελέται καὶ προγυμνάσματα παίδων ἐφ’ ἡγεμονίᾳ τρεφομένων εἰσὶ διὰ τοὺς ἐνισταμένους πολέμους – τὸ μὲν πρῶτον τοὺς ἥκοντας παρεκάλει τὸν αὐχένα προτείνας ἀνελεῖν.   31. ὡς δ’ οὐχ ὑπέμενον, αὐτὸς λαβὼν τὸ ξίφος ἐπυνθάνετο τὸν καιριώτατον τόπον ὑπ’ ἀγνοίας καὶ ἀηθείας, ἵνα εὐσκόπῳ πληγῇ τὴν ἀθλίαν ζωὴν ἀπορρήξῃ. καὶ οἱ μὲν οἷα διδάσκαλοι κακοδαιμονίας ὑφηγοῦντό τε καὶ ἐδείκνυσαν τὸ μέρος, ᾧ χρὴ τὸ ξίφος ἐπενεγκεῖν· ὁ δὲ πρώτην καὶ ὑστάτην μάθησιν ἀναδιδαχθεὶς ἀνδροφόνος αὐτὸς αὑτοῦ γίνεται βιασθείς, ὁ δύστηνος.

 

VI

32. Ἐπεὶ δὲ ὁ πρῶτος καὶ μέγιστος ἆθλος οὗτος Γαΐῳ κατείργαστο, μηδενὸς ἔτι λειπομένου <κοινωνοῦ> τῆς ἡγεμονίας πρὸς ὃν ἀποκλινοῦσί τινες τῶν ἐθελοκακούντων καὶ ἐν ὑποψίαις ὄντων, ἐπὶ δεύτερον εὐθὺς ἐκονίετο τὸν Μάκρωνος, ἀνδρὸς εἰς πάντα αὐτῷ ¦ συναγωνισαμένου τὰ τῆς ἀρχῆς, οὐ μόνον ἀποδειχθέντι ἡγεμόνι – κολακείας γὰρ ἴδιον τὰς εὐπραγίας θεραπεύειν – ἀλλὰ καὶ πρότερον εἰς τὸ τυχεῖν τῆς ἡγεμονίας.   33. ὁ γὰρ Τιβέριος φρονήσει βαθείᾳ χρώμενος καὶ τῶν κατ’ αὐτὸν ἁπάντων δεινότατος ὢν ἀφανὲς ἀνθρώπου βούλημα συνιδεῖν καὶ ἐπὶ τοσοῦτον συνέσει διενεγκών, ἐφ’ ὅσον καὶ εὐτυχίᾳ, πολλάκις ὑπεβλέπετο τὸν Γάιον ὡς κακόνουν μὲν ἅπαντι τῷ Κλαυδίων οἴκῳ, προσκείμενον δὲ μόνῳ τῷ μητρῴῳ γένει – καὶ ἐδεδίει περὶ τοῦ υἱωνοῦ, μὴ νέος ἀπολειφθεὶς παραπόληται – ,   34. πρὸς δὲ ἀρχὴν καὶ τοσαύτην ἀνεπιτηδείως ἔχοντα διά τε τὸ τῆς φύσεως ἄμικτον καὶ ἀκοινώνητον καὶ τὴν τῶν ἠθῶν ἀνωμαλίαν· ἀλλόκοτα γὰρ αὐτῷ καὶ ἐπιμανῆ κατεφαίνετο, μηδεμιᾶς σῳζομένης ἀκολουθίας, μήτε ἐν λόγοις μήτε ἐν ἔργοις.   35. ἃ παντὶ σθένει κατὰ τὸ παρεῖκον ὁ Μάκρων ἐθεράπευε, τὰς μὲν ὑπονοίας τοῦ Τιβερίου καὶ ἐν οἷς μάλιστ’ ἐδόκει τὴν διάνοιαν ἑλκοῦσθαι διὰ τὸν ἄληκτον ἐπὶ τῷ υἱωνῷ φόβον ἐξιώμενος.   36. εὔνουν γὰρ καὶ πειθαρχικὸν ἀπέφαινε τὸν Γάιον καὶ σφόδρα ἡττημένον τοῦ ἀνεψιοῦ, ὡς ἕνεκα φιλοστοργίας καὶ μόνῳ ἂν ἐθελῆσαι τῆς ἀρχῆς ὑπεκστῆναι· τὴν δὲ αἰδῶ μὴ λυσιτελῆσαι πολλοῖς, ὑφ’ ἧς καὶ Γάιον ἁπλοῦν ὄντα ποικίλον νομίζεσθαι.   37. καὶ ὁπότε μὴ πείθοι τὰ εἰκότα διεξιών, τὴν ἀπὸ συνθηκῶν <πίστιν> ἐπέφερεν, “ἐγγυῶμαι” λέγων, “ἀξιόχρεώς εἰμι πρὸς πίστιν· ἱκανὰς ἀποδείξεις δέδωκα τοῦ φιλόκαισαρ ἰδίως καὶ φιλοτιβέριος εἶναι, τὴν ἐπίθεσιν καὶ καθαίρεσιν ἐγχειρισθεὶς Σηιανοῦ.”   38. καὶ συνόλως δὲ ἱκανὸς ἦν ἐν τοῖς εἰς Γάιον ἐπαίνοις, εἰ δεῖ καλεῖν ἀξίως ἐπαίνους τὰς ἀπολογίας, αἳ πρὸς τὰς ἐξ ὑπονοιῶν αἰτίας καὶ κατηγορίας ἀδήλους καὶ ἀσαφεῖς ἐγίνοντο· συνόλως γὰρ ὅσα περὶ ἀδελφῶν εἴποι τις ἂν ἢ υἱῶν γνησίων ἐγκώμια, τοσαῦτα καὶ ἔτι πλείω Μάκρων ὑπὲρ Γαΐου διεξῄει πρὸς Τιβέριον.   39. αἴτιον δέ, ὡς ὁ τῶν πολλῶν λόγος, οὐ μόνον τὸ ἀντιθεραπεύεσθαι πρὸς αὐτοῦ τὸν Μάκρωνα, πλεῖστον ἢ καὶ σύμπαν ἐν τῇ ἡγεμονίᾳ δυνάμενον, ἀλλὰ καὶ ἡ Μάκρωνος γυνὴ διὰ σιωπωμένην αἰτίαν, ἣ καθ’ ἑκάστην ἡμέραν ἤλειφε καὶ συνεκρότει τὸν ἄνδρα μηδὲν ἀνιέναι σπουδῆς καὶ βοηθείας τῆς ὑπὲρ τοῦ νεανίσκου. δεινὸν δὲ γυνὴ γνώμην ἀνδρὸς παραλῦσαι καὶ παραγαγεῖν, καὶ μάλιστα μαχλάς· ἕνεκα γὰρ τοῦ συνειδότος κολακικωτέρα γίνεται.   40. ὁ δὲ τὴν διαφθορὰν μὲν τοῦ γάμου καὶ τῆς οἰκίας ἀγνοῶν, τὴν ¦ δὲ κολακείαν εὔνοιαν ἀκραιφνεστάτην εἶναι νομίζων, ἀπατᾶται καὶ λανθάνει τοῖς στρατηγήμασι τοὺς ἐχθίστους ὡς φιλτάτους προσιέμενος.

 

VII

41. Εἰδὼς οὖν, ὅτι παρὰ μικρὸν ἐλθόντα μυριάκις αὐτὸν ἀπολέσθαι διέσωσεν, ἀνυπούλοις καὶ πεπαρρησιασμέναις ἐχρῆτο ταῖς νουθεσίαις· ἐβούλετο γάρ, ὡς ἀγαθὸς δημιουργός, ἀκαθαίρετον διαμεῖναι τὸ οἰκεῖον ἔργον, μήτε ὑπ’ αὐτοῦ διαλυθὲν μήτε ὑφ’ ἑτέρου.   42. ὁπότε οὖν ἢ καταδαρθόντα ἐν συμποσίῳ θεάσαιτο, περιανίστη στοχαζόμενος ἅμα μὲν τοῦ πρέποντος ἅμα δὲ καὶ τῆς ἀσφαλείας – εὐεπιβούλευτον γὰρ ὁ κοιμώμενος – , ἤ τινας ἐκμανῶς ὀρχηστὰς ὁρῶντα ἢ ἔστιν ὅτε συνορχούμενον ἢ ἐπὶ μίμοις αἰσχρῶν καὶ σκωμμάτων μὴ ὑπομειδιῶντα σεμνότερον ἀλλὰ μειρακιωδέστερον καγχάζοντα ἢ κιθαρῳδῶν ἢ χορῶν τῆς ἐμμελείας ἡττώμενον, ἔστιν ὅπου καὶ συνᾴδοντα, ἔνυττε πλησίον καθεζόμενος ἢ κατακεκλιμένος καὶ ἐπέχειν ἐπειρᾶτο.   43. πολλάκις δὲ καὶ ἐπικλίνας πρὸς οὖς, ἵνα μὴ κατακούοι τις ἕτερος, ἡσυχῇ καὶ πρᾴως ἐνουθέτει φάσκων· “οὐδενὶ τῶν παρόντων ἀλλ’ οὐδὲ τῶν ἄλλων ἀνθρώπων ὅμοιον εἶναί σε δεῖ, οὔτε ἐν θεάμασιν οὔτε ἐν ἀκούσμασιν οὔτε ἐν τοῖς ἄλλοις ἅπασιν ὅσα κατὰ τὰς αἰσθήσεις, ἀλλὰ προφέρειν ἐπὶ τοσοῦτον ἐν ἑκάστῳ τῶν περὶ τὸν βίον, ἐφ’ ὅσον καὶ ταῖς εὐτυχίαις διενήνοχας.   44. ἄτοπον γὰρ τὸν ἡγεμόνα γῆς καὶ θαλάττης νικᾶσθαι πρὸς ᾠδῆς ἢ ὀρχήσεως ἢ χλευαστικοῦ σκώμματος ἤ τινος τῶν ὁμοιοτρόπων, ἀλλὰ μὴ ἀεὶ καὶ πανταχοῦ μεμνῆσθαι τῆς ἡγεμονίας, καθάπερ ποιμένα τινὰ καὶ ἐπιστάτην ἀγέλης, τὰ πρὸς βελτίωσιν ἀπὸ παντὸς οὑτινοσοῦν ἐφ’ ἑαυτὸν ἕλκοντα καὶ λόγου καὶ πράγματος.”   45. εἶτα ἔφασκεν· “ὅταν παρατυγχάνῃς σκηνικοῖς ἀγῶσιν ἢ γυμνικοῖς ἢ τοῖς κατὰ τὰς ἱπποδρομίας, μὴ σκόπει τὰ ἐπιτηδεύματα, ἀλλὰ τὴν ἐν τοῖς ἐπιτηδεύμασι κατόρθωσιν, καὶ λάμβανε τὸν τοιοῦτον λογισμόν·   46. εἰ τὰ μηδὲν ὠφελοῦντα τὸν ἀνθρώπινον βίον, τέρψιν δὲ καὶ ἡδονὴν αὐτὸ μόνον παρέχοντα θεαταῖς, ἐκπονοῦσιν οὕτω τινές, ὡς ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι καὶ γέρα καὶ τιμὰς καὶ στεφάνους μετὰ κηρυγμάτων λαμβάνειν, τί χρὴ πράττειν τὸν τῆς ἀνωτάτω καὶ μεγίστης τέχνης ἐπιστήμονα;   47. μεγίστη δὲ καὶ ἀρίστη τέχνη πασῶν ἐστιν ἡ ἡγεμονία, δι’ ἧς πᾶσα μὲν ἡ ἀγαθὴ καὶ βαθεῖα πεδιάς τε καὶ ὀρεινὴ γεωργεῖται, πᾶσα δὲ θάλαττα φορτηγοῖς ὁλκάσιν ἀκινδύνως διαπλεῖται κατὰ τὰς ἀντιδόσεις ὧν ἀλλήλαις ἀγαθῶν ἀντεκτίνουσιν αἱ χῶραι κοινωνίας ἱμέρῳ, τὰ μὲν ἐνδέοντα λαμβάνουσαι, ὧν δ’ ἄγουσι περιουσίαν ¦ ἀντιπέμπουσαι.   48. φθόνος γὰρ οὐδέποτε πᾶσαν τὴν οἰκουμένην ἐκράτησεν, ἀλλ’ οὐδὲ τὰς μεγάλας αὐτῆς ἀποτομάς, ὅλην Εὐρώπην ἢ ὅλην Ἀσίαν· ἀλλ’ ἰοβόλου τρόπον ἑρπετοῦ φωλεύει βραχέσιν εἰσερπύσας χωρίοις ἀνδρὶ ἑνὶ ἢ οἴκῳ ἑνὶ ἤ, εἴ ποτε πολὺς ἄγαν πνέοι, πόλει μιᾷ· πρὸς δὲ μείζονα κύκλον ἔθνους ἢ χώρας οὐ πρόσεισι, καὶ μάλιστα ἀφ’ οὗ τὸ ὑμέτερον γένος τὸ Σεβαστὸν ὄντως ἤρξατο πρυτανεύειν τῶν πανταχοῦ πάντων.   49. ὅσα μὲν γὰρ εὐημέρει τῶν βλαβερῶν καὶ ἐν μέσοις ἐξητάζετο, πρὸς ἐσχατιὰς ὑπερόρια καὶ Ταρτάρου μυχοὺς ἤλασε, τὰ δὲ τρόπον τινὰ φυγαδευθέντα τῶν λυσιτελῶν καὶ ὠφελίμων κατήγαγεν ἀπὸ περάτων γῆς καὶ θαλάττης εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην· ἃ πάντα μιᾷ χειρὶ σῇ κυβερνᾶν ἐπιτέτραπται.   50. παραπεμφθεὶς γοῦν ὑπὸ τῆς φύσεως ἐπὶ πρύμναν ἀνωτάτω καὶ τοὺς οἴακας ἐγχειρισθεὶς πηδαλιούχει τὸ κοινὸν ἀνθρώπων σκάφος σωτηρίως, ἐπὶ μηδενὶ μᾶλλον χαίρων καὶ τερπόμενος ἢ τῷ τοὺς ὑπηκόους εὐεργετεῖν.   51. ἄλλοι μὲν γὰρ ἄλλων ἔρανοι, οὓς ἀναγκαίως εἰσφέρουσιν ἰδιῶται κατὰ πόλεις· ἄρχοντι δὲ οἰκειότατος ἔρανος, βουλὰς ἀγαθὰς εἰσηγεῖσθαι περὶ τῶν ὑποτεταγμένων καὶ πράττειν τὰ βουλευθέντα ὀρθῶς καὶ ἀταμίευτα προφέρειν τὰ ἀγαθὰ πλουσίᾳ χειρὶ καὶ γνώμῃ, πλὴν ὅσα κατὰ πρόνοιαν τῆς εἰς τὸ μέλλον ἀδηλότητος ἄξιον παραφυλάττειν.”

 

VIII

52. Τοιούτοις κατεπῇδεν ὁ δυστυχής, ὥστε βελτιῶσαι τὸν Γάιον. ὁ δὲ φίλερις καὶ φιλόνεικος ὢν ἐπὶ τἀναντία τὴν διάνοιαν ἔτρεπεν, ὥσπερ εἰς ἐκεῖνα παρακληθείς, καὶ τὸν σωφρονιστὴν ἄντικρυς ἀπεθάρρει δυσωπεῖν, ἔστι δὲ ὅτε καὶ πόρρωθεν ἀφικνούμενον ὁρῶν πρὸς τοὺς πλησίον ταυτὶ διελάλει·   53. “πάρεστιν ὁ διδάσκαλος τοῦ μηκέτι μανθάνειν ὀφείλοντος, ὁ παιδαγωγὸς τοῦ μηκέτι παιδὸς ὄντος, ὁ νουθετητὴς τοῦ φρονιμωτέρου, ὁ τὸν αὐτοκράτορα τῷ ὑπηκόῳ πειθαρχεῖν ἀξιῶν, ἐθάδα τῆς ἡγεμονικῆς ἐπιστήμης καὶ παιδευτὴν ἑαυτὸν γράφει, παρὰ τίνι μαθὼν τὰ ἀρχικὰ ἔγωγε οὐκ οἶδα.   54. ἐμοὶ μὲν γὰρ ἐξ ἔτι σπαργάνων μυρίοι διδάσκαλοι γεγόνασι, πατέρες, ἀδελφοί, θεῖοι, ἀνεψιοί, πάπποι, πρόγονοι μέχρι τῶν ἀρχηγετῶν, οἱ ἀφ’ αἵματος πάντες καθ’ ἑκάτερον γένος τό τε πατρῷον καὶ μητρῷον, αὐτοκρατεῖς ἐξουσίας περιποιησάμενοι, χωρὶς τοῦ κἀν ταῖς πρώταις τῶν σπερμάτων καταβολαῖς εἶναί τινας δυνάμεις βασιλικὰς τῶν ἡγεμονικῶν.   55. ὡς γὰρ αἱ τοῦ σώματος καὶ τῆς ψυχῆς ὁμοιότητες κατά τε τὴν μορφὴν καὶ σχέσεις καὶ κινήσεις βουλάς τε καὶ πράξεις ἐν τοῖς σπερματικοῖς σῴζονται λόγοις, οὕτως εἰκὸς ἐν τοῖς αὐτοῖς ὑπογράφεσθαι τυπωδέστερον ¦ καὶ τὴν πρὸς ἡγεμονίαν ἐμφέρειαν.   56. εἶτα ἐμὲ τὸν καὶ πρὸ τῆς γενέσεως ἔτι κατὰ γαστρὸς ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ διαπλασθέντα αὐτοκράτορα τολμᾷ τις διδάσκειν, ἀνεπιστήμων ἐπιστήμονα; ποῦ γὰρ τοῖς ἰδιώταις πρὸ μικροῦ θέμις εἰς ἡγεμονικῆς ψυχῆς παρακύψαι βουλεύματα; τολμῶσι δὲ ὑπ’ ἀναισχύντου θράσους ἱεροφαντεῖν καὶ τελεῖν τὰ ἡγεμονικὰ μόλις ἂν ἐν μύσταις ἀναγραφέντες.”   57. ἐκ δὲ τοῦ κατ’ ὀλίγον μελετῶν ἀλλοτριοῦσθαι τοῦ Μάκρωνος ἤρχετο καὶ ψευδεῖς μὲν πιθανὰς δὲ καὶ εὐπαραγώγους κατ’ αὐτοῦ πλάττειν αἰτίας· δειναὶ γὰρ αἱ εὔθικτοι καὶ μεγάλαι φύσεις εἰκοτολογῆσαι.   58. τοιαῦται δὲ ἦσαν αἱ προφάσεις· “ἐμόν ἐστι τοῦ Μάκρωνος ἔργον Γάιος· μᾶλλον αὐτὸν ἢ οὐχ ἧττον τῶν γονέων γεγέννηκα· τρίς, οὐχ ἅπαξ, ἀνήρπαστο ἂν ἐπ’ αὐτῷ Τιβερίου φονῶντος, εἰ μὴ δι’ ἐμὲ καὶ τὰς ἐμὰς παρηγορίας· ἀλλὰ καὶ τελευτήσαντος ἔχων ὑπηκόους τὰς στρατιωτικὰς δυνάμεις εὐθὺς εἰς τὴν ἐκείνου παρέπεμψα τάξιν, ἀναδιδάσκων ὅτι ἀνδρὸς ἑνὸς γέγονεν ἔνδεια· μένει δὲ ἄρτιος καὶ πλήρης ἡ ἡγεμονία.”   59. τούτοις συνεπείθοντό τινες ὡς ἀψευδέσιν ἀγνοοῦντες τὸν φένακα τρόπον τοῦ λέγοντος· οὔπω γὰρ ἦν τὸ πεπλασμένον αὐτοῦ καὶ ποικίλον τῶν ἠθῶν ἐμφανές. ἀλλὰ γὰρ οὐ πολλαῖς ὕστερον ἡμέραις ἐκποδὼν ὁ κακοδαίμων γίνεται σὺν τῇ γυναικί, τῆς περιττῆς εὐνοίας ἀμοιβὰς τὰς ἀνωτάτω τιμωρίας ἀντιλαβών.   60. τοιοῦτόν ἐστιν ἡ εἰς τοὺς ἀχαρίστους χάρις· ἀντὶ γὰρ ὧν ὠφελήθησαν, παρέχουσι τὰς μεγίστας ζημίας τοῖς εὐεργετήσασιν. ὁ γοῦν Μάκρων πάντα ἐπ’ ἀληθείας πραγματευσάμενος μετ’ ἐκτενεστάτης σπουδῆς καὶ φιλοτιμίας, τὸ μὲν πρῶτον ὑπὲρ τοῦ σῶσαι Γάιον, ἔπειτα δὲ ὑπὲρ τοῦ μόνον τὴν ἡγεμονίαν διαδέξασθαι, τοιαῦτα εὕρατο τὰ ἐπίχειρα.   61. λέγεται γάρ, ὅτι ἠναγκάσθη ὁ δείλαιος αὐτοχειρίᾳ κτεῖναι ἑαυτὸν καὶ τὴν αὐτὴν ἀνεδέξατο συμφορὰν ἡ γυνή, καίτοι ποτὲ νομισθεῖσα διὰ συνηθείας αὐτῷ γενέσθαι· βέβαιον δὲ οὐδέν φασι τῶν ἐν ἔρωτι φίλτρων εἶναι διὰ τὸ τοῦ πάθους ἁψίκορον.

 

IX

62. Ἐπειδὴ δὲ καὶ ὁ Μάκρων πανοίκιος ἱέρευτο, τρίτῳ ἐπαπεδύετο δόλῳ βαρυτέρῳ. πενθερὸς ἐγεγένητο αὐτῷ Μάρκος Σιλανός, μεστὸς φρονήματος ἀνὴρ καὶ γένει λαμπρός. οὗτος ὠκυμόρου τῆς θυγατρὸς ἀποθανούσης ἔτι περιεῖπε τὸν Γάιον, εὔνοιαν προσφερόμενος οὐ πενθεροῦ μᾶλλον ἢ γνησίου πατρός, ἧς ἐνόμιζεν ἀντιλήψεσθαι κατὰ νόμον ἰσότητος μεθαρμοσάμενος τὸν γαμβρὸν εἰς υἱόν. ἐλελήθει δὲ ἄρα ψευδοδοξῶν καὶ ἀπατώμενος.   ¦ 63. ὁ μὲν γὰρ τοὺς τοῦ κηδεμόνος λόγους ἀεὶ διεξῄει μηδὲν ἐπικρυπτόμενος τῶν εἰς βελτίωσιν καὶ ὠφέλειαν ἠθῶν καὶ βίου καὶ ἡγεμονίας, ἔχων εἰς παρρησίαν καὶ μεγάλας ἀφορμὰς ὑπερβάλλουσάν τε εὐγένειαν καὶ τὴν κατ’ ἐπιγαμίαν οἰκειότητα· καὶ γὰρ ἡ θυγάτηρ οὐ πρὸ πολλῶν ἐτεθνήκει χρόνων, ὡς ἀμαυρωθῆναι τὰ δίκαια τῶν κηδεστῶν, ἀλλὰ μόνον οὐκ ἤσπαιρεν, ἔτι λειψάνων τινῶν ὑστάτων τοῦ ψυχικοῦ πνεύματος ἐνυπαρχόντων καὶ ἐγκατειλημμένων τῷ σώματι.   64. ὁ δὲ πρὸς ὕβρεως τὰς νουθεσίας λαμβάνων τῷ πάντων οἴεσθαι φρονιμώτατος καὶ σωφρονέστατος ἔτι δὲ ἀνδρειότατος εἶναι καὶ δικαιότατος ἤχθαιρε μᾶλλον τῶν ὁμολογουμένων πολεμίων τοὺς διδάσκοντας.   65. ὑπολαβὼν οὖν καὶ τοῦτον εἶναι παρενόχλημα, τὴν πολλὴν αὐτοῦ ῥύμην τῶν ἐπιθυμιῶν ἐφέξοντα, πολλὰ χαίρειν φράσας τοῖς δαίμοσι τῆς ἀποθανούσης γυναικός, εἰ πατέρα μὲν ἐκείνης ἑαυτοῦ δὲ γενόμενον πενθερὸν μεταστήσεται, δολοφονεῖ.

 

X

66. Καὶ τὸ πρᾶγμα ἤδη περιβόητον τοῖς ἐπαλλήλοις τῶν πρώτων ἀνδρῶν φόνοις ἐγεγένητο, ὡς διὰ παντὸς στόματος δυσκάθαρτα ἄγη συνηχεῖσθαι, φανερῶς μὲν οὐ διὰ δέος, ἠρεμαιοτέρᾳ δὲ τῇ φωνῇ.   67. κἄπειτα ἐκ μεταβολῆς – ὄχλος γὰρ ἀνίδρυτον ἐν ἅπασι, καὶ βουλαῖς καὶ λόγοις καὶ πράγμασιν – ἀπιστοῦντες, εἰ οὕτως ἀθρόαν ἐνδέδεκται τροπὴν ὁ πρὸ μικροῦ χρηστὸς καὶ φιλάνθρωπος ἴσος τε καὶ κοινωνικὸς εἶναι νομισθεὶς Γάιος, ἀπολογίας ἐσκόπουν καὶ διερευνῶντες εὕρισκον, ἐπὶ μὲν τῷ ἀνεψιῷ καὶ συγκληρονόμῳ τοιαῦτα φάσκοντες·   68. “ἀκοινώνητον ἀρχή, θεσμὸς φύσεως ἀκίνητος. οὗτος ἃ παθεῖν ἐμέλλησεν ἂν ὑπ’ ἀδυνατωτέρου προδιέθηκεν ἰσχυρότερος ὤν· ἄμυνα τοῦτ’ ἔστιν, οὐκ ἀνδροφονία. τάχα δὲ καὶ προνοητικῶς ἐπ’ ὠφελείᾳ τοῦ σύμπαντος ἀνθρώπων γένους τὸ μειράκιον ἐκποδὼν γεγένηται, τῶν μὲν τούτῳ τῶν δὲ ἐκείνῳ προσκληρουμένων, ἐξ ὧν ταραχαὶ ἐμφύλιοί τε καὶ ξενικοὶ πόλεμοι συνίστανται. τί δὲ ἄμεινον εἰρήνης; εἰρήνη δὲ ἐξ ἡγεμονίας ὀρθῆς φύεται· ἡγεμονία δὲ ἀφιλόνεικος καὶ ἀνερίθευτος ὀρθὴ μόνη, δι’ ἧς καὶ τἄλλα πάντα κατορθοῦται.”   69. ἐπὶ δὲ Μάκρωνι· “πλέον ἐφυσήθη τοῦ μετρίου· τὸ Δελφικὸν γράμμα οὐ διανέγνω, τὸ ‘γνῶθι σαυτόν’· φασὶ δὲ τὴν μὲν ἐπιστήμην εὐδαιμονίας τὴν δὲ ἄγνοιαν κακοδαιμονίας αἰτίαν εἶναι. τί παθὼν ὑπηλλάττετο καὶ μετετίθει τὸν μὲν ὑπήκοον αὑτὸν εἰς τάξιν ἄρχοντος, τὸν δὲ αὐτοκράτορα Γάιον ¦ εἰς ὑπηκόου χώραν; οἰκειότατον ἡγεμόνι μὲν τὸ προστάττειν, ὅπερ ἐποίει Μάκρων, ὑπηκόῳ δὲ τὸ πειθαρχεῖν, ὅπερ ὑπομένειν ἠξίου Γάιον.”   70. ἐκάλουν γὰρ οἱ ἀνεξέταστοι τὴν παραίνεσιν πρόσταξιν καὶ τὸν σύμβουλον ἄρχοντα, ἤτοι μὴ συνιέντες ὑπ’ ἀναισθησίας ἢ διὰ κολακείαν τὰς φύσεις τῶν ὀνομάτων ὁμοῦ καὶ πραγμάτων μεταχαράττοντες.   71. ἐπὶ δὲ Σιλανῷ· “χλεύης ἄξιον ὁ Σιλανὸς ἔπαθεν, οἰηθεὶς πενθερὸν τοσοῦτον παρὰ γαμβρῷ δύνασθαι, ὅσον πατέρα γνήσιον παρ’ υἱῷ. καίτοι πατέρες ἰδιῶται γενομένων ἐν ἀρχαῖς μεγάλαις καὶ ἐξουσίαις υἱῶν ὑποστέλλουσιν, ἀγαπητῶς φερόμενοι δευτερεῖα. ὁ δὲ ἠλίθιος, οὐδὲ πενθερὸς ὢν ἔτι, τὰ μὴ καθ’ ἑαυτὸν προσπεριειργάζετο μὴ συνιείς, ὅτι θανάτῳ τῆς θυγατρὸς συνετεθνήκει καὶ ἡ κατ’ ἐπιγαμίαν οἰκειότης·   72. δεσμὸς γὰρ οἴκων ὀθνείων αἱ ἐπιγαμίαι τὴν ἀλλοτριότητα εἰς οἰκειότητα συνάγων, οὗ λυθέντος λέλυται καὶ τὰ τῆς κοινωνίας, καὶ μάλιστα ὅταν ἀνεπανορθώτῳ πράγματι λυθῇ, τελευτῇ τῆς εἰς ἀλλότριον οἶκον δεδομένης ἐπὶ γάμῳ.”   73. τοιαῦτα ἐν ἅπασι τοῖς συλλόγοις ἐθρύλουν πλεῖστον διδόντες μέρος τῷ μὴ βούλεσθαι δοκεῖν ὠμὸν εἶναι τὸν αὐτοκράτορα· χρηστότητα γὰρ καὶ φιλανθρωπίαν ἐλπίσαντες ὅσην παρ’ οὐδενὶ τῶν προτέρων ἐνιδρύσθαι τῇ Γαΐου ψυχῇ σφόδρα ἄπιστον ἐνόμιζον, εἰ τοσαύτην καὶ οὕτως ἀθρόαν ἐνδέδεκται μεταβολὴν πρὸς τἀναντία.

 

XI

74. Κατεργασάμενος οὖν τρεῖς τοὺς εἰρημένους ἄθλους ἐκ τριῶν τῶν ἀναγκαιοτάτων μερῶν, δυοῖν μὲν ἐκ τῆς πατρίδος τοῦ τε βουλευτικοῦ καὶ τοῦ τῆς ἱππικῆς τάξεως, τρίτου δὲ τοῦ συγγενικοῦ, καὶ ὑπολαβὼν τῶν ἰσχυροτάτων καὶ δυνατωτάτων περιγεγενημένος καταπληκτικώτατον δέος ἐνειργάσθαι τοῖς ἄλλοις ἅπασι,   75. διὰ μὲν τῆς Σιλανοῦ σφαγῆς τοῖς βουλευταῖς – ἦν γὰρ οὐδενὸς τῶν ἐν συγκλήτῳ δεύτερος – , διὰ δὲ τῆς Μάκρωνος τοῖς ἱππικοῖς – οἷα γὰρ χοροῦ τινος ἡγεμὼν ἐγεγένητο φερόμενος τὰ πρωτεῖα τιμῆς καὶ εὐδοξίας – , διὰ δὲ τῆς τοῦ ἀνεψιοῦ καὶ συγκληρονόμου τοῖς ἀφ’ αἵματος ἅπασιν, οὐκέτι ἠξίου μένειν ἐν τοῖς τῆς ἀνθρωπίνης φύσεως ὅροις, ἀλλ’ ὑπερέκυπτε σπουδάζων θεὸς νομίζεσθαι.   76. καὶ ἐν ἀρχῇ ταύτης τῆς παραπληξίας φασὶν αὐτὸν χρήσασθαι τοιούτῳ λογισμῷ· καθάπερ γὰρ οἱ τῶν ἄλλων ζῴων ἀγελάρχαι, βουκόλοι καὶ αἰπόλοι καὶ νομεῖς, οὔτε βόες εἰσὶν οὔτε αἶγες οὔτε ἄρνες, ἀλλ’ ¦ ἄνθρωποι κρείττονος μοίρας καὶ κατασκευῆς ἐπιλαχόντες, τὸν αὐτὸν τρόπον ἀγελαρχοῦντα κἀμὲ τῆς ἀρίστης ἀνθρώπων γένους ἀγέλης νομιστέον διαφέρειν καὶ μὴ κατ’ ἄνθρωπον εἶναι, μείζονος δὲ καὶ θειοτέρας μοίρας τετυχηκέναι.   77. ταύτην τὴν ὑπόληψιν ἐνσφραγισάμενος τῇ διανοίᾳ περιέφερεν ὁ ἠλίθιος ἐν ἑαυτῷ μυθικὸν πλάσμα ὡς ἀψευδεστάτην ἀλήθειαν. καὶ ἐπειδὴ ἅπαξ ἐθρασύνατο καὶ ἀπετόλμησεν εἰς τοὺς πολλοὺς ἐξενεγκεῖν τὴν ἀθεωτάτην ἐκθέωσιν αὑτοῦ, τὰ ἀκόλουθα καὶ συνῳδὰ πράττειν ἐπεχείρει καὶ οἷα δι’ ἀναβαθμῶν ἐκ τοῦ κατ’ ὀλίγον εἰς τὸ ἄνω προῄει.   78. ἤρχετο γὰρ ἐξομοιοῦν τὸ πρῶτον τοῖς λεγομένοις ἡμιθέοις ἑαυτόν, Διονύσῳ καὶ Ἡρακλεῖ καὶ Διοσκούροις, Τροφώνιον καὶ Ἀμφιάραον καὶ Ἀμφίλοχον καὶ τοὺς ὁμοίους χρηστηρίοις αὐτοῖς καὶ ὀργίοις χλεύην τιθέμενος κατὰ σύγκρισιν τῆς ἰδίας δυνάμεως.   79. εἶθ’ ὥσπερ ἐν θεάτρῳ σκευὴν ἄλλοτε ἀλλοίαν ἀνελάμβανε, τοτὲ μὲν λεοντῆν καὶ ῥόπαλον, ἀμφότερα ἐπίχρυσα, διακοσμούμενος εἰς Ἡρακλέα, τοτὲ δὲ πίλους ἐπὶ τῆς κεφαλῆς, ὁπότε ἀσκοῖτο εἰς Διοσκούρους· ἔστι δὲ ὅτε κιττῷ καὶ θύρσῳ καὶ νεβρίσιν εἰς Διόνυσον ἠσκεῖτο·   80. καὶ ταύτῃ διαφέρειν ἀξιῶν, ὅτι ἐκείνων μὲν ἕκαστος ἰδίας ἔχων τιμὰς οὐ μετεποιεῖτο ὧν ἐκοινώνουν ἕτεροι, ὁ δὲ τὰς πάντων ἀθρόων ἐσφετερίζετο φθόνῳ καὶ πλεονεξίᾳ, μᾶλλον δὲ καὶ αὐτοὺς ἐκείνους, οὐκ εἰς Γηρυόνην τὸν τρισώματον μεταβαλών, ἵνα τῷ πλήθει παραγάγῃ τοὺς ὁρῶντας, ἀλλ’, ὃ δὴ παραδοξότατον ἦν, ἑνὸς σώματος οὐσίαν μετασχηματίζων καὶ μεταχαράττων εἰς πολυτρόπους μορφάς, Αἰγυπτίου τρόπον Πρωτέως, ὃν εἰσήγαγεν Ὅμηρος μεταβολὰς παντοίας ἐνδεχόμενον εἴς τε τὰ στοιχεῖα καὶ τὰ ἐκ τούτων ζῷα καὶ φυτά.   81. καίτοι τί παρασήμων ἔδει σοι, Γάιε, οἷς ἔθος ἀσκεῖσθαι τὰ τῶν εἰρημένων ἀφιδρύματα; ἐχρῆν γὰρ ζηλοῦν τὰς ἐκείνων ἀρετάς. Ἡρακλῆς ἐκάθηρε γῆν καὶ θάλατταν ἄθλους ἀναγκαιοτάτους καὶ ὠφελιμωτάτους ἅπασιν ἀνθρώποις ὑποστὰς ἕνεκα τοῦ τὰ βλαβερὰ καὶ κακωτικὰ φύσεως ἑκατέρας ἀνελεῖν.   82. Διόνυσος ἡμερώσας ἄμπελον καὶ ποτὸν ἐξ αὐτῆς ἀναχέας ἥδιστον ὁμοῦ καὶ ὠφελιμώτατον ψυχαῖς τε καὶ σώμασι τὰς μὲν ἄγει πρὸς εὐθυμίαν, κακῶν λήθην καὶ ἀγαθῶν ἐλπίδας ἐνεργαζόμενος, τὰ δὲ σώματα ὑγιεινότερα καὶ κραταιότερα καὶ εὐκινητότερα παρασκευάζει·   83. καὶ ἰδίᾳ τε ἕκαστον ἀνθρώπων βελτίονα ποιεῖ καὶ πολυανθρώπους οἰκίας καὶ συγγενείας ἐξ αὐχμηροῦ καὶ ἐπιπόνου βίου μεθαρμόζεται πρὸς ἀνειμένης σχῆμα καὶ ἱλαρᾶς διαίτης καὶ πάσαις πόλεσιν ¦ Ἑλληνικαῖς τε καὶ βαρβαρικαῖς εὐωχίας, εὐφροσύνας, θαλίας, ἑορτὰς ἐπαλλήλους παρέχει· πάντων γὰρ τῶν λεχθέντων αἴτιος ἄκρατος.   84. πάλιν Διοσκούρους λόγος ἔχει κοινώσασθαι τὴν ἀθανασίαν. ἐπειδὴ γὰρ ὁ μὲν θνητὸς ὁ δὲ ἀθάνατος ἦν, οὐκ ἐδικαίωσεν ὁ τῆς κρείττονος μοίρας ἀξιωθεὶς φιλαυτῆσαι μᾶλλον ἢ πρὸς τὸν ἀδελφὸν εὔνοιαν ἐπιδείξασθαι.   85. φαντασιωθεὶς γὰρ τὸν ἄπειρον αἰῶνα καὶ λογισάμενος, ὅτι αὐτὸς μὲν ἀεὶ βιώσεται, ὁ δὲ ἀδελφὸς ἀεὶ τεθνήξεται, καὶ μετὰ τῆς ἀθανασίας ἀθάνατον τὸ ἐπ’ ἐκείνῳ πένθος ἀναδέξεται, θαυμαστὴν ἐμεγαλούργησεν ἀντίδοσιν ἀνακερασάμενος αὑτῷ μὲν τὸ θνητόν, τῷ δὲ ἀδελφῷ τὸ ἄφθαρτον, καὶ ἀνισότητα, τὴν ἀδικίας ἀρχήν, ἐνηφάνισεν ἰσότητι, ἥτις ἐστὶ πηγὴ δικαιοσύνης.

 

XII

86. οὗτοι πάντες, ὦ Γάιε, διὰ τὰς ὑπηργμένας εὐεργεσίας ἐθαυμάσθησαν καὶ ἔτι νῦν θαυμάζονται καὶ σεβασμοῦ τε καὶ τῶν ἀνωτάτω τιμῶν ἠξιώθησαν. εἰπὲ δὴ καὶ αὐτὸς ἡμῖν, ἐπὶ τίνι γαυριᾷς καὶ πεφύσησαι τῶν παραπλησίων;   87 ἐμιμήσω τοὺς Διοσκούρους εἰς φιλαδελφίαν; ἵνα ἐντεῦθεν ἄρξωμαι. τὸν μὲν ἀδελφὸν καὶ συγκληρονόμον ἐν ἀκμῇ τῆς πρώτης ἡλικίας, ὦ σιδήρειε καὶ ἀνηλεέστατε, ὠμῶς ἀπέσφαξας, τὰς <δ’> ἀδελφὰς ὕστερον ἐφυγάδευσας· μὴ καὶ αὗται τὸν περὶ ἀφαιρέσεως ἀρχῆς φόβον εἰργάζοντό σοι;   88. ἐμιμήσω Διόνυσον; εὑρετὴς καινῶν γέγονας χαρίτων ὡς ἐκεῖνος; εὐφροσύνης κατέπλησας τὴν οἰκουμένην; Ἀσία καὶ Εὐρώπη τὰς ἐκ σοῦ γεγενημένας δωρεὰς οὐ χωρεῖ;   89. καινὰς μὲν οὖν τέχνας καὶ ἐπιστήμας ἀνεῦρες ὡς κοινὸς λυμεὼν καὶ παλαμναῖος, αἷς μεταβάλλεις τὰ ἡδέα καὶ χαρτὰ πρὸς ἀηδίας καὶ λύπας καὶ ἀβίωτον βίον τοῖς πανταχοῦ πᾶσι, τὰ μὲν παρ’ ἑτέροις ἀγαθὰ καὶ καλὰ πάντα σφετεριζόμενος ἀπλήστοις καὶ ἀκορέστοις ταῖς ἐπιθυμίαις, τὰ ἀπὸ τῶν ἑῴων, τὰ ἀπὸ τῶν ἑσπερίων, τὰ ἀπὸ τῶν ἄλλων τοῦ παντὸς κλιμάτων, εἴ τινα ἢ κατὰ μεσημβρίαν ἦν ἢ πρὸς ἄρκτον, τὰ δὲ ἀπὸ τῆς σαυτοῦ πικρίας καὶ ὅσα ταῖς ἐπαράτοις καὶ ἰοβόλοις ψυχαῖς γεννᾶν ἔθος βλαβερὰ καὶ ἐπιζήμια ἀντιδιδοὺς καὶ ἀντιπέμπων· διὰ ταῦτα ὁ νέος Διόνυσος ἡμῖν ἀνεφάνης;   90. ἀλλὰ καὶ Ἡρακλέα ἐζήλωσας τοῖς ἀκαμάτοις σαυτοῦ πόνοις καὶ ταῖς ἀτρύτοις ἀνδραγαθίαις, εὐνομίας καὶ εὐδικίας εὐθηνίας τε καὶ εὐετηρίας καὶ τῆς τῶν ἄλλων ἀγαθῶν ἀφθονίας, ὧν ἡ βαθεῖα εἰρήνη δημιουργός, ἀναπλήσας ἠπείρους τε καὶ νήσους, ὁ ἀγεννέστατος, ὁ δειλίας μεστός, ὁ τῶν μὲν εἰς εὐστάθειαν καὶ εὐδαιμονίαν ἁπάντων κενώσας τὰς πόλεις, μεστὰς δὲ τῶν ¦ εἰς ταραχὰς καὶ θορύβους καὶ τὴν ἀνωτάτω βαρυδαιμονίαν ἀναφήνας;   91. ἐπὶ δὲ ταῖς τοσαύταις φοραῖς, ἃς ἤνεγκας ἐπ’ ὀλέθρῳ, εἰπέ μοι, Γάιε, ζητεῖς ἀθανασίας μεταλαχεῖν, ἵνα μὴ ὀλιγοχρονίους καὶ ἐφημέρους ἀλλὰ ἀθανάτους ἀπεργάσῃ συμφοράς; ἐγὼ δὲ νομίζω τοὐναντίον, εἰ καί τις ἔδοξας γεγενῆσθαι θεός, πάντως ἄν σε μεταβαλεῖν ἕνεκα τῶν πονηρῶν ἐπιτηδευμάτων εἰς θνητὴν φύσιν· εἰ γὰρ ἀθανατίζουσιν ἀρεταί, πάντως φθείρουσι κακίαι.   92. μήτε οὖν ἐν Διοσκούροις γράφου τοῖς φιλαδελφοτάτοις, ὁ σφαγεὺς καὶ λυμεὼν τῶν ἀδελφῶν γεγονώς, μήτε Ἡρακλέους ἢ Διονύσου τιμῆς κοινοπράγει τῶν τὸν βίον ὀνησάντων, ὁ κακωτὴς καὶ διαφθορεὺς ὧν ἔδρασαν ἐκεῖνοι.

 

XIII

93. Τοσαύτη δέ τις περὶ αὐτὸν ἦν λύττα καὶ παράφορος καὶ παράκοπος μανία, ὥστε καὶ τοὺς ἡμιθέους ὑπερβὰς ἐπανῄει καὶ ἐπαπεδύετο τοῖς τῶν μειζόνων καὶ ἀμφιθαλῶν εἶναι δοκούντων σεβασμοῖς Ἑρμοῦ καὶ Ἀπόλλωνος καὶ Ἄρεως.   94. Ἑρμοῦ τὸ πρῶτον, κηρυκείοις καὶ πεδίλοις καὶ χλαμύσιν ἐνσκευαζόμενος τάξιν τε ἐν ἀταξίᾳ καὶ τὸ ἀκόλουθον ἐν συγχύσει καὶ λογισμὸν ἐν φρενοβλαβείᾳ παρεπιδεικνύμενος·   95. εἶτα, ὁπότε δόξειεν αὐτῷ, τὰ μὲν ἀπετίθετο, εἰς δὲ Ἀπόλλωνα μετεμορφοῦτο καὶ μετεσκευάζετο, στεφάνοις μὲν ἀκτινοειδέσι τὴν κεφαλὴν ἀναδούμενος, τόξον δὲ τῇ εὐωνύμῳ καὶ βέλη κρατῶν χειρί, Χάριτας δὲ τῇ δεξιᾷ προτείνων, ὡς δέον τὰ μὲν ἀγαθὰ ὀρέγειν ἐξ ἑτοίμου καὶ τετάχθαι τὴν βελτίονα τάξιν τὴν ἐπὶ δεξιά, τὰς δὲ κολάσεις ὑποστέλλειν καὶ τὴν καταδεεστέραν χώραν κεκληρῶσθαι τὴν ἐπ’ εὐώνυμα.   96. χοροί τε εὐθὺς εἱστήκεσαν συγκεκροτημένοι, παιᾶνας εἰς αὐτὸν ᾄδοντες, οἱ πρὸ μικροῦ Βάκχον καὶ Εὐήιον καὶ Λυαῖον ὀνομάζοντες καὶ ὕμνοις γεραίροντες, ἡνίκα τὴν Διονυσιακὴν ἀνελάμβανε σκευήν.   97. πολλάκις δὲ καὶ θώρακα ἐνδυόμενος ξιφήρης προῄει μετὰ κράνους καὶ ἀσπίδος, Ἄρης ἀνακαλούμενος· καὶ παρ’ ἑκάτερα οἱ Ἄρεως τοῦ καινοῦ [καὶ νέου] θεραπευταὶ συμπροῄεσαν, ἀνδροφόνων καὶ δημοκοίνων θίασος, ὑπηρετήσοντες κακὰς ὑπηρεσίας φονῶντι καὶ διψῶντι ἀνθρωπείου αἵματος.   98. εἶτα τοῖς ταῦτα ὁρῶσι κατάπληξις ἦν ἐπὶ τῷ παραλόγῳ, καὶ ἐθαύμαζον, πῶς ὁ τἀναντία δρῶν οἷς ἰσότιμος εἶναι προαιρεῖται τὰς μὲν ἀρετὰς αὐτῶν ἐπιτηδεύειν οὐκ ἀξιοῖ, τοῖς δὲ παρασήμοις εἰς ἕκαστον σκευάζεται. καίτοι τὰ περίαπτα ταῦτα καὶ προκοσμήματα ξοάνοις καὶ ἀγάλμασι προσκαθίδρυται, διὰ συμβόλων μηνύοντα τὰς ὠφελείας, ¦ ἃς παρέχονται τῷ γένει τῶν ἀνθρώπων οἱ τιμώμενοι.   99. πέδιλα Ἑρμῆς ὑποδεῖται πτερῶν ταρσοὺς ἔχοντα· διὰ τί; ἆρα οὐχ ὅτι προσήκει τὸν ἑρμηνέα καὶ προφήτην τῶν θείων, ἀφ’ οὗ καὶ Ἑρμῆς ὠνόμασται, τὰ ἀγαθὰ διαγγέλλοντα – κακοῦ γὰρ οὐχ ὅτι θεὸς ἀλλ’ οὐδὲ σοφὸς ἀνὴρ γίνεται μηνυτής – ποδωκέστατόν τε εἶναι καὶ μόνον οὐ πτηνὸν φέρεσθαι διὰ σπουδὴν ἀνυπέρθετον; ἐπειδὴ τὰ λυσιτελῆ φθάνοντας εὐαγγελίζεσθαι προσήκει, καθάπερ τὰ παλίμφημα μέλλοντας, εἰ μὴ ἐπιτρέποι τις αὐτὰ ἡσυχάζεσθαι.   100. πάλιν κηρύκειον ἀναλαμβάνει δεῖγμα συμβατηρίων σπονδῶν· πόλεμοι γὰρ ἀνοχὰς καὶ διαλύσεις λαμβάνουσι διὰ κηρύκων εἰρήνην καθισταμένων· οἱ δὲ ἀκήρυκτοι συμφορὰς ἀτελευτήτους ἀπεργάζονται καὶ τοῖς ἐπιφέρουσι καὶ τοῖς ἀμυνομένοις.   101. Γάιος δὲ πρὸς τίνα χρείαν πέδιλα ἀνελάμβανεν; ἢ ἵνα τὰ δύσφημα καὶ δυσώνυμα, δέον ἡσυχάζεσθαι, βοηδρομῆται τάχει συντόνῳ πάντῃ συνηχοῦντα; καίτοι τί κινήσεως ἐπεσπευσμένης ἔδει; μένων γὰρ κακὰ ἐπὶ κακοῖς ἀμύθητα ὥσπερ ἐξ ἀενάων πηγῶν εἰς ἅπαντα τὰ μέρη τῆς οἰκουμένης ὤμβρει.   102. τί δὲ δεῖ κηρυκείου τῷ μηδὲν εἰρηναῖόν ποτε μήτε εἰπόντι μήτε δράσαντι, πᾶσαν δὲ οἰκίαν καὶ πόλιν ἐμφυλίων ἀναπλήσαντι πολέμων κατά τε τὴν Ἑλλάδα καὶ βάρβαρον; ἀποθέσθω δὴ τὸν Ἑρμῆν, ἀφοσιωσάμενος τὴν ἀνοίκειον κλῆσιν, ὁ ψευδώνυμος.

 

XIV

103. τί δὲ τῶν Ἀπολλωνιακῶν ἐμφερές ἐστι παρ’ αὐτῷ; στέφανον ἀκτινωτὸν φορεῖ, εὖ πως ἀπομαξαμένου τὰς ἡλιακὰς ἀκτῖνας τοῦ τεχνίτου. ἐκείνῳ δὲ ἥλιος ἢ φῶς συνόλως ἀσπαστόν ἐστιν, ἀλλ’ οὐχὶ νὺξ <καὶ σκότος> καὶ εἴ τι σκότους ἀφεγγέστερον εἰς τὴν τῶν ἐκνόμων ἔργων διάθεσιν; ἐπειδὴ τὰ μὲν καλὰ περιαυγείας μεσημβρινῆς δεῖται πρὸς ἐπίδειξεν, τὰ δὲ αἰσχρά φασιν ἐσχατιᾶς Ταρτάρου, εἰς ὃν ἄξιον συνωθεῖσθαι δεόντως ἐπικρυφθησόμενα.   104. μεταθέτω καὶ τὰ ἐν ἑκατέρᾳ χειρὶ καὶ μὴ κιβδηλευέτω τὴν τάξιν. τὰ μὲν βέλη καὶ τόξα τῇ δεξιᾷ προφερέτω· βάλλειν γὰρ καὶ τοξεύειν εὐσκόπως οἶδεν ἄνδρας, γυναῖκας, συγγενείας ὅλας, εὐανδρούσας πόλεις, ἐπ’ ὀλέθρῳ παντελεῖ.   105. τὰς δὲ Χάριτας ἢ ῥιψάτω θᾶττον ἢ τῇ εὐωνύμῳ συσκιαζέτω· τὸ γὰρ κάλλος ᾔσχυνεν αὐτῶν, προσοφθαλμιῶν καὶ προσκεχηνὼς ταῖς μεγάλαις οὐσίαις εἰς ἁρπαγὰς ἀδίκους, αἷς ἐπικατεσφάττοντο οἱ δεσπόται τῆς εὐτυχίας ἕνεκα κακοδαιμονοῦντες.   106. ἀλλὰ καὶ τὴν ἰατρικὴν Ἀπόλλωνος εὖ πως μετεχάραξεν. ὁ μὲν γὰρ σωτηρίων φαρμάκων εὑρετὴς ἐγένετο πρὸς ὑγείαν ἀνθρώπων, ἀξιῶν καὶ τὰς ὑφ’ ἑτέρων ἐγγινομένας νόσους αὐτὸς ἰᾶσθαι διὰ τὴν ἐκ φύσεως καὶ ἐπιτηδεύσεως ὑπερβάλλουσαν ¦ ἡμερότητα.   107. ὁ δὲ ἔμπαλιν νόσους μὲν τοῖς ὑγιαίνουσι, πηρώσεις δὲ τοῖς ὁλοκλήροις, καὶ συνόλως θανάτους τοῖς ζῶσι χειροποιήτους πρὸ τοῦ μοιριδίου χαλεποὺς ἐπέφερε, πάντα τὰ φθοροποιὰ χορηγίαις ἀφθόνοις παρεσκευασμένος, οἷς, εἰ μὴ ἔφθασε προαναιρεθεὶς ὑπὸ τῆς δίκης [χρήσασθαι], κἂν τὸ ἐν ἑκάστῃ πόλει δοκιμώτατον ἤδη διέφθαρτο.   108. πρὸς τοὺς γὰρ ἐν τέλει καὶ πλουσίους εὐτρεπεῖς ἦσαν αἱ παρασκευαί, καὶ μάλιστα τοὺς ἐν Ῥώμῃ καὶ τῇ ἄλλῃ Ἰταλίᾳ, παρ’ οἷς ἄργυρος καὶ χρυσὸς τεθησαύρισται τοσοῦτος, ὥστε, εἰ σύμπας ὁ ἐξ ἁπάσης τῆς ἄλλης οἰκουμένης ἀπὸ περάτων αὐτῶν συνενεχθείη, πολλῷ καταδεέστερος ἂν εὑρεθῆναι. διὰ τοῦτο ἀπὸ τῆς πατρίδος ὥσπερ ἀφ’ ἱερᾶς ἤρχετο τὰ σπέρματα τῆς εἰρήνης ἀπορρίπτειν, ὁ μισόπολις, ὁ δημοβόρος, ἡ λύμη, τὸ φθοροποιὸν κακόν.   109. λέγεται μὴ μόνον ἰατρὸς ἀλλὰ καὶ μάντις ἀγαθὸς Ἀπόλλων εἶναι, χρησμοῖς προλέγων τὰ μέλλοντα πρὸς ὠφέλειαν ἀνθρώπων, ἵνα μή τις ἐπισκιασθεὶς αὐτῶν περὶ τὸ ἄδηλον ἀπροοράτως καθάπερ τυφλὸς τοῖς ἀβουλήτοις ὡς λυσιτελεστάτοις ἐπιτρέχων ἐπεμπίπτῃ, προμαθὼν δὲ τὸ μέλλον ὡς ἤδη παρὸν καὶ βλέπων αὐτὸ τῇ διανοίᾳ οὐχ ἧττον ἢ τὰ ἐν χερσὶν ὀφθαλμοῖς σώματος φυλάττηται, προνοούμενος τοῦ μηδὲν ἀνήκεστον παθεῖν.   110. ἆρα ἄξιον τούτοις ἀντιθεῖναι τὰ παλίμφημα Γαΐου λόγια, δι’ ὧν πενίαι καὶ ἀτιμίαι καὶ φυγαὶ καὶ θάνατοι προεμηνύοντο τοῖς πανταχοῦ τῶν ἐν τέλει καὶ δυνατῶν; τίς οὖν κοινωνία πρὸς Ἀπόλλωνα τῷ μηδὲν οἰκεῖον ἢ συγγενὲς ἐπιτετηδευκότι; πεπαύσθω καὶ ὁ ψευδώνυμος Παιὰν τὸν ἀληθῆ Παιᾶνα μιμούμενος· οὐ γὰρ ὥσπερ τὸ νόμισμα παράκομμα καὶ θεοῦ μορφὴ γίνεται.

 

XV

111. πάντα γε μὴν ἐλπίσειεν ἄν τις <μᾶλλον> ἢ τοιοῦτον σῶμα καὶ ψυχήν, ἄμφω μαλακὰ καὶ κατεαγότα, τῇ περὶ ἑκάτερον Ἄρεως ἀλκῇ δυνηθῆναί ποτε ἐξομοιωθῆναι· ὁ δὲ ὥσπερ ἐπὶ σκηνῆς ἐναλλάττων πολυειδῆ προσωπεῖα φαντασίαις ψευδέσιν ἠπάτα τοὺς ὁρῶντας.   112. φέρε δ’ οὖν, μηδὲν τῶν περὶ σῶμα καὶ ψυχὴν ἐξεταζέσθω διὰ τὴν ἐν πάσαις σχέσεσι καὶ κινήσεσιν ἀλλοτριότητα πρὸς τὸν εἰρημένον δαίμονα· τὴν Ἄρεως οὖν, οὐχὶ τοῦ μεμυθευμένου, τοῦ δὲ ἐν τῇ φύσει λόγου, ὃν ἀνδρεία κεκλήρωται, δύναμιν οὐκ ἴσμεν ἀλεξίκακον οὖσαν καὶ βοηθὸν καὶ παραστάτιν ἀδικουμένων, ὡς καὶ αὐτό που δηλοῖ τοὔνομα;   113. παρὰ γὰρ τὸ ἀρήγειν, ὅπερ βοηθεῖν ἐστι, κατὰ γλῶτταν Ἄρης ὠνομάσθαι μοι δοκεῖ, καθαιρετικὸς πολέμων, δημιουργὸς εἰρήνης, ἧς ἐχθρὸς μὲν ἦν ἕτερος, ἑταῖρος δὲ πολέμων, τὴν εὐστάθειαν εἰς ταραχὰς καὶ στάσεις μεθαρμοζόμενος.

 

XVI

¦ 114. Ἆρά γε ἤδη μεμαθήκαμεν ἐκ τούτων, ὅτι οὐδενὶ θεῶν ἀλλ’ οὐδὲ ἡμιθέων ἐξομοιοῦσθαι δεῖ Γάιον, μήτε φύσεως μήτε οὐσίας ἀλλὰ μηδὲ προαιρέσεως τετυχηκότα τῆς αὐτῆς; τυφλὸν δέ, ὡς ἔοικεν, ἡ ἐπιθυμία, καὶ μάλισθ’ ὅταν προσλάβῃ κενοδοξίαν ὁμοῦ καὶ φιλονεικίαν μετὰ τῆς μεγίστης ἐξουσίας, ὑφ’ ἧς ἡμεῖς οἱ πρότερον εὐτυχεῖς ἐπορθούμεθα.   115. μόνους γὰρ Ἰουδαίους ὑπεβλέπετο, ὡς δὴ μόνους τἀναντία προῃρημένους καὶ δεδιδαγμένους ἐξ αὐτῶν τρόπον τινὰ σπαργάνων ὑπὸ γονέων καὶ παιδαγωγῶν καὶ ὑφηγητῶν καὶ πολὺ πρότερον τῶν ἱερῶν νόμων καὶ ἔτι τῶν ἀγράφων ἐθῶν ἕνα νομίζειν τὸν πατέρα καὶ ποιητὴν τοῦ κόσμου θεόν.   116. οἱ μὲν γὰρ ἄλλοι πάντες, ἄνδρες, γυναῖκες, πόλεις, ἔθνη, χῶραι, κλίματα γῆς, ὀλίγου δέω φάναι πᾶσα ἡ οἰκουμένη, καίτοι στένοντες ἐπὶ τοῖς γινομένοις, οὐδὲν ἧττον ἐκολάκευον αὐτὸν ἀποσεμνύνοντες πλέον τοῦ μετρίου καὶ τὸν τῦφον συναύξοντες. ἔνιοι δὲ καὶ τὸ βαρβαρικὸν ἔθος εἰς Ἰταλίαν ἤγαγον, τὴν προσκύνησιν, τὸ εὐγενὲς τῆς Ῥωμαϊκῆς ἐλευθερίας παραχαράττοντες.   117. ἓν δὲ μόνον ἔθνος ἐξαίρετον τῶν Ἰουδαίων ὕποπτον ἦν ἀντιπράξειν, εἰωθὸς ἑκουσίους ἀναδέχεσθαι θανάτους ὥσπερ ἀθανασίαν, ὑπὲρ τοῦ μηδὲν τῶν πατρίων περιιδεῖν ἀναιρούμενον, εἰ καὶ βραχύτατον εἴη, διὰ τὸ καθάπερ ἐπὶ τῶν οἰκοδομημάτων ὑφαιρέσει ἑνὸς καὶ τὰ ἔτι παγίως ἑστάναι δοκοῦντα συμπίπτειν πρὸς τὸ κενωθὲν χαλώμενα καὶ καταρρέοντα.   118. μικρὸν δὲ οὐκ ἦν τὸ κινούμενον, ἀλλὰ τὸ μέγιστον τῶν ὄντων, ἀνθρώπου γενητὴν καὶ φθαρτὴν φύσιν εἰς ἀγένητον καὶ ἄφθαρτον ὅσα τῷ δοκεῖν θεοπλαστῆσαι, ὅπερ ἀσεβημάτων ἔκρινεν εἶναι χαλεπώτατον – θᾶττον γὰρ ἂν εἰς ἄνθρωπον θεὸν ἢ εἰς θεὸν ἄνθρωπον μεταβαλεῖν – , δίχα τοῦ καὶ τὰς ἄλλας τὰς ἀνωτάτω κακίας ἀναδέξασθαι, ἀπιστίαν ὁμοῦ καὶ ἀχαριστίαν πρὸς τὸν τοῦ κόσμου παντὸς εὐεργέτην, ὃς τῇ αὑτοῦ δυνάμει τοῖς μέρεσι πᾶσι τοῦ παντὸς ἀφθόνους περιουσίας ἀγαθῶν ἐκδίδωσιν.

 

XVII

119. Μέγιστος οὖν καὶ ἀκήρυκτος πόλεμος ἐπὶ τῷ ἔθνει συνεκροτεῖτο. τί γὰρ ἂν εἴη δούλῳ βαρύτερον κακὸν ἢ δεσπότης ἐχθρός; δοῦλοι δὲ αὐτοκράτορος οἱ ὑπήκοοι, καὶ εἰ μηδενὸς ἑτέρου τῶν προτέρων διὰ τὸ σὺν ἐπιεικείᾳ καὶ μετὰ νόμων ἄρχειν, ἀλλά τοι Γαΐου πᾶσαν ἐκτετμημένου τῆς ψυχῆς ἡμερότητα καὶ παρανομίαν ἐζηλωκότος – νόμον γὰρ ἡγούμενος ἑαυτὸν τοὺς τῶν ἑκασταχοῦ νομοθετῶν ὡς κενὰς ῥήσεις ἔλυεν – · ἡμεῖς δὲ οὐ μόνον ἐν δούλοις ἀλλὰ καὶ δούλων τοῖς ἀτιμοτάτοις ἐγραφόμεθα τοῦ ἄρχοντος τρέποντος εἰς δεσπότην.

 

XVIII

¦ 120. ὅπερ συναισθόμενος ὁ Ἀλεξανδρέων μιγὰς καὶ πεφορημένος ὄχλος ἐπέθετο ἡμῖν, καιρὸν ἐπιτηδειότατον παραπεπτωκέναι ὑπολαβών, καὶ τὸ τυφόμενον ἐκ μακρῶν χρόνων μῖσος ἀνέφηνε πάντα κυκῶν καὶ συνταράττων.   121. ὡς γὰρ ἐκδοθέντας εἰς ὁμολογουμένας καὶ τὰς ἀνωτάτω συμφορὰς ὑπὸ τοῦ αὐτοκράτορος ἢ πολέμῳ κατακρατηθέντας ἐκμανέσι καὶ θηριωδεστάταις ὀργαῖς κατειργάζοντο, ταῖς οἰκίαις ἐπιτρέχοντες, τοὺς δεσπότας αὐταῖς γυναιξὶ καὶ τέκνοις ἐλαύνοντες, ὡς κενὰς οἰκητόρων ἀποφῆναι.   122. ἔπιπλα καὶ κειμήλια οὐκέτι ὡς λῃσταὶ νύκτα καὶ σκότος ἐπιτηροῦντες διὰ φόβον ἁλώσεως ἔκλεπτον, ἀλλὰ φανερῶς μεθ’ ἡμέραν ἐξεφόρουν ἐπιδεικνύμενοι τοῖς ἀπαντῶσιν, ὥσπερ οἱ κεκληρονομηκότες ἢ πριάμενοι παρὰ τῶν κυρίων. εἰ δὲ καὶ πλείους συνέθεντο κοινοπραγῆσαι τῶν ἁρπαγῶν, τὴν λείαν ἐν ἀγορᾷ μέσῃ διενέμοντο, πολλάκις ἐν ὄψεσι τῶν δεσποτῶν, κατακερτομοῦντες καὶ ἐπιχλευάζοντες.   123. δεινὰ μὲν οὖν καθ’ ἑαυτὰ καὶ ταῦτα· πῶς γὰρ οὔ; πένητας ἐκ πλουσίων καὶ ἀπόρους ἐξ εὐπόρων γεγενῆσθαι μηδὲν ἀδικοῦντας ἐξαίφνης καὶ ἀνοίκους καὶ ἀνεστίους, ἐξεωσμένους καὶ πεφυγαδευμένους τῶν ἰδίων οἰκιῶν, ἵνα μεθ’ ἡμέραν καὶ νύκτωρ ὕπαιθροι διατελοῦντες ἢ ταῖς ἀφ’ ἡλίου φλογώσεσιν ἢ νυκτεριναῖς περιψύξεσι διαφθαρῶσι.   124. κουφότερα δὲ τῶν μελλόντων λέγεσθαι ταῦτα· συνελάσαντες γὰρ τοσαύτας μυριάδας ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν καὶ τέκνων καθάπερ βοσκήματα καὶ θρέμματα ἐξ ἁπάσης τῆς πόλεως εἰς μοῖραν ἐλαχίστην οἷά τινα σηκόν, ᾠήθησαν ὀλίγαις ἡμέραις σωροὺς ἀθρόων νεκρῶν ἐφευρήσειν ἢ λιμῷ διαφθαρέντων διὰ σπάνιν τῶν ἀναγκαίων, οὐ προευτρεπισμένων τὰ ἐπιτήδεια κατὰ μαντείαν τῶν ἐξαπιναίων κακοπραγιῶν,   125. ἢ δι’ ὠθισμὸν καὶ πνῖγος, μηδεμιᾶς εὐρυχωρίας προσφερομένης, ἀλλὰ καὶ τοῦ πέριξ ἀέρος κακωθέντος καὶ ὅσον ἦν ἐν αὐτῷ ζωτικὸν ταῖς ἀναπνοαῖς, εἰ δὲ δεῖ τὸ ἀληθὲς εἰπεῖν, τοῖς ἐκπνεόντων ἄσθμασιν ὑποβαλόντος, ὑφ’ ὧν φλεγόμενος καὶ τρόπον τινὰ καταβολῇ πυρετοῦ πιεσθεὶς θερμὸν καὶ ἄτοπον πνεῦμα διὰ μυκτήρων καὶ στόματος εἰσέπεμπε, τὸ λεγόμενον κατὰ τὴν παροιμίαν πῦρ ἐπιφέρων πυρί.   126. τῶν γὰρ ἐντὸς σπλάγχνων ἡ δύναμις ἐκ φύσεως φλογωδεστάτη καθέστηκεν, ἣν ὅταν μὲν αἱ θύραθεν αὖραι μετρίως ψυχραὶ καταπνέωσιν, εὐοδεῖ τὰ τῆς ἀναπνοῆς ὄργανα ταῖς εὐκρασίαις, ὅταν δὲ μεταβάλωσι πρὸς τὸ θερμότερον, ἀνάγκη δυσοδεῖν πυρὸς ἐπεισρέοντος πυρί.

 

XIX

127. μηκέτι οὖν ὑπομένειν τὴν δυσχωρίαν ¦ οἷοί τε ὄντες ἐξεχέοντο εἰς ἐρημίας καὶ αἰγιαλοὺς καὶ μνήματα, γλιχόμενοι σπάσαι καθαροῦ καὶ ἀβλαβοῦς ἀέρος. εἰ δέ τινες ἢ προκατελήφθησαν ἐν τοῖς ἄλλοις μέρεσι τῆς πόλεως ἢ ἀγνοίᾳ τῶν κατασκηψάντων κακῶν ἀγρόθεν παρεγένοντο, πολυτρόπων ἀπέλαυον συμφορῶν, ἢ καταλευόμενοι ἢ κεράμῳ τιτρωσκόμενοι ἢ πρίνου κλάδοις καὶ δρυὸς τὰ καιριώτατα μέρη τοῦ σώματος καὶ μάλιστα κεφαλὴν ἄχρι θανάτου καταγνύμενοι.   128. περικαθήμενοι δὲ ἐν κύκλῳ τινὲς τῶν ἀργεῖν καὶ σχολάζειν εἰωθότων τοὺς συνεληλαμένους καὶ συνεωσμένους εἰς ἐσχατιᾶς βραχύ τι μέρος, ὡς ἔφην, καθάπερ τοὺς τειχήρεις γεγονότας ἐπετήρουν, μή τις ὑπεξέλθῃ λαθών. ἔμελλον δὲ ἄρα οὐκ ὀλίγοι διὰ σπάνιν τῶν ἀναγκαίων ἀλογήσαντες τῆς ἰδίας ἀσφαλείας ἐξιέναι, δέει τοῦ μὴ λιμῷ πανοίκιοι παραπολέσθαι. τούτων τὰς διαλύσεις καραδοκοῦντες ἐπετήρουν καὶ τοὺς συλληφθέντας εὐθὺς διέφθειρον αἰκιζόμενοι πάσαις αἰκίαις.   129. ἕτερος δὲ λόχος ἦν ἐφεδρεύων τοῖς τοῦ ποταμοῦ λιμέσι πρὸς ἁρπαγὴν τῶν καταγομένων Ἰουδαίων καὶ ὧν κατ’ ἐμπορίαν ἐκόμιζον· ἐπεισβαίνοντες γὰρ ταῖς ναυσὶ τὸν φόρτον ἐν ὄψεσι τῶν κυρίων ἐξεφόρουν καὶ αὐτοὺς ἐξαγκωνίζοντες ἐνεπίμπρασαν, ὕλῃ χρώμενοι πηδαλίοις, οἴαξι, κοντοῖς καὶ ταῖς ἐπὶ τῶν καταστρωμάτων σανίσι.   130. τοῖς δὲ ἐν μέσῃ τῇ πόλει κατακαιομένοις οἰκτρότατος ἦν ὄλεθρος· σπάνει γὰρ ἔστιν ὅτε ξύλων φρύγανα συνεφόρουν καὶ ταῦτα ἀνάψαντες ἐπερρίπτουν τοῖς ἀθλίοις· οἱ δὲ ἡμίφλεκτοι καπνῷ τὸ πλέον ἢ πυρὶ διεφθείροντο, τῆς φρυγανώδους ὕλης πῦρ μὲν ἀμενηνὸν καὶ καπνῶδες ἐξαπτούσης καὶ αὐτίκα σβεννυμένης, ἀνθρακοῦσθαι δὲ διὰ κουφότητα μὴ δυναμένης.   131. πολλοὺς δὲ ἔτι ζῶντας ἱμάσι καὶ βρόχοις περιβαλόντες καὶ ἐπισφίγξαντες τὰ σφυρὰ διὰ μέσης κατέσυρον ἀγορᾶς ἐναλλόμενοι καὶ μηδὲ νεκρῶν ἀπεχόμενοι τῶν σωμάτων· διαρτῶντες γὰρ αὐτὰ κατὰ μέλη καὶ μέρη καὶ πατοῦντες οἱ καὶ τῶν ἀτιθάσων θηρίων ὠμότεροι καὶ ἀγριώτεροι πᾶσαν ἰδέαν ἐξανήλισκον, ὡς μηδὲ λείψανον γοῦν ὃ δυνήσεται ταφῆς ἐπιλαχεῖν ὑπολιπέσθαι.

 

XX

132. Τοῦ δὲ ἐπιτρόπου τῆς χώρας, ὃς μόνος ἐδύνατο βουληθεὶς ὥρᾳ μιᾷ τὴν ὀχλοκρατίαν καθελεῖν, προσποιουμένου ἅ τε ἑώρα μὴ ὁρᾶν καὶ ὧν ἤκουε μὴ ἐπακούειν, ἀλλ’ ἀνέδην ἐφιέντος πολεμοποιεῖν καὶ τὴν εἰρήνην συγχέοντος, ἔτι μᾶλλον ἐξοτρυνόμενοι πρὸς ἀναισχύντους καὶ θρασυτέρας ὥρμησαν ¦ ἐπιβουλὰς καὶ συνταξάμενοι στίφη πολυανθρωπότατα τὰς προσευχάς – πολλαὶ δέ εἰσι καθ’ ἕκαστον τμῆμα τῆς πόλεως – τὰς μὲν ἐδενδροτόμησαν τὰς δὲ αὐτοῖς θεμελίοις κατέσκαψαν, εἰς ἃς δὲ καὶ πῦρ ἐμβαλόντες ἐνέπρησαν, ὑπὸ λύττης καὶ μανίας ἔκφρονος ἀλογήσαντες καὶ τῶν πλησίον οἰκιῶν· πυρὸς γάρ, ὁπότε λάβοιτο ὕλης, οὐδὲν ὠκύτερον.   133. καὶ σιωπῶ τὰς συγκαθαιρεθείσας καὶ συμπρησθείσας τῶν αὐτοκρατόρων τιμὰς ἀσπίδων καὶ στεφάνων ἐπιχρύσων καὶ στηλῶν καὶ ἐπιγραφῶν, δι’ ἃ καὶ τῶν ἄλλων ὤφειλον ἀνέχειν· ἀλλ’ ἐθάρρουν ἅτε τὴν ἐκ Γαΐου τίσιν οὐ δεδιότες, ὃν εὖ ἠπίσταντο μῖσος ἄλεκτον ἔχοντα πρὸς Ἰουδαίους, ὡς ὑπονοεῖν, ὅτι οὐδεὶς οὐδὲν αὐτῷ χαρίζοιτο μεῖζον ἢ πάσας κακῶν ἰδέας ἐπιφέρων τῷ ἔθνει.   134. βουλόμενοι δὲ καινοτέραις κολακείαις ὑπελθόντες αὐτὸν ἀνυπευθύνοις χρῆσθαι κατὰ τὸ παντελὲς ταῖς εἰς ἡμᾶς ἐπηρείαις τί ποιοῦσι; προσευχὰς ὅσας μὴ ἐδυνήθησαν ἐμπρήσεσι καὶ κατασκαφαῖς ἀφανίσαι διὰ τὸ πολλοὺς καὶ ἀθρόους πλησίον οἰκεῖν Ἰουδαίους ἕτερον τρόπον ἐλυμήναντο μετὰ τῆς τῶν νόμων καὶ ἐθῶν ἀνατροπῆς· εἰκόνας γὰρ ἐν ἁπάσαις μὲν ἱδρύοντο Γαΐου, ἐν δὲ τῇ μεγίστῃ καὶ περισημοτάτῃ καὶ ἀνδριάντα χαλκοῦν ἐποχούμενον τεθρίππῳ.   135. καὶ τοσοῦτον ἦν τὸ τάχος καὶ τὸ σύντονον τῆς σπουδῆς, ὥστε οὐκ ἔχοντες ἐν ἑτοίμῳ καινὸν τέθριππον ἐκ τοῦ γυμνασίου παλαιότατον <ἐκόμιζον> ἰοῦ γέμον, ἠκρωτηριασμένον ὦτα καὶ οὐρὰς καὶ βάσεις καὶ ἕτερα οὐκ ὀλίγα, ὡς δέ φασί τινες καὶ ὑπὲρ γυναικὸς ἀνατεθὲν τῆς ἀρχαίας Κλεοπάτρας, ἥτις ἦν προμάμμη τῆς τελευταίας.   136. ἡλίκην μὲν οὖν καθ’ αὑτὸ τοῦτο τοῖς ἀναθεῖσιν ἐπέφερε κατηγορίαν, παντί τῳ δῆλον. τί γάρ, εἰ <καὶ> καινὸν γυναικός; τί δέ, εἰ παλαιὸν ἀνδρός; τί δέ, εἰ συνόλως ἐπιφημισθὲν ἑτέρῳ; τοὺς τοιοῦτον ἀνατιθέντας ὑπὲρ αὐτοκράτορος οὐκ εἰκὸς ἦν εὐλαβηθῆναι, μή τις γένηται μήνυσις τῷ πάντα σεμνοποιοῦντι τὰ καθ’ αὑτὸν διαφερόντως;   137. οἱ δέ γε ἐκ πολλοῦ τοῦ περιόντος ἤλπιζον ἐπαινεθήσεσθαι καὶ μειζόνων καὶ λαμπροτέρων ἀπολαύσειν ἀγαθῶν ἕνεκα τοῦ καινὰ τεμένη προσαναθεῖναι Γαΐῳ τὰς προσευχάς, οὐχ ἕνεκα τιμῆς τῆς εἰς ἐκεῖνον, ἀλλ’ ὑπὲρ τοῦ πάντα τρόπον ἐμφορεῖσθαι τῶν ἐπὶ τῷ ἔθνει κακοπραγιῶν.   138. ἐναργεῖς δὲ πίστεις ¦ λαβεῖν ἔστι· πρῶτον μὲν ἀπὸ τῶν βασιλέων· δέκα που σχεδὸν ἢ καὶ πλειόνων ἐν τριακοσίοις ἔτεσιν ἑξῆς γενομένων, ἀνάθεσιν εἰκόνων ἢ ἀνδριάντων ἐν προσευχαῖς οὐδεμίαν ἐποιήσαντο, καίτοι γε οἰκείων ὄντων καὶ συγγενῶν, οὓς θεοὺς καὶ ἐνόμιζον καὶ ἔγραφον καὶ ἐκάλουν.   139. τί δὲ οὐκ ἔμελλον ἀνθρώπους γε ὄντας οἱ κύνας καὶ λύκους καὶ λέοντας καὶ κροκοδείλους καὶ ἄλλα πλείονα θηρία καὶ ἔνυδρα καὶ χερσαῖα καὶ πτηνὰ θεοπλαστοῦντες, ὑπὲρ ὧν βωμοὶ καὶ ἱερὰ καὶ ναοὶ καὶ τεμένη κατὰ πᾶσαν Αἴγυπτον ἵδρυνται;

 

XXI

140. τάχα που νῦν φήσουσι τότε οὐκ ἂν εἰπόντες – τὰς γὰρ τῶν ἀρχόντων εὐπραγίας μᾶλλον ἢ τοὺς ἄρχοντας αὐτοὺς εἰώθασι θεραπεύειν – , ὅτι μείζους μὲν οἱ αὐτοκράτορες τὰ ἀξιώματα καὶ τὰς τύχας τῶν Πτολεμαίων εἰσί, μειζόνων δὲ καὶ τιμῶν τυγχάνειν ὀφείλουσιν.   141. εἶτα, ὦ πάντων ἀνθρώπων, ἵνα μηδὲν ἀναγκασθῶ βλάσφημον εἰπεῖν, εὐηθέστατοι, διὰ τί τὸν πρὸ Γαΐου Τιβέριον, ὃς κἀκείνῳ τῆς ἡγεμονίας αἴτιος γέγονε, τρία πρὸς τοῖς εἴκοσιν ἔτη γῆς καὶ θαλάσσης ἀναψάμενον τὸ κράτος καὶ μηδὲ σπέρμα πολέμου μήτε κατὰ τὴν Ἑλλάδα μήτε κατὰ τὴν βάρβαρον ὑποτυφόμενον ἐάσαντα, τὴν δὲ εἰρήνην καὶ τὰ τῆς εἰρήνης ἀγαθὰ παρασχόμενον ἄχρι τῆς τοῦ βίου τελευτῆς ἀφθόνῳ καὶ πλουσίᾳ χειρὶ καὶ γνώμῃ, τῆς ὁμοίας τιμῆς οὐκ ἠξιώσατε;   142. τὸ γένος ἦν ἐλάττων; ἀλλ’ εὐγενέστατος κατ’ ἀμφοτέρους τοὺς γονεῖς. ἀλλὰ τὴν παιδείαν; καὶ τίς ἦν φρονιμώτερος ἢ λογιώτερος ἐκείνου τῶν κατ’ αὐτὸν ἀκμασάντων; ἀλλὰ τὴν ἡλικίαν; καὶ ποῖος μᾶλλον ἢ βασιλέων ἢ αὐτοκρατόρων εὐγήρως; οὐ μὴν ἀλλὰ καὶ ἔτι νέος ὢν ὁ πρεσβύτης ἐλέγετο δι’ αἰδῶ τὴν περὶ τὴν ἀγχίνοιαν. οὗτος οὖν ὁ τοιοῦτος καὶ τοσοῦτος ὑμῖν παρώφθη καὶ παρεσύρη.   143. τί δέ; ὁ τὴν ἀνθρωπίνην φύσιν ὑπερβαλὼν ἐν ἁπάσαις ταῖς ἀρεταῖς, ὁ διὰ μέγεθος ἡγεμονίας αὐτοκρατοῦς ὁμοῦ καὶ καλοκαγαθίας πρῶτος ὀνομασθεὶς Σεβαστός, οὐ διαδοχῇ γένους ὥσπερ τι κλήρου μέρος τὴν ἐπωνυμίαν λαβών, ἀλλ’ αὐτὸς γενόμενος ἀρχὴ σεβασμοῦ καὶ τοῖς ἔπειτα; ὁ τοῖς μὲν πράγμασι τεταραγμένοις καὶ συγκεχυμένοις ἐπιστάς, ὅτε εὐθὺς παρῆλθεν ἐπὶ τὴν τῶν κοινῶν ἐπιμέλειαν;   144. νῆσοι γὰρ πρὸς ἠπείρους καὶ ἤπειροι πρὸς νήσους περὶ πρωτείων ἀντεφιλονείκουν ἡγεμόνας ἔχουσαι καὶ προαγωνιστὰς Ῥωμαίων τοὺς ἐν τέλει δοκιμωτάτους· καὶ αὖθις τὰ μεγάλα τμήματα τῆς οἰκουμένης, Ἀσία πρὸς Εὐρώπην καὶ Εὐρώπη πρὸς Ἀσίαν, ἡμιλλῶντο περὶ κράτους ἀρχῆς, τῶν Εὐρωπαίων καὶ Ἀσιανῶν ἐθνῶν ἀπὸ ἐσχάτων γῆς ἀναστάντων καὶ βαρεῖς πολέμους ¦ ἀντεπιφερόντων διὰ πάσης γῆς καὶ θαλάττης πεζομαχίαις <καὶ ναυμαχίαις>, ὡς μικροῦ σύμπαν τὸ ἀνθρώπων γένος ἀναλωθὲν ταῖς ἀλληλοκτονίαις εἰς τὸ παντελὲς ἀφανισθῆναι, εἰ μὴ δι’ ἕνα ἄνδρα καὶ ἡγεμόνα, τὸν Σεβαστόν [οἶκον], ὃν ἄξιον καλεῖν ἀλεξίκακον.   145. οὗτός ἐστιν ὁ Καῖσαρ, ὁ τοὺς καταρράξαντας πανταχόθι χειμῶνας εὐδιάσας, ὁ τὰς κοινὰς νόσους Ἑλλήνων καὶ βαρβάρων ἰασάμενος, αἳ κατέβησαν μὲν ἀπὸ τῶν μεσημβρινῶν καὶ ἑῴων, ἔδραμον δὲ καὶ μέχρι δύσεως καὶ πρὸς ἄρκτον, τὰ μεθόρια χωρία καὶ πελάγη κατασπείρασαι τῶν ἀβουλήτων·   146. οὗτός ἐστιν ὁ τὰ δεσμά, οἷς κατέζευκτο καὶ ἐπεπίεστο ἡ οἰκουμένη, παραλύσας, οὐ μόνον ἀνείς· οὗτος ὁ καὶ τοὺς φανεροὺς καὶ ἀφανεῖς πολέμους διὰ τὰς ἐκ λῃστῶν ἐπιθέσεις ἀνελών· οὗτος ὁ τὴν θάλατταν πειρατικῶν μὲν σκαφῶν κενὴν ἐργασάμενος, φορτίδων δὲ πληρώσας·   147. οὗτος ὁ τὰς πόλεις ἁπάσας εἰς ἐλευθερίαν ἐξελόμενος, ὁ τὴν ἀταξίαν εἰς τάξιν ἀγαγών, ὁ τὰ ἄμικτα ἔθνη καὶ θηριώδη πάντα ἡμερώσας καὶ ἁρμοσάμενος, ὁ τὴν μὲν Ἑλλάδα Ἑλλάσι πολλαῖς παραυξήσας, τὴν δὲ βάρβαρον ἐν τοῖς ἀναγκαιοτάτοις τμήμασιν ἀφελληνίσας, ὁ εἰρηνοφύλαξ, ὁ διανομεὺς τῶν ἐπιβαλλόντων ἑκάστοις, ὁ τὰς χάριτας ἀταμιεύτους εἰς μέσον προθείς, ὁ μηδὲν ἀποκρυψάμενος ἀγαθὸν ἢ καλὸν ἐν ἅπαντι τῷ ἑαυτοῦ βίῳ.

 

XXII

148. τοῦτον οὖν τὸν τοσοῦτον εὐεργέτην ἐν τρισὶ καὶ τεσσαράκοντα ἐνιαυτοῖς, οὓς ἐπεκράτησεν Αἰγύπτου, παρεκαλύψαντο, μηδὲν ἐν προσευχαῖς ὑπὲρ αὐτοῦ, μὴ ἄγαλμα, μὴ ξόανον, μὴ γραφὴν ἱδρυσάμενοι.   149. καὶ μὴν εἴ τινι καινὰς καὶ ἐξαιρέτους ἔδει ψηφίζεσθαι τιμάς, ἐκείνῳ προσῆκον ἦν, οὐ μόνον ὅτι τοῦ Σεβαστοῦ γένους ἀρχή τις ἐγένετο καὶ πηγή, οὐδὲ ὅτι πρῶτος καὶ μέγιστος καὶ κοινὸς εὐεργέτης, ἀντὶ πολυαρχίας ἑνὶ κυβερνήτῃ παραδοὺς τὸ κοινὸν σκάφος οἰακονομεῖν ἑαυτῷ, θαυμασίῳ τὴν ἡγεμονικὴν ἐπιστήμην – τὸ γὰρ “οὐκ ἀγαθὸν πολυκοιρανίη” λέλεκται δεόντως, ἐπειδὴ πολυτρόπων αἴτιαι κακῶν αἱ πολυψηφίαι – , ἀλλ’ ὅτι καὶ πᾶσα ἡ οἰκουμένη τὰς ἰσολυμπίους αὐτῷ τιμὰς ἐψηφίσαντο.   150. καὶ μαρτυροῦσι ναοί, προπύλαια, προτεμενίσματα, στοαί, ὡς ὅσαι τῶν πόλεων, ἢ νέα ἢ παλαιά, ἔργα φέρουσι μεγαλοπρεπῆ, τῷ κάλλει καὶ μεγέθει τῶν Καισαρείων παρευημερεῖσθαι, καὶ μάλιστα κατὰ τὴν ἡμετέραν Ἀλεξάνδρειαν.   151. οὐδὲν γὰρ τοιοῦτόν ἐστι τέμενος, οἷον τὸ λεγόμενον Σεβαστεῖον, ἐπιβατηρίου Καίσαρος νεώς, <ὃς> ἀντικρὺ τῶν εὐορμοτάτων λιμένων μετέωρος ἵδρυται μέγιστος καὶ ἐπιφανέστατος καὶ ¦ οἷος οὐχ ἑτέρωθι κατάπλεως ἀναθημάτων, [ἐν] γραφαῖς καὶ ἀνδριάσι καὶ ἀργύρῳ καὶ χρυσῷ περιβεβλημένος ἐν κύκλῳ, τέμενος εὐρύτατον στοαῖς, βιβλιοθήκαις, ἀνδρῶσιν, ἄλσεσι, προπυλαίοις, εὐρυχωρίαις, ὑπαίθροις, ἅπασι τοῖς εἰς πολυτελέστατον κόσμον ἠσκημένον, ἐλπὶς καὶ ἀναγομένοις καὶ καταπλέουσι σωτήριος.

 

XXIII

152. ἔχοντες οὖν τοιαύτας ἀφορμὰς καὶ τοὺς πανταχοῦ πάντας ὁμογνώμονας οὔτε περὶ τὰς προσευχὰς ἐνεωτέρισαν καὶ καθ’ ἕκαστον <τὸ> νόμιμον ἐφύλαξαν· ἤ τινα σεβασμὸν παρέλιπον τῶν ὀφειλομένων Καίσαρι; καὶ τίς ἂν εὖ φρονῶν εἴποι; διὰ τί οὖν ἐστέρησαν; ἐγὼ φράσω μηδὲν ὑποστειλάμενος.   153. ᾔδεσαν αὐτοῦ τὴν ἐπιμέλειαν καὶ ὅτι τοσαύτην ποιεῖται τῆς βεβαιώσεως τῶν παρ’ ἑκάστοις πατρίων, ὅσην καὶ τῶν Ῥωμαϊκῶν, καὶ ὅτι δέχεται τὰς τιμὰς οὐκ ἐπὶ καθαιρέσει τῶν παρ’ ἐνίοις νομίμων τυφοπλαστῶν ἑαυτόν, ἀλλὰ τῷ μεγέθει τῆς τοσαύτης ἡγεμονίας ἑπόμενος, ἣ διὰ τῶν τοιούτων πέφυκε σεμνοποιεῖσθαι.   154. τοῦ δὲ μὴ ταῖς ὑπερόγκοις τιμαῖς δεθῆναι καὶ φυσηθῆναί ποτε πίστις ἐναργεστάτη τὸ μηδέποτε θεὸν ἑαυτὸν ἐθελῆσαι προσειπεῖν, ἀλλὰ κἂν εἰ λέγοι τις δυσχεραίνειν, καὶ τὸ τοὺς Ἰουδαίους ἀποδέχεσθαι, οὓς ἀκριβῶς ᾔδει πάντα ἀφοσιουμένους τὰ τοιαῦτα.   155. πῶς οὖν ἀπεδέχετο τὴν πέραν τοῦ Τιβέρεως ποταμοῦ μεγάλην τῆς Ῥώμης ἀποτομήν, ἣν οὐκ ἠγνόει κατεχομένην καὶ οἰκουμένην πρὸς Ἰουδαίων; Ῥωμαῖοι δὲ ἦσαν οἱ πλείους ἀπελευθερωθέντες· αἰχμάλωτοι γὰρ ἀχθέντες εἰς Ἰταλίαν ὑπὸ τῶν κτησαμένων ἠλευθερώθησαν, οὐδὲν τῶν πατρίων παραχαράξαι βιασθέντες.   156. ἠπίστατο οὖν καὶ προσευχὰς ἔχοντας καὶ συνιόντας εἰς αὐτάς, καὶ μάλιστα ταῖς ἱεραῖς ἑβδόμαις, ὅτε δημοσίᾳ τὴν πάτριον παιδεύονται φιλοσοφίαν. ἠπίστατο καὶ χρήματα συνάγοντας ἀπὸ τῶν ἀπαρχῶν ἱερὰ καὶ πέμποντας εἰς Ἱεροσόλυμα διὰ τῶν τὰς θυσίας ἀναξόντων.   157. ἀλλ’ ὅμως ¦ οὔτε ἐξῴκισε τῆς Ῥώμης ἐκείνους οὔτε τὴν Ῥωμαϊκὴν αὐτῶν ἀφείλετο πολιτείαν, ὅτι καὶ τῆς Ἰουδαϊκῆς ἐφρόντιζον, οὔτε ἐνεωτέρισεν εἰς τὰς προσευχὰς οὔτε ἐκώλυσε συνάγεσθαι πρὸς τὰς τῶν νόμων ὑφηγήσεις οὔτε ἠναντιώθη τοῖς ἀπαρχομένοις, ἀλλ’ οὕτως ὡσίωτο περὶ τὰ ἡμέτερα, ὥστε μόνον οὐ πανοίκιος ἀναθημάτων πολυτελείαις τὸ ἱερὸν ἡμῶν ἐκόσμησε, προστάξας καὶ διαιωνίους ἀνάγεσθαι θυσίας ἐντελεχεῖς ὁλοκαύτους καθ’ ἑκάστην ἡμέραν ἐκ τῶν ἰδίων προσόδων ἀπαρχὴν τῷ ὑψίστῳ θεῷ, αἳ καὶ μέχρι νῦν ἐπιτελοῦνται καὶ εἰς ἅπαν ἐπιτελεσθήσονται, μήνυμα τρόπων ὄντως αὐτοκρατορικῶν.   158. οὐ μὴν ἀλλὰ κἀν ταῖς μηνιαίοις τῆς πατρίδος διανομαῖς, ἀργύριον ἢ σῖτον ἐν μέρει παντὸς τοῦ δήμου λαμβάνοντος, οὐδέποτε τοὺς Ἰουδαίους ἠλάττωσε τῆς χάριτος, ἀλλ’ εἰ καὶ συνέβη τῆς ἱερᾶς ἑβδόμης ἐνεστώσης γενέσθαι τὴν διανομήν, ὅτε οὔτε λαμβάνειν οὔτε διδόναι ἢ συνόλως τι πράττειν τῶν κατὰ βίον καὶ μάλιστα τὸν ποριστὴν ἐφεῖται, προσετέτακτο τοῖς διανέμουσι ταμιεύειν τοῖς Ἰουδαίοις εἰς τὴν ὑστεραίαν τὴν κοινὴν φιλανθρωπίαν.

 

XXIV

159. Τοιγαροῦν οἱ πανταχοῦ πάντες, εἰ καὶ φύσει διέκειντο πρὸς Ἰουδαίους οὐκ εὐμενῶς, εὐλαβῶς εἶχον ἐπὶ καθαιρέσει τινὸς τῶν Ἰουδαϊκῶν νομίμων προσάψασθαι· καὶ ἐπὶ Τιβερίου μέντοι τὸν αὐτὸν τρόπον, καίτοι τῶν ἐν Ἰταλίᾳ παρακινηθέντων, ἡνίκα Σηιανὸς ἐσκευώρει τὴν ἐπίθεσιν.   160. ἔγνω γάρ, εὐθέως ἔγνω μετὰ τὴν ἐκείνου τελευτήν, ὅτι τὰ κατηγορηθέντα τῶν ᾠκηκότων τὴν Ῥώμην Ἰουδαίων ψευδεῖς ἦσαν διαβολαί, πλάσματα Σηιανοῦ τὸ ἔθνος ἀναρπάσαι θέλοντος, ὅπερ ἢ μόνον ἢ μάλιστα ᾔδει βουλαῖς ἀνοσίοις καὶ πράξεσιν ἀντιβησόμενον ὑπὲρ τοῦ παρασπονδηθῆναι κινδυνεύσαντος αὐτοκράτορος.   161. καὶ τοῖς πανταχόσε χειροτονουμένοις ὑπάρχοις ἐπέσκηψε παρηγορῆσαι μὲν τοὺς κατὰ πόλεις τῶν ἀπὸ τοῦ ἔθνους, ὡς οὐκ εἰς πάντας προβάσης τῆς ἐπεξελεύσεως, ἀλλ’ ἐπὶ μόνους τοὺς αἰτίους – ὀλίγοι δὲ ἦσαν – , κινῆσαι δὲ μηδὲν τῶν ἐξ ἔθους, ἀλλὰ καὶ παρακαταθήκην ἔχειν τούς τε ἄνδρας ὡς εἰρηνικοὺς τὰς φύσεις καὶ τὰ νόμιμα ὡς ἀλείφοντα πρὸς εὐστάθειαν.

 

XXV

162. Ὁ δὲ Γάιος ἑαυτὸν ἐξετύφωσεν, οὐ λέγων μόνον ἀλλὰ καὶ οἰόμενος εἶναι θεός. εἶτα οὐδένας εὗρεν οὔτε Ἑλλήνων οὔτε βαρβάρων ἐπιτηδειοτέρους Ἀλεξανδρέων εἰς τὴν τῆς ἀμέτρου καὶ ὑπὲρ φύσιν ἀνθρωπίνην ἐπιθυμίας βεβαίωσιν· δεινοὶ γάρ εἰσι τὰς κολακείας καὶ γοητείας καὶ ὑποκρίσεις, παρεσκευασμένοι μὲν θῶπας λόγους, ἀνειμένοις ¦ δὲ στόμασι καὶ ἀχαλίνοις πάντα φύροντες.   163. θεοῦ κλῆσις οὕτως ἐστὶ σεμνὸν παρ’ αὐτοῖς, ὥστε καὶ ἴβεσι καὶ ἰοβόλοις ἀσπίσι ταῖς ἐγχωρίοις καὶ πολλοῖς ἑτέροις τῶν ἐξηγριωμένων αὐτῆς θηρίων μεταδεδώκασιν· ὥστε εἰκότως ἀταμιεύτοις χρώμενοι ταῖς εἰς θεὸν τεινούσαις προσηγορίαις ἀπατῶσι μὲν τοὺς ὀλιγόφρονας καὶ ἀπείρους τῆς Αἰγυπτιακῆς ἀθεότητος, ἁλίσκονται δὲ ὑπὸ τῶν ἐπισταμένων τὴν πολλὴν αὐτῶν ἠλιθιότητα, μᾶλλον δὲ ἀσέβειαν.   164. ἧς ἄπειρος ὢν Γάιος ὑπελάμβανε τῷ ὄντι νομίζεσθαι παρ’ Ἀλεξανδρεῦσι θεός, ἐπειδήπερ οὐ πλαγίως ἀλλ’ ἄντικρυς ἅπασιν ἐχρῶντο κατακόρως τοῖς ὀνόμασιν, ὅσα τοῖς ἄλλοις ἔθος ἐπιφημίζεσθαι θεοῖς.   165. εἶτα καὶ τὴν περὶ τὰς προσευχὰς νεωτεροποιίαν ἀπὸ καθαροῦ τοῦ συνειδότος καὶ τῆς εἰς αὑτὸν ἀκραιφνοῦς τιμῆς ᾤετο γεγενῆσθαι, τῇ μὲν ταῖς ὑπομνηματικαῖς ἐφημερίσιν, ἃς ἀπὸ τῆς Ἀλεξανδρείας διεπέμποντό τινες, προσέχων – ἥδιστον γὰρ ἦν ἀνάγνωσμα τοῦτο αὐτῷ, ὡς καὶ τὰ τῶν ἄλλων συγγραφέων καὶ ποιητῶν ἀηδέστατα συγκρίσει τῆς ἐν τούτοις χάριτος νομίζεσθαι – , τῇ δὲ καὶ δι’ ἐνίους οἰκέτας τοὺς τωθάζοντας ἀεὶ καὶ χλευάζοντας σὺν αὐτῷ.

 

XXVI

166. Τούτων ἦσαν οἱ πλείους Αἰγύπτιοι, πονηρὰ σπέρματα, κροκοδείλων καὶ ἀσπίδων τῶν ἐγχωρίων ἀναμεμαγμένοι τὸν ἰὸν ὁμοῦ καὶ θυμὸν ἐν ταῖς ψυχαῖς. ἡγεμὼν δὲ οἷά τις ἦν χοροῦ τοῦ Αἰγυπτιακοῦ θιάσου παντὸς Ἑλικών, ἐπάρατον καὶ ἐξάγιστον ἀνδράποδον παρεισφθαρὲν εἰς τὴν αὐτοκρατορικὴν οἰκίαν· ἀπεγεύσατο γὰρ τῶν ἐγκυκλίων κατὰ φιλοτιμίαν τοῦ προτέρου δεσπότου, ὃς αὐτὸν ἐδωρήσατο Τιβερίῳ Καίσαρι.   167. τότε μὲν οὖν οὐδεμιᾶς ἐτύγχανε προνομίας, ὅσα μειρακιώδη χαριεντίσματα Τιβερίου διαμεμισηκότος, ἐπειδὴ πρὸς τὸ σεμνότερόν τε καὶ αὐστηρότερον σχεδὸν ἐκ πρώτης ἡλικίας ἐπικλινῶς εἶχεν.   168. ἐπεὶ δὲ ὁ μὲν ἐτελεύτησε, Γάιος δὲ τὴν ἡγεμονίαν διεδέξατο, νέῳ δεσπότῃ παρεπόμενος εἰς ἀνέσεις καὶ τρυφὴν τὴν διὰ πάσης αἰσθήσεως ἐπιχαλῶντι “σός” εἶπε “νῦν ὁ καιρός ἐστιν, Ἑλικών, ἐπέγειρε σαυτόν· ἔχεις πρὸς ἐπίδειξιν ἀκροατὴν καὶ θεατὴν τὸν πάντων ἄριστον· εὔθικτος εἶ τὴν φύσιν· σκώπτειν καὶ χαριεντίζεσθαι δύνασαι μᾶλλον ἑτέρων· ἀθύρματα καὶ παιδιὰς ληρώδεις καὶ παρασεσυρμένας οἶδας· τῶν ἐγκυκλίων οὐχ ἧττον πεπαίδευσαι τὰ ἀχόρευτα· πρόσεστί σοι καὶ τὸ στωμύλον οὐκ ἀτερπές.   169. ἐὰν ἔτι κέντρον ἐγκαταμίξῃς τοῖς τωθασμοῖς ὑποκακόηθες, ὡς μὴ γέλωτα κινεῖν μόνον ἀλλὰ καὶ πικρίαν ἐκ τοῦ καχυπόνου, τὸν δεσπότην ὅλον ἥρπακας ¦ εὐφυῶς διακείμενον πρὸς ἀκρόασιν τῶν μετὰ χλεύης ἐγκλημάτων· ἀναπέπταται γὰρ αὐτοῦ, ὡς οἶδας, τὰ ὦτα καὶ ἀνωρθίασται πρὸς τοὺς ἐπιτετηδευκότας συνυφαίνειν τὸ βλασφημεῖν τῷ συκοφαντεῖν.   170. ὕλας δὲ μὴ ζήτει περιττοτέρας· ἔχεις τὰς κατὰ Ἰουδαίων καὶ τῶν Ἰουδαϊκῶν ἐθῶν διαβολάς, αἷς ἐνετράφης· ἐξ ἔτι σπαργάνων ἀνεδιδάχθης αὐτάς, οὐ παρ’ ἑνὸς ἀνδρὸς ἀλλὰ τοῦ γλωσσαργοτάτου μέρους τῆς Ἀλεξανδρέων πόλεως· ἐπίδειξαι τὰ μαθήματα.”

 

XXVII

171. τούτοις τοῖς παραλόγοις καὶ ἐπαράτοις λογισμοῖς ἐπάρας καὶ συγκροτήσας ἑαυτὸν συνεῖχε καὶ περιεῖπε τὸν Γάιον, οὐ νύκτωρ, οὐ μεθ’ ἡμέραν ἀφιστάμενος, ἀλλὰ πανταχοῦ συμπαρών, ἵνα ταῖς ἐρημίαις καὶ ἀναπαύλαις αὐτοῦ καταχρῆται πρὸς τὰς κατὰ τοῦ ἔθνους αἰτίας, ἡδονὰς κινῶν τὰς διὰ σκωμμάτων ὁ πανουργότατος, ἵνα τιτρώσκωσιν αἱ διαβολαί· τὸν γὰρ ἐπ’ εὐθείας κατήγορον οὔτε ὡμολόγει οὔτε ὁμολογεῖν ἐδύνατο, πλαγιάζων δὲ καὶ τεχνιτεύων χαλεπώτερος καὶ βαρύτερος ἦν ἐχθρὸς τῶν ἐπιγεγραμμένων ἄντικρυς τὴν δυσμένειαν.   172. φασὶ δὲ ὅτι καὶ τῶν Ἀλεξανδρέων οἱ πρέσβεις εὖ τοῦτο εἰδότες ἀφανῶς ἐμεμίσθωντο αὐτὸν μεγάλοις μισθοῖς, οὐ διὰ χρημάτων μόνον ἀλλὰ καὶ τῶν ἐπὶ τιμαῖς ἐλπίδων, ἃς ὑπέσπειραν αὐτῷ παρέξειν οὐκ εἰς μακράν, ἐπειδὰν ἀφίκηται Γάιος εἰς Ἀλεξάνδρειαν.   173. ὁ δὲ τὸν καιρὸν ἐκεῖνον ὀνειροπολῶν, ἐν ᾧ παρόντος τοῦ δεσπότου καὶ σὺν αὐτῷ σχεδόν τι τῆς οἰκουμένης – οὐ γὰρ ἦν ἄδηλον, ὅτι κατὰ θεραπείαν Γαΐῳ συνεισβαλεῖ τὸ δοκιμώτατον καὶ ὅσον τῶν πόλεων ὄψις ἐστὶν ἀναστὰν ἀπὸ περάτων αὐτῶν – ὑπὸ τῆς μεγίστης καὶ ἐνδοξοτάτης πόλεως τιμηθήσεται, πάντα ὑπισχνεῖτο.   174. μέχρι μὲν οὖν τινος τὸν ἐμφωλεύοντα ἔνδον πολέμιον ἀγνοοῦντες ἐφυλαττόμεθα τοὺς ἔξω μόνους· ἐπεὶ δὲ ᾐσθόμεθα, διηρευνῶμεν περιβλεπόμενοι πάσας ὁδούς, εἴ πως δυνησόμεθα μαλθάξαι καὶ τιθασεῦσαι τὸν ἄνθρωπον ἐξ ἅπαντος τρόπου καὶ τόπου βάλλοντα καὶ τοξεύοντα ἡμᾶς εὐσκόπως.   175. καὶ συνεσφαίριζε γὰρ καὶ συνεγυμνάζετο καὶ συνελούετο καὶ συνηρίστα καὶ μέλλοντι κοιμᾶσθαι παρῆν Γαΐῳ, τὴν τοῦ κατακοιμιστοῦ καὶ κατ’ οἰκίαν ἀρχισωματοφύλακος τεταγμένος τάξιν, ὅση μηδενὶ προσῆν ἄλλῳ, ὡς μόνος ἔχειν εὐκαιρούσας καὶ σχολαζούσας ἀκοὰς αὐτοκράτορος τῶν ἔξω διαφειμένας θορύβων εἰς ἀκρόασιν ὧν μάλιστα ἐπόθει.   176. διασυρμοὶ δὲ ἦσαν ἀνακεκραμένοι κατηγορίαις, ἵνα τοῖς μὲν ἡδονὰς κινῇ, ἡμᾶς δὲ τὰ μέγιστα βλάπτῃ· τὸ μὲν γὰρ προηγούμενον ἔργον εἶναι δοκοῦν, ὁ διασυρμός, πάρεργον ἦν αὐτῷ, τὸ δὲ φαινόμενον πάρεργον, αἱ κατηγορίαι, μόνον καὶ πρῶτον ἔργον.   177. πάντα δὴ κάλων ἀνασείων, ὡς οἱ πνεῦμα δεξιὸν κατ’ οἰάκων ἔχοντες, ἐφέρετο πλησίστιος οὐριοδρομῶν, ἄλλας ¦ ἐπ’ ἄλλαις συντιθεὶς καὶ συνείρων αἰτίας. τοῦ δὲ ἐνετυποῦτο ἡ διάνοια παγιώτερον, ὡς ἄληστον εἶναι τὴν τῶν ἐγκλημάτων μνήμην.

 

XXVIII

178. Ἐν ἀπόροις δὲ καὶ ἐν ἀμηχάνοις ὄντες, ἐπειδὴ πάντα λίθον κινοῦντες ὑπὲρ τοῦ τὸν Ἑλικῶνα ἐξευμενίσασθαι πάροδον οὐδεμίαν ἀνευρίσκομεν, μηδενὸς μήτε εἰπεῖν μήτε προσελθεῖν τολμῶντος ἕνεκα τῆς ἀλαζονείας καὶ βαρύτητος, ᾗ πρὸς πάντας ἐκέχρητο, καὶ ἅμα διὰ τὸ ἀγνοεῖν, εἴ τίς ἐστιν αὐτῷ πρὸς τὸ Ἰουδαίων γένος ἀλλοτρίωσις ἀλείφοντι τὸν δεσπότην ἀεὶ καὶ συγκροτοῦντι κατὰ τοῦ ἔθνους, τὸ μὲν ἔτι πονεῖσθαι περὶ τοῦτο τὸ μέρος εἰάσαμεν, τοῦ δὲ ἀναγκαιοτέρου περιειχόμεθα· γραμματεῖον γὰρ ἔδοξεν ἀναδοῦναι Γαΐῳ κεφαλαιώδη τύπον περιέχον ὧν τε ἐπάθομεν καὶ ὧν τυχεῖν ἠξιοῦμεν.   179. ἦν δὲ σχεδὸν τοῦτο ἐπιτομή τις ἱκετείας μακροτέρας, ἣν ἐπεπόμφειμεν πρὸ ὀλίγου δι’ Ἀγρίππα τοῦ βασιλέως· ἐκ τύχης γὰρ ἐπεδήμησε τῇ πόλει μέλλων εἰς Συρίαν κατὰ τὴν δοθεῖσαν αὐτῷ βασιλείαν ἀπαίρειν. ***   180. ἐλελήθειμεν δὲ ἄρα ἔτι ἀπατῶντες ἑαυτούς· καὶ γὰρ πρότερον, ὅτε εὐθὺς ἠρξάμεθα πλεῖν οἰόμενοι πρὸς κριτὴν ἀφίξεσθαι τευξόμενοι τῶν δικαίων. ὁ δὲ ἦν ἐχθρὸς ἄσπονδος, δελεάζων ὅσα τῷ δοκεῖν φαιδρῷ τῷ βλέμματι καὶ ἱλαρωτέραις ταῖς προσρήσεσι.   181. δεξιωσάμενος γὰρ ἡμᾶς ἐν τῷ πρὸς Τιβέρει πεδίῳ τὸ πρῶτον – ἔτυχε δὲ ἐκ τῶν μητρῴων ἐξιὼν κήπων – ἀντιπροσηγόρευσε καὶ τὴν δεξιὰν χεῖρα κατέσεισεν αἰνιττόμενος εὐμένειαν καὶ τὸν ἐπὶ τῶν πρεσβειῶν, Ὅμιλον ὄνομα, προσπέμψας “αὐτὸς” ἔφη “τῆς ὑμετέρας ὑποθέσεως ἀκούσομαι προσευκαιρήσας”, ὥστε τοὺς ἐν κύκλῳ πάντας συνήδεσθαι καθάπερ ἤδη νενικηκόσι καὶ τῶν ἡμετέρων ὅσοι ταῖς ἐπιπολαίοις παράγονται φαντασίαις.   182. ἐγὼ δὲ φρονεῖν τι δοκῶν περιττότερον καὶ δι’ ἡλικίαν καὶ τὴν ἄλλην παιδείαν εὐλαβέστερος ἤμην ἐφ’ οἷς ἔχαιρον οἱ ἄλλοι. “διὰ τί γάρ” ἔφασκον ἀνακινῶν τὸν ἐμαυτοῦ λογισμόν, “τοσούτων ὄντων πρεσβευτῶν σχεδὸν ἀπὸ πάσης γῆς ἀφιγμένων, ἡμῶν εἶπε τότε μόνων ἀκούσεσθαι; τί βουλόμενος; οὐ γὰρ ἠγνόει γε ὄντας Ἰουδαίους, οἷς ἀγαπητὸν τὸ μὴ ἐλαττοῦσθαι.   183. τὸ δὲ δὴ καὶ προνομίας οἴεσθαι τυγχάνειν παρ’ ἀλλοεθνεῖ καὶ νέῳ καὶ αὐτεξουσίῳ δεσπότῃ μὴ καὶ μανίας ἐγγύς ἐστιν; ἀλλ’ ἔοικε τῇ τῶν ἄλλων Ἀλεξανδρέων ¦ μερίδι προσκεῖσθαι, ᾗ διδοὺς προνομίαν θᾶττον ὑπέσχετο δικάσειν, ἐὰν ἄρα μὴ τὸν ἴσον καὶ κοινὸν ἀκροατὴν ὑπερβὰς ἀντὶ δικαστοῦ γένηται τῶν μὲν συναγωνιστής, ἡμῶν δὲ ἀντίπαλος.”

 

XXIX

184. Ταῦτα λογιζόμενος ἐσφάδᾳζον καὶ οὔτε μεθ’ ἡμέραν οὔτε νύκτωρ ἠρέμουν. ἀθυμοῦντος δέ μου καὶ τὴν ἀνίαν στέγοντος – οὐδὲ γὰρ ἀνενεγκεῖν ἀσφαλὲς ἦν – , ἕτερον κατασκήπτει βαρύτατον ἐξαπιναίως ἀπροσδόκητον κακόν, οὐχ ἑνὶ μέρει τοῦ Ἰουδαϊκοῦ τὸν κίνδυνον ἐπάγον, ἀλλὰ συλλήβδην ἅπαντι τῷ ἔθνει.   185. ἀφίγμεθα μὲν γὰρ ἀπὸ Ῥώμης εἰς Δικαιάρχειαν ἐπακολουθοῦντες Γαΐῳ· κατεληλύθει δὲ ἐπὶ θάλατταν καὶ διέτριβε περὶ τὸν κόλπον, ἀμείβων τὰς ἰδίας ἐπαύλεις πολλὰς καὶ πολυτελῶς ἠσκημένας.   186. φροντίζουσι δὲ ἡμῖν τῆς ὑποθέσεως – ἀεὶ γὰρ κληθήσεσθαι προσεδοκῶμεν – προσέρχεταί τις ὕφαιμόν τι καὶ ταραχῶδες ὑποβλεπόμενος, ἄσθματος μεστός, καὶ μικρὸν ἀπὸ τῶν ἄλλων ἀπαγαγών – πλησίον γὰρ ἦσάν τινες – “ἠκούσατε” ἔφη “τὰ καινά;” καὶ μέλλων ἀπαγγέλλειν ἐπεσχέθη, δακρύων ἀθρόας φορᾶς ἐνεχθείσης.   187. καὶ πάλιν ἀρξάμενος δεύτερον ἐπεσχέθη καὶ τρίτον. ἅπερ ὁρῶντες ἡμεῖς ἐπτοήμεθα καὶ παρεκαλοῦμεν μηνῦσαι τὸ πρᾶγμα, οὗ χάριν ἐλθεῖν ἔφασκεν· “οὐ γὰρ ἕνεκα τοῦ διὰ μαρτύρων κλαίειν· εἰ δὲ ἄξια δακρύων ἐστί, μὴ μόνος ἀπόλαυε τῆς λύπης· ἐθάδες γεγόναμεν ἤδη κακοπραγιῶν.”   188. ὁ δὲ μόλις μὲν ἀναλύζων δὲ ὅμως κεκομμένῳ τῷ πνεύματί φησιν· “οἴχεται ἡμῶν τὸ ἱερόν· ἀνδριάντα κολοσσιαῖον ἐσωτάτω τῶν ἀδύτων ἀνατεθῆναι Γάιος προσέταξε Διὸς ἐπίκλησιν αὐτοῦ.”   189. θαυμασάντων δὲ τὸ λεχθὲν καὶ πεπηγότων ὑπ’ ἐκπλήξεως καὶ μηδὲ προελθεῖν ἔτι δυναμένων – ἀχανεῖς γὰρ εἱστήκειμεν ὀλιγοδρανοῦντες καὶ καταρρέοντες περὶ αὑτοῖς, τῶν σωματικῶν τόνων ἐκνενευρισμένων – , ἕτεροι παρῆσαν τὰς αὐτὰς φέροντες ὠδῖνας.   190. ἔπειτα συγκλεισάμενοι πάντες ἀθρόοι ἰδίας ὁμοῦ καὶ κοινὰς τύχας ἐθρηνοῦμεν καὶ οἷα ὑπέβαλλεν ὁ νοῦς διεξῇμεν – λαλίστατον γὰρ ἄνθρωπος ἀτυχῶν – · ἀγωνιάσωμεν ὑπὲρ τοῦ μὴ εἰς ἅπαν ταῖς ἀνιάτοις παρανομίαις ἀφεθῆναι. χειμῶνος μέσου διεπλεύσαμεν ἀγνοοῦντες, ὅσος χειμὼν ἔφεδρός ἐστιν ὁ κατὰ γῆν ἀργαλεώτερος πολλῷ τοῦ κατὰ θάλατταν· τοῦ μὲν γὰρ ἡ φύσις αἰτία διακρίνουσα τοὺς ἐτησίους καιρούς, φύσις δὲ σωτήριον· ἐκείνου δὲ ἄνθρωπος οὐδὲν φρονῶν ἀνθρώπινον, νέος καὶ νεωτεροποιὸς ἀνημμένος τὴν ἐφ’ ἅπασιν ¦ ἀνυπεύθυνον ἀρχήν· νεότης δὲ μετ’ ἐξουσίας αὐτοκρατοῦς ὁρμαῖς ἀκαθέκτοις χρωμένη κακὸν δύσμαχον.   191. ἐξέσται δὲ προσελθεῖν ἢ διᾶραι τὸ στόμα περὶ προσευχῶν τῷ λυμεῶνι τοῦ πανιέρου; δῆλον γὰρ ὡς οὐ φροντιεῖ τῶν ἀφανεστέρων καὶ τιμῆς ἐλάττονος ἠξιωμένων ὁ τὸν περισημότατον καὶ ἐπιφανέστατον νεών, εἰς ὃν ἀνατολαὶ καὶ δύσεις ἀποβλέπουσιν ἡλίου τρόπον πανταχόσε λάμποντα, καθυβρίζων.   192. εἰ δὲ καὶ γένοιτό τις ἄδεια προσόδου, τί χρὴ προσδοκᾶν ἢ θάνατον ἀπαραίτητον; ἀλλ’ ἔστω, τεθνηξόμεθα· ζωὴ γάρ τίς ἐστιν ὁ ὑπὲρ φυλακῆς νόμων εὐκλεέστατος θάνατος. εἰ δὲ ἐκ τῆς ἡμετέρας τελευτῆς γενήσεται μηδὲν ὄφελος, οὐ μανία παραπολέσθαι, καὶ ταῦτα πρεσβεύειν δοκοῦντας, ὡς τῶν πεμψάντων μᾶλλον ἢ τῶν ὑπομενόντων εἶναι τὴν συμφοράν;   193. οὐ μὴν ἀλλὰ καὶ ὅσοι τὰς φύσεις μισοπονηρότατοι τῶν ὁμοφύλων ἀσέβειαν ἡμῶν κατηγορήσουσιν ὡς, ἐν ἐσχάτῳ κινδύνῳ τῶν ὅλων σαλευόντων, ἐπιμνησθέντων ὑπὸ φιλαυτίας ἰδίου τινός· τοῖς γὰρ μεγάλοις τὰ βραχέα καὶ τοῖς κοινοῖς τὰ ἴδια ὑποστέλλειν ἀναγκαῖον, ὧν οἰχομένων ἔρρει καὶ ἡ πολιτεία.   194. ποῦ γὰρ ὅσιον ἢ θεμιτὸν ἄλλως ἀγωνίζεσθαι, δεικνύντας ὡς ἐσμὲν Ἀλεξανδρεῖς, οἷς ὁ περὶ τῆς καθολικωτέρας πολιτείας ἐπικρέμαται κίνδυνος τῆς Ἰουδαίων; ἅμα γὰρ τῇ τοῦ ἱεροῦ καταλύσει δέος, μὴ καὶ τὸ κοινὸν τοῦ ἔθνους ὄνομα συναφανισθῆναι κελεύσῃ ὁ νεωτεροποιὸς καὶ μεγαλουργὸς ἄνθρωπος.   195. ἀμφοτέρων οὖν τῶν ὑποθέσεων δι’ ἃς ἐστάλημεν οἰχομένων, ἴσως φήσει τις· τι οὖν, οὐκ ᾔδεσαν πραγματεύεσθαι τὴν μετὰ ἀσφαλείας ἐπάνοδον; πρὸς ὃν εἴποιμι ἄν· ἢ οὐκ ἔχεις ἀνδρὸς εὐγενοῦς πάθος γνήσιον ἢ οὐκ ἐνετράφης οὐδὲ ἐνησκήθης τοῖς ἱεροῖς γράμμασιν. ἐλπίδων εἰσὶ πλήρεις οἱ ὄντως εὐγενεῖς, καὶ οἱ νόμοι τοῖς ἐντυγχάνουσι μὴ χείλεσιν ἄκροις ἐλπίδας ἀγαθὰς δημιουργοῦσιν.   196. ἴσως ἀπόπειρα ταῦτα τῆς καθεστώσης γενεᾶς ἐστι, πῶς ἔχει πρὸς ἀρετὴν καὶ εἰ πεπαίδευται φέρειν τὰ δεινὰ λογισμοῖς ἰσχυρογνώμοσιν οὐ προκαταπίπτουσα. τὰ μὲν οὖν ἐξ ἀνθρώπων ἅπαντα καὶ ἔρρει καὶ ἐρρέτω· μενέτω δὲ ἐν ταῖς ψυχαῖς ἀκαθαίρετος ἡ ἐπὶ τὸν σωτῆρα θεὸν ἐλπίς, ὃς πολλάκις ἐξ ἀμηχάνων καὶ ἀπόρων περιέσωσε τὸ ἔθνος.

 

XXX

197. Ταῦτα ἅμα μὲν ὀλοφυρόμενοι τὰς ἀπροσδοκήτους ἀτυχίας ἅμα δὲ καὶ παρηγοροῦντες ἑαυτοὺς ἐλπίδι μεταβολῆς γαληνοτέρας διεξῇμεν. μικρὸν δὲ ἐπισχόντες πρὸς τοὺς ἀπαγγείλαντας ¦ “τί καθ’ ἡσυχίαν” εἴπομεν “κάθησθε, σπινθῆρας αὐτὸ μόνον τοῖς ὠσὶν ἡμῶν ἐνιέντες, ὑφ’ ὧν καιόμεθα καὶ πυρπολούμεθα, δέον προσεξηγεῖσθαι καὶ τὰ κεκινηκότα τὸν Γάιον;”   198. οἱ δέ· “τὴν μὲν ἀνωτάτω καὶ πρώτην αἰτίαν ἴστε, ἣν καὶ πάντες ἴσασιν ἄνθρωποι· θεὸς βούλεται νομίζεσθαι, ὑπείληφε δὲ μόνους Ἰουδαίους μὴ πείσεσθαι, οἷς μεῖζον οὐδὲν ἂν προστρίψαιτο κακὸν ἢ λυμηνάμενος τὴν τοῦ ἱεροῦ σεμνότητα. κατήχηται δέ, ὅτι καὶ πάντων ἱερῶν τῶν πανταχοῦ κάλλιστόν ἐστιν ἐξ ἀπείρων χρόνων ἀπαύστοις καὶ ἀφειδέσι δαπάναις ἀεὶ προσκοσμούμενον· δύσερις δὲ καὶ φιλόνεικος ὢν σφετερίσασθαι τοῦτο εἰς ἑαυτὸν διανοεῖται.   199. παρατέθηκται δὲ νῦν μᾶλλον ἢ πρότερον ἐξ ἐπιστολῆς, ἣν ἔπεμψε Καπίτων. φόρων ἐκλογεὺς ὁ Καπίτων ἐστὶ τῶν τῆς Ἰουδαίας, ἔχει δέ πως πρὸς τοὺς ἐγχωρίους ἐγκότως· πένης γὰρ ἀφιγμένος καὶ ἐξ ὧν νοσφίζεται καὶ παρεκλέγει ποικίλον τινὰ καὶ πολὺν πλοῦτον ἠθροικώς, εἶτα εὐλαβηθείς, μή τις αὐτοῦ γένηται κατηγορία, τέχνην ἐπενόησεν, ᾗ διαβολαῖς τῶν ἀδικηθέντων διακρούσεται τὰς αἰτίας.   200. ἀφορμὴν δὲ αὐτῷ δίδωσιν εἰς ὅπερ ἐβούλετο συντυχία τις τοιαύτη. τὴν Ἰάμνειαν - πόλις δέ ἐστι τῆς Ἰουδαίας ἐν τοῖς μάλιστα πολυάνθρωπος – [ταύτην] μιγάδες οἰκοῦσιν, οἱ πλείους μὲν Ἰουδαῖοι, ἕτεροι δέ τινες ἀλλόφυλοι παρεισφθαρέντες ἀπὸ τῶν πλησιοχώρων, οἳ τοῖς τρόπον τινὰ αὐθιγενέσιν ὄντες μέτοικοι κακὰ καὶ πράγματα παρέχουσιν, ἀεί τι παραλύοντες τῶν πατρίων Ἰουδαίοις.   201. οὗτοι παρὰ τῶν ἐπιφοιτώντων ἀκούοντες, ὅσῃ σπουδῇ κέχρηται Γάιος περὶ τὴν ἰδίαν ἐκθέωσιν καὶ ὡς ἀλλοτριώτατα διάκειται πρὸς ἅπαν τὸ Ἰουδαϊκὸν γένος, καιρὸν ἐπιτήδειον εἰς ἐπίθεσιν παραπεπτωκέναι νομίζοντες αὐτοσχέδιον ἀνιστᾶσι βωμὸν εἰκαιοτάτης ὕλης, πηλὸν σχηματίσαντες εἰς πλίνθους, ὑπὲρ τοῦ μόνον ἐπιβουλεύειν τοῖς συνοικοῦσιν· ᾔδεσαν γὰρ οὐκ ἀνεξομένους καταλυομένων τῶν ἐθῶν, ὅπερ καὶ ἐγένετο.   202. θεασάμενοι γὰρ καὶ δυσανασχετήσαντες ἐπὶ τῷ τῆς ἱερᾶς χώρας τὸ ἱεροπρεπὲς ὄντως ἀφανίζεσθαι καθαιροῦσι συνελθόντες· οἱ δὲ εὐθὺς ἐπὶ τὸν Καπίτωνα ἧκον, ὃς ἦν τοῦ δράματος ὅλου δημιουργός. ἕρμαιον δὲ εὑρηκέναι νομίσας, ὅπερ ἐκ πολλῶν χρόνων ἀνεζήτει, γράφει Γαΐῳ διαίρων τὰ πράγματα καὶ μετεωρίζων.   203. ὁ δὲ διαναγνοὺς πλουσιώτερον καὶ μεγαλοφρονέστερόν τι ἀντὶ τοῦ πλινθίνου βωμοῦ τοῦ κατ’ ἐπήρειαν ἀνασταθέντος ἐν Ἰαμνείᾳ κελεύει ¦ κολοσσιαῖον ἀνδριάντα ἐπίχρυσον ἐν τῷ τῆς μητροπόλεως ἱερῷ καθιδρυθῆναι, συμβούλοις χρησάμενος τοῖς ἀρίστοις καὶ σοφωτάτοις, Ἑλικῶνι τῷ εὐπατρίδῃ δούλῳ, σπερμολόγῳ, περιτρίμματι, καὶ Ἀπελλῇ τινι τραγῳδῷ, ὃς ἀκμῇ μὲν τῆς πρώτης ἡλικίας, ὥς φασιν, ἐκαπήλευσε τὴν ὥραν, ἔξωρος δὲ γενόμενος ἐπὶ τὴν σκηνὴν παρῆλθεν.   204. ὅσοι δὲ σκηνοβατοῦσιν ἐμπορευόμενοι θεαταῖς καὶ θεάτροις, αἰδοῦς εἰσι καὶ σωφροσύνης ἀλλ’ οὐκ ἀναισχυντίας καὶ ἀκοσμίας ἐρασταὶ τῆς ἀνωτάτω; διὰ ταῦτα εἰς τὴν τοῦ συμβούλου τάξιν ὁ Ἀπελλῆς παρῆλθεν, ἵνα βουλεύσηται Γάιος μεθ’ οὗ μὲν ὡς σκωπτέον, μεθ’ οὗ δὲ ὡς ᾀστέον, ὑπερβὰς τὰς περὶ τῶν ὅλων σκέψεις, ὡς εἰρηνεύεσθαι καὶ ἠρεμεῖσθαι τὰ πανταχοῦ πάντα.   205. ὁ μὲν οὖν Ἑλικών, σκορπιῶδες ἀνδράποδον, τὸν Αἰγυπτιακὸν ἰὸν εἰς Ἰουδαίους ἤφιεν, ὁ δὲ Ἀπελλῆς τὸν ἀπὸ Ἀσκάλωνος· ἦν γὰρ ἐκεῖθεν· Ἀσκαλωνίταις δὲ ἀσύμβατός τις καὶ ἀκατάλλακτος δυσμένεια πρὸς τοὺς τῆς ἱερᾶς χώρας οἰκήτορας Ἰουδαίους ἐστὶν οὖσιν ὁμόροις.”   206. ταῦτα ἀκούοντες ἐφ’ ἑκάστου ῥήματος καὶ ὀνόματος ἐτιτρωσκόμεθα τὰς ψυχάς. ἀλλ’ οἱ μὲν καλῶν πράξεων καλοὶ σύμβουλοι μικρὸν ὕστερον τὰ ἐπίχειρα εὗρον τῆς ἀσεβείας, ὁ μὲν ὑπὸ Γαΐου σιδήρῳ δεθεὶς ἐφ’ ἑτέραις αἰτίαις καὶ στρεβλούμενος καὶ τροχιζόμενος ἐκ περιτροπῆς, ὥσπερ ἐν ταῖς περιοδιζούσαις νόσοις, ὁ δὲ Ἑλικὼν ὑπὸ Κλαυδίου Γερμανικοῦ Καίσαρος ἀναιρεθείς, ἐφ’ οἷς ἄλλοις ὁ φρενοβλαβὴς ἠδίκησεν. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο.

 

XXXI

207. Ἡ δὲ περὶ τῆς ἀναθέσεως τοῦ ἀνδριάντος ἐπιστολὴ γράφεται, καὶ οὐχ ἁπλῶς ἀλλ’ ὡς οἷόν τε ἦν περιεσκεμμένως εἰς ἀσφάλειαν. κελεύει γὰρ Πετρωνίῳ τῷ τῆς Συρίας ἁπάσης ὑπάρχῳ, πρὸς ὃν καὶ τὴν ἐπιστολὴν ἐγεγράφει, τῆς παρ’ Εὐφράτῃ στρατιᾶς, ἣ τὴν διάβασιν τῶν ἑῴων βασιλέων καὶ ἐθνῶν παρεφύλαττε, τὴν ἡμίσειαν ἄγειν ἐπὶ τῆς Ἰουδαίας τὸν ἀνδριάντα παραπέμψουσαν, οὐχ ἵνα σεμνοποιήσῃ τὴν ἀνάθεσιν, ἀλλ’ ἵνα, εἰ διακωλύοι τις, εὐθὺς ἀπόληται.   208. τί λέγεις, ὦ δέσποτα; προειληφὼς οὐκ ἀνεξομένους, ἀλλ’ ὑπερασπιοῦντας τοῦ νόμου καὶ προαποθανουμένους τῶν πατρίων πολεμοποιεῖς; οὐ γὰρ ἔοικας δι’ ἄγνοιαν ὧν εἰκὸς ἦν ἀποβήσεσθαι τοῦ περὶ τὸ ἱερὸν ἅψασθαι νεωτερισμοῦ, προμαθὼν δὲ ἀκριβῶς τὰ μέλλοντα ὡς ἤδη παρόντα καὶ τὰ γενησόμενα ὡς χειριζόμενα ¦ τὴν στρατιὰν εἰσάγειν προσέταξας, ἵνα θυσίαις ἐναγέσι πρώταις καθιερωθῇ τὸ ἀφίδρυμα, σφαγαῖς ἀθλίων ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν.   209. ὁ μὲν οὖν Πετρώνιος τὰ ἐπισταλέντα διαναγνοὺς ἐν ἀμηχάνοις ἦν, οὔτε ἐναντιοῦσθαι δυνάμενος διὰ φόβον – ᾔδει γὰρ ἀφόρητον οὐ μόνον κατὰ τῶν τὰ κελευσθέντα μὴ πραξάντων, ἀλλὰ καὶ κατὰ τῶν μὴ εὐθύς – οὔτε ἐγχειρεῖν εὐμαρῶς· ᾔδει γὰρ ἀνθ’ ἑνὸς θανάτου μυρίους ἄν, εἴπερ δυνατὸν ἦν, ἐθελήσοντας ὑπομεῖναι μᾶλλον ἢ περιιδεῖν τι τῶν ἀπειρημένων δρώμενον.   210. ἅπαντες γὰρ ἄνθρωποι φυλακτικοὶ τῶν ἰδίων ἐθῶν εἰσι, διαφερόντως δὲ τὸ Ἰουδαίων ἔθνος· θεόχρηστα γὰρ λόγια τοὺς νόμους εἶναι ὑπολαμβάνοντες καὶ τοῦτο ἐκ πρώτης ἡλικίας τὸ μάθημα παιδευθέντες ἐν ταῖς ψυχαῖς ἀγαλματοφοροῦσι τὰς τῶν διατεταγμένων εἰκόνας·   211. εἶτα ἐναργεῖς τύπους καὶ μορφὰς αὐτῶν καθορῶντες ἀεὶ τοῖς λογισμοῖς αὑτῶν τεθήπασι· καὶ τοὺς μὲν τιμητικῶς ἔχοντας ἀλλοφύλους αὐτῶν οὐχ ἧττον τῶν ἰδίων ἀποδέχονται πολιτῶν, τοῖς δὲ ἢ καθαιροῦσιν ἢ χλευάζουσιν ὡς πολεμιωτάτοις ἀπέχθονται· καὶ πεφρίκασι μὲν ἕκαστον τῶν διηγορευμένων οὕτως, ὡς ἅπασαν τὴν παρ’ ἀνθρώποις εἴτε εὐτυχίαν εἴτε εὐδαιμονίαν χρὴ καλεῖν μηδέποτ’ ἂν ὑπὲρ παραβάσεως καὶ τοῦ τυχόντος ἂν ὑπαλλάξασθαι.  212. περιττοτέρα δὲ καὶ ἐξαίρετός ἐστιν αὐτοῖς ἅπασιν ἡ περὶ τὸ ἱερὸν σπουδή. τεκμήριον δὲ μέγιστον· θάνατος ἀπαραίτητος ὥρισται κατὰ τῶν εἰς τοὺς ἐντὸς περιβόλους παρελθόντων – δέχονται γὰρ εἰς τοὺς ἐξωτέρω τοὺς πανταχόθεν πάντας – τῶν οὐχ ὁμοεθνῶν.   213. εἰς δὴ ταῦτα ἀφορῶν ὁ Πετρώνιος βραδὺς ἦν ἐγχειρητής, ὅσον τόλμημα μεγαλουργεῖται σκεπτόμενος, καὶ συγκαλέσας ὡς ἐν συνεδρίῳ τοὺς τῆς ψυχῆς ἅπαντας λογισμοὺς τὴν ἑκάστου γνώμην διηρεύνα καὶ πάντας εὕρισκεν ὁμογνωμονοῦντας περὶ τοῦ μηδὲν κινεῖν τῶν ἐξ ἀρχῆς καθωσιωμένων, πρῶτον διὰ τὸ φύσει δίκαιον καὶ εὐσεβές, ἔπειτα διὰ τὸν ἐπικρεμάμενον κίνδυνον, οὐκ ἐκ θεοῦ μόνον ἀλλὰ καὶ τῶν ἐπηρεαζομένων.   214. ἔννοιά τε αὐτὸν εἰσῄει τοῦ ἔθνους, ὅσον ἐστὶν ἐν πολυανθρωπίᾳ, ὅπερ οὐκ ἐδέξατο καθάπερ τῶν ἄλλων ἕκαστον μιᾶς χώρας τῆς ἀποκεκληρωμένης αὐτῷ μόνῳ περίβολος, ἀλλ’ ὀλίγου δέω φάναι πᾶσα ἡ οἰκουμένη· κέχυται γὰρ ἀνά τε τὰς ἠπείρους καὶ νήσους ἁπάσας, ὡς τῶν αὐθιγενῶν μὴ πολλῷ τινι δοκεῖν ἐλαττοῦσθαι.   215. τοσαύτας μυριάδας ἐφέλκεσθαι πολεμίων ἆρ’ οὐ σφαλερώτατον; ἀλλὰ μήποτε γένοιτο συμφρονήσαντας τοὺς ἑκασταχοῦ πρὸς ἄμυναν ἐλθεῖν· ἄμαχόν τι συμβήσεται χρῆμα· δίχα τοῦ καὶ τοὺς τὴν Ἰουδαίαν κατοικοῦντας ¦ ἀπείρους τε εἶναι τὸ πλῆθος καὶ τὰ σώματα γενναιοτάτους καὶ τὰς ψυχὰς εὐτολμοτάτους καὶ προαποθνῄσκειν αἱρουμένους τῶν πατρίων ὑπὸ φρονήματος, ὡς μὲν ἔνιοι τῶν διαβαλλόντων εἴποιεν ἄν, βαρβαρικοῦ, ὡς δὲ ἔχει τἀληθές, ἐλευθερίου καὶ εὐγενοῦς.   216. ἐφόβουν δὲ αὐτὸν καὶ αἱ πέραν Εὐφράτου δυνάμεις· ᾔδει γὰρ Βαβυλῶνα καὶ πολλὰς ἄλλας τῶν σατραπειῶν ὑπὸ Ἰουδαίων κατεχομένας, οὐκ ἀκοῇ μόνον ἀλλὰ καὶ πείρᾳ· καθ’ ἕκαστον γὰρ ἐνιαυτὸν ἱεροπομποὶ στέλλονται χρυσὸν καὶ ἄργυρον πλεῖστον κομίζοντες εἰς τὸ ἱερὸν τὸν ἀθροισθέντα ἐκ τῶν ἀπαρχῶν, δυσβάτους καὶ ἀτριβεῖς καὶ ἀνηνύτους ὁδοὺς περαιούμενοι, ἃς λεωφόρους εἶναι νομίζουσιν, ὅτι πρὸς εὐσέβειαν ἄγειν δοκοῦσι.   217. περιδεὴς οὖν ὡς εἰκὸς ἦν, μὴ πυθόμενοι τὴν καινουργουμένην ἀνάθεσιν ἐπιφοιτήσωσιν ἐξαίφνης καὶ περίσχωσιν, οἱ μὲν ἔνθεν οἱ δὲ ἔνθεν, κύκλος γενόμενοι, καὶ συνάψαντες ἀλλήλοις τοὺς ἐναποληφθέντας μέσους δεινὰ ἐργάσωνται. τοιούτοις μὲν λογισμοῖς χρώμενος ἀπώκνει.   218. πάλιν δὲ ὑπὸ τῶν ἐναντίων ἀνθείλκετο, “δεσπότου” λέγων “ἡ πρόσταξίς ἐστι καὶ νέου καὶ ὅ τι ἂν βουληθῇ τοῦτο συμφέρον κρίνοντος καὶ τὸ γνωσθὲν ἅπαξ ἐπιτελεσθῆναι, κἂν ἀλυσιτελέστατον ᾖ καὶ φιλονεικίας καὶ ἀλαζονείας γέμον, ὅς γε καὶ ὑπερπηδήσας τὸν ἄνθρωπον ἐν θεοῖς ἤδη γράφει ἑαυτόν. ἐπικρέμαται δή μοι κίνδυνος ὁ περὶ ψυχῆς καὶ ἐναντιωθέντι καὶ εἴξαντι, ἀλλ’ εἴξαντι μὲν μετὰ πολέμου καὶ τάχα ἀμφίβολος καὶ οὐ πάντως ἀποβησόμενος, ἐναντιωθέντι δὲ ἀπαραίτητος καὶ ὁμολογούμενος ἐκ Γαΐου.”   219. συνελάμβανον δὲ τῇ γνώμῃ ταύτῃ πολλοὶ τῶν συνδιεπόντων τὰ κατὰ Συρίαν αὐτῷ Ῥωμαίων, εἰδότες ὅτι καὶ ἐπ’ αὐτοὺς πρώτους αἱ ἀπὸ Γαΐου χωρήσουσιν ὀργαὶ καὶ τιμωρίαι ὡς συναιτίους τοῦ τὸ κελευσθὲν μὴ γενέσθαι.   220. παρέσχε δὲ εἰς ἀκριβεστέραν σκέψιν ἀναχώρησιν ἡ κατασκευὴ τοῦ ἀνδριάντος· οὔτε γὰρ ἀπὸ τῆς Ῥώμης διεπέμψατο – θεοῦ μοι προνοίᾳ δοκῶ τὴν χεῖρα τῶν ἀδικουμένων ἀφανῶς ὑπερέχοντος – οὔτε τῶν κατὰ Συρίαν ὅστις ἂν ἄριστος εἶναι δοκιμασθῇ μετακομίζειν προσέταξεν, ἐπεὶ κἂν τῷ τάχει τῆς παρανομίας ταχὺς ἐξήφθη ὁ πόλεμος.   221. καιρὸν οὖν σχὼν εἰς τὴν τοῦ συμφέροντος διάσκεψιν ¦ – τὰ γὰρ αἰφνίδια καὶ μεγάλα, ὅταν ἀθρόα προσπέσῃ, κατακλᾷ τὸν λογισμόν – προστάττει τὴν κατασκευὴν ἔν τινι τῶν ὁμόρων ποιεῖσθαι.   222. μεταπεμψάμενος οὖν ὁ Πετρώνιος δημιουργοὺς τῶν ἐν Φοινίκῃ τοὺς φρονιμωτάτους δίδωσι τὴν ὕλην· οἱ δὲ ἐν Σιδῶνι εἰργάζοντο. μεταπέμπεται δὲ καὶ τοὺς ἐν τέλει τῶν Ἰουδαίων ἱερεῖς τε καὶ ἄρχοντας, ἅμα μὲν δηλώσων τὰ ἀπὸ Γαΐου, ἅμα δὲ καὶ συμβουλεύσων ἀνέχεσθαι τῶν ὑπὸ τοῦ δεσπότου προσταττομένων καὶ τὰ δεινὰ πρὸ ὀφθαλμῶν λαμβάνειν· εὐτρεπεῖς γὰρ εἶναι τῶν κατὰ Συρίαν στρατιωτικῶν δυνάμεων τὰς μαχιμωτέρας, αἳ πᾶσαν τὴν χώραν καταστορέσουσι νεκρῶν.   223. ᾤετο γάρ, εἰ προμαλάξειε τούτους, δυνήσεσθαι δι’ αὐτῶν καὶ τὴν ἄλλην πληθὺν ἅπασαν ἀναδιδάξαι μὴ ἐναντιοῦσθαι· γνώμης δέ, ὡς εἰκός, διημάρτανε. πληχθέντας γάρ φασιν ὑπὸ τῶν πρώτων ῥημάτων εὐθὺς αὐτοὺς ἀήθους κακοῦ διηγήσει καταπαγῆναι καὶ ἀχανεῖς γενομένους φοράν τινα δακρύων ὥσπερ ἀπὸ πηγῶν ἀθρόαν ἐκχεῖν, τὰ γένεια καὶ τὰς τρίχας τῆς κεφαλῆς τίλλοντας καὶ τοιαῦτα ἐπιλέγοντας·   224. “πολλὰ εἰσηνέγκαμεν εἰς εὐγήρω βίον οἱ λίαν εὐτυχεῖς, ἵνα ὃ μηδεὶς πώποτε εἶδε τῶν προγόνων ἡμεῖς θεασώμεθα· τίσιν ὀφθαλμοῖς; ἐκκοπήσονται πρότερον μετὰ τῆς ἀθλίας ψυχῆς καὶ τῆς ἐπωδύνου ζωῆς ἢ τοιοῦτον ὄψονται κακόν, ἀθέατον θέαν, ἣν οὔτε ἀκοῦσαι θέμις οὔτε νοῆσαι.”

 

XXXII

225. Καὶ οἱ μὲν τοιαῦτα ὠλοφύροντο. πυθόμενοι δὲ οἱ κατὰ τὴν ἱερόπολιν καὶ τὴν ἄλλην χώραν τὸ κινούμενον, ὥσπερ ἀφ’ ἑνὸς συνθήματος συνταξάμενοι, τοῦ κοινοῦ πάθους τὸ σύνθημα δόντος, ἐξεληλύθεσαν ἀθρόοι καὶ κενὰς τὰς πόλεις καὶ κώμας καὶ οἰκίας ἀπολιπόντες μιᾷ ῥύμῃ συνέτεινον εἰς Φοινίκην· ἐκεῖ γὰρ ὢν ἐτύγχανεν ὁ Πετρώνιος.   226. ἰδόντες δὲ τῶν Πετρωνίου τινὲς ὄχλον ἀμύθητον φερόμενον ἐβοηδρόμουν ἀπαγγέλλοντες, ἵνα φυλάττηται, πόλεμον προσδοκήσαντες. ἔτι δὲ διηγουμένων, ὁ μὲν ἀφρούρητος ἦν, ἡ δὲ τῶν Ἰουδαίων πληθὺς ἐξαπιναίως ὥσπερ νέφος ἐπιστᾶσα πᾶσαν Φοινίκην ἐπέσχε, κατάπληξιν τοῖς οὐκ εἰδόσι τὴν τοῦ ἔθνους πολυανθρωπίαν ἐργασαμένη.   227. καὶ βοὴ μὲν τοσαύτη τὸ πρῶτον ἤρθη μετὰ κλαυθμῶν καὶ στερνοτυπιῶν, ὡς ἂν μηδὲ τὰς ἀκοὰς τῶν παρόντων χωρεῖν τὸ μέγεθος· οὐδὲ γὰρ ἐπαύσατο παυσαμένων, ἀλλ’ ἡσυχασάντων ἔτι συνήχει. ἔπειτα πρόσοδοι καὶ δεήσεις, οἵας ὁ καιρὸς ὑπέβαλλε· διδάσκαλοι γὰρ τοῦ παρόντος αὐταὶ αἱ συμφοραί. εἰς τάξεις δὲ ἓξ διενεμήθησαν, πρεσβυτῶν, νέων, παίδων, πάλιν ἐν μέρει πρεσβυτίδων, γυναικῶν τῶν ἐν ἡλικίᾳ, παρθένων.   228. ἐπεὶ δὲ ὁ Πετρώνιος ἐξ ἀπόπτου κατεφάνη, πᾶσαι αἱ τάξεις καθάπερ ¦ κελευσθεῖσαι προσπίπτουσιν εἰς ἔδαφος ὀλολυγὴν θρηνώδη τινὰ μεθ’ ἱκετηριῶν ἀφιεῖσαι. παραινέσαντος δὲ ἀνίστασθαι καὶ προσελθεῖν ἐγγυτέρω, μόλις ἀνίσταντο καὶ καταχεάμενοι πολλὴν κόνιν καὶ ῥεόμενοι δακρύοις, τὰς χεῖρας ἀμφοτέρας εἰς τοὐπίσω περιαγαγόντες τρόπον ἐξηγκωνισμένων, προσῄεσαν.   229. εἶτα ἡ γερουσία καταστᾶσα τοιάδε ἔλεξεν· “ἄοπλοι μέν <ἐσμεν>, ὡς ὁρᾷς, παραγενομένους δὲ αἰτιῶνταί τινες ὡς πολεμίους. ἃ δὲ ἡ φύσις ἑκάστῳ προσένειμεν ἀμυντήρια μέρη, χεῖρας, ἀπεστρόφαμεν, ἔνθα μηδὲν ἐργάσασθαι δύνανται, παρέχοντες αὑτῶν τὰ σώματα πρὸς εὐσκόπους τοῖς θέλουσιν ἀποκτεῖναι βολάς.   230. γυναῖκας καὶ τέκνα καὶ γενεὰς ἐπηγαγόμεθά σοι καὶ διὰ σοῦ προσεπέσομεν Γαΐῳ μηδένα οἴκοι καταλιπόντες, ἵνα ἢ περισώσητε πάντας ἢ πάντας πανωλεθρίᾳ διαφθείρητε. Πετρώνιε, καὶ τὰς φύσεις ἐσμὲν εἰρηνικοὶ καὶ τὴν προαίρεσιν, καὶ αἱ διὰ παιδοτροφίαν φιλεργίαι τοῦτο ἡμᾶς ἐξ ἀρχῆς ἐπαίδευσαν τὸ ἐπιτήδευμα.   231. Γαΐῳ παραλαβόντι τὴν ἡγεμονίαν πρῶτοι τῶν κατὰ Συρίαν ἁπάντων ἡμεῖς συνήσθημεν, Οὐιτελλίου τότε, παρ’ οὗ διεδέξω τὴν ἐπιτροπήν, ἐν τῇ πόλει διατρίβοντος, ᾧ τὰ περὶ τούτων ἐκομίσθη γράμματα, καὶ ἀπὸ τῆς ἡμετέρας πόλεως εὐαγγελιουμένη πρὸς τὰς ἄλλας ἔδραμεν ἡ φήμη.   232. πρῶτον τὸ ἡμέτερον ἱερὸν ἐδέξατο τὰς ὑπὲρ τῆς ἀρχῆς Γαΐου θυσίας, ἵνα πρῶτον ἢ καὶ μόνον ἀφαιρεθῇ τῆς θρησκείας τὸ πάτριον; ἐξιστάμεθα τῶν πόλεων, παραχωροῦμεν τῶν οἰκιῶν καὶ κτημάτων, ἔπιπλα καὶ χρήματα καὶ κειμήλια καὶ τὴν ἄλλην ἅπασαν λείαν εἰσοίσομεν ἑκόντες· λαμβάνειν, οὐ διδόναι, ταῦτα νομιοῦμεν. ἓν ἀντὶ πάντων αἰτούμεθα, μηδὲν ἐν τῷ ἱερῷ γενέσθαι νεώτερον, ἀλλὰ φυλαχθῆναι τοιοῦτον, οἷον παρὰ τῶν πάππων καὶ προγόνων παρελάβομεν.   233. εἰ δὲ μὴ πείθομεν, παραδίδομεν ἑαυτοὺς εἰς ἀπώλειαν, ἵνα μὴ ζῶντες ἐπίδωμεν θανάτου χεῖρον κακόν. πυνθανόμεθα πεζὰς καὶ ἱππικὰς δυνάμεις εὐτρεπίσθαι καθ’ ἡμῶν, εἰ πρὸς τὴν ἀνάθεσιν ἀντιβαίημεν. οὐδεὶς οὕτως μέμηνεν, ὡς δοῦλος ὢν ἐναντιοῦσθαι δεσπότῃ· παρέχομεν ἐν ἑτοίμῳ τὰς σφαγὰς ἄσμενοι, κτεινέτωσαν, ἱερευέτωσαν, κρεανομείτωσαν ἀμαχεὶ καὶ ἀναιμωτί, πάντα ὅσα κεκρατηκότων ἔργα δράτωσαν.   234. τίς δὲ χρεία στρατιᾶς; αὐτοὶ κατάρξομεν ¦ τῶν θυμάτων οἱ καλοὶ ἱερεῖς, παραστησόμενοι τῷ ἱερῷ γυναῖκας οἱ γυναικοκτόνοι, ἀδελφοὺς καὶ ἀδελφὰς οἱ ἀδελφοκτόνοι, κούρους καὶ κόρας, τὴν ἄκακον ἡλικίαν, οἱ παιδοφόνται· τραγικῶν γὰρ ὀνομάτων δεῖ τοῖς τὰς τραγικὰς συμφορὰς ὑπομένουσιν.   235. εἶτ’ ἐν μέσοις στάντες καὶ λουσάμενοι τῷ συγγενικῷ αἵματι – τοιαῦτα γὰρ τὰ λουτρὰ τοῖς εἰς ᾅδου φαιδρυνομένοις – ἀνακερασόμεθα τὸ ἴδιον ἐπικατασφάξαντες αὑτούς.   236. ἀποθανόντων τὸ ἐπίταγμα γενέσθω· μέμψαιτ’ ἂν οὐδὲ θεὸς ἡμᾶς ἀμφοτέρων στοχαζομένους, καὶ τῆς πρὸς τὸν αὐτοκράτορα εὐλαβείας καὶ τῆς πρὸς τοὺς καθωσιωμένους νόμους ἀποδοχῆς· γενήσεται δὲ τοῦτο, ἐὰν ὑπεκστῶμεν ἀβιώτου βίου καταφρονήσαντες.   237. ἀκοὴν ἐδεξάμεθα παλαιτάτην ὑπὸ τῶν κατὰ τὴν Ἑλλάδα λογίων παραδοθεῖσαν, οἳ τὴν τῆς Γοργόνος κεφαλὴν τοσαύτην ἔχειν δύναμιν ὡμολόγουν, ὥστε τοὺς προσιδόντας εὐθὺς λίθους καὶ πέτρους γίνεσθαι. τοῦτο μύθου μὲν πλάσμα ἔοικεν εἶναι, τὸ δ’ ἀληθὲς αἱ μεγάλαι καὶ ἀβούλητοι καὶ ἀνήκεστοι συντυχίαι ἐπιφέρουσιν. ὀργαὶ δεσπότου θάνατον ἀπεργάζονται ἢ παραπλήσιόν τι θανάτῳ.   238. νομίζεις, ὃ μήποτε γένοιτο, παραπεμπόμενον εἰ θεάσαιντό τινες τῶν ἡμετέρων εἰς τὸ ἱερὸν τὸν ἀνδριάντα, οὐκ ἂν εἰς πέτρους μεταβαλεῖν, παγέντων μὲν αὐτοῖς τῶν ἄρθρων, παγέντων δὲ τῶν ὀφθαλμῶν, ὡς μηδὲ κινηθῆναι δύνασθαι, ὅλου δὲ τοῦ σώματος τὰς φυσικὰς κινήσεις μεταβαλόντος καθ’ ἕκαστον τῶν ἐν τῇ κοινωνίᾳ μερῶν αὐτοῦ;   239. τελευταίαν δέησιν, ὦ Πετρώνιε, ποιησόμεθα δικαιοτάτην· οὔ φαμεν μὴ δεῖν τὰ κελευσθέντα δρᾶν, ἀλλ’ ἀναχώρησιν αἰτούμεθα προσικετεύοντες, ἵνα πρεσβείαν ἑλόμενοι πέμψωμεν τὴν ἐντευξομένην τῷ δεσπότῃ.   240. τάχα που πρεσβευσάμενοι πείσομεν, ἢ περὶ θεοῦ τιμῆς πως διεξελθόντες ἢ περὶ νομίμων ἀκαθαιρέτων φυλακῆς ἢ περὶ τοῦ μὴ πάντων καὶ τῶν ἐν ἐσχατιαῖς ἐθνῶν, οἷς τετήρηται τὰ πάτρια, ἔλαττον ἐνέγκασθαι ἢ περὶ ὧν ὁ πάππος αὐτοῦ καὶ πρόπαππος ἔγνωσαν ἐπισφραγιζόμενοι τὰ ἡμέτερα ἔθη μετὰ πάσης ἐπιμελείας.   241. ἴσως ταῦτα ἀκούων ἔσται μαλακώτερος· οὐκ ἐν ὁμοίῳ μένουσιν αἱ γνῶμαι τῶν μεγάλων, αἱ δὲ σὺν ὀργῇ καὶ τάχιστα κάμνουσι. διαβεβλήμεθα, τὰς διαβολὰς ἐπίτρεψον ἰάσασθαι· ἀκρίτους καταγνωσθῆναι χαλεπόν.   242. ἐὰν δὲ μὴ πείσωμεν, τί λοιπὸν ἐμποδών ἐστιν [ἢ] ταῦτα ἃ καὶ ¦ νῦν διανοῇ πράττειν; ἕως οὐ πεπρεσβεύμεθα, μὴ ἀποκόψῃς τὰς ἀμείνους ἐλπίδας μυριάδων τοσούτων, αἷς οὐχ ὑπὲρ κέρδους ἀλλ’ ὑπὲρ εὐσεβείας ἐστὶν ἡ σπουδή. καίτοι γε ἡμάρτομεν τοῦτο εἰπόντες· τί γὰρ ἂν εἴη κέρδος λυσιτελέστερον ὁσιότητος ἀνθρώποις;”

 

XXXIII

243. Ταῦτα δὲ διεξῄεσαν ὑπ’ ἀγωνίας καὶ περιπαθήσεως ἄσθματι πολλῷ, κεκομμένῳ τῷ πνεύματι, ῥεόμενοι κατὰ τῶν μελῶν ἁπάντων ἱδρῶτι, μετὰ φορᾶς ἀπαύστων δακρύων, ὡς ἤδη συναλγεῖν τοὺς ἀκούοντας καὶ τὸν Πετρώνιον – ἦν γὰρ καὶ τὴν φύσιν εὐμενὴς καὶ ἥμερος – ὑπὸ τῶν λεχθέντων καὶ ὁρωμένων συνηρπάσθαι· ἐδόκει γὰρ αὐτῷ καὶ τὰ λεγόμενα εἶναι δικαιότατα καὶ οἰκτρά τις ἡ τῶν ὁρωμένων περιπάθησις.   244. ἐπεξαναστὰς δὲ μετὰ τῶν συνέδρων ἐβουλεύετο τὰ πρακτέα καὶ ἑώρα τοὺς μὲν πρὸ μικροῦ παντάπασιν ἐναντιουμένους ἐπαμφοτερίζοντας, τοὺς δὲ ἐνδοιαστὰς ἐπιρρέποντας ἤδη τῷ πλείονι μέρει πρὸς ἔλεον· ἐφ’ οἷς ἥδετο, καίτοι τὴν φύσιν εἰδὼς τοῦ προεστῶτος καὶ ὡς ἔστιν ἀπαραίτητος ὀργήν.   245. ἀλλ’ εἶχέ τινα καὶ αὐτός, ὡς ἔοικεν, ἐναύσματα τῆς Ἰουδαϊκῆς φιλοσοφίας ἅμα καὶ εὐσεβείας, εἴτε καὶ πάλαι προμαθὼν ἕνεκα τῆς περὶ παιδείαν σπουδῆς εἴτε καὶ ἀφ’ οὗ τῶν χώρων ἐπετρόπευσεν, ἐν οἷς Ἰουδαῖοι καθ’ ἑκάστην πόλιν εἰσὶ παμπληθεῖς, Ἀσίας τε καὶ Συρίας, εἴτε καὶ τὴν ψυχὴν οὕτω διατεθεὶς αὐτηκόῳ καὶ αὐτοκελεύστῳ καὶ αὐτομαθεῖ τινι πρὸς τὰ σπουδῆς ἄξια φύσει. τοῖς δὲ ἀγαθοῖς ἀγαθὰς ὑπηχεῖν ἔοικε γνώμας ὁ θεός, δι’ ὧν ὠφελοῦντες ὠφεληθήσονται· ὅπερ κἀκείνῳ συνέβη.   246. τίνες οὖν ἦσαν αἱ γνῶμαι; μὴ κατεπείγειν τοὺς δημιουργούς, ἀλλ’ ἀναπείθειν εὖ τετεχνιτευμένον ἀπεργάσασθαι τὸν ἀνδριάντα, στοχαζομένους καθ’ ὅσον ἂν οἷόν τε ᾖ μὴ ἀπολειφθῆναι τῶν διωνομασμένων ἀρχετύπων εἰς πλείονος χρόνου μῆκος, ἐπειδὴ τὰ μὲν αὐτοσχέδια φιλεῖ πως ἐπιτέμνεσθαι, τὰ δὲ σὺν πόνῳ καὶ ἐπιστήμῃ μῆκος χρόνων ἐπιζητεῖν.   247. ἣν ᾐτήσαντο πρεσβείαν, οὐκ ἐπιτρέπειν· ἀσφαλὲς γὰρ οὐκ εἶναι. τοῖς βουλομένοις ἐπὶ τὸν πάντων ἡγεμόνα καὶ δεσπότην ἐκκαλεῖσθαι τὰ πράγματα μὴ ἐναντιοῦσθαι. τῷ πλήθει μήτε ὁμολογεῖν μήτε ἀρνεῖσθαι· ἑκάτερον γὰρ φέρειν κίνδυνον.   248. ἐπιστέλλειν ¦ Γαΐῳ μηδὲν μὲν τῶν Ἰουδαίων κατηγοροῦντα, μὴ δηλοῦντα δὲ ἐπ’ ἀληθείας τὰς ἱκετείας καὶ ἀντιβολίας αὐτῶν, καὶ τῆς περὶ τὴν ἀνάθεσιν βραδυτῆτος αἰτιᾶσθαι τὸ μέν τι τὴν κατασκευὴν χρόνου μεμετρημένου δεομένην, τὸ δέ τι καὶ τὸν καιρὸν διδόντα μεγάλας ἀφορμὰς εἰς ἀναβολὴν εὐλόγους, αἷς συναινέσειν οὐκ ἴσως ἀλλ’ ἀναγκαίως καὶ αὐτὸν Γάιον.   249. ἐν ἀκμῇ μὲν γὰρ τὸν τοῦ σίτου καρπὸν εἶναι καὶ τῶν ἄλλων ὅσα σπαρτά, δεδιέναι δὲ μὴ κατ’ ἀπόγνωσιν τῶν πατρίων ἄνθρωποι καὶ τοῦ ζῆν καταφρονοῦντες ἢ δῃώσωσι τὰς ἀρούρας ἢ ἐμπρήσωσι τὴν σταχυηφόρον ὀρεινὴν καὶ πεδιάδα, φυλακῆς δὲ χρῄζειν εἰς ἐπιμελεστέραν τῶν καρπῶν συγκομιδήν, οὐ μόνον τῶν σπειρομένων ἀλλὰ καὶ ὧν ἡ δενδροφόρος παρέχει.   250. διεγνώκει μὲν γάρ, ὡς λόγος, πλεῖν εἰς Ἀλεξάνδρειαν τὴν πρὸς Αἰγύπτῳ, πελάγει δὲ οὐκ ἀξιώσει τοσοῦτος ἡγεμὼν διά τε τοὺς κινδύνους καὶ διὰ τὸ πλῆθος τοῦ παραπέμποντος στόλου καὶ ἅμα διὰ τὴν ἐπιμέλειαν τοῦ σώματος, ἃ δὴ πάντα γίνεται ῥᾳδίως τὸν δι’ Ἀσίας καὶ Συρίας κύκλον περαιουμένῳ·   251. δυνήσεται γὰρ καθ’ ἑκάστην ἡμέραν καὶ πλεῖν καὶ ἀποβαίνειν, καὶ μάλιστα τὰς πλείστας ναῦς ἐπαγόμενος μακράς, ἀλλ’ οὐχ ὁλκάδας, αἷς ὁ παρὰ γῆν πλοῦς ἀνυσιμώτερος, ὡς ταῖς φορτίσι διὰ πελάγους ἐστίν.   252. ἀναγκαῖον οὖν καὶ χιλὸν κτήνεσι καὶ τροφὰς ἀφθόνους ἐν ἁπάσαις ταῖς Συριακαῖς πόλεσιν εὐτρεπίσθαι, καὶ μάλιστα ταῖς παράλοις. ἀφίξεται γὰρ παμπληθὴς ὄχλος καὶ διὰ γῆς καὶ διὰ θαλάττης, οὐ μόνον ἀπ’ αὐτῆς Ῥώμης καὶ Ἰταλίας ἀναστάς, ἀλλὰ καὶ ἀπὸ τῶν ἑξῆς ἄχρι Συρίας ἐπικρατειῶν ἐπηκολουθηκώς, ὁ μὲν τῶν ἐν τέλει, ὁ δὲ στρατιωτικός, ἱππέων, πεζῶν, τῶν ἐν ταῖς ναυσίν, ὁ δὲ οἰκετικὸς οὐκ ἀποδέων τοῦ στρατιωτικοῦ.   253. δεῖ δὲ χορηγιῶν οὐ πρὸς τὰ ἀναγκαῖα συμμεμετρημένων αὐτὸ μόνον, ἀλλὰ καὶ πρὸς περιττὴν δαψίλειαν, ἣν ἐπιζητεῖ Γάιος. τούτοις ἐὰν ἐντύχῃ τοῖς γράμμασιν, ἴσως πρὸς τῷ μὴ δυσχερᾶναι καὶ τῆς προνοίας ἡμᾶς ἀποδέξεται ὡς ποιησαμένους τὴν ὑπέρθεσιν, οὐ χάριτι τῇ τῶν Ἰουδαίων, ἀλλ’ ἕνεκα τῆς τῶν καρπῶν συγκομιδῆς.

 

XXXIV

254. Ἀποδεξαμένων δὲ τὴν ἐπίνοιαν τῶν συνέδρων, κελεύει γράφεσθαι τὰς ἐπιστολὰς καὶ ἐχειροτόνει τοὺς διακομιοῦντας ἄνδρας εὐζώνους, ἐθάδας δὲ καὶ τῶν κατὰ τὰς ὁδοιπορίας ἐπιτομῶν. καὶ οἱ μὲν ἥκοντες ἀνέδοσαν τὰς ἐπιστολάς, ὁ δ’ ἔτι μὲν ἀναγινώσκων διῴδει ¦ καὶ μεστὸς ἦν ὀργῆς ἐφ’ ἑκάστῳ σημειούμενος·   255. ὡς δὲ ἐπαύσατο, συνεκρότει τὰς χεῖρας “εὖ, Πετρώνιε”, φάσκων “οὐκ ἔμαθες ἀκούειν αὐτοκράτορος· αἱ ἐπάλληλοί σε ἀρχαὶ πεφυσήκασιν· ἄχρι τοῦ παρόντος οὐδὲ ἀκοῇ γνωρίζειν μοι δοκεῖς Γάιον, οὐκ εἰς μακρὰν αὐτοῦ πεῖραν ἕξεις.   256. μέλει μὲν γάρ σοι τῶν Ἰουδαϊκῶν νομίμων, ἐχθίστου μοι ἔθνους, ἀλογεῖς δὲ τῶν ἄρχοντος ἡγεμονικῶν προστάξεων. ἐφοβήθης τὸ πλῆθος· εἶτα οὐ παρῆσαν αἱ στρατιωτικαὶ δυνάμεις, ἃς δέδιεν ἔθνη τὰ ἑῷα καὶ ἡγεμόνες αὐτῶν Παρθυαῖοι;   257. ἀλλ’ ἠλέησας· εἶτα οἴκτῳ μᾶλλον ἐνέδωκας ἢ Γαΐῳ; προφασίζου νῦν ἄμητον, τὸν ἀπροφάσιστον οὐκ εἰς μακρὰν ἐνδεξόμενος αὐτὸς τῇ κεφαλῇ· συγκομιδὴν αἰτιῶ καρπῶν καὶ τὰς εἰς τὴν ἡμετέραν ἄφιξιν παρασκευάς· εἰ γὰρ ἀφορία παντελὴς ἐπέσχε τὴν Ἰουδαίαν, οὐκ ἦσαν αἱ πλησιόχωροι τοσαῦται καὶ οὕτως εὐδαίμονες ἱκαναὶ χορηγεῖν τὰ ἐπιτήδεια καὶ τὴν μιᾶς ἔνδειαν ἀναπληρῶσαι;   258. ἀλλὰ τί προανίσταμαι τῶν χειρῶν; τί δέ μου τῆς γνώμης προαισθάνονταί τινες; ὁ μέλλων τὰ ἐπίχειρα καρποῦσθαι γινωσκέτω πρῶτος ἐξ ὧν ἂν πάθῃ. παύομαι λέγων, φρονῶν δὲ οὐ παύσομαι.”   259. καὶ μικρὸν ὅσον ἐπισχών τινι τῶν πρὸς ταῖς ἐπιστολαῖς ὑπέβαλε τὰς πρὸς Πετρώνιον ἀποκρίσεις, ἐπαινῶν αὐτὸν ὅσα τῷ δοκεῖν εἰς τὸ προμηθὲς καὶ τὴν τοῦ μέλλοντος ἀκριβῆ περίσκεψιν· σφόδρα γὰρ τοὺς ἐν ἡγεμονίαις εὐλαβεῖτο τὰς πρὸς νεωτεροποιίαν ἀφορμὰς ὁρῶν ἔχοντας ἐν ἑτοίμῳ, καὶ μάλιστα τοὺς ἐν ταῖς μεγάλαις καὶ μεγάλοις ἐπιτάττοντας στρατοπέδοις, ἡλίκα τὰ πρὸς Εὐφράτῃ κατὰ Συρίαν ἐστίν.   260. θεραπεύων οὖν τοῖς ὀνόμασι καὶ γράμμασιν ἄχρι καιροῦ τὸ ἔγκοτον ἐπεσκίαζε βαρύμηνις ὤν. εἶτα ἐπὶ πᾶσι γράφει κελεύων μηδενὸς οὕτω φροντίζειν ἢ τοῦ θᾶττον ἀνατεθῆναι τὸν ἀνδριάντα· καὶ γὰρ ἤδη τὰ θέρη, τὴν εἴτε πιθανὴν εἴτε ἀληθῆ πρόφασιν, συγκεκομίσθαι δύνασθαι.

 

XXXV

261. Μετ’ οὐ πολὺ μέντοι παρῆν Ἀγρίππας ὁ βασιλεὺς κατὰ τὸ εἰωθὸς ἀσπασόμενος Γάιον. ᾔδει δὲ ἁπλῶς οὐδὲν οὔτε ὧν ἐπεστάλκει ὁ Πετρώνιος οὔτε ὧν ὁ Γάιος ἢ πρότερον ἢ ὕστερον· ἐτεκμαίρετο μέντοι διὰ τῆς οὐκ ἐν τάξει κινήσεως καὶ τῆς τῶν ὀμμάτων ταραχῆς ὑποτυφομένην ὀργὴν καὶ ἀνεσκόπει καὶ διηρεύνα ἑαυτὸν πάντῃ καὶ πρὸς πάντα μικρά τε αὖ καὶ μεγάλα τὸν λογισμὸν ἀποτείνων, μή τι δέδρακεν ἢ εἶπεν ὧν οὐ χρή.   262. ὡς δὲ συνόλως οὐδὲν εὕρισκεν, ἐτόπασεν, ὅπερ ἦν εἰκός, ἑτέροις τισὶ πικραίνεσθαι. πάλιν δὲ ὅτε ὑποβλεπόμενον εἶδε καὶ τετακότα τὰς ὄψεις πρὸς μηδένα τῶν παρόντων ἢ μόνον ἐπ’ αὐτόν, ἐδεδίει ¦ καὶ πολλάκις ἐρέσθαι διανοηθεὶς ἐπέσχε, τοιοῦτον λαμβάνων λογισμόν· “ἴσως τὴν ἀπειλὴν πρὸς ἑτέρους οὖσαν αὐτὸς ἕλξω περιεργίας ὁμοῦ καὶ προπετείας καὶ θράσους ὑπόληψιν ἐξενεγκάμενος.”   263. ἐπτοημένον δ’ οὖν καὶ ἀποροῦντα θεασάμενος αὐτὸν Γάιος – ἦν γὰρ δεινὸς ἐκ τῆς φανερᾶς ὄψεως ἀφανὲς ἀνθρώπου βούλημα καὶ πάθος συνιδεῖν – “ἀπορεῖς”, εἶπεν “Ἀγρίππα; παύσω σε τῆς ἀπορίας.   264. ἐπὶ τοσοῦτόν μοι χρόνον συνδιατρίψας ἠγνόησας, ὅτι οὐ τῇ φωνῇ μόνον ἀλλὰ καὶ τοῖς ὄμμασι φθέγγομαι μᾶλλον ἢ οὐχ ἧττον ἕκαστα διασημαίνων;   265. οἱ καλοί σου καὶ ἀγαθοὶ πολῖται, παρ’ οἷς μόνοις ἐξ ἅπαντος ἀνθρώπων γένους θεὸς οὐ νομίζεται Γάιος, ἤδη μοι δοκοῦσι καὶ θανατᾶν ἀφηνιάζοντες· ἐμοῦ κελεύσαντος ἐν τῷ ἱερῷ Διὸς ἀνδριάντα ἀνατεθῆναι, πανδημεὶ συνταξάμενοι τῆς πόλεως καὶ τῆς χώρας ὑπεξῆλθον, πρόφασιν ἱκετεύσοντες, τὸ δ’ ἀληθὲς ἐναντία τοῖς προστεταγμένοις ἐργασόμενοι.”   266. μέλλοντος δὲ προσεπιφέρειν ἕτερα, ὑπ’ ἀγωνίας παντοδαπὰς χρόας ἐνήλλαττεν ἐν ταὐτῷ γινόμενος αἱμωπός, ὠχρός, πελιδνός.   267. ἤδη δὲ καὶ ἀπὸ κεφαλῆς ἄκρας ἄχρι ποδῶν φρίκῃ κατέσχητο, τρόμος τε καὶ σεισμὸς πάντα αὐτοῦ τὰ μέρη καὶ τὰ μέλη συνεκύκα, χαλωμένων τε καὶ ἀνιεμένων τῶν σωματικῶν τόνων περὶ ἑαυτῷ κατέρρει καὶ τὰ τελευταῖα παρεθεὶς μικροῦ κατέπεσεν, εἰ μὴ τῶν παρεστώτων τινὲς ὑπέλαβον αὐτόν· καὶ κελευσθέντες φοράδην οἴκαδε κομίζουσιν οὐδενὸς συναισθανόμενον ὑπὸ κάρου τῶν ἀθρόων κατασκηψάντων κακῶν.   268. ὁ μὲν οὖν Γάιος ἔτι μᾶλλον ἐξετραχύνθη τὸ κατὰ τοῦ ἔθνους μῖσος ἐπιτείνων· “εἰ γὰρ Ἀγρίππας” ἔφασκεν “ὁ συνηθέστατος καὶ φίλτατος καὶ τοσαύταις ἐνδεδεμένος εὐεργεσίαις ἥττηται τῶν ἐθῶν, ὡς μηδὲ ἀκοὴν ἀνέχεσθαι τὴν κατ’ αὐτῶν, ἀλλ’ ὑπ’ ἐκλύσεως μικροῦ καὶ τελευτῆσαι, τί χρὴ περὶ τῶν ἄλλων προσδοκᾶν, οἷς μηδεμία πρόσεστιν ὁλκὸς δύναμις εἰς τοὐναντίον;”   269. ὁ δὲ Ἀγρίππας τὴν μὲν πρώτην ἡμέραν καὶ τὸ πλεῖστον μέρος τῆς ὑστεραίας ὑπὸ κάρου πιεσθεὶς βαθέος οὐδὲν ἐγνώριζε τῶν ὄντων, περὶ δὲ δείλην ἑσπέραν μικρὸν ὅσον τὴν κεφαλὴν ἐπάρας καὶ βεβαρημένους τοὺς ὀφθαλμοὺς ἐπὶ βραχὺ μόλις διοίξας ἀμαυραῖς καὶ ἀχλυώδεσι ταῖς ὄψεσι τοὺς ἐν κύκλῳ παρεθεᾶτο, μήπω γνωρίζειν δυνάμενος ἐπ’ ἀκριβὲς τὰς ἑκάστων ἰδέας.   270. πάλιν δὲ ὑπενεχθεὶς εἰς ὕπνον ἠρέμει τῆς προτέρας ὑγιεινοτέρᾳ καταστάσει χρώμενος, ὡς ἐνῆν ἔκ τε τῆς ἀναπνοῆς καὶ ἐκ τῆς περὶ τὸ σῶμα σχέσεως τεκμήρασθαι.   ¦ 271. περιαναστὰς δὲ ὕστερον ἐπυνθάνετο· “ποῦ τὰ νῦν εἰμι; μήτι παρὰ Γαΐῳ; μὴ καὶ αὐτὸς πάρεστιν ὁ δεσπότης;” ἀποκριναμένων δέ· “θάρρει, παρὰ σαυτῷ διατρίβεις,   272. Γάιος οὐ πάρεστιν· ἱκανῶς ἠρέμησας <ὑπενεχθεὶς> εἰς ὕπνον· ἀλλ’ ἐπιστραφεὶς καὶ μετεωρίσας σαυτὸν τὸν ἀγκῶνα πῆξον, γνώρισον τοὺς παρόντας· ἴδιοι πάντες εἰσί, φίλων καὶ ἀπελευθέρων καὶ οἰκετῶν οἱ μάλιστα τιμῶντες καὶ ἀντιτιμώμενοι” –   273. ὁ δὲ – νήφειν γὰρ ἤρχετο – καθεώρα τὸ παρ’ ἑκάστῳ συμπαθές· καὶ κελευσάντων τοὺς πολλοὺς μεταστῆναι τῶν ἰατρῶν, ἵνα δι’ ἀλειμμάτων καὶ τροφῆς καιρίου τὸ σωμάτιον ἀνακτήσωνται,   274. “πάνυ γὰρ” εἶπε “φροντιστέον ὑμῖν ἐπιμελεστέρας τῆς εἰς ἐμὲ διαίτης; οὐ γὰρ ἐξαρκεῖ μοι τῷ βαρυδαίμονι λιμὸν ἀκέσασθαι διὰ ψιλῆς καὶ εἰς εὐτέλειαν ἀπηκριβωμένης τῆς τῶν ἀναγκαίων χρήσεως; οὐδ’ αὐτὰ δὴ ταῦτα προσηκάμην ἄν, εἰ μὴ ἕνεκα τελευταίας βοηθείας, ἣν ὀνειροπολεῖ μου ἡ διάνοια τῷ ταλαιπώρῳ ἔθνει παρασχεῖν.”   275. καὶ ὁ μὲν δεδακρυμένος καὶ ἀναγκοφαγῶν δίχα προσοψήματος οὐδὲ κράματος προσενεχθέντος ἠνέσχετο, ἀλλ’ ὕδατος ἀπογευσάμενος “ἐπέχει μὲν” εἶπεν “ἡ τάλαινα γαστὴρ ὃ ἀπῄτει δάνειον· ἐμοὶ δὲ τί προσήκει ποιεῖν ἢ δεῖσθαι Γαΐου περὶ τῶν ἐνεστώτων;”

 

XXXVI

276. καὶ δέλτον λαβὼν ταῦτα ἐπιστέλλει· “τὴν μὲν κατ’ ὄψιν ἔντευξιν, ὦ δέσποτα, φόβος με καὶ αἰδὼς ἀφείλαντο, ὁ μὲν ἀπειλὴν ἐκτρεπόμενος, ἡ δὲ τῷ μεγέθει τοῦ περὶ σὲ ἀξιώματος καταπλήττουσα· γραφὴ δὲ μηνύσει μου τὴν δέησιν, ἣν ἀνθ’ ἱκετηρίας προτείνω.   277. πᾶσιν ἀνθρώποις, αὐτοκράτορ, ἐμπέφυκεν ἔρως μὲν τῆς πατρίδος, τῶν δὲ οἰκείων νόμων ἀποδοχή· καὶ περὶ τούτων οὐδεμιᾶς ἐστί σοι χρεία διδασκαλίας, ἐκθύμως μὲν στέργοντι τὴν πατρίδα, ἐκθύμως δὲ τὰ πάτρια τιμῶντι. καλὰ δὲ ἑκάστοις, εἰ καὶ μὴ πρὸς ἀλήθειάν ἐστι, διαφαίνεται τὰ οἰκεῖα· κρίνουσι γὰρ αὐτὰ οὐ λογισμῷ μᾶλλον ἢ τῷ τῆς εὐνοίας πάθει.   278. γεγέννημαι μέν, ὡς οἶδας, Ἰουδαῖος· ἔστι δέ μοι Ἱεροσόλυμα πατρίς, ἐν ᾗ ὁ τοῦ ὑψίστου θεοῦ νεὼς ἅγιος ἵδρυται· πάππων δὲ καὶ προγόνων βασιλέων ἔλαχον, ὧν οἱ πλείους ἐλέγοντο ἀρχιερεῖς, τὴν βασιλείαν τῆς ἱερωσύνης ἐν δευτέρᾳ τάξει τιθέμενοι καὶ νομίζοντες, ὅσῳ θεὸς ἀνθρώπων διαφέρει κατὰ τὸ κρεῖττον, τοσούτῳ καὶ βασιλείας ἀρχιερωσύνην· τὴν μὲν γὰρ εἶναι θεοῦ θεραπείαν, τὴν δὲ ἐπιμέλειαν ἀνθρώπων.   279. ἔθνει δὴ τοιούτῳ προσκεκληρωμένος καὶ πατρίδι καὶ ἱερῷ δέομαι ὑπὲρ ἁπάντων· τοῦ μὲν ἔθνους, ἵνα μὴ τὴν ἐναντίαν δόξαν ἐνέγκηται τῆς ἀληθείας, εὐσεβέστατα καὶ ὁσιώτατα διακείμενον ¦ ἐξ ἀρχῆς πρὸς ἅπαντα τὸν ὑμέτερον οἶκον·   280. ἐν οἷς γὰρ ἐφεῖται καὶ ἔξεστι μετὰ νόμων εὐσεβεῖν, οὐδενὸς οὔτε τῶν Ἀσιανῶν οὔτε τῶν ἐν Εὐρώπῃ λείπεται τὸ παράπαν, εὐχαῖς, ἀναθημάτων κατασκευαῖς, πλήθει θυσιῶν, οὐ μόνον ἐν ταῖς κατὰ τὰς δημοτελεῖς ἑορτὰς ἀναγομέναις, ἀλλὰ καὶ ἐν ταῖς καθ’ ἑκάστην ἡμέραν ἐντελεχέσιν· ἐξ ὧν οὐ στόματι καὶ γλώσσῃ μηνύουσι τὸ εὐσεβὲς μᾶλλον ἢ ψυχῆς ἀφανοῦς βουλεύμασιν οἱ μὴ λέγοντες, ὅτι φιλοκαίσαρές εἰσιν, ἀλλ’ ὄντες ὄντως.   281. περὶ δὲ τῆς ἱεροπόλεως τὰ προσήκοντά μοι λεκτέον· αὕτη, καθάπερ ἔφην, ἐμὴ μέν ἐστι πατρίς, μητρόπολις δὲ οὐ μιᾶς χώρας Ἰουδαίας ἀλλὰ καὶ τῶν πλείστων, διὰ τὰς ἀποικίας ἃς ἐξέπεμψεν ἐπὶ καιρῶν εἰς μὲν τὰς ὁμόρους, Αἴγυπτον, Φοινίκην, Συρίαν τήν τε ἄλλην καὶ τὴν Κοίλην προσαγορευομένην, εἰς δὲ τὰς πόρρω διῳκισμένας, Παμφυλίαν, Κιλικίαν, τὰ πολλὰ τῆς Ἀσίας ἄχρι Βιθυνίας καὶ τῶν τοῦ Πόντου μυχῶν, τὸν αὐτὸν τρόπον καὶ εἰς Εὐρώπην, Θετταλίαν, Βοιωτίαν, Μακεδονίαν, Αἰτωλίαν, τὴν Ἀττικήν, Ἄργος, Κόρινθον, τὰ πλεῖστα καὶ ἄριστα Πελοποννήσου,   282. καὶ οὐ μόνον αἱ ἤπειροι μεσταὶ τῶν Ἰουδαϊκῶν ἀποικιῶν εἰσιν, ἀλλὰ καὶ νήσων αἱ δοκιμώταται, Εὔβοια, Κύπρος, Κρήτη. καὶ σιωπῶ τὰς πέραν Εὐφράτου· πᾶσαι γὰρ ἔξω μέρους βραχέος, Βαβυλὼν καὶ τῶν ἄλλων σατραπειῶν αἱ ἀρετῶσαν ἔχουσαι τὴν ἐκ κύκλῳ γῆν Ἰουδαίους ἔχουσιν οἰκήτορας.   283. ὥστ’ ἐὰν μεταλάβῃ σου τῆς εὐμενείας ἡ ἐμὴ πατρίς, οὐ μία πόλις ἀλλὰ καὶ μυρίαι τῶν ἄλλων εὐεργετοῦνται καθ’ ἕκαστον κλίμα τῆς οἰκουμένης ἱδρυθεῖσαι, τὸ Εὐρωπαῖον, τὸ Ἀσιανόν, τὸ Λιβυκόν, τὸ ἐν ἠπείροις, τὸ ἐν νήσοις, πάραλόν τε καὶ μεσόγειον.   284. ἁρμόττει δέ σου τῷ μεγέθει τῆς τοσαύτης τύχης διὰ τῶν εἰς μίαν πόλιν εὐεργεσιῶν μυρίας ἄλλας συνευεργετεῖν, ὅπως διὰ πάντων τῶν τῆς οἰκουμένης μερῶν ᾄδηταί σου τὸ κλέος καὶ οἱ μετ’ εὐχαριστίας ἔπαινοι συνηχῶνται.   285. φίλων ἐνίων πατρίδας ὅλας τῆς Ῥωμαϊκῆς ἠξίωσας πολιτείας, καὶ γεγόνασιν οἱ πρὸ μικροῦ δοῦλοι δεσπόται ἑτέρων· καὶ τῶν ἀπολελαυκότων τῆς χάριτος μᾶλλον ἢ οὐχ ἧττον οἱ δι’ οὓς γέγονεν ἥδονται.   286. κἀγώ τίς εἰμι τῶν εἰδότων μὲν ὅτι δεσπότην ἔχω καὶ κύριον, κεκριμένων δὲ ἐν τῇ τάξει τῶν ἑταίρων, ἀξιώματος μὲν ἕνεκα οὐ πολλῶν ὕστερος, ¦ εὐνοίας δὲ οὐδενὸς δεύτερος, ἵνα μὴ λέγω πρῶτος.   287. διά τε οὖν τὸ πεφυκέναι καὶ διὰ τὸ πλῆθος τῶν εὐεργεσιῶν, αἷς με κατεπλούτισας, θαρρήσας ἂν ἴσως αἰτήσασθαι τῇ πατρίδι καὶ αὐτός, εἰ καὶ μὴ τὴν Ῥωμαϊκὴν πολιτείαν, ἐλευθερίαν γοῦν ἢ φόρων ἄφεσιν, οὐδὲν ἀπετόλμησα τοιοῦτον αἰτήσασθαι, τὸ δὲ φορητότατον, χάριν σοὶ μὲν ἀζήμιον δοῦναι, τῇ δὲ πατρίδι λαβεῖν ὠφελιμωτάτην· τί γὰρ ἂν γένοιτο εὐμενείας ἡγεμόνος ὑπηκόοις ἄμεινον ἀγαθόν;   288. ἐν Ἱεροσολύμοις πρῶτον, αὐτοκράτορ, ἠγγέλη σου ἡ εὐκταία διαδοχή, καὶ ἀπὸ τῆς ἱεροπόλεως ἐπὶ τὰς παρ’ ἑκάτερα ἠπείρους ἐχώρησεν ἡ φήμη· προνομίας καὶ διὰ τοῦτο τυγχάνειν ἐστὶν ἀξία παρὰ σοί.   289. καθάπερ γὰρ ἐν ταῖς συγγενείαις οἱ πρεσβύτατοι παῖδες τυγχάνουσι πρεσβείων, ὅτι πρῶτοι τὸ πατρὸς καὶ τὸ μητρὸς ὄνομα τοῖς γονεῦσιν ἐφήμισαν, τὸν αὐτὸν τρόπον, ἐπειδὴ τῶν ἀνατολικῶν πρώτη πόλις αὕτη σε προσεῖπεν αὐτοκράτορα, δικαία τυγχάνειν πλειόνων ἐστὶν ἀγαθῶν, εἰ δὲ μή, τῶν γοῦν ἴσων.   290. τοσαῦτα δικαιολογηθεὶς καὶ δεηθεὶς ἅμα περὶ τῆς πατρίδος εἶμι τὸ τελευταῖον ἐπὶ τὴν <περὶ> τοῦ ἱεροῦ δέησιν. τοῦτο, Γάιε δέσποτα, τὸ ἱερὸν χειρόκμητον οὐδεμίαν ἐξ ἀρχῆς μορφὴν παρεδέξατο διὰ τὸ ἕδος τοῦ ἀληθοῦς εἶναι θεοῦ· γραφέων μὲν γὰρ καὶ πλαστῶν ἔργα μιμήματα τῶν αἰσθητῶν θεῶν εἰσιν· τὸν δὲ ἀόρατον εἰκονογραφεῖν ἢ διαπλάττειν οὐχ ὅσιον ἐνομίσθη τοῖς ἡμετέροις προγόνοις.   291. Ἀγρίππας ἐτίμησε τὸ ἱερὸν ἐλθών, ὁ πάππος σου, καὶ ὁ Σεβαστὸς διὰ τοῦ κελεῦσαι τὰς πανταχόθεν ἀπαρχὰς ἐπιστολαῖς πέμπειν ἐκεῖσε καὶ διὰ τῆς ἐντελεχοῦς θυσίας· καὶ ἡ προμάμμη σου ***   292. ὅθεν οὐδείς, οὐχ Ἕλλην, οὐ βάρβαρος, οὐ σατράπης, οὐ βασιλεύς, οὐκ ἐχθρὸς ἄσπονδος, οὐ στάσις, οὐ πόλεμος, οὐχ ἅλωσις, οὐ πόρθησις, οὐκ ἄλλο τι τῶν ὄντων οὐδὲν ἐνεωτέρισέ ποτε οὕτως εἰς τὸν νεών, ὡς ἄγαλμα ἢ ξόανον ἤ τι τῶν χειροκμήτων ἱδρύσασθαι.   293. καὶ γὰρ εἰ τοῖς οἰκήτορσι τῆς χώρας ἀπήχθοντο δυσμενεῖς ὄντες, ἀλλ’ αἰδώς γέ ¦ τις ἢ φόβος εἰσῄει παραλῦσαί τι τῶν ἐξ ἀρχῆς νενομισμένων ἐπὶ τιμῇ τοῦ ποιητοῦ τῶν ὅλων καὶ πατρός· ᾔδεσαν γὰρ ἐκ τούτων καὶ τῶν ὁμοιοτρόπων τὰς τῶν θεηλάτων κακῶν φυομένας ἀνηκέστους συμφοράς. ἧς χάριν αἰτίας ἀσεβὲς σπέρμα σπείρειν εὐλαβοῦντο δεδιότες, μὴ θερίζειν ἀναγκασθῶσι τοὺς ἐπ’ ὀλέθρῳ παντελεῖ καρπούς.

 

XXXVII

294. ἀλλὰ τί μοι ξένους καλεῖν μάρτυρας ἔχοντι πολλοὺς τῶν οἰκειοτάτων σοι παραστῆσαι; Μάρκος Ἀγρίππας εὐθέως, ὁ πρὸς μητρός σου πάππος, ἐν Ἰουδαίᾳ γενόμενος, ἡνίκα Ἡρῴδης ὁ ἐμὸς πάππος ἐβασίλευε τῆς χώρας, ἀναβῆναι μὲν ἀπὸ θαλάττης εἰς τὴν μητρόπολιν ἐν μεσογείῳ κειμένην ἠξίωσε·   295. θεασάμενος δὲ τὸ ἱερὸν καὶ τὸν τῶν ἱερέων κόσμον καὶ τὴν τῶν ἐγχωρίων ἁγιστείαν, ἠγάσθη χρῆμα νομίσας ὑπέρσεμνόν τι καὶ παντὸς λόγου μεῖζον ἑωρακέναι, καὶ διήγημα οὐδὲν ἦν ἕτερον αὐτῷ πρὸς τοὺς συνόντας τότε τῶν ἑταίρων ἢ ὁ τοῦ νεὼ καὶ τῶν κατ’ αὐτὸν ἁπάντων ἔπαινος.   296. ὅσας γοῦν ἡμέρας διέτριψεν ἐν τῇ πόλει κατὰ χάριν τὴν πρὸς Ἡρῴδην, ἐφοίτησεν εἰς τὸ τέμενος τερπόμενος τῇ θέᾳ καὶ τῆς κατασκευῆς καὶ τῶν θυσιῶν καὶ τῆς περὶ τὰ ἱερουργούμενα λειτουργίας καὶ τάξεως καὶ τῆς περὶ τὸν ἀρχιερέα σεμνότητος, ὁπότε ἀσκηθείη τῇ ἱερᾷ στολῇ καὶ κατάρχοι τῶν ἱερῶν.   297. ἀναθήμασι δὲ κοσμήσας ὅσοις ἐξῆν τὸ ἱερὸν καὶ τοὺς οἰκήτορας εὐεργετήσας ὅσα μὴ βλάψει χαριζόμενος, Ἡρῴδην εὐφημήσας πολλὰ καὶ εὐφημηθεὶς μυρία, παρεπέμφθη μέχρι λιμένων, οὐχ ὑπὸ μιᾶς πόλεως, ἀλλ’ ὑπὸ τῆς χώρας ἁπάσης, φυλλοβολούμενός τε καὶ θαυμαζόμενος ἐπ’ εὐσεβείᾳ.   298. τί δὲ ὁ ἕτερός σου πάππος Τιβέριος Καῖσαρ; οὐχὶ ταὐτὰ φαίνεται προῃρημένος; ἐν γοῦν τρισὶ καὶ εἴκοσιν ἔτεσιν οἷς αὐτοκράτωρ ἐγένετο τὴν κατὰ τὸ ἱερὸν ἐκ μηκίστων χρόνων παραδεδομένην θρησκείαν ἐτήρησεν, οὐδὲν αὐτῆς παραλύσας ἢ παρακινήσας μέρος.

 

XXXVIII

299. ἔχω δέ τι καὶ φιλοτίμημα αὐτοῦ προσδιηγήσασθαι, καίτοι μυρίων ἀπολελαυκὼς ὅτε ἔζη κακῶν· ἀλλὰ τἀληθὲς φίλον καὶ σοὶ τίμιον. Πιλᾶτος ἦν τῶν ὑπάρχων ἐπίτροπος ἀποδεδειγμένος τῆς Ἰουδαίας· οὗτος οὐκ ἐπὶ τιμῇ Τιβερίου μᾶλλον ἢ ἕνεκα τοῦ λυπῆσαι τὸ πλῆθος ἀνατίθησιν ἐν τοῖς κατὰ τὴν ἱερόπολιν Ἡρῴδου βασιλείοις ἐπιχρύσους ἀσπίδας μήτε ¦ μορφὴν ἐχούσας μήτε ἄλλο τι τῶν ἀπηγορευμένων, ἔξω τινὸς ἐπιγραφῆς ἀναγκαίας, ἣ δύο ταῦτα ἐμήνυε, τόν τε ἀναθέντα καὶ ὑπὲρ οὗ ἡ ἀνάθεσις.   300. ἐπεὶ δὲ ᾔσθοντο οἱ πολλοί – καὶ περιβόητον ἦν ἤδη τὸ πρᾶγμα – , προστησάμενοι τούς τε βασιλέως υἱεῖς τέτταρας οὐκ ἀποδέοντας τό τε ἀξίωμα καὶ τὰς τύχας βασιλέων καὶ τοὺς ἄλλους ἀπογόνους καὶ τῶν παρ’ αὐτοῖς τοὺς ἐν τέλει παρεκάλουν τὸ νεωτερισθὲν περὶ τὰς ἀσπίδας εἰς ἐπανόρθωσιν ἀγαγεῖν καὶ μὴ κινεῖν ἔθη πάτρια τὸν πρὸ τοῦ πάντα αἰῶνα διαφυλαχθέντα καὶ πρὸς βασιλέων καὶ πρὸς αὐτοκρατόρων ἀκίνητα.   301. στερρῶς δὲ ἀντιλέγοντος – ἦν γὰρ τὴν φύσιν ἀκαμπὴς καὶ μετὰ τοῦ αὐθάδους ἀμείλικτος – , ἀνεβόησαν· “μὴ στασίαζε, μὴ πολεμοποίει, μὴ κατάλυε τὴν εἰρήνην· οὐκ ἔστιν ἀτιμία νόμων ἀρχαίων αὐτοκράτορος τιμή. μὴ πρόφασις τῆς εἰς τὸ ἔθνος ἐπηρείας ἔστω σοι Τιβέριος· οὐδὲν ἐθέλει τῶν ἡμετέρων καταλύεσθαι. εἰ δὲ φῄς, αὐτὸς ἐπίδειξον ἢ διάταγμα ἢ ἐπιστολὴν ἤ τι ὁμοιότροπον, ἵνα παυσάμενοι τοῦ σοὶ διενοχλεῖν πρέσβεις ἑλόμενοι δεώμεθα τοῦ δεσπότου.”   302. τὸ τελευταῖον τοῦτο μάλιστα αὐτὸν ἐξετράχυνε καταδείσαντα, μὴ τῷ ὄντι πρεσβευσάμενοι καὶ τῆς ἄλλης αὐτὸν ἐπιτροπῆς ἐξελέγξωσι τὰς δωροδοκίας, τὰς ὕβρεις, τὰς ἁρπαγάς, τὰς αἰκίας, τὰς ἐπηρείας, τοὺς ἀκρίτους καὶ ἐπαλλήλους φόνους, τὴν ἀνήνυτον καὶ ἀργαλεωτάτην ὠμότητα διεξελθόντες.   303. οἷα οὖν ἐγκότως ἔχων καὶ βαρύμηνις <ὢν> ἄνθρωπος ἐν ἀμηχάνοις ἦν, μήτε καθελεῖν τὰ ἅπαξ ἀνατεθέντα θαρρῶν μήτε βουλόμενός τι τῶν πρὸς ἡδονὴν τοῖς ὑπηκόοις ἐργάσασθαι, ἅμα δὲ καὶ τὴν ἐν τούτοις σταθερότητα Τιβερίου μὴ ἀγνοῶν· ἅπερ ὁρῶντες οἱ ἐν τέλει καὶ συνιέντες, ὅτι μετανοεῖ μὲν ἐπὶ τοῖς πεπραγμένοις, δοκεῖν δὲ οὐ βούλεται, γράφουσι Τιβερίῳ δεητικωτάτας ἐπιστολάς.   304. ὁ δὲ διαναγνοὺς οἷα μὲν εἶπε Πιλᾶτον, οἷα δὲ ἠπείλησεν· ὡς δὲ ὠργίσθη, καίτοι οὐκ εὔληπτος ὢν ὀργῇ, περιττόν ἐστι διηγεῖσθαι, τοῦ πράγματος ἐξ αὑτοῦ φωνὴν ἀφιέντος.   305. εὐθέως γὰρ οὐδὲ εἰς τὴν ὑστεραίαν ὑπερθέμενος ἐπιστέλλει, μυρία μὲν τοῦ καινουργηθέντος τολμήματος ὀνειδίζων καὶ ἐπιπλήττων, κελεύων δὲ αὐτίκα καθελεῖν τὰς ἀσπίδας καὶ μετακομισθῆναι ἐκ τῆς μητροπόλεως εἰς τὴν ἐπὶ θαλάττῃ Καισάρειαν, ἐπώνυμον τοῦ προπάππου Σεβαστήν, ἵνα ἀνατεθεῖεν ἐν τῷ Σεβαστείῳ· καὶ ἀνετέθησαν. οὕτως ἀμφότερα ἐφυλάχθη, καὶ ἡ ¦ τιμὴ τοῦ αὐτοκράτορος, καὶ ἡ περὶ τὴν πόλιν ἀρχαία συνήθεια.

 

XXXIX

306. τότε μὲν οὖν ἀσπίδες ἦσαν, αἷς οὐδὲν ἀνεζωγράφητο μίμημα· νυνὶ δὲ κολοσσιαῖος ἀνδριάς. καὶ τότε μὲν ἡ ἀνάθεσις ἐν οἰκίᾳ τῶν ἐπιτρόπων ἦν· τὴν δὲ μέλλουσάν φασιν ἐσωτάτω τοῦ ἱεροῦ κατ’ αὐτὰ τὰ ἄδυτα γίνεσθαι, εἰς ἃ ἅπαξ τοῦ ἐνιαυτοῦ ὁ μέγας ἱερεὺς εἰσέρχεται τῇ νηστείᾳ λεγομένῃ μόνον ἐπιθυμιάσων καὶ κατὰ τὰ πάτρια εὐξόμενος φορὰν ἀγαθῶν εὐετηρίαν τε καὶ εἰρήνην ἅπασιν ἀνθρώποις.   307. κἂν ἄρα τίς που, οὐ λέγω τῶν ἄλλων Ἰουδαίων, ἀλλὰ καὶ τῶν ἱερέων, οὐχὶ τῶν ὑστάτων, ἀλλὰ τῶν τὴν εὐθὺς μετὰ τὸν πρῶτον τάξιν εἰληχότων, ἢ καθ’ αὑτὸν ἢ καὶ μετ’ ἐκείνου συνεισέλθῃ, μᾶλλον δὲ κἂν αὐτὸς ὁ ἀρχιερεὺς δυσὶν ἡμέραις τοῦ ἔτους ἢ καὶ τῇ αὐτῇ τρὶς ἢ καὶ τετράκις εἰσφοιτήσῃ, θάνατον ἀπαραίτητον ὑπομένει.   308. τοσαύτη τίς ἐστιν ἡ περὶ τὰ ἄδυτα φυλακὴ τοῦ νομοθέτου μόνα ἐκ πάντων ἄβατα καὶ ἄψαυστα βουληθέντος αὐτὰ διατηρεῖσθαι. πόσους ἂν οὖν οἴει θανάτους ἑκουσίως ὑπομένειν τοὺς περὶ ταῦτα ὡσιωμένους, εἰ θεάσαιντο τὸν ἀνδριάντα εἰσκομιζόμενον; ἐμοὶ μὲν δοκοῦσι γενεὰς ὅλας αὐταῖς γυναιξὶ καὶ τέκνοις ἀποσφάξαντες ἐπὶ τοῖς τῶν οἰκείων πτώμασιν ἑαυτοὺς τελευταῖον καθιερεύσειν.   309. ταῦτα μὲν Τιβέριος ἔγνω. τί δὲ ὁ σὸς πρόπαππος, ὁ τῶν πώποτε γενομένων αὐτοκρατόρων ἄριστος, ὁ πρῶτος ἀρετῆς ἕνεκα καὶ τύχης Σεβαστὸς ὀνομασθείς, ὁ τὴν εἰρήνην διαχέας πάντῃ διὰ γῆς καὶ θαλάττης ἄχρι τῶν τοῦ κόσμου περάτων;   310. οὐκ ἀκοῇ πυνθανόμενος τὰ περὶ τὸ ἱερὸν καὶ ὅτι οὐδέν ἐστιν ἀφίδρυμα ἐν αὐτῷ χειρόκμητον, ὁρατὸν ἀοράτου μίμημα φύσεως, ἐθαύμαζε καὶ προσεκύνει, φιλοσοφίας οὐκ ἄκροις χείλεσι γευσάμενος ἀλλ’ ἐπὶ πλέον ἑστιαθεὶς καὶ σχεδόν τι καθ’ ἑκάστην ἡμέραν ἑστιώμενος, τὰ μὲν μνήμαις ὧν ἡ διάνοια προμαθοῦσα τὰ φιλοσοφίας ἀνεπόλει, τὰ δὲ καὶ ταῖς τῶν συνόντων ἀεὶ λογίων συνδιαιτήσεσι; κατὰ γὰρ τὰς ἐν δείπνῳ συνουσίας ὁ πλεῖστος χρόνος ἀπενέμετο τοῖς ἀπὸ παιδείας, ἵνα μὴ τὸ σῶμα μόνον ἀλλὰ καὶ ἡ ψυχὴ τοῖς οἰκείοις ἀνατρέφοιτο.

 

XL

311. τεκμηρίοις δὲ ἀφθόνοις πιστώσασθαι δυνάμενος τὸ βούλημα τοῦ Σεβαστοῦ προπάππου σου δυσὶν ἀρκεσθήσομαι. τὸ μὲν γὰρ πρῶτον ἐπέστειλε τοῖς ἐπιτρόποις τῶν κατὰ τὴν Ἀσίαν ἐπικρατειῶν, πυθόμενος ὀλιγωρεῖσθαι τὰς ἱερὰς ἀπαρχάς, ἵνα ἐπιτρέπωσι τοῖς Ἰουδαίοις μόνοις εἰς τὰ συναγώγια συνέρχεσθαι·   312. μὴ γὰρ εἶναι ταῦτα συνόδους ἐκ μέθης καὶ παροινίας ἐπισυστάσας, ὡς λυμαίνεσθαι τὰ ¦ τῆς εἰρήνης, ἀλλὰ διδασκαλεῖα σωφροσύνης καὶ δικαιοσύνης ἀνδρῶν ἐπιτηδευόντων μὲν ἀρετήν, ἀπαρχὰς δὲ ἐτησίους συμφερόντων, ἐξ ὧν ἀνάγουσι θυσίας στέλλοντες ἱεροπομποὺς εἰς τὸ ἐν Ἱεροσολύμοις ἱερόν.   313. εἶτα κελεύει μηδένα ἐμποδὼν ἵστασθαι τοῖς Ἰουδαίοις μήτε συνιοῦσι μήτε συνεισφέρουσι μήτε διαπεμπομένοις κατὰ τὰ πάτρια εἰς Ἱεροσόλυμα· ταῦτα γὰρ εἰ καὶ μὴ τοῖς ῥήμασι, τοῖς γοῦν πράγμασιν ἐπέσταλται.   314. μίαν δὲ ἐπιστολὴν ὑποτέταχα πρὸς τὴν σὴν τοῦ δεσπότου πειθώ, ἣν Γάιος Νορβανὸς Φλάκκος ἐπιστέλλει δηλῶν τὰ ὑπὸ Καίσαρος αὐτῷ γραφέντα.   315. ἔστι δὲ τῆς ἐπιστολῆς τὸ ἀντίγραφον τόδε· ‘Γάιος Νορβανὸς Φλάκκος ἀνθύπατος Ἐφεσίων ἄρχουσι χαίρειν. Καῖσάρ μοι ἔγραψεν, Ἰουδαίους, οὗ ἂν ὦσιν, ἰδίῳ ἀρχαίῳ ἐθισμῷ νομίζειν συναγομένους χρήματα φέρειν, ἃ πέμπουσιν εἰς Ἱεροσόλυμα· τούτους οὐκ ἠθέλησε κωλύεσθαι τοῦτο ποιεῖν. ἔγραψα οὖν ὑμῖν, ἵν’ εἰδῆτε, ὡς ταῦτα οὕτως γίνεσθαι κελεύει.’   316. ἆρ’ οὐκ ἐναργὴς πίστις ἐστίν, αὐτοκράτορ, τῆς Καίσαρος προαιρέσεως, ᾗ περὶ τὴν τοῦ ἡμετέρου ἱεροῦ τιμὴν ἐκέχρητο, μὴ βουληθεὶς τῷ κοινῷ τύπῳ τῶν συνόδων ἀναιρεθῆναι τὰς τῶν Ἰουδαίων εἰς ταὐτὸ συμφοιτήσεις, ἃς ἀπαρχῶν ἕνεκα ποιοῦνται καὶ τῆς ἄλλης εὐσεβείας;   317. ἕτερον δέ ἐστιν οὐκ ἀποδέον τούτου δεῖγμα σαφέστατον τῆς βουλήσεως τοῦ Σεβαστοῦ· διετάξατο γὰρ ἐκ τῶν ἰδίων προσόδων ἀνάγεσθαι θυσίας ἐντελεχεῖς ὁλοκαύτους τῷ ὑψίστῳ θεῷ καθ’ ἑκάστην ἡμέραν, αἳ καὶ μέχρι νῦν ἐπιτελοῦνται· ἄρνες εἰσὶ δύο καὶ ταῦρος τὰ ἱερεῖα, οἷς Καῖσαρ ἐφαίδρυνε τὸν βωμὸν ἐπιστάμενος σαφῶς, ὅτι οὐδέν ἐστιν ἀφίδρυμα οὔτε φανερὸν οὔτε ἀφανές·   318. ἀλλὰ γὰρ ὁ τοσοῦτος ἡγεμὼν καὶ φιλόσοφος οὐδενὸς δεύτερος ἐλογίσατο παρ’ ἑαυτῷ, ὅτι ἀναγκαῖόν ἐστιν ἐν τοῖς περιγείοις ἐξαίρετον ἀπονενεμῆσθαι τόπον ἱερὸν τῷ ἀοράτῳ θεῷ μηδὲν ὁρατὸν ἀπεικόνισμα περιέξοντα πρὸς μετουσίαν ἐλπίδων χρηστῶν καὶ ἀπόλαυσιν ἀγαθῶν τελείων.   319. ὑφηγητῇ τοιούτῳ τῆς εὐσεβείας χρησαμένη καὶ ἡ προμάμμη σου Ἰουλία Σεβαστὴ κατεκόσμησε τὸν νεὼν χρυσαῖς φιάλαις καὶ σπονδείοις καὶ ἄλλων ἀναθημάτων πολυτελεστάτων πλήθει· τί παθοῦσα καὶ αὕτη, μηδενὸς ἔνδον ὄντος ἀφιδρύματος; ἀσθενέστεραι γάρ πώς εἰσιν αἱ γνῶμαι τῶν γυναικῶν ἔξω τῶν αἰσθητῶν μηδὲν ἰσχύουσαι νοητὸν καταλαβεῖν.   320. ἡ δέ γε καθάπερ ἐν τοῖς ἄλλοις ὅλον ¦ τὸ γένος κἀν τούτῳ διήνεγκεν, ὑπὸ παιδείας ἀκράτου φύσει καὶ μελέτῃ περιγεγενημένη, ἀρρενωθεῖσα τὸν λογισμόν, ὃς οὕτως ὀξυδερκὴς ἐγεγένητο, ὡς μᾶλλον τὰ νοητὰ καταλαμβάνειν τῶν αἰσθητῶν καὶ ταῦτα νομίζειν ἐκείνων εἶναι σκιάς.

 

XLI

321. ἔχων οὖν, δέσποτα, τῆς ἡμερωτέρας προαιρέσεως τοιαῦτα παραδείγματα, πάντα οἰκειότατα καὶ συγγενέστατα ἀφ’ ὧν ἐσπάρης καὶ ἀνέβλαστες καὶ τοσοῦτον ηὐξήθης, διατήρησον ἃ κἀκείνων ἕκαστος.   322. παρακλητεύουσι τοῖς νόμοις αὐτοκράτορες πρὸς αὐτοκράτορα, Σεβαστοὶ πρὸς Σεβαστόν, πάπποι καὶ πρόγονοι πρὸς ἔκγονον, πλείους πρὸς ἕνα, μονονουχὶ φάσκοντες· ἐν ταῖς ἡμετέραις βουλήσεσιν ἃ μέχρι καὶ τήμερον ἐφυλάχθη νόμιμα μὴ καθέλῃς· καὶ γὰρ εἰ μηδὲν ἐκ τῆς καταλύσεως αὐτῶν ἀπαντηθείη παλίμφημον, ἀλλ’ ἥ γε τοῦ μέλλοντος ἀδηλότης καὶ τοῖς θαρραλεωτάτοις, εἰ μὴ καταφρονηταὶ τῶν θείων εἰσίν, οὐ παντελῶς ἐστιν ἄφοβος.   323. ἐὰν καταλέγωμαι τὰς εἰς ἐμαυτὸν ἐκ σοῦ γενομένας εὐεργεσίας, ἐπιλείψει με ἡ ἡμέρα, πρὸς τῷ μηδὲ ἁρμόττον εἶναι προηγούμενον ἔργον πάρεργον ἑτέρου ποιεῖσθαι λόγου· κἂν ἡσυχάζω μέντοι, τὰ πράγματα αὐτὰ βοᾷ καὶ φωνὴν ἀφίησιν.   324. ἔλυσάς με σιδήρῳ δεδεμένον· τίς οὐκ οἶδεν; ἀλλὰ μὴ χαλεπωτέροις δεσμοῖς, αὐτοκράτορ, ἐπισφίγξῃς· οἱ μὲν γὰρ λυθέντες μέρει περιβέβληντο τοῦ σώματος, οἱ δὲ νῦν προσδοκώμενοι ψυχῆς εἰσιν, ὅλην αὐτὴν δι’ ὅλων μέλλοντες πιέζειν.   325. τὸν ἐπικρεμάμενον ἀεὶ τοῦ θανάτου φόβον ἀπώσω καὶ τεθνεῶτα τῷ δέει ζωπυρήσας καθάπερ ἐκ παλιγγενεσίας ἀνήγειρας· διατήρησον τὴν χάριν, αὐτοκράτορ, ἵνα μὴ ὁ σὸς Ἀγρίππας ἀποτάξηται τῷ βίῳ· δόξω γὰρ οὐ τοῦ σωθῆναι χάριν ἀφεῖσθαι μᾶλλον ἢ τοῦ βαρυτέρας ἐνδεξάμενος συμφορὰς ἐπισημότερον τελευτῆσαι.   326. τὸν μέγιστον καὶ εὐτυχέστατον ἐν ἀνθρώποις κλῆρον ἐχαρίσω μοι, βασιλείαν, πάλαι μὲν μιᾶς χώρας, αὖθις δὲ καὶ ἑτέρας μείζονος, τὴν Τραχωνῖτιν λεγομένην καὶ τὴν Γαλιλαίαν συνάψας· μὴ τὰ πρὸς περιουσίαν μοι χαρισάμενος, ὦ δέσποτα, τὰ ἀναγκαῖα ἀφέλῃς μηδὲ εἰς φῶς ἀναγαγὼν τηλαυγέστατον ἐξ ὑπαρχῆς εἰς βαθύτατον σκότος ῥίψῃς.   327. ἐξίσταμαι ¦ τῶν λαμπρῶν ἐκείνων, τὴν πρὸ μικροῦ τύχην οὐ παραιτοῦμαι, πάντα ὑπαλλάττομαι ἑνός, τοῦ μὴ κινηθῆναι τὰ πάτρια. τίς γὰρ ἄν μου γένοιτο λόγος ἢ παρὰ τοῖς ὁμοφύλοις ἢ παρὰ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις; ἀνάγκη γὰρ δυοῖν θάτερον ἢ προδότην τῶν ἰδίων ἢ σοὶ μηκέτι ὁμοίως φίλον νομισθῆναι· ὧν τί ἂν εἴη μεῖζον κακόν;   328. εἰ μὲν γὰρ ἐν τῇ τάξει τῶν ἑταίρων ἔτι καταριθμοῦμαι, προδοσίας ἐξοίσομαι δόξαν, ἐὰν μήτε ἡ πατρὶς ἀπαθὴς παντὸς κακοῦ διαφυλαχθῇ μήτε τὸ ἱερὸν ἄψαυστον· τὰ γὰρ τῶν ἑταίρων καὶ προσπεφευγότων ταῖς αὐτοκρατορικαῖς ἐπιφανείαις ὑμεῖς οἱ μεγάλοι διασῴζετε.   329. εἰ δὲ ὑποικουρεῖ τί σου τὴν διάνοιαν ἔχθος, μὴ δήσῃς ὡς Τιβέριος, ἀλλὰ καὶ τὴν τοῦ δεθῆναί ποτε αὖθις ἐλπίδα συνανελὼν κέλευσον ἐκποδὼν αὐτίκα γενέσθαι· τί γὰρ ἐμοὶ ζῆν καλόν, ᾧ μία σωτηρίας ἐλπὶς ἦν τὸ σὸν εὐμενές;”

 

XLII

330. Ταῦτα γράψας καὶ σφραγισάμενος πέμπει Γαΐῳ καὶ συγκλεισάμενος οἴκοι κατέμενεν, ἀγωνιῶν καὶ συγκεχυμένος καὶ πῶς ἐντύχοι μάλιστα φροντίζων· οὐ γὰρ βραχὺς ἐπέρριπτο κίνδυνος, ἀλλ’ ὁ περὶ ἀναστάσεως καὶ ἀνδραποδισμοῦ καὶ παντελοῦς πορθήσεως, οὐ μόνον τοῖς τὴν ἱερὰν χώραν κατοικοῦσιν ἀλλὰ καὶ τοῖς πανταχοῦ τῆς οἰκουμένης Ἰουδαίοις.   331. λαβὼν δὲ καὶ διαναγινώσκων ἐφ’ ἑκάστῳ τῶν νοημάτων ἅμα μὲν ᾤδει, μὴ κατορθουμένου τοῦ βουλήματος, ἅμα δὲ καὶ ἐπεκλᾶτο ταῖς δικαιολογίαις ὁμοῦ καὶ δεήσεσι, καὶ τὸν Ἀγρίππαν τῇ μὲν ἐπῄνει, τῇ δὲ ἐμέμφετο·   332. ᾐτιᾶτο μὲν τῆς εἰς τοὺς ὁμοφύλους ἄγαν ἀρεσκείας μόνους ἀνθρώπων ἀφηνιάζοντας καὶ ἐκτρεπομένους αὐτοῦ τὴν ἐκθέωσιν, ἐπῄνει δὲ τὸ μηδὲν ἐν ἑαυτῷ συσκιάζειν καὶ ἐπικρύπτειν, ἅπερ ἔλεγεν εἶναι δείγματα ἐλευθεριωτάτων καὶ εὐγενεστάτων ἠθῶν.   333. ἡμερωθεὶς οὖν ὅσα τῷ δοκεῖν ἀποκρίσεων χρηστοτέρων Ἀγρίππαν ἠξίωσε, τὸ ἀνωτάτω καὶ μέγιστον δωρούμενος, τὸ μηκέτι γενέσθαι τὴν ἀνάθεσιν· καὶ Ποπλίῳ Πετρωνίῳ, τῷ τῆς Συρίας ἐπιτρόπῳ, κελεύει γραφῆναι μηδὲν ἐπὶ τῷ ἱερῷ τῶν Ἰουδαίων ἔτι νεώτερον κινεῖν.   334. ὅμως μέντοι καὶ τὴν χάριν διδοὺς ἔδωκεν οὐκ ἀκέραιον, ἀλλ’ ἀναμίξας αὐτῇ δέος ἀργαλεώτατον· προσγράφει γάρ· “ἐὰν δέ τινες ἐν ταῖς ὁμόροις ἔξω μιᾶς τῆς μητροπόλεως ἐθέλοντες βωμοὺς ἢ ἱερὰ ἤ τινας εἰκόνας ἢ ἀνδριάντας ὑπὲρ ἐμοῦ καὶ τῶν ἐμῶν ἱδρύεσθαι κωλύωνται, τοὺς εἴργοντας ἢ παραχρῆμα κολάζειν ἢ εἰς αὐτὸν ἀνάγειν.”   335. τοῦτο δὲ οὐδὲν ἦν ἕτερον ἢ στάσεων καὶ ἐμφυλίων πολέμων ἀρχὴ καὶ τῆς δωρεᾶς, ἣν ἐπ’ εὐθείας ἐδόκει παρασχεῖν, πλάγιός τις ἀναίρεσις· ἔμελλον γὰρ οἱ μὲν κατὰ τὴν πρὸς Ἰουδαίους φιλονεικίαν μᾶλλον ἢ τὸ πρὸς Γάιον εὐσεβὲς καταπλήσειν τὴν χώραν ἅπασαν ¦ ἀναθημάτων, οἱ δὲ ἐν ὄψεσι ταῖς αὑτῶν τὴν τῶν πατρίων ὁρῶντες κατάλυσιν, εἰ καὶ πάντων ἦσαν πρᾳοπαθέστατοι, μὴ ἀνέχεσθαι, Γάιος δὲ τοὺς παρακινηθέντας τιμωρίᾳ κρίνων μεγίστῃ ἀνατεθῆναι πάλιν κελεύειν τὸν ἀνδριάντα ἐν τῷ ἱερῷ.   336. προνοίᾳ δέ τινι καὶ ἐπιμελείᾳ τοῦ πάντα ἐφορῶντος καὶ σὺν δίκῃ πρυτανεύοντος θεοῦ τῶν ὁμόρων παρεκίνησεν οὐδὲν οὐδὲ εἷς, ὡς μὴ χρείαν τινὰ γενέσθαι, ᾗ πρὸ μετριωτέρας μέμψεως ἀπαραίτητος ἔμελλεν ἀπαντᾶσθαι συμφορά.   337. τί δὲ ὄφελος; εἴποι τις ἄν· οὐδὲ γὰρ ἠρεμούντων ὁ Γάιος ἠρέμει, μετανοῶν ἐπὶ τῇ χάριτι ἤδη καὶ τὴν πρὸ μικροῦ ζωπυρῶν ἐπιθυμίαν· προστάττει γὰρ ἕτερον ἀνδριάντα δημιουργεῖσθαι κολοσσιαῖον χαλκοῦν ἐπίχρυσον ἐν Ῥώμῃ, μηκέτι τὸν ἐν Σιδῶνι κινῶν, ἵνα μὴ τῇ κινήσει διαταράξῃ τὸ πλῆθος, ἀλλ’ ἠρεμοῦντος καὶ τῆς ὑπονοίας ἀπηλλαγμένου κατὰ πολλὴν ἡσυχίαν ἀφανῶς ἐν ταῖς ναυσὶ κομισθέντα λαθὼν τοὺς πολλοὺς ἐξαίφνης ἱδρύσηται.

 

XLIII

338. Τοῦτο δὲ πράξειν ἔμελλεν ἐν παράπλῳ κατὰ τὴν εἰς Αἴγυπτον ἀποδημίαν. ἄλεκτος γάρ τις αὐτὸν ἔρως κατεῖχε τῆς Ἀλεξανδρείας, εἰς ἣν ἐπόθει σπουδῇ πάσῃ παραγενέσθαι καὶ ἀφικόμενος πλεῖστον χρόνον ἐνδιαιτηθῆναι, νομίζων τὴν ἐκθέωσιν, ἣν ὠνειροπόλει, μίαν ταύτην πόλιν καὶ γεγεννηκέναι καὶ συναυξήσειν καὶ ταῖς ἄλλαις παράδειγμα γεγενῆσθαι τοῦ σεβασμοῦ, μεγίστην τε οὖσαν καὶ ἐν καλῷ τῆς οἰκουμένης· τὰ γὰρ τῶν μεγάλων εἴτε ἀνδρῶν εἴτε πόλεων τοὺς καταδεεστέρους ἄνδρας τε καὶ δήμους ζηλοῦν ἐπιχειρεῖν.   339. ἦν μέντοι καὶ πρὸς τἄλλα πάντα τὴν φύσιν ἄπιστος, ὡς, εἰ καί τι χρηστὸν ἐργάσαιτο, μετανοεῖν εὐθὺς καὶ τρόπον τινὰ δι’ οὗ καὶ ταυτὶ λυθήσεται ζητεῖν μετὰ μείζονος ἀνίας καὶ βλάβης.   340. οἷον δή τι λέγω· δεσμώτας ἔλυσεν ἐνίους ἐπ’ οὐδεμιᾷ προφάσει, πάλιν ἔδησε βαρυτέραν τῆς προτέρας ἐπαγαγὼν συμφοράν, τὴν ἐκ δυσελπιστίας.   341. πάλιν κατέγνω φυγὴν ἑτέρων θάνατον προσδοκησάντων, οὐκ ἐπειδὴ συνῄδεσαν αὑτοῖς ἄξια θανάτου πεπραχόσιν ἢ συνόλως βραχυτέρας ἡστινοσοῦν τιμωρίας, ἀλλὰ διὰ τὴν ὑπερβάλλουσαν ὠμότητα τοῦ δικαστοῦ μὴ προσδοκῶντες ἀποφεύξεσθαι. τούτοις ἕρμαιον ἦν ἡ φυγὴ καὶ ἰσότιμος καθόδῳ τὸν περὶ ψυχῆς ἀνωτάτω κίνδυνον ἀποδεδρακέναι νομίζουσιν.   342. ἀλλ’ οὐ μακρὸς διῆλθε χρόνος, καὶ τῶν στρατευομένων ἐπιπέμψας τινάς, μηδενὸς καινοτέρου προσπεσόντος, τοὺς ἀρίστους καὶ εὐγενεστάτους ἤδη ζῶντας ὡς ἐν πατρίσι ταῖς νήσοις καὶ τὴν ¦ ἀτυχίαν εὐτυχέστατα φέροντας ἀθρόους ἀνῄρει, πένθος οἰκτρότατον καὶ ἀπροσδόκητον οἴκοις τῶν ἐν Ῥώμῃ μεγάλων προσβαλών.   343. εἰ δέ τισι καὶ δωρεὰν ἔδωκεν ἀργύριον, οὐχ ὡς δάνειον ἀνέπραττε τόκους προσεκλέγων καὶ ἐπιτοκίας, ἀλλ’ ὡς φώριον μετὰ μεγίστης τῶν λαβόντων ζημίας· οὐ γὰρ ἐξήρκει τὰ δοθέντα τοῖς ἀθλίοις ἀποτιννύειν, ἀλλὰ καὶ τὰς οὐσίας ὅλας προσεισέφερον, ἃς ἢ παρὰ γονέων ἢ παρ’ οἰκείων ἢ φίλων ἐκληρονόμουν ἢ ποριστὴν ἑλόμενοι βίον ἐκτήσαντο αὐτοὶ δι’ ἑαυτῶν.   344. οἱ δ’ εὐπάρυφοι καὶ σφόδρ’ εὐδοκιμεῖν οἰόμενοι τρόπον ἕτερον τὸν σὺν ἡδονῇ μετὰ προσποιήσεως φιλικῆς ἐβλάπτοντο, πάμπολλα μὲν εἰς τὰς ἀκρίτους καὶ ἀτάκτους καὶ ἐξαπιναίους ἀποδημίας ἀναλίσκοντες, πάμπολλα δὲ εἰς τὰς ἑστιάσεις· ὅλας γὰρ οὐσίας ἐξανάλουν εἰς ἑνὸς δείπνου παρασκευήν, ὡς καὶ δανείζεσθαι· τοσαύτη τις ἦν ἡ πολυτέλεια.   345. τοιγαροῦν ἀπηύχοντό τινες ἤδη τὰς δεδομένας ὑπ’ αὐτοῦ χάριτας, ὑπολαμβάνοντες οὐκ ὠφέλειαν ἀλλὰ δέλεαρ εἶναι καὶ ἐνέδραν ἀφορήτου ζημίας.   346. τοσαύτη μὲν οὖν τις ἡ περὶ τὸ ἦθος ἦν ἀνωμαλία πρὸς ἅπαντας, διαφερόντως δὲ πρὸς τὸ Ἰουδαίων γένος, ᾧ χαλεπῶς ἀπεχθανόμενος τὰς μὲν ἐν ταῖς ἄλλαις πόλεσι προσευχὰς ἀπὸ τῶν κατ’ Ἀλεξάνδρειαν ἀρξάμενος σφετερίζεται, καταπλήσας εἰκόνων καὶ ἀνδριάντων τῆς ἰδίας μορφῆς – ὁ γὰρ ἑτέρων ἀνατιθέντων ἐφεὶς αὐτὸς ἱδρύετο δυνάμει – , τὸν δὲ ἐν τῇ ἱεροπόλει νεών, ὃς λοιπὸς ἦν ἄψαυστος ἀσυλίας ἠξιωμένος τῆς πάσης, μεθηρμόζετο καὶ μετεσχημάτιζεν εἰς οἰκεῖον ἱερόν, ἵνα Διὸς Ἐπιφανοῦς Νέου χρηματίζῃ Γαΐου.   347. τί φῄς; σὺ μὲν ἄνθρωπος ὢν αἰθέρα καὶ οὐρανὸν ζητεῖς προσλαβεῖν, οὐκ ἀρκεσθεὶς τῷ πλήθει τῶν τοσούτων ἠπείρων, νήσων, ἐθνῶν, κλιμάτων, ὧν ἀνήψω τὴν ἀρχήν; τὸν δὲ θεὸν οὐδενὸς τῶν ἐνταῦθα καὶ παρ’ ἡμῖν ἀξιοῖς, οὐ χώρας, οὐ πόλεως, ἀλλὰ καὶ τὸν βραχὺν οὕτως περίβολον αὐτῷ καθιερωθέντα καὶ καθοσιωθέντα χρησμοῖς καὶ λογίοις θεσφάτοις ἀφελέσθαι διανοῇ, ἵν’ ἐν τῷ τῆς τοσαύτης γῆς ¦ περιβόλῳ μηδὲν ἴχνος μηδὲ ὑπόμνημα καταλειφθῇ τιμῆς καὶ εὐσεβείας τῆς εἰς τὸν ὄντως ὄντα ἀληθῆ θεόν; καλὰς ὑπογράφεις τῷ γένει τῶν ἀνθρώπων ἐλπίδας·   348. ἀγνοεῖς ὅτι πηγὰς ἀνατέμνεις ἀθρόων κακῶν, καινουργῶν καὶ μεγαλουργῶν ἃ μήτε δρᾶν μήτε λογίζεσθαι θέμις; ***

 

XLIV

349. Ἄξιον δὲ ἐπιμνησθῆναι καὶ ὧν εἴδομέν τε καὶ ἠκούσαμεν μεταπεμφθέντες ἀγωνίσασθαι τὸν περὶ τῆς πολιτείας ἀγῶνα. εἰσελθόντες γὰρ εὐθὺς ἔγνωμεν ἀπὸ τοῦ βλέμματος καὶ τῆς κινήσεως, ὅτι οὐ πρὸς δικαστὴν ἀλλὰ κατήγορον ἀφίγμεθα, τῶν ἀντιτεταγμένων μᾶλλον ἐχθρόν.   350. δικαστοῦ μὲν γὰρ ἔργα ταῦτα ἦν· καθίσαι μετὰ συνέδρων ἀριστίνδην ἐπιλελεγμένων, ἐξεταζομένης ὑποθέσεως μεγίστης ἐν τετρακοσίοις ἔτεσιν ἡσυχασθείσης καὶ νῦν πρῶτον εἰσαγομένης ἐπὶ μυριάσι πολλαῖς τῶν Ἀλεξανδρέων Ἰουδαίων, ἑκατέρωθεν στῆναι τοὺς ἀντιδίκους μετὰ τῶν συναγορευσόντων, ἐν μέρει μὲν ἀκοῦσαι τῆς κατηγορίας, ἐν μέρει δὲ τῆς ἀπολογίας πρὸς μεμετρημένον ὕδωρ, ἀναστάντα βουλεύσασθαι μετὰ τῶν συνέδρων, τί χρὴ φανερῶς ἀποφήνασθαι γνώμῃ τῇ δικαιοτάτῃ· τυράννου δὲ ἀμειλίκτου δεσποτικὴν ὀφρὺν ἐπανατειναμένου τὰ πραχθέντα.   351. χωρὶς γὰρ τοῦ μηδὲν ὧν ἀρτίως εἶπον ἐργάσασθαι, μεταπεμψάμενος τοὺς δυεῖν κήπων ἐπιτρόπους τοῦ τε Μαικήνα καὶ Λαμία – πλησίον δέ εἰσιν ἀλλήλων τε καὶ τῆς πόλεως, ἐν οἷς ἐκ τριῶν ἢ τεττάρων ἡμερῶν διέτριβε· κεῖθι γὰρ ἐπὶ παροῦσιν ἡμῖν ἡ κατὰ παντὸς τοῦ ἔθνους ἔμελλε σκηνοβατεῖσθαι δραματοποιία – κελεύει τὰς ἐπαύλεις αὑτῷ πάσας περιανοιχθῆναι· βούλεσθαι γὰρ μετὰ ἀκριβείας ἑκάστην ἰδεῖν.   352. ἡμεῖς δὲ ὡς αὐτὸν εἰσαχθέντες ἅμα τῷ θεάσασθαι μετ’ αἰδοῦς καὶ εὐλαβείας τῆς ἁπάσης νεύοντες εἰς τοὔδαφος ἐδεξιούμεθα, Σεβαστὸν Αὐτοκράτορα προσειπόντες· ὁ δὲ οὕτως ἐπιεικῶς καὶ φιλανθρώπως ἀντιπροσηγόρευσεν, ὡς μὴ μόνον τὴν ὑπόθεσιν ἀλλὰ καὶ τὸ ζῆν ἀπογνῶναι.   353. σαρκάζων γὰρ ἅμα καὶ σεσηρὼς “ὑμεῖς” εἶπεν “ἐστὲ οἱ θεομισεῖς, οἱ θεὸν μὴ νομίζοντες εἶναί με, τὸν ἤδη παρὰ πᾶσι τοῖς ἄλλοις ἀνωμολογημένον, ἀλλὰ τὸν ἀκατονόμαστον ὑμῖν;” καὶ ἀνατείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεφήμιζε πρόσρησιν, ἣν οὐδὲ ἀκούειν θεμιτόν, οὐχ ὅτι διερμηνεύειν αὐτολεξεί.   354. πόσης εὐθὺς ἀνεπλήσθησαν ἡδονῆς οἱ τῆς ἐναντίας μερίδος πρέσβεις, ἤδη κατωρθωκέναι διὰ τῆς πρώτης ἀναφθέγξεως Γαΐου τὴν πρεσβείαν νομίζοντες· ἐπεχειρονόμουν, ἀνωρχοῦντο, ¦ τὰς θεῶν ἁπάντων ἐπωνυμίας ἐπεφήμιζον αὐτῷ.

 

XLV

355. γανύμενον δὲ ταῖς ὑπὲρ ἀνθρωπίνην φύσιν προσρήσεσι θεασάμενος ὁ πικρὸς συκοφάντης Ἰσίδωρος “ἔτι μᾶλλον” ἔφη, “δέσποτα, μισήσεις τοὺς παρόντας καὶ τοὺς ὧν εἰσιν ὁμόφυλοι, ἐὰν γνῷς τὴν εἰς σὲ κακόνοιαν αὐτῶν καὶ ἀσέβειαν· ἁπάντων γὰρ ἀνθρώπων ὑπὲρ σωτηρίας τῆς σῆς θυσίας ἀναγόντων εὐχαριστηρίους, οὐχ ὑπέμειναν οὗτοι μόνοι θύειν· ὅταν δὲ οὗτοι λέγω, καὶ τοὺς ἄλλους Ἰουδαίους συμπαραλαμβάνω.”   356. ἀναβοησάντων δὲ ἡμῶν ὁμοθυμαδὸν “κύριε Γάιε, συκοφαντούμεθα· καὶ γὰρ ἐθύσαμεν καὶ ἑκατόμβας ἐθύσαμεν, οὐ τὸ μὲν αἷμα τῷ βωμῷ περισπείσαντες τὰ δὲ κρέα εἰς θοίνην καὶ εὐωχίαν οἴκαδε κομίσαντες, ὡς ἔθος ἐνίοις ποιεῖν, ἀλλ’ ὁλόκαυτα τὰ ἱερεῖα παραδόντες τῇ ἱερᾷ φλογί, καὶ τρίς, οὐχ ἅπαξ, ἤδη· πρῶτον μὲν ὅτε διεδέξω τὴν ἡγεμονίαν, δεύτερον δὲ ὅτε τὴν βαρεῖαν νόσον ἐκείνην ἣν πᾶσα ἡ οἰκουμένη συνενόσησεν ἐξέφυγες, τρίτον δὲ κατὰ τὴν ἐλπίδα τῆς Γερμανικῆς νίκης,”   357. “ἔστω” φησί “ταῦτα ἀληθῆ, τεθύκατε, ἀλλ’ ἑτέρῳ, κἂν ὑπὲρ ἐμοῦ· τί οὖν ὄφελος; οὐ γὰρ ἐμοὶ τεθύκατε.” φρίκη βύθιος εὐθὺς κατέσχεν ἡμᾶς ἐπὶ τῷ προτέρῳ καὶ τοῦτο ἀκούσαντας, ἣ καὶ μέχρι τῆς ἐπιφανείας ἀνεχύθη.   358. καὶ ταῦθ’ ἅμα λέγων ἐπῄει τὰς ἐπαύλεις, ἀνδρῶνας κατανοῶν, γυναικωνίτιδας, τὰ ἐν ἐπιπέδῳ, τὰ ὑπερῷα, ἅπαντα, αἰτιώμενος ἐνίας ὡς ἐλλιπεῖς κατασκευάς, ἑτέρας ἐπινοῶν καὶ προσδιατάττων πολυτελεστέρας αὐτός.   359. εἶτα ἡμεῖς ἐλαυνόμενοι παρηκολουθοῦμεν ἄνω κάτω, χλευαζόμενοι καὶ κατακερτομούμενοι πρὸς τῶν ἀντιπάλων ὡς ἐν θεατρικοῖς μίμοις· καὶ γὰρ τὸ πρᾶγμα μιμεία τις ἦν· ὁ μὲν δικαστὴς ἀνειλήφει σχῆμα κατηγόρου, οἱ δὲ κατήγοροι φαύλου δικαστοῦ πρὸς ἔχθραν ἀποβλέποντος, ἀλλ’ οὐ τὴν φύσιν τῆς ἀληθείας.   360. ὅταν δὲ αἰτιᾶται κρινόμενον δικαστὴς καὶ τοσοῦτος, ἀνάγκη σιωπᾶν· ἔστι γάρ πως καὶ δι’ ἡσυχίας ἀπολογεῖσθαι, καὶ μάλιστα πρὸς οὐδὲν ὧν ἐπεζήτει καὶ ἐπεπόθει δυναμένους ἀποκρίνασθαι, τῶν ἐθῶν καὶ νομίμων τὴν γλῶτταν ἐπεχόντων καὶ τὸ στόμα κλειόντων καὶ ἀπορραπτόντων.   361. ἐπεὶ δὲ ἔνια τῶν περὶ τὰς οἰκοδομὰς διετάξατο, μέγιστον καὶ σεμνὸν ἐρώτημα ἠρώτα· “διὰ τί χοιρείων κρεῶν ἀπέχεσθε;” πάλιν πρὸς τὴν πεῦσιν γέλως ἐκ τῶν ἀντιδίκων κατερράγη τοσοῦτος, τῇ μὲν ἡδομένων τῇ δὲ καὶ ἐπιτηδευόντων ἕνεκα κολακείας ὑπὲρ τοῦ τὸ λεχθὲν δοκεῖν σὺν εὐτραπελίᾳ καὶ χάριτι εἰρῆσθαι, ὥς τινα τῶν ἑπομένων αὐτῷ θεραπόντων ¦ ἀγανακτεῖν ἐπὶ τῷ καταφρονητικῶς ἔχειν αὐτοκράτορος, ἐφ’ οὗ καὶ τὸ μετρίως μειδιάσαι τοῖς μὴ πάνυ συνήθεσιν οὐκ ἀσφαλές.   362. ἀποκριναμένων δὲ ἡμῶν, ὅτι “νόμιμα παρ’ ἑτέροις ἕτερα καὶ χρῆσις ἐνίων ὡς ἡμῖν καὶ τοῖς ἀντιδίκοις ἀπείρηται”, καὶ φαμένου τινὸς “ὡς πολλοί γε καὶ τὰ προχειρότατα ἀρνία οὐ προσφέρονται”, γελάσας “εὖ γε” εἶπεν, “ἔστι γὰρ οὐχ ἡδέα.”   363. τοιαῦτα φλυαρηθέντες καὶ κατακερτομηθέντες ἐν ἀμηχάνοις ἦμεν. εἶτα ὀψέ ποτε παρασεσυρμένως “βουλόμεθα μαθεῖν” ἔφη, “τίσι χρῆσθε περὶ τῆς πολιτείας δικαίοις.”   364. ἀρξαμένων δὲ λέγειν καὶ διδάσκειν, ἀπογευσάμενος τῆς δικαιολογίας καὶ συνεὶς ὡς οὐκ ἔστιν εὐκαταφρόνητος, πρὶν ἐπενεγκεῖν τὰ ἐχυρώτερα, συγκόψας καὶ τὰ πρότερα δρομαῖος εἰς τὸν μέγαν οἶκον εἰσεπήδησε καὶ περιελθὼν προστάττει τὰς ἐν κύκλῳ θυρίδας ἀναληφθῆναι τοῖς ὑάλῳ λευκῇ παραπλησίως διαφανέσι λίθοις, οἳ τὸ μὲν φῶς οὐκ ἐμποδίζουσιν, ἄνεμον δὲ εἴργουσι καὶ τὸν ἀφ’ ἡλίου φλογμόν.   365. εἶτα προελθὼν ἄνευ σπουδῆς μετριώτερον ἀνηρώτα· “τί λέγετε;” συνείρειν δὲ ἀρξαμένων τὰ ἀκόλουθα, εἰστρέχει πάλιν εἰς ἕτερον οἶκον, ἐν ᾧ γραφὰς ἀρχετύπους ἀνατεθῆναι προσέταττεν.   366. οὕτω τῶν ἡμετέρων σπαραττομένων καὶ διαρτωμένων καὶ μόνον οὐ συγκοπτομένων καὶ συντριβομένων δικαίων, ἀπειρηκότες καὶ μηδὲν ἔτι σθένοντες, ἀεὶ δὲ οὐδὲν ἕτερον ἢ θάνατον προσδοκῶντες, οὐκέτι τὰς ψυχὰς ἐν αὑτοῖς εἴχομεν, ἀλλ’ ὑπ’ ἀγωνίας ἔξω προεληλύθεσαν ἱκετεύειν τὸν ἀληθινὸν θεόν, ἵνα τοῦ ψευδωνύμου τὰς ὀργὰς ἐπίσχῃ.   367. ὁ δὲ λαβὼν οἶκτον ἡμῶν τρέπει τὸν θυμὸν αὐτοῦ πρὸς ἔλεον· καὶ ἀνεθεὶς πρὸς τὸ μαλακώτερον, τοσοῦτον εἰπὼν “οὐ πονηροὶ μᾶλλον ἢ δυστυχεῖς εἶναί μοι δοκοῦσιν ἄνθρωποι καὶ ἀνόητοι μὴ πιστεύοντες, ὅτι θεοῦ κεκλήρωμαι φύσιν”, ἀπαλλάττεται προστάξας καὶ ἡμῖν ἀπέρχεσθαι.

 

XLVI

368. Τοιοῦτον ἀντὶ δικαστηρίου θέατρον ὁμοῦ καὶ δεσμωτήριον ἐκφυγόντες – ὡς μὲν γὰρ ἐν θεάτρῳ κλωσμὸς συριττόντων, καταμωκωμένων, ἄμετρα χλευαζόντων, ὡς δὲ ἐν εἱρκτῇ πληγαὶ κατὰ τῶν σπλάγχνων φερόμεναι, βάσανοι, κατατάσεις τῆς ὅλης ψυχῆς διά τε τῶν εἰς τὸ θεῖον βλασφημιῶν καὶ διὰ τῶν ἐπανατάσεων, ἃς τοσοῦτος αὐτοκράτωρ ¦ ἐπανετείνετο, μνησικακῶν οὐ περὶ ἑτέρου, ῥᾳδίως γὰρ ἂν μετέβαλεν, ἀλλὰ περὶ ἑαυτοῦ καὶ τῆς εἰς τὴν ἐκθέωσιν ἐπιθυμίας, ᾗ μόνους ὑπελάμβανε μήτε συναινεῖν Ἰουδαίους μήτε δύνασθαι συνυπογράψασθαι –   369. μόλις ἀνεπνεύσαμεν, οὐκ ἐπειδὴ φιλοζωοῦντες θάνατον κατεπτήχειμεν, ὃν ἄσμενοι καθάπερ ἀθανασίαν εἱλόμεθα ἄν, εἰ δή τι τῶν νομίμων ἔμελλεν ἐπανόρθωσιν ἕξειν, ἀλλ’ εἰδότες ἐπ’ οὐδενὶ λυσιτελεῖ παρανάλωμα γενησόμενοι μετὰ πολλῆς δυσκλείας· ἃ γὰρ ἂν πρέσβεις ὑπομένωσιν, ἐπὶ τοὺς πέμψαντας λαμβάνει τὴν ἀναφοράν.   370. τούτων μὲν δὴ χάριν ἐπὶ ποσὸν ἐδυνήθημεν ἀνακύψαι, τὰ δὲ ἄλλα ἡμᾶς ἐφόβει διεπτοημένους καὶ ἀποροῦντας, τί γνώσεται, τί ἀποφανεῖται, ποταπὴ γένοιτ’ ἂν ἡ κρίσις· ἤκουσε γὰρ τῆς ὑποθέσεως, ὃς πραγμάτων ἐνίων παρήκουσεν; ἐν ἡμῖν δὲ πέντε πρεσβευταῖς σαλεύειν τὰ τῶν πανταχοῦ πάντων Ἰουδαίων οὐ χαλεπόν;   371. εἰ γὰρ χαρίσαιτο τοῖς ἡμετέροις ἐχθροῖς, τίς ἑτέρα πόλις ἠρεμήσει; τίς οὐκ ἐπιθήσεται τοῖς συνοικοῦσι; τίς ἀπαθὴς καταλειφθήσεται προσευχή; ποῖον πολιτικὸν οὐκ ἀνατραπήσεται δίκαιον τοῖς κοσμουμένοις κατὰ τὰ πάτρια τῶν Ἰουδαίων; ἀνατετράψεται, ναυαγήσει, κατὰ βυθοῦ χωρήσει καὶ τὰ ἐξαίρετα νόμιμα καὶ τὰ κοινὰ πρὸς ἑκάστας τῶν πόλεων αὐτοῖς δίκαια.   372. τοιούτοις ὑπέραντλοι γενόμενοι λογισμοῖς ὑπεσυρόμεθα καταποντούμενοι· καὶ γὰρ οἱ τέως συμπράττειν ἡμῖν δοκοῦντες ἀπειρήκεσαν· καλουμένων γοῦν, ἔνδον ὄντες οὐχ ὑπέμειναν, ἀλλ’ ὑπεξῆλθον διὰ φόβον ἀκριβῶς ἐπιστάμενοι τὸν ἵμερον, ᾧ κέχρητο πρὸς τὸ νομίζεσθαι θεός.   373. εἴρηται μὲν οὖν κεφαλαιωδέστερον ἡ αἰτία τῆς πρὸς ἅπαν τὸ Ἰουδαίων ἔθνος ἀπεχθείας Γαΐου· λεκτέον δὲ καὶ τὴν παλινῳδίαν.


Hosted by uCoz