Liber Enoch Graece

 

Liber Enoch

Apocalypsis Henochi Graece

(ed. M. Black)

Pseudepigrapha veteris testamenti Graece 3.

Leiden: Brill, 1970, pp. 19–44.

 

I

1. Λόγος εὐλογίας Ἑνώχ, καθὼς εὐλόγησεν ἐκλεκτοὺς δικαίους οἵτινες ἔσονται εἰς ἡμέραν ἀνάγκης ἐξᾶραι πάντας τοὺς ἐχθρούς, καὶ σωθήσονται δίκαιοι.

2. Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἑνώχ· (ἄνθρωπος δίκαιός ἐστιν, [ᾧ] ὅρασις ἐκ θεοῦ αὐτῷ ἀνεῳγμένη ἦν, ἔχων τὴν ὅρασιν τοῦ ἁγίου «καὶ» τοῦ οὐρανοῦ·) Ἔδειξέν μοι, καὶ ἁγιολόγων ἁγίων ἤκουσα ἐγώ, καὶ ὡς ἤκουσα παρ’ αὐτῶν πάντα καὶ ἔγνων ἐγὼ θεωρῶν· καὶ οὐκ εἰς τὴν νῦν γενεὰν διενοούμην, ἀλλὰ ἐπὶ πόρρω οὖσαν ἐγὼ λαλῶ.

3. Καὶ περὶ τῶν ἐκλεκτῶν νῦν λέγω καὶ περὶ αὐτῶν ἀνέλαβον τὴν παραβολήν μου. καὶ ἐξελεύσεται ὁ ἅγιός μου ὁ μέγας ἐκ τῆς κατοικήσεως αὐτοῦ,

4. καὶ ὁ θεὸς τοῦ αἰῶνος ἐπὶ γῆν πατήσει ἐπὶ τὸ Σεινὰ ὄρος καὶ φανήσεται ἐκ τῆς παρεμβολῆς αὐτοῦ, καὶ φανήσεται ἐν τῇ δυνάμει τῆς ἰσχύος αὐτοῦ ἀπὸ τοῦ οὐρανοῦ τῶν οὐρανῶν.

5. καὶ φοβηθήσονται πάντες καὶ πιστεύσουσιν οἱ ἐγρήγοροι, «καὶ ᾄσουσιν ἀπόκρυφα ἐν πᾶσιν τοῖς ἄκροις τῆς [γῆς]· καὶ σεισθήσονται πάντα τὰ ἄκρα τῆς γῆς,» καὶ λήμψεται αὐτοὺς τρόμος καὶ φόβος μέγας μέχρι τῶν περάτων τῆς γῆς.

6. καὶ σεισθήσονται καὶ πεσοῦνται καὶ διαλυθήσονται ὄρη ὑψηλά, καὶ ταπεινωθήσονται βουνοὶ ὑψηλοὶ τοῦ διαρυῆναι ὄρη, καὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς ἐν φλογί.

7. καὶ διασχισθήσεται ἡ γῆ σχίσμα ῥαγάδι, καὶ πάντα ὅσα ἐστὶν ἐπὶ τῆς γῆς ἀπολεῖται, καὶ κρίσις ἔσται κατὰ πάντων.

8. καὶ μετὰ τῶν δικαίων τὴν εἰρήνην ποιήσει, καὶ ἐπὶ τοὺς ἐκλεκτοὺς ἔσται συντήρησις καὶ εἰρήνη, καὶ ἐπ’ αὐτοὺς γενήσεται ἔλεος, καὶ ἔσονται πάντες τοῦ θεοῦ, καὶ τὴν εὐδοκίαν δώσει αὐτοῖς καὶ πάντας εὐλογήσει καὶ πάντων ἀντιλήμψεται καὶ βοηθήσει ἡμῖν, καὶ φανήσεται αὐτοῖς φῶς καὶ ποιήσει ἐπ’ αὐτοὺς εἰρήνην.

9. ὅτι ἔρχεται σὺν ταῖς μυριάσιν αὐτοῦ καὶ τοῖς ἁγίοις αὐτοῦ, ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ ἀπολέσει πάντας τοὺς ἀσεβεῖς, καὶ ἐλέγξει πᾶσαν σάρκα περὶ πάντων ἔργων τῆς ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ σκληρῶν ὧν ἐλάλησαν λόγων, «καὶ περὶ πάντων ὧν κατελάλησαν» κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.

 

II

1. Κατανοήσατε πάντα τὰ ἔργα ἐν τῷ οὐρανῷ, πῶς οὐκ ἠλλοίωσαν τὰς ὁδοὺς αὐτῶν, καὶ τοὺς φωστῆρας τοὺς ἐν τῷ οὐρανῷ, ὡς τὰ πάντα ἀνατέλλει καὶ δύνει, τεταγμένος ἕκαστος ἐν τῷ τεταγμένῳ καιρῷ, καὶ ταῖς ἑορταῖς αὐτῶν φαίνονται, καὶ οὐ παραβαίνουσιν τὴν ἰδίαν τάξιν.

2. ἴδετε τὴν γῆν καὶ διανοήθητε περὶ τῶν ἔργων τῶν ἐν αὐτῇ γενομένων ἀπ’ ἀρχῆς μέχρι τελειώσεως ὥς εἰσιν φθαρτά, ὡς οὐκ ἀλλοιοῦνται, οὐδὲν τῶν ἐπὶ γῆς, ἀλλὰ πάντα ἔργα θεοῦ ὑμῖν φαίνεται.

3. ἴδετε τὴν θερείαν καὶ τὸν χειμῶνα *****

καταμάθετε καὶ ἴδετε πάντα τὰ δένδρα *****

 

III–V

1.πῶς τὰ φύλλα χλωρὰ ἐν αὐτοῖς σκέποντα τὰ δένδρα, καὶ πᾶς ὁ καρπὸς αὐτῶν εἰς τιμὴν καὶ δόξαν. διανοήθητε καὶ γνῶτε περὶ πάντων τῶν ἔργων αὐτοῦ, καὶ νοήσατε ὅτι θεὸς ζῶν ἐποίησεν αὐτὰ οὕτως, καὶ ζῇ εἰς πάντας τοὺς αἰῶνας·

2. καὶ τὰ ἔργα αὐτοῦ πάντα ὅσα ἐποίησεν εἰς τοὺς αἰῶνας ἀπὸ ἐνιαυτοῦ εἰς ἐνιαυτὸν γινόμενα πάντα οὕτως, καὶ πάντα ὅσα ἀποτελοῦσιν αὐτῷ τὰ ἔργα, καὶ οὐκ ἀλλοιοῦνται αὐτῶν τὰ ἔργα, ἀλλ’ ὡσπερεὶ κατὰ ἐπιταγὴν τὰ πάντα γίνεται.

3. ἴδετε πῶς ἡ θάλασσα καὶ οἱ ποταμοὶ ὡς ὁμοίως ἀποτελοῦσιν καὶ οὐκ ἀλλοιοῦσιν αὐτῶν τὰ ἔργα ἀπὸ τῶν λόγων αὐτοῦ.

4. ὑμεῖς δὲ οὐκ ἐνεμείνατε οὐδὲ ἐποιήσατε κατὰ τὰς ἐντολὰς αὐτοῦ, ἀλλὰ ἀπέστητε καὶ κατελαλήσατε μεγάλους καὶ σκληροὺς λόγους ἐν στόματι ἀκαθαρσίας ὑμῶν κατὰ τῆς μεγαλωσύνης αὐτοῦ. ὅτι κατελαλήσατε ἐν τοῖς ψεύμασιν ὑμῶν, σκληροκάρδιοι, οὐκ ἔστιν εἰρήνη ὑμῖν.

5. τοιγὰρ τὰς ἡμέρας ὑμῶν ὑμεῖς καταράσεσθε καὶ τὰ ἔτη τῆς ζωῆς ὑμῶν ἀπολεῖται, καὶ τὰ ἔτη τῆς ἀπωλείας ὑμῶν πληθυνθήσεται ἐν κατάρᾳ αἰώνων, καὶ οὐκ ἔσται ὑμῖν ἔλεος καὶ εἰρήνη.

6. τότε ἔσται τὰ ὀνόματα ὑμῶν εἰς κατάραν αἰώνιον πᾶσιν τοῖς δικαίοις, καὶ ἐν ὑμῖν καταράσονται πάντες οἱ καταρώμενοι, καὶ πάντες οἱ ἁμαρτωλοὶ καὶ ἀσεβεῖς ἐν ὑμῖν ὀμοῦνται, καὶ πάντες οἱ ἀναμάρτητοι χαρήσονται, καὶ ἔσται αὐτοῖς λύσις ἁμαρτιῶν καὶ πᾶν ἔλεος καὶ εἰρήνη καὶ ἐπιείκεια, ἔσται αὐτοῖς σωτηρία, φῶς ἀγαθόν, καὶ αὐτοὶ κληρονομήσουσιν τὴν γῆν καὶ πᾶσιν ὑμῖν τοῖς ἁμαρτωλοῖς οὐχ ὑπάρξει σωτηρία, ἀλλὰ ἐπὶ πάντας ὑμᾶς κατάλυσις, κατάρα.

7. καὶ τοῖς ἐκλεκτοῖς φῶς καὶ χάρις καὶ εἰρήνη, καὶ αὐτοὶ κληρονομήσουσιν τὴν γῆν, ὑμῖν δὲ τοῖς ἀσεβέσιν ἔσται κατάρα.

8. τότε δοθήσεται τοῖς ἐκλεκτοῖς φῶς καὶ χάρις, καὶ αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. τότε δοθήσεται πᾶσιν τοῖς ἐκλεκτοῖς σοφία, καὶ πάντες οὗτοι ζήσονται, καὶ οὐ μὴ ἁμαρτήσονται ἔτι οὐ κατ’ ἀλήθειαν οὔτε κατὰ ὑπερηφανίαν, καὶ ἔσται ἐν ἀνθρώπῳ πεφωτισμένῳ φῶς καὶ ἀνθρώπῳ ἐπιστήμονι νόημα, καὶ οὐ μὴ πλημμελήσουσιν

9. οὐδὲ μὴ ἁμάρτωσιν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν, καὶ οὐ μὴ ἀποθάνωσιν ἐν ὀργῇ θυμοῦ, ἀλλὰ τὸν ἀριθμὸν αὐτῶν ζωῆς ἡμερῶν πληρώσουσιν, καὶ ἡ ζωὴ αὐτῶν αὐξηθήσεται ἐν εἰρήνῃ, καὶ τὰ ἔτη τῆς χαρᾶς αὐτῶν πληθυνθήσεται ἐν ἀγαλλιάσει καὶ εἰρήνη αἰῶνος ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς αὐτῶν.

 

VI

1. Καὶ ἐγένετο οὗ ἂν ἐπληθύνθησαν οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐν ἐκείναις ταῖς ἡμέραις ἐγεννήθησαν θυγατέρες ὡραῖαι καὶ καλαί.

2. καὶ ἐθεάσαντο αὐτὰς οἱ ἄγγελοι υἱοὶ οὐρανοῦ καὶ ἐπεθύμησαν αὐτάς, καὶ εἶπαν πρὸς ἀλλήλους· Δεῦτε ἐκλεξώμεθα ἑαυτοῖς γυναῖκας ἀπὸ τῶν ἀνθρώπων, καὶ γεννήσομεν ἑαυτοῖς τέκνα.

3. καὶ εἶπεν Σεμειαζᾶς πρὸς αὐτούς, ὃς ἦν ἄρχων αὐτῶν Φοβοῦμαι μὴ οὐ θελήσετε ποιῆσαι τὸ πρᾶγμα τοῦτο, καὶ ἔσομαι ἐγὼ μόνος ὀφειλέτης ἁμαρτίας μεγάλης.

4. ἀπεκρίθησαν οὖν αὐτῷ πάντες Ὀμόσωμεν ὅρκῳ πάντες καὶ ἀναθεματίσωμεν πάντες ἀλλήλους μὴ ἀποστρέψαι τὴν γνώμην ταύτην, μέχρις οὗ ἂν τελέσωμεν αὐτὴν καὶ ποιήσωμεν τὸ πρᾶγμα τοῦτο.

5. τότε ὄμοσαν πάντες ὁμοῦ καὶ ἀνεθεμάτισαν ἀλλήλους ἐν αὐτῷ ...

7. Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων αὐτῶν· Σεμιαζά, οὗτος ἦν ἄρχων αὐτῶν· Ἀραθάκ, Κιμβρά, Σαμμανή, Δανειήλ, Ἀρεαρώς, Σεμιήλ, Ἰωμειήλ, Χωχαριήλ, Ἐζεκιήλ, Βατριήλ, Σαθιήλ, Ἀτριήλ, Ταμιήλ, Βαρακιήλ, Ἀνανθνά, Θωνιήλ, Ῥαμιήλ, Ἀσέαλ, Ῥακειήλ, Τουριήλ.

8. οὗτοί εἰσιν ἀρχαὶ αὐτῶν οἱ [ἐπὶ] δέκα.

 

VII

1. Καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας· ἕκαστος αὐτῶν ἐξελέξαντο ἑαυτοῖς γυναῖκας, καὶ ἤρξαντο εἰσπορεύεσθαι πρὸς αὐτὰς καὶ μιαίνεσθαι ἐν αὐταῖς· καὶ ἐδίδαξαν αὐτὰς φαρμακείας καὶ ἐπαοιδὰς καὶ ῥιζοτομίας, καὶ τὰς βοτάνας ἐδήλωσαν αὐταῖς.

2. Αἱ δὲ ἐν γαστρὶ λαβοῦσαι ἐτέκοσαν γίγαντας μεγάλους ἐκ πηχῶν τρισχιλίων,

3. οἵτινες κατησθίοσαν τοὺς κόπους τῶν ἀνθρώπων. ὡς δὲ οὐκ ἐδυνήθησαν αὐτοῖς οἱ ἄνθρωποι ἐπιχορηγεῖν,

4. οἱ γίγαντες ἐτόλμησαν ἐπ’ αὐτούς, καὶ κατησθίοσαν τοὺς ἀνθρώπους.

5. καὶ ἤρξαντο ἁμαρτάνειν ἐν τοῖς πετεινοῖς καὶ τοῖς [θ]ηρίοις καὶ ἑρπετοῖς καὶ τοῖς [ἰ]χθύσιν, καὶ ἀλλήλων τὰς σάρκας κατεσθίειν, καὶ τὸ αἷμα ἔπινον.

6. τότε ἡ γῆ ἐνέτυχεν κατὰ τῶν ἀνόμων.

 

VIII

1. Ἐδίδαξεν τοὺς ἀνθρώπους Ἀζαὴλ μαχαίρας ποιεῖν καὶ ὅπλα καὶ ἀσπίδας καὶ θώρακας, διδάγματα ἀγγέλων, καὶ ὑπέδειξεν αὐτοῖς τὰ μέταλλα καὶ τὴν ἐργασίαν αὐτῶν, καὶ ψέλια καὶ κόσμους καὶ στίβεις καὶ τὸ καλλιβλέφαρον καὶ παντοίους λίθους ἐκλεκτοὺς καὶ τὰ βαφικά.

2. καὶ ἐγένετο ἀσέβεια πολλή, καὶ ἐπόρνευσαν καὶ ἀπεπλανήθησαν καὶ ἠφανίσθησαν ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν.

3. Σεμιαζᾶς ἐδίδαξεν ἐπα[ο]ιδὰς καὶ ῥιζοτομίας· Ἀρμαρὼς ἐπαοιδῶν λυτήριον· Βαρακιὴλ ἀστρολογίας· Χωχιὴλ τὰ σημειωτικά· Σαθιὴλ ἀστεροσκοπίαν· Σεριὴλ σεληναγωγίας.

4. τῶν οὖν ἀνθρώπων ἀπολλυμένων ἡ βο[ὴ] εἰς οὐρανοὺς ἀνέβη.

 

IX

1. Τότε παρ[α]κύψαντες Μιχαὴλ καὶ Οὐ[ρι]ὴλ καὶ Ῥαφαὴλ καὶ Γαβριή[λ], οὗτοι ἐκ τοῦ οὐρανοῦ ἐθεάς[αν]το αἶμα πολὺ ἐκχυννόμεν[ον] ἐπὶ τῆς γῆς·

2. καὶ εἶπαν πρὸ[ς] ἀλλήλους φωνὴ βοώντω[ν] ἐπὶ τῆς γῆς μέχρι πυλῶν τοῦ οὐρανοῦ.

3. ἐντυγχάνουσιν αἱ ψυχαὶ τῶν ἀνθρώπων λεγόντων Εἰσαγάγετε τὴν κρίσιν ἡμῶν πρὸς τὸν ὕψιστ[ον].

4. Καὶ εἶπα[ν] τῷ κυρίῳ Σὺ εἶ κύριος τῶν κυρίων καὶ ὁ θεὸς τῶν θεῶν καὶ βασιλεὺς τῶν αἰώνων· ὁ θρόνος τῆς δόξης σου εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος, καὶ τὸ ὄνομά σου τὸ ἅγιον καὶ μέγα καὶ εὐλογητὸν εἰς πάντας τοὺς αἰῶνας.

5. σὺ γὰρ ἐποίησας τὰ πάντα, καὶ πᾶσαν τὴν ἐξουσίαν ἔχων, καὶ πάντα ἐνώπιόν σου φανερὰ καὶ ἀκάλυπτα.

6. καὶ πάντα σὺ ὁρᾷς ἃ ἐποίησεν Ἀζαήλ, ὃς ἐδίδαξεν πάσας τὰς ἀδικίας ἐπὶ τῆς γῆς καὶ ἐδήλωσεν τὰ μυστήρια τοῦ αἰῶνος τὰ ἐν τῷ οὐρανῷ ἃ ἐπιτηδεύουσιν [καὶ] ἔγνωσαν ἄνθρωποι,

7. καὶ Σεμιαζᾶς, ᾧ τὴν ἐξουσίαν ἔδωκας ἄρχειν τῶν σὺν αὐτῷ ἅμα ὄντων.

8. καὶ ἐπορεύθησαν πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων τῆς γῆς καὶ συνεκοιμήθησαν αὐταῖς καὶ ἐμιάνθησαν, καὶ ἐδήλωσαν αὐταῖς πάσας τὰς ἁμαρτίας.

9. καὶ αἱ γυναῖκες ἐγέννησαν τιτᾶνας, ὑφ’ ὧν ὅλη ἡ γῆ ἐπλήσθη αἵματος καὶ ἀδικίας.

10. καὶ νῦν ἰδοὺ βοῶσιν αἱ ψυχαὶ τῶν τετελευτηκότων καὶ ἐντυγχάνουσιν μέχρι τῶν πυλῶν τοῦ οὐρανοῦ, καὶ ἀνέβη ὁ στεναγμὸς αὐτῶν καὶ οὐ δύναται ἐξελθεῖν ἀπὸ προσώπου τῶν ἐπὶ τῆς γῆς γινομένων ἀνομημάτων.

11. καὶ σὺ πάντα οἶδας πρὸ τοῦ αὐτὰ γενέσθαι, καὶ σὺ ὁρᾷς ταῦτα καὶ ἐᾷς αὐτούς, καὶ οὐδὲ ἡμῖν λέγεις τί δεῖ ποιεῖν αὐτοὺς περὶ τούτων.

 

X

1. Τότε Ὕψιστος εἶπεν περὶ τούτων, ὁ μέγας Ἅγιος, καὶ ἐλάλησεν καὶ εἶπεν καὶ ἔπεμψεν Ἰστραὴλ πρὸς τὸν υἱὸν Λέμεχ

2. Εἶπον αὐτῷ ἐπὶ τῷ ἐμῷ ὀνόματι Κρύψον σεαυτόν, καὶ δήλωσον αὐτῷ τέλος ἐπερχόμενον, ὅτι ἡ γῆ ἀπόλλυται πᾶσα, καὶ κατακλυσμὸς μέλλει γίνεσθαι πάσης τῆς γῆς καὶ ἀπολέσει πάντα ὅσα ἐστὶν [ἐν] αὐτῇ.

3. καὶ δίδαξον αὐτὸν ὅπως ἐκφύγῃ, καὶ μενεῖ τὸ σπέρμα αὐτοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.

4. Καὶ τῷ Ῥαφαὴλ εἶπεν Δῆσον τὸν Ἀζαὴλ ποσὶν καὶ χερσίν, καὶ βάλε αὐτὸν εἰς τὸ σκότος, καὶ ἄνοιξον τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ Δαδουὴλ κἀκεῖ βάλε αὐτόν,

5. καὶ ὑπόθες αὐτῷ λίθους τραχεῖς καὶ ὀξεῖς καὶ ἐπικάλυψον αὐτῷ τὸ σκότος. καὶ οἰκησάτω ἐκεῖ εἰς τοὺς αἰῶνας, καὶ τὴν ὄψιν αὐτοῦ πώμασον καὶ φῶς μὴ θεωρείτω·

6. καὶ ἐν τῇ ἡμέρᾳ τῆς μεγάλης τῆς κρίσεως ἀπαχθήσεται εἰς τὸν ἐνπυρισμόν.

7. καὶ ἰαθήσεται ἡ γῆ, ἣν ἠφάνισαν οἱ ἄγγελοι, καὶ τὴν ἴασιν τῆς γῆς δήλωσον, ἵνα ἰάσωνται τὴν πληγήν, ἵνα μὴ ἀπόλωνται πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν τῷ μυστηρίῳ ὅλῳ ᾧ ἐπέταξαν οἱ ἐγρήγοροι καὶ ἐδίδαξαν τοὺς υἱοὺς αὐτῶν,

8. καὶ ἠρημώθη πᾶσα ἡ γῆ ἀφανισθεῖσα ἐν τοῖς ἔργοις τῆς διδασκαλίας Ἀζαήλ· καὶ ἐπ’ αὐτῷ γράψον τὰς ἁμαρτίας πάσας.

9. Καὶ τῷ Γαβριὴλ εἶπεν ὁ κύριος Πορεύου ἐπὶ τοὺς μαζηρέους, ἐπὶ τοὺς κιβδήλους καὶ τοὺς υἱοὺς τῆς πορνείας, καὶ ἀπόλεσον τοὺς υἱοὺς τῶν ἐγρηγόρων ἀπὸ τῶν ἀνθρώπων· πέμψον αὐτοὺς ἐν πολέμῳ ἀπωλείας. μακρότης γὰρ ἡμερῶν οὐκ ἔστιν αὐτῶν

10. καὶ πᾶσα ἐρώτησις [οὐκ] ἔσται τοῖς πατράσιν αὐτῶν καὶ περὶ αὐτῶν, ὅτι ἐλπίζουσιν ζῆσαι ζωὴν αἰώνιον, καὶ ὅτι ζήσεται ἕκαστος αὐτῶν ἔτη πεντακόσια.

11. Καὶ εἶπεν Μιχαήλ Πορεύου καὶ δήλωσον Σεμιαζᾷ καὶ τοῖς λοιποῖς τοῖς σὺν αὐτῷ ταῖς γυναιξὶν μιγεῖσιν, μιανθῆναι ἐν αὐταῖς ἐν ἀκαθαρσίᾳ αὐτῶν·

12. καὶ ὅταν κατασφαγῶσιν οἱ υἱοὶ αὐτῶν καὶ ἴδωσιν τὴν ἀπώλειαν τῶν ἀγαπητῶν, καὶ δῆσον αὐτοὺς ἑβδομήκοντα γενεὰς εἰς τὰς νάπας τῆς γῆς μέχρι ἡμέρας κρίσεως αὐτῶν καὶ συντελεσμοῦ, ἕως τελεσθῇ τὸ κρίμα τοῦ αἰῶνος τῶν αἰώνων.

13. τότε ἀπαχθήσονται εἰς τὸ χάος τοῦ πυρὸς καὶ εἰς τὴν βάσανον καὶ εἰς τὸ δεσμωτήριον συνκλείσεως αἰῶνος.

14. καὶ ὃς ἂν κατακαυθῇ καὶ ἀφανισθῆ ἀπὸ τοῦ νῦν, μετ’ αὐτῶν ὁμοῦ δεθήσονται μέχρι τελειώσεως γενεᾶς.

15. ἀπόλεσον πάντα τὰ πνεύματα τῶν κιβδήλων καὶ τοὺς υἱοὺς τῶν ἐγρηγόρων διὰ τὸ ἀδικῆσαι τοὺς ἀνθρώπους.

16. καὶ ἀπόλεσον τὴν ἀδικίαν πᾶσαν ἀπὸ τῆς γῆς, καὶ πᾶν ἔργον πονηρίας ἐκλειπέτω, καὶ ἀναφανήτω τὸ φυτὸν τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας εἰς τοὺς αἰῶνας· μετὰ χαρᾶς φυτευθήσεται.

17. Καὶ νῦν πάντες οἱ δίκαιοι ἐκφεύξονται, καὶ ἔσονται ζῶντες ἕως γεννήσωσιν χιλιάδας, καὶ πᾶσαι αἱ ἡμέραι νεότητος αὐτῶν, καὶ τὰ σάββατα αὐτῶν μετὰ εἰρήνης πληρώσουσιν.

18. τότε ἐργασθήσεται πᾶσα ἡ γῆ ἐν δικαιοσύνῃ καὶ φυτευθήσεται δένδρον ἐν αὐτῇ, καὶ πλησθήσεται εὐλογίας.

19. καὶ πάντα τὰ δένδρα τῆς γῆς ἀγαλλιάσονται· φυτευθήσεται, καὶ ἔσονται φυτεύοντες ἀμπέλους, καὶ ἡ ἄμπελος ἣν ἂν φυτεύσωσιν, ποιήσουσιν πρόχους οἴνου χιλιάδας καὶ σπόρου ποιήσει καθ’ ἕκαστον μέτρον, ἐλαίας ποιήσει ἀνὰ βάτους δέκα.

20. καὶ σὺ καθάρισον τὴν γῆν ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἀπὸ πάσης ἀδικίας καὶ ἀπὸ πάσης ἁμαρτίας καὶ ἀσεβείας, καὶ πάσας τὰς ἀκαθαρσίας τὰς γινομένας ἐπὶ τῆς γῆς ἐξάλειψον.

21. καὶ ἔσονται πάντες λατρεύοντες οἱ λαοὶ καὶ εὐλογοῦντες πάντες ἐμοὶ καὶ προσκυνοῦντες.

22. καὶ καθαρισθήσεται πᾶσα ἡ γῆ ἀπὸ παντὸς μιάσματος καὶ ἀπὸ πάσης ἀκαθαρσίας καὶ ὀργῆς καὶ μάστιγος, καὶ οὐκέτι πέμψω ἐπ’ αὐτοὺς εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.

 

XI

1. καὶ τότε ἀνοίξω τὰ ταμεῖα τῆς εὐλογίας τὰ ὄντα ἐν τῷ οὐρανῷ, καὶ κατενεγκεῖν αὐτὰ ἐπὶ τὰ ἔργα, ἐπὶ τὸν κόπον τῶν υἱῶν τῶν ἀνθρώπων.

2. καὶ τότε ἀλήθεια καὶ εἰρήνη κοινωνήσουσιν ὁμοῦ εἰς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος καὶ εἰς πάσας τὰς γενεὰς τῶν ἀνθρώπων.

 

XII

1. Πρὸ τούτων τῶν λόγων ἐλήμφθη Ἑνώχ, καὶ οὐδεὶς τῶν ἀνθρώπων ἔγνω ποῦ ἐλήμφθη καὶ ποῦ ἐστιν καὶ τί ἐγένετο αὐτῷ.

2. καὶ τὰ ἔργα αὐτοῦ μετὰ τῶν ἐγρηγόρων, καὶ μετὰ τῶν ἁγίων αἱ ἡμέραι αὐτοῦ.

3. Καὶ ἑστὼς ἤμην Ἑνὼχ εὐλογῶν τῷ κυρίῳ τῆς μεγαλωσύνης, τῷ βασιλεῖ τῶν αἰώνων. καὶ ἰδοὺ οἱ ἐγρήγοροι τοῦ ἁγίου τοῦ μεγάλου ἐκάλουν με·

4. Ἑνώχ, ὁ γραμματεὺς τῆς δικαιοσύνης, πορεύου καὶ εἶπε τοῖς ἐγρηγόροις τοῦ οὐρανοῦ οἵτινες ἀπολιπόντες τὸν οὐρανὸν τὸν ὑψηλόν, τὸ ἁγίασμα τῆς στάσεως τοῦ αἰῶνος, μετὰ τῶν γυναικῶν ἐμιάνθησαν, καὶ ὥσπερ οἱ υἱοὶ τῆς γῆς ποιοῦσιν, οὕτως καὶ αὐτοὶ ποιοῦσιν, καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας. Ἀφανισμὸν μέγαν ἠφανίσατε τὴν γῆν,

5. καὶ οὐκ ἔσται ὑμῖν εἰρήνη οὔτε ἄφεσις. καὶ περὶ ὧν χαίρουσιν τῶν υἱῶν αὐτῶν,

6. τὸν φόνον τῶν ἀγαπητῶν αὐτῶν ὄψονται, καὶ ἐπὶ τῇ ἀπωλείᾳ τῶν υἱῶν αὐτῶν στενάξουσιν καὶ δεηθήσονται εἰς τὸν αἰῶνα, καὶ οὐκ αὐτοῖς ἔσται εἰς ἔλεον καὶ εἰρήνην.

 

XIII

1. Ὁ δὲ Ἑνὼχ τῷ Ἀζαὴλ εἶπεν Πορεύου· οὐκ ἔσται σοι εἰρήνη. κρίμα μέγα ἐξῆλθεν κατὰ σοῦ δῆσαί σε,

2. καὶ ἀνοχὴ καὶ ἐρώτησίς σοι οὐκ ἔσται περὶ ὧν ἔδειξας ἀδικημάτων καὶ περὶ πάντων τῶν ἔργων τῶν ἀσεβειῶν καὶ τῆς ἀδικίας καὶ τῆς ἁμαρτίας, ὅσα ὑπέδειξας τοῖς ἀνθρώποις.

3. Τότε πορευθεὶς εἴρηκα πᾶσιν αὐτοῖς, καὶ αὐτοὶ πάντες ἐφοβήθησαν, καὶ ἔλαβεν αὐτοὺς τρόμος καὶ φόβος.

4. καὶ ἠρώτησαν ὅπως γράψω αὐτοῖς ὑπομνήματα ἐρωτήσεως ἵνα γένηται αὐτοῖς ἄφεσις, καὶ ἵνα ἐγὼ ἀναγνῶ αὐτοῖς τὸ ὑπόμνημα τῆς ἐρωτήσεως ἐνώπιον Κυρίου τοῦ οὐρανοῦ,

5. ὅτι αὐτοὶ οὐκ ἔτι δύνανται λαλῆσαι, οὐδὲ ἀπᾶραι αὐτῶν τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἀπὸ αἰσχύνης περὶ ὧν ἡμαρτήκεισαν καὶ κατεκρίθησαν.

6. Τότε ἔγραψα τὸ ὑπόμνημα τῆς ἐρωτήσεως αὐτῶν καὶ τὰς δεήσεις περὶ τῶν πνευμάτων αὐτῶν καὶ περὶ ὧν δέονται, ὅπως αὐτῶν γένωνται ἄφεσις καὶ μακρότης.

7. καὶ πορευθεὶς ἐκάθισα ἐπὶ τῶν ὑδάτων Δὰν ἐν γῇ Δάν, ἥτις ἐστὶν ἐκ δεξιῶν Ἑρμωνειεὶμ δύσεως· ἀνεγίγνωσκον τὸ ὑπόμνημα τῶν δεήσεων αὐτῶν.

8. ὡς ἐκοιμήθην, καὶ ἰδοὺ ὄνειροι ἐπ’ ἐμὲ ἦλθον καὶ ὁράσεις ἐπ’ ἐμὲ ἐπέπιπτον, καὶ ἴδον ὁράσεις ὀργῆς, καὶ ἦλθεν φωνὴ λέγουσα Εἶπον τοῖς υἱοῖς τοῦ οὐρανοῦ τοῦ ἐλέγξαι αὐτούς.

9. Καὶ ἔξυπνος γενόμενος ἦλθον πρὸς αὐτούς, καὶ πάντες συνηγμένοι ἐκάθηντο πενθοῦντες ἐν Ἐβελσατά, ἥτις ἐστὶν ἀνὰ μέσον τοῦ Λιβάνου καὶ Σενισήλ, περικεκαλυμμένοι τὴν ὄψιν.

10. ἐνώπιον αὐτῶν καὶ ἀνήγγειλα αὐτοῖς πάσας τὰς ὁράσεις ἃς εἶδον κατὰ τοὺς ὕπνους, καὶ ἠρξάμην λαλεῖν τοὺς λόγους τῆς δικαιοσύνης, ἐλέγχων τοὺς ἐγρηγόρους τοῦ οὐρανοῦ.

 

XIV

1. Βίβλος λόγων δικαιοσύνης καὶ ἐλέγξεως ἐγρηγόρων τῶν ἀπὸ τοῦ αἰῶνος, κατὰ τὴν ἐντολὴν τοῦ ἁγίου τοῦ μεγάλου ἐν ταύτῃ τῇ ὁράσει.

2. Ἐγὼ εἶδον κατὰ τοὺς ὕπνους μου ὃ νῦν λέγω ἐν γλώσσῃ σαρκίνῃ ἐν τῷ πνεύματι τοῦ στόματός μου, ὃ ἔδωκεν ὁ μέγας τοῖς ἀνθρώποις λαλεῖν ἐν αὐτοῖς καὶ νοήσει καρδίας·

3. ὃς ἔκτισεν καὶ ἔδωκεν ἐλέγξασθαι ἐγρηγόρους τοὺς υἱοὺς τοῦ οὐρανοῦ.

4. Ἐγὼ τὴν ἐρώτησιν ὑμῶν τῶν ἀγγέλων ἔγραψα, καὶ ἐν τῇ ὁράσει μου τοῦτο ἐδείχθη· καὶ οὔτε ἡ ἐρώτησις ὑμῶν παρεδέχθη,

5. ἵνα μηκέτι εἰς τὸν οὐρανὸν ἀναβῆτε ἐπὶ πάντας τοὺς αἰῶνας, καὶ ἐν τοῖς δεσμοῖς τῆς γῆς ἐρρέθη δῆσαι ὑμᾶς εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος,

6. καὶ ἵνα περὶ τούτων ἴδητε τὴν ἀπώλειαν τῶν υἱῶν ὑμῶν τῶν ἀγαπητῶν, καὶ ὅτι οὐκ ἔσται ὑμῖν ὄνησις αὐτῶν, ἀλλὰ πεσοῦνται ἐνώπιον ὑμῶν ἐν μαχαίρᾳ.

7. καὶ ἡ ἐρώτησις ὑμῶν περὶ αὐτῶν οὐκ ἔσται οὐδὲ περὶ ὑμῶν· καὶ ὑμεῖς κλαίοντες καὶ δεόμενοι καὶ μὴ λαλοῦντες πᾶν ῥῆμα ἀπὸ τῆς γραφῆς ἧς ἔγραψα.

8. Καὶ ἐμοὶ ἐφ’ ὁράσει οὕτως ἐδείχθη· ἰδοὺ νεφέλαι ἐν τῇ ὁράσει ἐκάλουν καὶ ὁμίχλαι με ἐφώνουν, καὶ διαδρομαὶ τῶν ἀστέρων καὶ διαστραπαί με κατεσπούδαζον καὶ ἐθορύβαζόν με, καὶ ἄνεμοι ἐν τῇ ὁράσει μου ἐξεπέτασάν με

9. καὶ ἐπῆράν με ἄνω καὶ εἰσήνεγκάν με εἰς τὸν οὐρανόν, καὶ εἰσῆλθον μέχρις ἤγγισα τείχους οἰκοδομῆς ἐν λίθοις χαλάζης καὶ γλώσσης πυρὸς κύκλῳ αὐτῶν· καὶ ἤρξαντο ἐκφοβεῖν με.

10. Καὶ εἰσῆλθον εἰς τὰς γλώσσας τοῦ πυρός, καὶ ἤγγισα εἰς οἶκον μέγαν οἰκοδομημένον ἐν λίθοις χαλάζης, καὶ οἱ τοῖχοι τοῦ οἴκου ὡς λιθόπλακες, καὶ πᾶσαι ἦσαν ἐκ χιόνος, καὶ ἐδάφη χιονικά,

11. καὶ αἱ στέγαι ὡς διαδρομαὶ ἀστέρων καὶ ἀστραπαί, καὶ μεταξὺ αὐτῶν χερουβὶν πύρινα, καὶ οὐρανὸς αὐτῶν ὕδωρ,

12. καὶ πῦρ φλεγόμενον κύκλῳ τῶν τειχῶν, καὶ θύραι πυρὶ καιόμεναι.

13. εἰσῆλθον εἰς τὸν οἶκον ἐκεῖνον, θερμὸν ὡς πῦρ καὶ ψυχρὸν ὡς χιών, καὶ πᾶσα τροφὴ ζωῆς οὐκ ἦν ἐν αὐτῷ· φόβος με ἐκάλυψεν καὶ τρόμος με ἔλαβεν.

14. καὶ ἤμην σειόμενος καὶ τρέμων, καὶ ἔπεσον. ἐθεώρουν ἐν τῇ ὁράσει μου,

15. καὶ ἰδοὺ ἄλλη θύρα ἀνεῳγμένη κατέναντί μου, καὶ ὁ οἶκος μείζων τούτου, καὶ ὅλος οἰκοδομημένος ἐν γλώσσαις πυρός,

16. καὶ ὅλος διαφέρων ἐν δόξῃ καὶ ἐν τιμῇ καὶ ἐν μεγαλωσύνῃ, ὥστε μὴ δύνασθαί με ἐξειπεῖν ὑμῖν περὶ τῆς δόξης καὶ περὶ τῆς μεγαλωσύνης αὐτοῦ.

17. τὸ ἔδαφος αὐτοῦ ἦν πυρός, τὸ δὲ ἀνώτερον αὐτοῦ ἦσαν ἀστραπαὶ καὶ διαδρομαὶ ἀστέρων, καὶ ἡ στέγη αὐτοῦ ἦν πῦρ φλέγον.

18. Ἐθεώρουν δὲ καὶ εἶδον θρόνον ὑψηλόν, καὶ τὸ εἶδος αὐτοῦ ὡσεὶ κρυστάλλινον, καὶ τροχὸς ὡς ἡλίου λάμποντος καὶ ὄρος χερουβίν.

19. καὶ ὑποκάτω τοῦ θρόνου ἐξεπορεύοντο ποταμοὶ πυρὸς φλεγόμενοι, καὶ οὐκ ἐδυνάσθην ἰδεῖν.

20. καὶ ἡ δόξα ἡ μεγάλη ἐκάθητο ἐπ’ αὐτῷ· τὸ περιβόλαιον αὐτοῦ ὡς εἶδος ἡλίου, λαμπρότερον καὶ λευκότερον πάσης χιόνος.

21. καὶ οὐκ ἐδύνατο πᾶς ἄγγελος παρελθεῖν εἰς τὸν οἶκον τοῦτον καὶ ἰδεῖν τὸ πρόσωπον αὐτοῦ διὰ τὸ ἔντιμον καὶ ἔνδοξον, καὶ οὐκ ἐδύνατο πᾶσα σὰρξ ἰδεῖν αὐτοῦ

22. τὸ πῦρ φλεγόμενον κύκλῳ· καὶ πῦρ μέγα παρειστήκει αὐτῷ, καὶ οὐδεὶς ἐγγίζει αὐτῷ. κύκλῳ μυρίαι μυριάδες ἑστήκασιν ἐνώπιον αὐτοῦ, καὶ πᾶς λόγος αὐτοῦ ἔργον.

23. καὶ οἱ ἅγιοι τῶν ἀγγέλων οἱ ἐγγίζοντες αὐτῷ οὐκ ἀποχωροῦσιν νυκτὸς οὔτε ἀφίστανται αὐτοῦ.

24. Κἀγὼ ἤμην ἕως τούτου ἐπὶ πρόσωπόν μου βεβλημένος καὶ τρέμων, καὶ ὁ κύριος τῷ στόματι αὐτοῦ ἐκάλεσέν με καὶ εἶπέν μοι, Πρόσελθε ὧδε, Ἑνώχ, καὶ τὸν λόγον μου ἄκουσον.

25. καὶ προσελθών μοι εἷς τῶν ἁγίων ἤγειρέν με καὶ ἔστησέν με, καὶ προσήγαγέν με μέχρι τῆς θύρας· ἐγὼ δὲ τὸ πρόσωπόν μου κάτω ἔκυφον.

 

XV

1. Καὶ ἀποκριθεὶς εἶπέν μοι, Ὁ ἄνθρωπος ὁ ἀληθινός, ἄνθρωπος τῆς ἀληθείας, ὁ γραμματεύς· καὶ τῆς φωνῆς αὐτοῦ ἤκουσα· μὴ φοβηθῇς, Ἑνώχ, ἄνθρωπος ἀληθινὸς καὶ γραμματεὺς τῆς ἀληθείας· πρόσελθε ὧδε, καὶ τῆς φωνῆς μου ἄκουσον.

2. πορεύθητι καὶ εἶπε τοῖς πέμψασίν σε, Ἐρωτῆσαι ὑμᾶς ἔδει περὶ τῶν ἀνθρώπων, καὶ μὴ τοὺς ἀνθρώπους περὶ ὑμῶν.

3. διὰ τί ἀπελίπετε τὸν οὐρανὸν τὸν ὑψηλὸν τὸν ἅγιον τοῦ αἰῶνος, καὶ μετὰ τῶν γυναικῶν ἐκοιμήθητε καὶ μετὰ τῶν θυγατέρων τῶν ἀνθρώπων ἐμιάνθητε καὶ ἐλάβετε ἑαυτοῖς γυναῖκας; ὥσπερ υἱοὶ τῆς γῆς ἐποιήσατε καὶ ἐγεννήσατε ἑαυτοῖς τέκνα, υἱοὺς γίγαντας.

4. καὶ ὑμεῖς ἦτε ἅγιοι καὶ πνεύματα ζῶντα αἰώνια ἐν τῷ αἵματι τῶν γυναικῶν ἐμιάνθητε, καὶ ἐν αἵματι σαρκὸς ἐγεννήσατε καὶ ἐν αἵματι ἀνθρώπων ἐπεθυμήσατε. καθὼς καὶ αὐτοὶ ποιοῦσιν σάρκα καὶ αἷμα, οἵτινες ἀποθνήσκουσιν καὶ ἀπόλλυνται.

5. διὰ τοῦτο ἔδωκα αὐτοῖς θηλείας, ἵνα σπερματίζουσιν εἰς αὐτὰς καὶ τεκνώσουσιν ἐν αὐταῖς τέκνα οὕτως, ἵνα μὴ ἐκλείπῃ αὐτοῖς πᾶν ἔργον ἐπὶ τῆς γῆς.

6. ὑμεῖς δὲ ὑπήρχετε πνεύματα ζῶντα αἰώνια καὶ οὐκ ἀποθνήσκοντα εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.

7. καὶ διὰ τοῦτο οὐκ ἐποίησα ἐν ὑμῖν θηλείας· τὰ πνεύματα τοῦ οὐρανοῦ, ἐν τῷ οὐρανῷ ἡ κατοίκησις αὐτῶν.

8. καὶ νῦν οἱ γίγαντες οἱ γεννηθέντες ἀπὸ τῶν πνευμάτων καὶ σαρκὸς πνεύματα ἰσχυρὰ ἐπὶ τῆς γῆς, καὶ ἐν τῇ γῇ ἡ κατοίκησις αὐτῶν ἔσται.

9. πνεύματα πονηρὰ ἐξῆλθον ἀπὸ τοῦ σώματος αὐτῶν, διότι ἀπὸ τῶν ἀνωτέρων ἐγένοντο, καὶ ἐκ τῶν ἁγίων ἐγρηγόρων ἡ ἀρχὴ τῆς κτίσεως αὐτῶν καὶ ἀρχὴ θεμελίου· πνεύματα πονηρὰ κληθήσεται.

10. πνεύματα οὐρανοῦ, ἐν τῷ οὐρανῷ ἡ κατοίκησις αὐτῶν ἔσται καὶ τὰ πνεύματα ἐπὶ τῆς γῆς τὰ γεννηθέντα, ἐπὶ τῆς γῆς ἡ κατοίκησις αὐτῶν ἔσται.

11. καὶ τὰ πνεύματα τῶν γιγάντων νεφέλας ἀδικοῦντα, ἀφανίζοντα καὶ ἐνπίπτοντα καὶ συνπαλαίοντα καὶ συνρίπτοντα ἐπὶ τῆς γῆς, πνεύματα σκληρὰ γιγάντων, καὶ δρόμους ποιοῦντα καὶ μηδὲν ἐσθίοντα, ἀλλ’ ἀσιτοῦντα καὶ διψῶντα καὶ προσκόπτοντα πνεύματα.

12. καὶ ἐξαναστήσει ταῦτα εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων καὶ τῶν γυναικῶν, ὅτι ἐξεληλύθασιν ἀπ’ αὐτῶν,

 

XVI

1. ἀπὸ ἡμέρας σφαγῆς καὶ ἀπωλείας καὶ θανάτου, ἀφ’ ὧν τὰ πνεύματα ἐκπορευόμενα ἐκ τῆς ψυχῆς τῆς σαρκὸς αὐτῶν ἔσται ἀφανίζοντα χωρὶς κρίσεως· οὕτως ἀφανίσουσιν μέχρις ἡμέρας τελειώσεως, τῆς κρίσεως τῆς μεγάλης, ἐν ᾗ ὁ αἰὼν ὁ μέγας τελεσθήσεται.

2. καὶ νῦν ἐγρηγόροις τοῖς πέμψασίν σε ἐρωτῆσαι περὶ αὐτῶν, οἵτινες ἐν οὐρανῷ ἦσαν.

3. Ὑμεῖς ἐν τῷ οὐρανῷ ἦτε, καὶ πᾶν μυστήριον ὃ οὐκ ἀνεκαλύφθη ὑμῖν καὶ μυστήριον τὸ ἐκ τοῦ θεοῦ γεγενημένον ἔγνωτε, καὶ τοῦτο ἐμηνύσατε ταῖς γυναιξὶν ἐν ταῖς σκληροκαρδίαις ὑμῶν, καὶ ἐν τῷ μυστηρίῳ τούτῳ πληθύνουσιν αἱ θήλειαι καὶ οἱ ἄνθρωποι τὰ κακὰ ἐπὶ τῆς γῆς.

4. εἶπον οὖν αὐτοῖς Οὐκ ἔστιν εἰρήνη.

 

XVII

1. Καὶ παραλαβόντες με εἴς τινα τόπον ἀπήγαγον, ἐν ᾧ οἱ ὄντες ἐκεῖ γίνονται ὡς πῦρ φλέγον καὶ, ὅταν θέλωσιν, φαίνονται ὡσεὶ ἄνθρωποι.

2. Καὶ ἀπήγαγόν με εἰς ζοφώδη τόπον καὶ εἰς ὄρος οὗ ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν.

3. καὶ εἶδον τόπον τῶν φωστήρων καὶ τοὺς θησαυροὺς τῶν ἀστέρων καὶ τῶν βροντῶν, καὶ εἰς τὰ ἀεροβαθῆ, ὅπου τόξον πυρὸς καὶ τὰ βέλη καὶ τὰς θήκας αὐτῶν καὶ τὰς ἀστραπὰς πάσας.

4. Καὶ ἀπήγαγόν με μέχρι ὑδάτων καὶ μέχρι πυρὸς δύσεως, ὅ ἐστιν καὶ παρέχον πάσας τὰς δύσεις τοῦ ἡλίου.

5. καὶ ἤλθομεν μέχρι ποταμοῦ πυρός, ἐν ᾧ κατατρέχει τὸ πῦρ ὡς ὕδωρ καὶ ῥέει εἰς θάλασσαν μεγάλην δύσεως.

6. ἴδον τοὺς μεγάλους ποταμούς, καὶ μέχρι τοῦ μεγάλου ποταμοῦ καὶ μέχρι τοῦ μεγάλου σκότους κατήντησα, καὶ ἀπῆλθον ὅπου πᾶσα σὰρξ οὐ περιπατεῖ.

7. ἴδον τοὺς ἀνέμους τῶν γνόφων τοὺς χειμερινοὺς καὶ τὴν ἔκχυσιν τῆς ἀβύσσου πάντων ὑδάτων.

8. ἴδον τὸ στόμα τῆς γῆς πάντων τῶν ποταμῶν καὶ τὸ στόμα τῆς ἀβύσσου.

 

XVIII

1. ἴδον τοὺς θησαυροὺς τῶν ἀνέμων πάντων, ἴδον ὅτι ἐν αὐτοῖς ἐκόσμησεν πάσας τὰς κτίσεις καὶ τὸν θεμέλιον τῆς γῆς, καὶ τὸν λίθον ἴδον τῆς γωνίας τῆς γῆς.

2. ἴδον τοὺς τέσσαρας ἀνέμους τὴν γῆν βαστάζοντας,

3. καὶ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ αὐτοὶ ἱστᾶσιν μεταξὺ γῆς καὶ οὐρανοῦ.

4. ἴδον ἀνέμους τῶν οὐρανῶν στρέφοντας καὶ διανεύοντας τὸν τροχὸν τοῦ ἡλίου, καὶ πάντας τοὺς ἀστέρας.

5. ἴδον τοὺς ἐπὶ τῆς γῆς ἀνέμους βαστάζοντας ἐν νεφέλῃ. ἴδον πέρατα τῆς γῆς, τὸ στήριγμα τοῦ οὐρανοῦ ἐπάνω.

6. Παρῆλθον καὶ ἴδον τόπον καιόμενον νυκτὸς καὶ ἡμέρας, ὅπου τὰ ἑπτὰ ὄρη ἀπὸ λίθων πολυτελῶν, [τρία] εἰς ἀνατολὰς καὶ τρία εἰς νότον βάλλοντα.

7. καὶ τὰ μὲν πρὸς ἀνατολὰς ἀπὸ λίθου χρώματος, τὸ δὲ ἦν. ἀπὸ λίθου μαργαρίτου, καὶ τὸ ἀπὸ λίθου ταθέν, τὸ δὲ κατὰ νότον ἀπὸ λίθου πυρροῦ·

8. τὸ δὲ μέσον αὐτῶν ἦν εἰς οὐρανόν, ὥσπερ θρόνος θεοῦ ἀπὸ λίθου φουκά, καὶ ἡ κορυφὴ τοῦ θρόνου ἀπὸ λίθου σαφφείρου·

9. καὶ πῦρ καιόμενον ἴδον. κἀπέκεινα τῶν ὀρέων τούτων

10. τόπος ἐστὶν πέρας τῆς μεγάλης γῆς· ἐκεῖ συντελεσθήσονται οἱ οὐρανοί.

11. καὶ ἴδον χάσμα μέγα εἰς τοὺς στύλους τοῦ πυρὸς καταβαίνοντας καὶ οὐκ ἦν μέτρον οὔτε εἰς βάθος οὔτε εἰς ὕψος.

12. καὶ ἐπέκεινα τοῦ χάσματος τούτου ἴδον τόπον ὅπου οὐδὲ στερέωμα οὐρανοῦ ἐπάνω, οὔτε γῆ ᾖ τεθεμελιωμένη ὑποκάτω αὐτοῦ, οὔτε ὕδωρ ἦν ὑπὸ αὐτὸ οὔτε πετεινόν, ἀλλὰ τόπος ἦν ἔρημος καὶ φοβερός.

13. ἐκεῖ ἴδον ἑπτὰ ἀστέρας ὡς ὄρη μεγάλα καιόμενα, περὶ ὧν πυνθανομένῳ μοι

14. εἶπεν ὁ ἄγγελος Οὗτός ἐστιν ὁ τόπος τὸ τέλος τοῦ οὐρανοῦ καὶ γῆς· δεσμωτήριον τοῦτο ἐγένετο τοῖς ἄστροις καὶ ταῖς δυνάμεσιν τοῦ οὐρανοῦ.

15. καὶ οἱ ἀστέρες οἱ κυλιόμενοι ἐν τῷ πυρί, οὗτοί εἰσιν οἱ παραβάντες πρόσταγμα κυρίου ἐν ἀρχῇ τῆς ἀνατολῆς αὐτῶν - ὅτι τόπος ἔξω τοῦ οὐρανοῦ κενός ἐστιν - ὅτι οὐκ ἐξῆλθαν ἐν τοῖς καιροῖς αὐτῶν.

16. καὶ ὀργίσθη αὐτοῖς καὶ ἔδησεν αὐτοὺς μέχρι καιροῦ τελειώσεως αὐτῶν ἁμαρτίας «αὐτῶν», ἐνιαυτῶν μυρίων.

 

XIX

1. Καὶ εἶπέν μοι Οὐριήλ Ἐνθάδε οἱ μιγέντες ἄγγελοι ταῖς γυναιξὶν στήσονται, καὶ τὰ πνεύματα αὐτῶν πολύμορφα γενόμενα λυμαίνεται τοὺς ἀνθρώπους καὶ πλανήσει αὐτοὺς ἐπιθύειν τοῖς δαιμονίοις μέχρι τῆς μεγάλης κρίσεως, ἐν ᾗ κριθήσονται εἰς ἀποτελείωσιν.

2. καὶ αἱ γυναῖκες αὐτῶν τῶν παραβάντων ἀγγέλων εἰς σειρῆνας γενήσονται.

3. κἀγὼ Ἑνὼχ ἴδον τὰ θεωρήματα μόνος, τὰ πέρατα πάντων, καὶ οὐ μὴ ἴδῃ οὐδὲ εἷς ἀνθρώπων ὡς ἐγὼ ἴδον.

 

XX

1. Ἄγγελοι τῶν δυνάμεων.

2. Οὐριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τοῦ κόσμου καὶ τοῦ ταρτάρου.

3. Ῥαφαήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν πνευμάτων τῶν ἀνθρώπων,

4. Ῥαγουήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐκδικῶν τὸν κόσμον τῶν φωστήρων.

5. Μιχαήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν τοῦ λαοῦ ἀγαθῶν τεταγμένος καὶ ἐπὶ τῷ χάῳ.

6. Σαριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν πνευμάτων οἵτινες ἐπὶ τῷ πνεύματι ἁμαρτάνουσιν.

7. Γαβριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τοῦ παραδείσου καὶ τῶν δρακόντων καὶ χερουβείν. ἀρχαγγέλων ὀνόματα ἑπτά.

 

XXI

1. Καὶ ἐφώδευσα ἕως τῆς ἀκατασκευάστου.

2. κἀκεῖ ἐθεασάμην ἔργον φοβερόν· ἑώρακα οὔτε οὐρανὸν ἐπάνω, οὔτε γῆν τεθέαμαι τεθεμελιωμένην, ἀλλὰ τόπον ἀκατασκεύαστον καὶ φοβερόν.

3. καὶ ἐκεῖ τεθέαμαι ἑπτὰ τῶν ἀστέρων τοῦ οὐρανοῦ δεδεμένους καὶ ἐρριμμένους ἐν αὐτῷ, ὁμοίους ὄρεσιν μεγάλοις καὶ ἐν πυρὶ καιομένους.

4. τότε εἶπον Διὰ ποίαν αἰτίαν ἐπεδέθησαν, καὶ διὰ τί ὧδε ἐρίφησαν;

5. τότε εἶπέν μοι Οὐριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετ’ ἐμοῦ ἦν - καὶ αὐτὸς ἡγεῖτο αὐτῶν - καὶ εἶπέν μοι Ἑνώχ, περὶ τίνος ἐρωτᾷς, ἢ περὶ τίνος τὴν ἀλήθειαν φιλοσπευδεῖς;

6. οὗτοί εἰσιν τῶν ἀστέρων τοῦ οὐρανοῦ οἱ παραβάντες τὴν ἐπιταγὴν τοῦ κυρίου, καὶ ἐδέθησαν ὧδε μέχρι τοῦ πληρῶσαι μύρια ἔτη, τὸν χρόνον τῶν ἁμαρτημάτων αὐτῶν.

7. Κἀκεῖθεν ἐφώδευσα εἰς ἄλλον τόπον τούτου φοβερώτερον, καὶ τεθέαμαι ἔργα φοβερώτερα, πῦρ μέγα ἐκεῖ καιόμενον καὶ φλεγόμενον, καὶ διακοπὴν εἶχεν ὁ τόπος ἕως τῆς ἀβύσσου, πλήρης στύλων πυρὸς μεγάλου καταφερομένων· οὔτε μέτρον οὔτε πλάτος ἠδυνήθην ἰδεῖν οὐδὲ εἰκάσαι.

8. τότε εἶπον Ὡς φοβερὸς ὁ τόπος καὶ ὡς δεινὸς τῇ ὁράσει.

9. τότε ἀπεκρίθη μοι ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετ’ ἐμοῦ ἦν, καὶ εἶπέν μοι Ἑνώχ, διὰ τί ἐφοβήθης; οὕτως καὶ ἐπτοήθης; καὶ ἀπεκρίθην Περὶ τούτου τοῦ φοβεροῦ καὶ περὶ τῆς προσόψεως τῆς δεινῆς.

10. καὶ εἶπεν Οὗτος ὁ τόπος δεσμωτήριον ἀγγέλων· ὧδε συνσχεθήσονται μέχρι αἰῶνος εἰς τὸν αἰῶνα.

 

XXII

1. Κἀκεῖθεν ἐφώδευσα εἰς ἄλλον τόπον, καὶ ἔδειξέν μοι πρὸς δυσμὰς ἄλλο ὄρος μέγα καὶ ὑψηλόν, πέτρας στερεάς.

2. καὶ τέσσαρες τόποι ἐν αὐτῷ κοῖλοι, βάθος ἔχοντες καὶ λίαν λεῖοι, τρεῖς αὐτῶν σκοτινοὶ καὶ εἷς φωτινός, καὶ πηγὴ ὕδατος ἀνὰ μέσον αὐτοῦ. καὶ εἶπον Πῶς λεῖα τὰ κοιλώματα ταῦτα καὶ ὁλοβαθῆ καὶ σκοτινὰ τῇ ὁράσει;

3. τότε ἀπεκρίθη Ῥαφαήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετ’ ἐμοῦ ἦν, καὶ εἶπέν μοι Οὗτοι οἱ τόποι οἱ κοῖλοι, ἵνα ἐπισυνάγωνται εἰς αὐτοὺς τὰ πνεύματα τῶν ψυχῶν τῶν νεκρῶν. εἰς αὐτὸ τοῦτο ἐκρίθησαν, ὥδε ἐπισυνάγεσθαι πάσας τὰς ψυχὰς τῶν ἀνθρώπων.

4. καὶ οὗτοι οἱ τόποι εἰς ἐπισύνσχεσιν αὐτῶν ἐποίησαν μέχρι τῆς ἡμέρας τῆς κρίσεως αὐτῶν καὶ μέχρι τοῦ διορισμοῦ καὶ διορισμένου χρόνου ἐν ᾧ ἡ κρίσις ἡ μεγάλη ἔσται ἐν αὐτοῖς.

5. τεθέαμαι ἀνθρώπους νεκροὺς ἐντυγχάνοντας, καὶ ἡ φωνὴ αὐτοῦ μέχρι τοῦ οὐρανοῦ προέβαινεν καὶ ἐνετύγχανεν.

6. καὶ ἠρώτησα Ῥαφαὴλ τὸν ἄγγελον ὃς μετ’ ἐμοῦ ἦν, καὶ εἶπα αὐτῷ Τοῦτο τὸ πνεῦμα τὸ ἐντυγχάνον τίνος ἐστίν, δι’ ὃ οὕτως ἡ φωνὴ αὐτοῦ προβαίνει καὶ ἐντυγχάνει ἕως τοῦ οὐρανοῦ;

7. καὶ ἀπεκρίθη μοι λέγων Τοῦτο τὸ πνεῦμά ἐστιν τὸ ἐξελθὸν ἀπὸ Ἄβελ ὃν ἐφόνευσε Κάιν ὁ ἀδελφός, καὶ Ἄβελ ἐντυγχάνει περὶ αὐτοῦ μέχρι τοῦ ἀπολέσαι τὸ σπέρμα αὐτοῦ ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ σπέρματος τῶν ἀνθρώπων ἀφανθῇ τὸ σπέρμα αὐτοῦ.

8. Τότε ἠρώτησα περὶ τῶν κυκλωμάτων πάντων, διὰ τί ἐχωρίσθησαν ἓν ἀπὸ τοῦ ἑνός;

9. καὶ ἀπεκρίθη μοι λέγων Οὗτοι οἱ τρεῖς ἐποιήθησαν χωρίζεσθαι τὰ πνεύματα τῶν νεκρῶν· καὶ οὕτως ἐχωρίσθη εἰς τὰ πνεύματα τῶν δικαίων, οὗ ἡ πηγὴ τοῦ ὕδατος ἐν αὐτῷ φωτινή·

10. καὶ οὕτως ἐκτίσθη τῶν ἁμαρτωλῶν, ὅταν ἀποθάνωσιν καὶ ταφῶσιν εἰς τὴν γῆν, καὶ κρίσις οὐκ ἐγενήθη ἐπ’ αὐτῶν ἐν τῇ ζωῇ αὐτῶν.

11. ὧδε χωρίζεται τὰ πνεύματα αὐτῶν εἰς τὴν μεγάλην βάσανον ταύτην, μέχρι τῆς μεγάλης ἡμέρας τῆς κρίσεως, τῶν μαστίγων καὶ τῶν βασάνων τῶν κατηραμένων μέχρι αἰῶνος· ἦν ἀνταπόδοσις τῶν πνευμάτων· ἐκεῖ δήσει αὐτοὺς μέχρις αἰῶνος.

12. καὶ οὕτως ἐχωρίσθη τοῖς πνεύμασιν τῶν ἐντυγχανόντων, οἵτινες ἐνφανίζουσιν περὶ τῆς ἀπωλείας, ὅταν φονευθῶσιν ἐν ταῖς ἡμέραις τῶν ἁμαρτωλῶν.

13. καὶ οὕτως ἐκτίσθη τοῖς πνεύμασιν τῶν ἀνθρώπων, ὅσοι οὐκ ἔσονται ὅσιοι ἀλλὰ ἁμαρτωλοί, καὶ μετὰ τῶν ἀνόμων ἔσονται μέτοχοι. τὰ δὲ πνεύματα, ὅτι οἱ ἐνθάδε θλιβέντες ἔλαττον κολάζονται αὐτῶν, οὐ τιμωρηθήσονται ἐν ἡμέρᾳ τῆς κρίσεως, οὐδὲ μὴ μετεγερθῶσιν ἐντεῦθεν.

14. Τότε ηὐλόγησα τὸν κύριον τῆς δόξης, καὶ εἶπα Εὐλογητὸς εἶ, Κύριε ὁ τῆς δικαιοσύνης, κυριεύων τοῦ αἰῶνος.

 

XXIII

1. Κἀκεῖθεν ἐφώδευσα εἰς ἄλλον τόπον πρὸς δυσμὰς τῶν περάτων τῆς γῆς.

2. καὶ ἐθεασάμην πῦρ διατρέχον καὶ οὐκ ἀναπαυόμενον οὐδὲ ἐλλεῖπον τοῦ δρόμου, ἡμέρας καὶ νυκτὸς ἅμα διαμένον.

3. καὶ ἠρώτησα λέγων Τί ἐστιν τὸ μὴ ἔχον ἀνάπαυσιν;

4. τότε ἀπεκρίθη μοι Ῥαγουήλ ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετ’ ἐμοῦ ἦν Οὗτος ὁ δρόμος τοῦ πυρὸς τὸ πρὸς δυσμὰς πῦρ τὸ ἐκδιῶκόν ἐστιν πάντας τοὺς φωστῆρας τοῦ οὐρανοῦ.

 

XXIV

1. Καὶ ἔδειξέν μοι ὄρη πυρὸς καιόμενα νυκτός.

2. καὶ ἐπέκεινα αὐτῶν ἐπορεύθην καὶ ἐθεασάμην ἑπτὰ ὄρη, ἔνδοξα πάντα, ἑκάτερα τοῦ ἑκατέρου διαλλάσσοντα, ὧν οἱ λίθοι ἔντιμοι τῇ καλλονῇ, καὶ πάντα ἔντιμα καὶ ἔνδοξα καὶ εὐειδῆ, τρία ἐπ’ ἀνατολὰς ἐστηριγμένα ἐν τῷ ἑνί, καὶ τρία ἐπὶ νότον ἐν τῷ ἑνὶ καὶ φάραγγες βαθεῖαι καὶ τραχεῖαι, μία τῇ μιᾷ οὐκ ἐγγίζουσαι,

3. καὶ τῷ ὄρει ἕβδομον ὄρος ἀνὰ μέσον τούτων, καὶ ὑπερεῖχεν τῷ ὕψει ὅμοιον καθέδρᾳ θρόνου, καὶ περιεκύκλου δένδρα αὐτῷ εὐειδῆ.

4. καὶ ἦν ἐν αὐτοῖς δένδρον ὃ οὐδέποτε ὤσφρανμαι καὶ οὐδεὶς ἕτερος αὐτῷ ηὐφράνθη, καὶ οὐδὲν ἕτερον ὅμοιον αὐτῷ· ὀσμὴν εἶχεν εὐωδεστέραν πάντων ἀρωμάτων, καὶ τὰ φύλλα αὐτοῦ καὶ τὸ ἄνθος καὶ τὸ δένδρον οὐ φθίνει εἰς τὸν αἰῶνα. οἱ δὲ περὶ τὸν καρπὸν ὡσεὶ βότρυες φοινίκων.

5. τότε εἶπον ὡς καλὸν τὸ δένδρον τοῦτό ἐστιν καὶ εὐῶδες, καὶ ὡραῖα τὰ φύλλα, καὶ τὰ ἄνθη αὐτοῦ ὡραῖα τῇ ὁράσει.

6. τότε ἀπεκρίθη μοι Μιχαήλ, εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετ’ ἐμοῦ ἦν - καὶ αὐτὸς αὐτῶν ἡγεῖτο –

 

XXV

1. καὶ εἶπέν μοι Ἑνώχ, τί ἐρωτᾷς καὶ τί ἐθαύμασας ἐν τῇ ὀσμῇ τοῦ δένδρου, καὶ διὰ τί θέλεις τὴν ἀλήθειαν μαθεῖν;

2. τότε ἀπεκρίθην αὐτῷ Περὶ πάντων εἰδέναι θέλω, μάλιστα δὲ περὶ τοῦ δένδρου τούτου σφόδρα.

3. καὶ ἀπεκρίθη λέγων Τοῦτο τὸ ὄρος τὸ ὑψηλόν, οὗ ἡ κορυφὴ ὁμοία θρόνου θεοῦ, καθέδρα ἐστὶν οὗ καθίζει ὁ μέγας κύριος, ὁ ἅγιος τῆς δόξης ὁ βασιλεὺς τοῦ αἰῶνος, ὅταν καταβῇ ἐπισκέψασθαι τὴν γῆν ἐπ’ ἀγαθῷ.

4. καὶ τοῦτο τὸ δένδρον εὐωδίας, καὶ οὐδεμία σὰρξ ἐξουσίαν ἔχει ἅψασθαι αὐτοῦ μέχρι τῆς μεγάλης κρίσεως, ἐν ᾗ ἐκδίκησις πάντων καὶ τελείωσις μέχρις αἰῶνος· τότε δικαίοις καὶ ὁσίοις δοθήσεται

5. ὁ καρπὸς αὐτοῦ τοῖς ἐκλεκτοῖς εἰς ζωὴν εἰς βορρᾶν, καὶ μεταφυτευθήσεται ἐν τόπῳ ἁγίῳ παρὰ τὸν οἶκον τοῦ θεοῦ βασιλέως τοῦ αἰῶνος.

6. τότε εὐφρανθήσονται εὐφραινόμενοι καὶ χαρήσονται καὶ εἰς τὸ ἅγιον εἰσελεύσονται· αἱ ὀσμαὶ αὐτοῦ ἐν τοῖς ὀστέοις αὐτῶν, καὶ ζωὴν πλείονα ζήσονται ἐπὶ γῆς ἣν ἔζησαν οἱ πατέρες σου, καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καὶ βάσανοι καὶ πληγαὶ καὶ μάστιγες οὐχ ἅψονται αὐτῶν.

7. Τότε ηὐλόγησα τὸν θεὸν τῆς δόξης, τὸν βασιλέα τοῦ αἰῶνος, ὃς ἡτοίμασεν ἀνθρώποις τὰ τοιαῦτα δικαίοις, καὶ αὐτὰ ἔκτισεν καὶ εἶπεν δοῦναι αὐτοῖς.

 

XXVI

1. Καὶ ἐκεῖθεν ἐφώδευσα εἰς τὸ μέσον τῆς γῆς, καὶ ἴδον τόπον ηὐλογημένον, ἐν ᾧ δένδρα ἔχοντα παραφυάδας μενούσας καὶ βλαστούσας τοῦ δένδρου ἐκκοπέντος.

2. κἀκεῖ τεθέαμαι ὄρος ἅγιον· ὑποκάτω τοῦ ὄρους ὕδωρ ἐξ ἀνατολῶν, καὶ τὴν δύσιν εἶχεν πρὸς νότον.

3. καὶ ἴδον πρὸς ἀνατολὰς ἄλλο ὄρος ὑψηλότερον τούτου, καὶ ἀνὰ μέσον αὐτοῦ φάραγγα βαθεῖαν, οὐκ ἔχουσαν πλάτος, καὶ δι’ αὐτῆς ὕδωρ πορεύεται ὑποκάτω ὑπὸ τὸ ὄρος.

4. καὶ πρὸς δυσμὰς τούτου ἄλλο ὄρος ταπεινότερον αὐτοῦ καὶ οὐκ ἔχον ὕψος, καὶ φάραγγα βαθεῖαν καὶ ξηρὰν ἀνὰ μέσον αὐτῶν, καὶ ἄλλην φάραγγα βαθεῖαν καὶ ξηρὰν ἐπ’ ἄκρων τῶν τριῶν ὀρέων.

5. καὶ πᾶσαι φάραγγές εἰσιν βαθεῖαι ἐκ πέτρας στερεᾶς, καὶ δένδρον οὐκ ἐφυτεύετο ἐπ’ αὐτάς.

6. καὶ ἐθαύμασα περὶ τῆς φάραγγος, καὶ λίαν ἐθαύμασα.

 

XXVII

1. καὶ εἶπον Διὰ τί ἡ γῆ αὕτη ἡ εὐλογημένη καὶ πᾶσα πλήρης δένδρων, αὐτὴ δὲ ἡ φάραγξ κεκατηραμένη ἐστίν;

2. γῆ κατάρατος τοῖς κεκατηραμένοις ἐστὶν μέχρι αἰῶνος. ὧδε ἐπισυναχθήσονται πάντες οἱ κεκατηραμένοι οἵτινες ἐροῦσιν τῷ στόματι αὐτῶν κατὰ Κυρίου φωνὴν ἀπρεπῆ, καὶ περὶ τῆς δόξης αὐτοῦ σκληρὰ λαλήσουσιν. ὧδε ἐπισυναχθήσονται, καὶ ὧδε ἔσται τὸ οἰκητήριον.

3. ἐπ’ ἐσχάτοις αἰῶσιν, ἐν ταῖς ἡμέραις τῆς κρίσεως τῆς ἀληθινῆς ἐναντίον τῶν δικαίων εἰς τὸν ἅπαντα χρόνον ὧδε εὐλογήσουσιν οἱ ἀσεβεῖς τὸν κύριον τῆς δόξης, τὸν βασιλέα τοῦ αἰῶνος·

4. ἐν ταῖς ἡμέραις τῆς κρίσεως αὐτῶν εὐλογήσουσιν ἐν ἐλέει, ὡς ἐμέρισεν αὐτοῖς.

5. Τότε ηὐλόγησα τὸν κύριον τῆς δόξης, καὶ τὴν δόξαν αὐτοῦ ἐδήλωσα καὶ ὕμνησα μεγαλοπρεπῶς.

 

XXVIII

1. Καὶ ἐκεῖθεν ἐπορεύθην εἰς τὸ μέσον Μανδοβαρά, καὶ ἴδον αὐτὸ ἔρημον· καὶ αὐτὸ μόνον

2. πλήρης δένδρων καὶ ἀπὸ τῶν σπερμάτων ὕδωρ ἄνομβρον ἄνωθεν φερόμενον,

3. ὡς ὑδραγωγὸς δαψιλὴς ὡς πρὸς βορρᾶν ἐπὶ δυσμῶν πάντοθεν ἀνάγει ὕδωρ καὶ δρόσον.

 

XXIX

1. Ἔτι ἐκεῖθεν ἐπορεύθην εἰς ἄλλον τόπον ἐν τῷ Βαβδηρά, καὶ πρὸς ἀνατολὰς τοῦ ὄρους τούτου ᾠχόμην,

2. καὶ ἴδον κρίσεως δένδρα πνέοντα ἀρωμάτων, λιβάνων καὶ ζμύρνας, καὶ τὰ δένδρα αὐτῶν ὅμοια καρύαις.

 

XXX

1. Καὶ ἐπέκεινα τούτων ᾠχόμην πρὸς ἀνατολὰς μακράν, καὶ ἴδον τόπον ἄλλον μέγαν, φάραγγα ὕδατος,

2. ἐν ᾧ καὶ δένδρα χρόα ἀρωμάτων ὁμοίων σχίνῳ,

3. καὶ τὰ παρὰ τὰ χείλη τῶν φαράγγων τούτων ἴδον κιννάμωμον ἀρωμάτων· καὶ ἐπέκεινα τούτων ᾠχόμην πρὸς ἀνατολάς.

 

XXXI

1. καὶ ἴδον ἄλλα ὄρη καὶ ἐν αὐτοῖς ἄλση δένδρων, καὶ ἐκπορευόμενον ἐξ αὐτῶν νέκταρ τὸ καλούμενον σαρρὰν καὶ χαλβάνη.

2. καὶ ἐπέκεινα τῶν ὀρέων τούτων ἴδον ἄλλο ὄρος πρὸς ἀνατολὰς τῶν περάτων τῆς γῆς, καὶ πάντα τὰ δένδρα πλήρη ἐξαυτῆς ἐν ὁμοιώματι ἀμυγδάλων,

3. ὅταν τριβῶσιν· διὸ εὐωδέστερον ὑπὲρ πάντων τῶν ἀρωμάτων. *****

 

XXXII

1. εἰς βορρᾶν πρὸς ἀνατολὰς τεθέαμαι ἑπτὰ ὄρη πλήρη νάρδου χρηστοῦ καὶ σχίνου καὶ κινναμώμου καὶ πιπέρεως.

2. Καὶ ἐκεῖθεν ἐφώδευσα ἐπὶ τὰς ἀρχὰς πάντων τῶν ὀρέων τούτων, μακρὰν ἀπέχων πρὸς ἀνατολὰς τῆς γῆς, καὶ διέβην ἐπάνω τῆς ἐρυθρᾶς θαλάσσης, καὶ ᾠχόμην ἐπ’ ἄκρων, καὶ ἀπὸ τούτου διέβην ἐπάνω τοῦ Ζωτιήλ.

3. καὶ ἦλθον πρὸς τὸν παράδεισον τῆς δικαιοσύνης, καὶ ἴδον μακρόθεν τῶν δένδρων τούτων δένδρα πλείονα καὶ μεγάλα δύο μὲν ἐκεῖ, μεγάλα σφόδρα καλὰ καὶ ἔνδοξα καὶ μεγαλοπρεπῆ, καὶ τὸ δένδρον τῆς φρονήσεως, οὗ ἐσθίουσιν ἅγιοι τοῦ καρποῦ αὐτοῦ καὶ ἐπίστανται φρόνησιν μεγάλην.

4. ὅμοιον τὸ δένδρον ἐκεῖνο στροβιλέᾳ τὸ ὕψος, τὰ δὲ φύλλα αὐτοῦ κερατίᾳ ὅμοια, ὁ δὲ καρπὸς αὐτοῦ ὡσεὶ βότρυες ἀμπέλου ἱλαροὶ λίαν, ἡ δὲ ὀσμὴ αὐτοῦ διέτρεχεν πόρρω ἀπὸ τοῦ δένδρου.

5. τότε εἶπον ὡς καλὸν τὸ δένδρον, καὶ ὡς ἐπίχαρι τῇ ὁράσει.

6. τότε ἀπεκρίθη Ῥαφαήλ, ὁ ἅγιος ἄγγελος ὁ μετ’ ἐμοῦ ὤν Τοῦτο τὸ δένδρον φρονήσεως, ἐξ οὗ ἔφαγεν ὁ πατήρ σου.

 

LXXXIX

42. Καὶ οἱ κύνες ἤρξαντο κατεσθίειν τὰ πρόβατα καὶ οἱ ὕες καὶ οἱ ἀλώπεκες κατήσθιον αὐτά, μέχρι οὗ ἤγειρεν ὁ κύριος τῶν προβάτων κριὸν ἕνα ἐκ τῶν προβάτων.

43. καὶ ὁ κριὸς οὗτος ἤρξατο κερατίζειν καὶ ἐπιδιώκειν ἐν τοῖς κέρασιν, καὶ ἐνετίνασσεν εἰς τοὺς ἀλώπεκας, καὶ μετ’ αὐτοὺς εἰς τοὺς ὕας· καὶ ἀπώλεσεν ὕας πολλούς, καὶ μετ’ αὐτοὺς [ἐλυμήνα]το τοὺς κύνας.

44. καὶ τὰ πρόβατα ὧν οἱ ὀφθαλμοὶ ἠνοίγησαν ἐθεάσαντο τὸν κριὸν τὸν ἐν τοῖς προβάτοις, ἕως οὗ ἀφῆκεν τὴν ὁδὸν αὐτοῦ καὶ ἤρξατο πορεύεσθαι ἀνοδίᾳ.

45. καὶ ὁ κύριος τῶν προβάτων ἀπέστειλεν τὸν ἄρνα τοῦτον ἐπὶ ἄρνα ἕτερον, τοῦ στῆσαι αὐτὸν εἰς κριὸν ἐν ἀρχῇ τῶν προβάτων ἀντὶ τοῦ κριοῦ τοῦ ἀφέντος τὴν ὁδὸν αὐτοῦ.

46. καὶ ἐπορεύθη πρὸς αὐτὸν καὶ ἐλάλησεν αὐτῷ σιγῇ κατὰ μόνας, καὶ ἤγειρεν αὐτὸν εἰς κριὸν καὶ εἰς ἄρχοντα καὶ εἰς ἡγούμενον τῶν προβάτων· καὶ οἱ κύνες ἐπὶ πᾶσιν τούτοις ἔθλιβον τὰ πρόβατα.

47. [καὶ] ὁ κριὸς ὁ πρῶτος τὸν κριὸν τὸν δεύτερον ἐπεδίωκεν, καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ· εἶτ’ ἐθεώρουν τὸν κριὸν τὸν πρῶτον ἕως οὗ ἔπεσεν ἔμπροσθεν τῶν κυνῶν.

48. καὶ ὁ κριὸς ὁ δεύτερος ἀναπηδήσας ἀφηγήσατο τῶν προβάτων.

49. καὶ τὰ πρόβατα ηὐξήθησαν καὶ ἐπληθύνθησαν· καὶ πάντες οἱ κύνες καὶ οἱ ἀλώπεκες ἔφυγον ἀπ’ αὐτοῦ καὶ ἐφοβοῦντο αὐτόν.

 

XC

1. ******

6. [καὶ ἀναγνωσθής]ονται [πάντες] οἱ λόγοι τῶν ἀνομιῶν ὑμῶν ἐν[ώπιον] τοῦ μεγάλου ἁγίου κατὰ πρόσωπον ὑμῶν· εἶτ’ ἀναφελεῖ τὰ πάντα ἔργα τὰ μετασχόντα ἐν τῇ ἀνομίᾳ.

7. οὐαὶ ὑμῖν οἱ ἁμαρτωλοὶ [οἱ] ἐν μέσῳ τῆς θαλάσσης καὶ ἐπὶ τῆς ξηρᾶς ὄντες· μνημόσυνον εἰς ὑμᾶς κακόν.

8. οὐαὶ ὑμῖν οἱ κτώμενοι χρυσίον καὶ ἀργύριον οὐκ ἀπὸ δικαιοσύνης, καὶ ἐρεῖτε, πλούτῳ πεπλουτήκαμεν καὶ τὰ ὑπάρχοντα ἐσχήκαμεν καὶ κεκτήμεθα,

9. καὶ πᾶν ὃ ἐὰν θελήσωμεν ποιήσωμεν, ὅτι ἀργύριον τεθησαυρίκαμεν ἐν τοῖς θησαυροῖς ἡμῶν καὶ ἀγαθὰ πολλὰ ἐν ταῖς οἰκίαις ἡμῶν.

10. καὶ ὡς ὕδωρ ἐκχυθήσεται. πεπλάνησθε, ὅτι οὐ μὴ παραμείνῃ ὁ πλοῦτος ὑμῶν, ἀλλὰ ταχὺ [ἀναπτήσεται] ἀπὸ ὑμῶν, ὅτι ἀδίκως πάντα κέκτησθε· καὶ ὑμεῖς εἰς κατάραν μεγάλην παραδοθήσεσθε.

 

XCI

1. καὶ νῦν ὀμνύω ὑμῖν τοῖς φρονίμοις καὶ οὐχὶ τοῖς ἄφροσι, ὅτι πολλὰς ὄψεσθε ἐπὶ τῆς γῆς ἀνομίας·

2. ὅτι κάλλος περιθήσονται ἄνδρες ὡς γυναῖκες, [καὶ] χρῶμα ὡραῖον ὑπὲρ παρθένους, ἐν βασιλείᾳ καὶ μεγαλωσύνῃ καὶ ἐν ἐξουσίᾳ. ἔσονται δὲ ἀργύριον καὶ χρυσίον [παρ’] αὐτοῖς εἰς βρώματα, καὶ ἐν ταῖς οἰκίαις αὐτῶν ὡς ὕδωρ ἐκχυθήσονται

3. [διὰ τὸ μ]ὴ ἐπιστήμην αὐτοὺς μηδὲ φρόνησιν μηδεμίαν [ἔχειν]. οὕτω ἀπολεῖσθε κοινῶς μετὰ πάντων [τῶν] ὑπαρχόντων ὑμῶν [καὶ τῆς] πάσης δόξης καὶ τῆς τιμῆς [ὑμῶν καὶ] εἰς ἀτιμίαν καὶ ἐρήμωσιν [καὶ σφαγὴν] μεγάλην τ[ὰ πνεύματα ὑμῶν εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμβληθήσεται.] Four lines are lost.

ἐπὶ τὴν [γῆν οὐκ ἀπεστάλη ἀλλ’ αὐτὴν οἱ ἄνθρω]ποι ἀφ’ ἑαυτῶν [ἔκτισαν καὶ εἰς κατάραν] μεγάλην ἀφίξονται οἱ ποιοῦντες [αὐτήν].

5. καὶ δουλεία (στειρα pap) γυναικὶ οὐκ ἐδόθη ἀλλὰ διὰ τὰ ἔργα τῶν χειρῶν· ὅτι οὐχ ὡρίσθη δούλην εἶναι δούλην· ἄνωθεν οὐκ ἐδόθη ἀλλὰ ἐκ καταδυναστείας ἐγένετο. ὁ[μοίως] οὐδὲ ἡ ἀνομία ἄνωθεν ἐδόθη ἀλλ’ ἐκ παραβάσεως. ὁμοίως οὐδὲ στεῖρα γυνὴ ἐκτίσθη ἀλλ’ ἐξ ἰδίων ἀδικημάτων ἐπετιμήθη ἀτεκνίᾳ [καὶ] ἄτεκνος ἀποθανεῖται.

6. ὀμνύω ὑμῖν ἁμαρτωλοὶ κατὰ τοῦ ἁγίου τοῦ μεγάλου ὅτι τὰ ἔργα ὑμῶν τὰ πονηρὰ ἔσται ἀνακεκαλυμμένα ἐν τῷ οὐρανῷ· οὐκ ἔσται ὑμῖν ἔργον ἀποκεκρυμμένον ἄδικον.

7. μὴ ὑπολάβητε τῇ ψυχῇ ὑμῶν μηδὲ ὑπολάβητε τῇ καρδίᾳ ὑμῶν ὅτι οὐ γινώσκουσιν οὐδὲ βλέπουσιν οὐδὲ τὰ ἀδικήματα ὑμῶν θεωρεῖται, οὐδὲ ἀπογράφεται αὐτὰ ἐνώπιον τοῦ ὑψίστου. ἀπὸ τοῦ [νῦν] ἐπιγνῶτε ὅτι πάντα τὰ ἀδικήματα ὑμῶν ἀπογράφονται ἡμέραν ἐξ [ἡμέρας] μέχρι τῆς κρίσεως ὑμῶν.

9. οὐαὶ ὑμῖν ἄφρονες ὅτι ἀπολεῖσθε διὰ τὴν ἀφροσύνην ὑμῶν καὶ τῶν [φρονίμων] οὐ μὴ ἀκούσητε καὶ τὰ ἀγαθὰ οὐκ ἀπαντήσει ὑμῖν, τὰ δὲ κακὰ [περιέξει] ὑμᾶς.

10. καὶ νῦν γινώσκετε ὅτ[ι ἡτοίμασται] ὑμῖν εἰς ἡμέραν ἀπωλείας. [μὴ ἐλπίζε]τε σωθῆναι, ἁμαρτωλοί· ἀπ[ελθόντες] ἀποθάνετε, γινώσκοντε[ς ὅτι ἡτοίμας]ται εἰς ἡμέραν κρίσεως μ[εγάλης καὶ στε]νοχωρίας μείζονος τ[οῖς πνεύμασιν ὑμῶν.]

11. Οὐαὶ ὑμῖν οἱ σκληροτράχηλοι τῇ καρδίᾳ ποιοῦντες τὸ κα[κὸν καὶ ἔσθοντες αἷμα πόθ]εν ὑμῖν ἔσο[νται ἀγαθὰ ἵνα φάγητε ...] Four lines are lost.

12. [ἔργα τῆ]ς ἀδικίας· διότι ἐλπίδας κα[λὰς ἔχετε ὑμῖ]ν; νῦν γνωστὸν ὑμῖν ἔστω ὅτι εἰς [χεῖρας τ]ῶν δικαίων παραδοθήσεσθε καὶ ἀποκτενοῦσιν ὑμᾶς καὶ οὐ μὴ φείσονται ὑμῶν.

13. οὐαὶ ὑμῖν οἱ ἐπιχαίροντες τοῖς κακοῖς τῶν δικαίων· τάφος ὑμῶν οὐ μὴ ὀρυγῇ.

14. οὐαὶ ὑμῖν οἱ βουλόμενοι ἀκυρῶσαι τοὺς λόγους τῶν δικαίων· οὐ μὴ γένηται ὑμῖν ἐλπὶς σωτηρίας.

15. Οὐαὶ ὑμῖν οἱ γράφοντες λόγους ψευδεῖς καὶ λόγους πλανήσεως· αὐτοὶ γράφουσιν καὶ πολλοὺς ἀποπλανήσουσιν τοῖς ψεύδεσιν αὐτῶν·

16. πλανᾶσθε ὑμεῖς αὐτοὶ καὶ οὐκ ἔστιν ὑμῖν χαίρειν, ἀλλὰ ταχέως ἀπολεῖσθε.

 

XCII

1. Οὐαὶ ὑμῖν οἱ ποιοῦντες πλανήματα, καὶ τοῖς ἔργοις τοῖς ψευδέσιν λαμβάνοντες τιμὴν καὶ δόξαν· ἀπολώλατε, οὐκ ἔστιν ὑμῖν σωτηρία εἰς ἀγαθόν.

2. Οὐαὶ ὑμῖν οἱ ἐξαλλοιοῦντες τοὺς λόγους τοὺς ἀληθινούς, καὶ διαστρέφοντες τὴν αἰώνιον διαθήκην, καὶ λογιζόμενοι ἑαυτοὺς ἀναμαρτήτους· ἐν τῇ γῇ καταποθήσονται.

3. τότε ἑτοιμάζεσθε οἱ δίκαιοι καὶ προέχεσθε τὰς ἐντεύξεις ὑμῶν εἰς μνημόσυνον, δίδοτε αὐτὰς ἐν διαμαρτυρίᾳ ἐνώπιον τῶν ἀγγέλων, ὅπως εἰσαγάγωσιν τὰ ἁμαρτήματα τῶν ἀδίκων ἐνώπιον τοῦ ὑψίστου θεοῦ εἰς μνημόσυνον·

4. καὶ τότε συν[ταραχ]θήσονται ἐν [ἡμέρ]ᾳ ἀπωλείας τῆς ἀδικίας.

5–6. ἐν αὐτῷ [τῷ και]ρῷ ἐκείνῳ αἱ τίκτουσαι ἐκβαλοῦσιν καὶ ἐκσπάσουσιν καὶ ἐγκαταλείψουσιν [τὸ νήπιο]ν βρέφος, καὶ αἱ ἐν γαστρὶ ἔχου[σαι ἐκτρώσο]υσιν καὶ αἱ θηλάζουσαι ῥίψ[ουσιν τὰ τέκ]να αὐτῶν καὶ οὐ μὴ ἐπι[στρέψου]σιν ἐπὶ τὰ νήπια αὐτῶν οὐ[δὲ ἐπὶ τὰ θηλά]ζοντα οὐδὲ μὴ φείσονται ...

7. [καὶ] οἱ γλύφοντες εἰκόνα[ς ἀργυ]ρᾶς καὶ χρυσᾶς, ξυλίνας τε [καὶ λιθίνας] καὶ ὀστρακίνας, καὶ λατρεύ[οντες φαν]τάσμασιν καὶ δαιμονίοι[ς καὶ βδελύγ]μασιν καὶ πνεύμασιν πονη[ροῖς καὶ] πάσαις ταῖς πλάναις οὐ κατ’ ἐπι[στήμην] καὶ πᾶν βοήθημα οὐ μὴ εὕρητε [ἀπ’] αὐτῶν.

8–9. καὶ πλανηθήσονται ἐν ἀφροσύνῃ τῆς καρδίας αὐτῶν καὶ τὰ ὁράματα τῶν ἐνυπνίων καταπλανήσουσιν ὑμᾶς, ὑμεῖς καὶ τὰ ἔργα ὑμῶν τὰ ψευδῆ ἃ ἐποιήσατε καὶ ἐλαεργ[ήσατε], καὶ ἐπὶ μιᾶς ἀπολεῖσθε.

10–12. καὶ τότε μακάριοι πάντες οἱ ἀκούσαντες φρονίμων λόγους καὶ μαθήσονται αὐτούς, ποιῆσαι τὰς ἐντολὰς τοῦ ὑψίστου, καὶ πορεύσονται ἐν ὁδοῖς δικαιοσύνης αὐτοῦ καὶ οὐ μὴ πλανήσουσιν μετὰ τῶν πλανώντων καὶ σωθήσονται.

13. οὐαὶ οἱ οἰκοδομοῦντες τὰς οἰκοδομὰς αὐτῶν οὐκ ἐκ κόπων ἰδίων, καὶ ἐκ λίθων καὶ ἐκ πλίνθων πᾶσαν οἰκοδομὴν ποιεῖτε οἷς οὐκ ἔστιν ὑμῖν χά[ρις].

14. οὐαὶ οἱ ἐξουθενοῦντες τὴν θεμελίωσιν καὶ τὴν κληρονομίαν τῶν πατέρων αὐτῶν τὴν ἀπ’ αἰῶνος, [ὅτι] διώξεται ὑμᾶς πνεῦμα πλανήσεως· οὐκ ἔστιν ὑμῖν ἀναπαῦσαι.

15. οὐαὶ ὑμῖν οἱ ποιοῦντες τὴν ἀ[νομίαν] καὶ ἐπιβοηθοῦντες τῇ ἀδι[κίᾳ, φονεύ]οντες τὸν πλησίον αὐτῶ[ν ἕως τῆς] ἡμέρας τῆς κρίσεως τῆς [μεγάλης·

16. ]ὅτι τότε ἐκτρίψει τὴν δόξ[αν ὑμῶν] καὶ ἐπεγερεῖ τὸν θυμὸν [αὐτοῦ καθ’] ὑμῶν ἀπολεῖ πάντας ὑ[μᾶς ἐν ῥομ]φαίᾳ καὶ πάντες οἱ δί[καιοι μνημο]νήσουσιν τὰς ἀδικίας [ὑμῶν.]

 

XCIII

1–2. καὶ τότε ἐν ἑνὶ τόπῳ ..... [ῥέῃ τὰ α]ἵμα[τα αὐτῶν. καὶ ἄνθρωπο]ς οὐκ [ἀφέξ]ει τὴν [χεῖρα αὐτοῦ ἀπ]ὸ τοῦ υἱοῦ αὐ[τοῦ, οὔτ’ ἀ]πὸ τοῦ ἀγαπητοῦ αὐτοῦ ἀποκτεῖναι αὐτόν, καὶ ὁ ἁμαρτωλὸς ἀπὸ τοῦ ἐντίμου, οὔτε ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ· ἐξ ὄρθρων μέχρις οὗ δῦναι τὸν ἥλιον φονευθήσονται ἐπὶ τὸ αὐτό.

3. καὶ διαπορεύσεται ἵππος ἕως τοῦ στήθους αὐτοῦ διὰ τοῦ αἵματος τῶν ἁμαρτωλῶν, καὶ τὸ ἅρμα μέχρι ἀξόνων καταβήσεται.

4. καὶ καταβήσονται ἄγγελοι καταδύνοντες εἰς τὰ ἀπόκρυφα ἐν ἡμέρᾳ ἐκείνῃ· οἵτινες ἐβοήθουν τῇ ἀδικίᾳ καὶ συστραφήσονται εἰς ἕνα τόπον καὶ ὁ ὕψιστος ἐγερθήσεται ἐν ἡμέρᾳ κρίσεως ποιῆσαι ἐκ πάντων κρίσιν μεγάλην,

5. καὶ τάξει φυλακὴν ἐπὶ πάντας τοὺς δικαίους καὶ ἁγίους τῶν ἁγίων ἀγγέλων, καὶ τηρηθήσονται ὡς κόριον ὀφθαλμοῦ ἕως οὗ ἐκλείπῃ τὰ κακὰ καὶ ἁμαρτία. καὶ ἀπ’ ἐκείνου ὑπνώσουσιν εὐσεβεῖς ὕπνον ἡδύν, καὶ οὐκ ἔσται οὐκέτι ὁ ἐκφοβῶν αὐτούς.

6. τότε ὄψονται οἱ φρόνιμοι τῶν ἀνθρώπων καὶ κατανοήσουσιν οἱ υἱοὶ τῆς γῆς ἐπὶ τοὺς λόγους τούτους τῆς ἐπιστολῆς ταύτης, καὶ γνώσονται ὅτι οὐ δύναται ὁ πλοῦτος αὐτῶν διασῶσαι αὐτοὺς ἐν τῇ πτώσει τῆς ἀδικίας.

7. οὐαὶ ὑμῖν οἱ ἄδικοι ὅταν ἐκθλίβητε τοὺς δικαίους ἐν ἡμέρᾳ ἀνάγκης στερεᾶς καὶ φυλάξητε αὐτοὺς ἐν πυρί, ὅτι κομιεῖσθε κατὰ τὰ ἔργα ὑμῶν.

8. οὐαὶ ὑμῖν σκληροκάρδιοι, ἀγρυπνοῦντες νοῆσαι τὸ κακόν· περιέχει ὑμᾶς φόβος, καὶ οὐκ ἔστιν ὁ ἀντιλαμβανόμενος ὑμῶν.

9. οὐαὶ ὑμῖν πᾶσιν τοῖς ἁμαρτωλοῖς ἐπὶ τοῖς ἔργοις τοῦ στόματος ὑμῶν. οὐαὶ ὑμῖν πᾶσιν τοῖς ἁμαρτωλοῖς ἐπὶ τοῖς λόγοις τοῦ στόματος ὑμῶν καὶ ἐπὶ τοῖς [ἔργοις] τῶν χειρῶν ὑμῶν ὅτι ἀπὸ τῶν ἁγίων ἔργων ἀπεπλα[νήθητε] .....

11. ... πᾶσα νεφέλη καὶ ὀμίχλη καὶ δρόσος καὶ ὄμβρος ... ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν.

12. δίδοτε οὖν ὄμβρῳ δῶρα ἵνα μὴ [κωλυθῇ κα]ταβῆναι ὑμῖν, καὶ δρόσῳ κα[ὶ νεφέλῃ] καὶ ὀμίχλῃ· χρυσίον διαγράψα[τε ἵνα κα]ταβῶσιν·

13. ὅτι ἐὰν ἐπιρρίψῃ ἐφ’ ὑμ[ᾶς χι]ὼν καὶ πάχνη καὶ ψῦχος αὐτῆς, καὶ οἱ ἄνεμοι καὶ ὁ παγετὸς αὐτῶν, καὶ πᾶσαι αἱ μάστιγες αὐτῶν, οὐ δύνασθε ὑποστῆναι ἔμπροσθεν ψύχους καὶ τῶν μαστίγων αὐτῶν.

 

XCIV

1. κατανοήσατε τοίνουν, υἱοὶ τῶν ἀνθρώπων, τὰ ἔργα τοῦ ὑψίστου καὶ φοβήθητε τοῦ ποιῆσαι τὸ πονηρὸν ἐναντίον αὐτοῦ.

2. ἐὰν ἀποκλείσῃ τὰς θυρίδας τοῦ οὐρανοῦ καὶ κωλύσῃ τὴν δρόσον καὶ τὸν ὄμβρον καταβῆναι εἵνεκα ὑμῶν, τί ποιήσετε;

3. ἐὰν ἀποστείληται τὸν θυμὸν αὐτοῦ ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὰ ἔργα ὑμῶν, οὐχὶ ἔσεσθε δεόμενοι αὐτοῦ; διὰ τί ὑμεῖς λαλεῖτε τῷ στόματι ὑμῶν μεγάλα καὶ σκληρὰ ἐπὶ τῇ μεγαλωσύνῃ αὐ[τοῦ;

4. ὁρᾶ]τε τοὺς ναυκλήρους τοὺς πλωιζομένους τὴν θάλασσαν, ὑπὸ τοῦ κ[λύδω]νος καὶ χειμῶνος σεσαλευμένα τὰ πλοῖα αὐτῶν,

5. καὶ χειμαζόμενοι πάντες φοβοῦνται, ἔξω δὲ τὰ [ἀγαθὰ πάντα] καὶ τὰ ὑπάρχοντα αὐτῶν ἐκβάλλουσιν εἰς τὴν θάλασσαν, καὶ ὑποπτεύουσιν ἐν τῇ καρδίᾳ αὐτῶν ὅτι ἡ [θάλασσα κα]ταπίεται αὐτοὺς καὶ ἐν αὐτ[ῇ ἀπολοῦν]ται.

6. οὐχὶ πᾶσα ἡ θάλασσα καὶ [πάντα τὰ] ὕδατα αὐτῆς ἔργον τοῦ ὑψ[ίστου ἐστί,] καὶ αὐτὸς συνεστήσατο τὰ π[έρατα αὐ]τῶν, καὶ συνέδησεν αὐτ[ήν, καὶ περι]έφραξεν αὐτὴν ἄμμῳ;

7. [καὶ ἀπὸ τῆς] ἐμβριμήσεως αὐτοῦ φ[οβοῦνται καὶ ξη]ραίνονται, καὶ οἱ ἰχθύες .....

8. [.. γῆν] καὶ πάντα τὰ ἐν αὐτοῖς; καὶ τίς ἔδωκεν ἐπιστήμην πᾶσιν τοῖς κινουμένοις ἐν τῇ θαλάσσῃ; οἱ ναύκληροι τὴν θάλασσαν φοβοῦνται.

 

XCV

1. καὶ ὅταν ἐκβάλῃ ἐφ’ ὑμᾶς τὸν κλύδωνα τοῦ πυρὸς τῆς καύσεως ὑμῶν, ποῦ ἀποδράντες σωθήσεσθε; καὶ ὅταν δῷ ἐφ’ ὑμᾶς φωνὴν αὐτοῦ,

2. ἔσεσθε συνσειόμενοι καὶ φοβούμενοι ἤχῳ μεγάλῳ «καὶ» τὴν γῆν σύμπασαν σειομένην καὶ τρέμουσαν καὶ συνταρασσομένην.

3. καὶ οἱ ἄγγελοι συντελοῦντες τὸ συνταχθὲν αὐτοῖς, καὶ ὁ οὐρανὸς καὶ οἱ φωστῆρες σειόμενοι καὶ τρέμοντες· ἅπαντες οἱ υἱοὶ τῆς γῆς καὶ ὑμεῖς ἁμαρτωλοὶ ἐπικατάρατοι εἰς τὸν αἰῶνα· οὐκ ἔστιν ὑμῖν χαίρειν.

4. θαρσεῖτε, ψυχαὶ τῶν δικαίων τῶν ἀποθανόντων, τῶν δικαίων καὶ τῶν εὐσεβῶν,

5. καὶ μὴ λυπεῖσθε ὅτι κατέβησαν αἱ ψυχαὶ ὑμῶν εἰς ᾅδου μετὰ λύπης καὶ οὐκ ἀπηντήθη τῷ σώματι τῆς σαρκὸς ὑμῶν ἐν τῇ ζωῇ ὑμῶν κατὰ τὴν ὁσιότητα ὑμῶν, ἐπεὶ αἱ ἡμέραι ἃς ἦτε ἡμέραι ἦσαν ἁμαρτωλῶν καὶ καταράτων ἐπὶ τῆς γῆς.

6. ὅταν ἀποθάνητε, τότε ἐροῦσιν οἱ ἁμαρτωλοὶ ὅτι εὐσεβεῖς κατὰ τὴν εἱμαρμένην ἀπεθάνοσαν, καὶ τί αὐτοῖς περιεγένετο ἐπὶ τοῖς ἔργοις αὐτῶν;

7. καὶ αὐτοὶ ὁμοίως ἡμῖν ἀπεθάνοσαν. ἴδετε οὖν ὡς ἀποθνήσκουσιν μετὰ λύπης καὶ σκότους, καὶ τί αὐτοῖς ἐγένετο περισσόν;

8. ἀπὸ τοῦ νῦν ἀναστήτωσαν καὶ σωθήτωσαν, καὶ ὄψονται εἰς τὸν αἰῶνα ἡμᾶς φαγεῖν καὶ πεῖν.

9. τοιγαροῦν ἁρπάσαι καὶ ἁμαρτάνειν καὶ λωποδυτεῖν καὶ ἐγκτᾶσθαι καὶ [ἰδεῖν] ἡμέρας ἀγαθάς.

10. ἴδετε οὖν οἱ δικαιοῦντες [ἑαυτ]ούς, ὁποία ἐγένετο αὐτῶν ἡ καταστροφή, ὅτι πᾶσα δικαιοσύνη οὐχ εὑρέθη ἐν αὐτοῖς ἕως ἀπέθανον καὶ ἀπώλοντο

11. καὶ ἐγένοντο ὡς οὐκ ὄντες καὶ κατέβησαν αἱ ψυχαὶ αὐτῶν μετ’ ὀδύνης εἰς ᾅδου .....

 

XCVI

1. ἐγὼ ὀμνύω ὑμῖν ..... Three lines are lost .....

2. ἐπίσταμαι τὸ μυστήριον τοῦτο· ἀν[έγνων] γὰρ τὰς πλάκας τοῦ οὐρανοῦ καὶ εἶδον τὴν γραφὴν ἀναγκαίαν· ἔγνων τὰ γ[εγραμμέ]να ἐν αὐταῖς καὶ ἐγκεκολαμμέν[α περὶ] ὑμῶν,

3. ὅτι ἀγαθὰ καὶ ἡ χαρὰ καὶ ἡ τ[ιμὴ] ἡτοίμασται καὶ ἐγγέγραπται ταῖς ψ[υχαῖς] τῶν ἀποθανόντων εὐσεβῶν·

4. καὶ χαιρήσονται καὶ οὐ μὴ ἀπόλωνται τὰ πνεύματα αὐτῶν οὐδὲ τὸ μνημόσυνον ἀπὸ προσώπου τοῦ μεγάλου εἰς πάσας τὰς γενεὰς τῶν αἰώνων. μὴ οὖν φοβεῖσθε τοὺς ὀνειδισμοὺς αὐτῶν.

5. καὶ ὑμεῖς, οἱ νεκροὶ τῶν ἁμαρτωλῶν, ὅταν ἀποθάνητε ἐροῦσιν ἐφ’ ὑμῖν, μακάριοι ἁμαρτωλοὶ πάσας τὰς ἡμέρας αὐτῶν ὅσας εἴδοσαν ἐν τῇ ζωῇ αὐτῶν, καὶ ἐνδόξως

6. ἀπεθάνοσαν, καὶ κρίσις οὐκ ἐγενήθη ἐν τῇ ζωῇ αὐτῶν.

7. αὐτοὶ ὑμεῖς γινώσκετε ὅτι εἰς ᾅδου κατάξουσιν τὰς ψυχὰς ὑμῶν,

8. καὶ ἐκεῖ ἔσονται ἐν ἀνάγκῃ μεγάλῃ καὶ ἐν σκότει καὶ ἐν παγίδι καὶ ἐν φλογὶ καιομένῃ, καὶ εἰς κρίσιν μεγάλην εἰσελεύσονται αἱ ψυχαὶ ὑμῶν ἐν πάσαις ταῖς γενεαῖς τοῦ αἰῶνος. οὐαὶ ὑμῖν, οὐκ ἔστιν ὑμῖν χαίρειν.

9. μὴ γὰρ εἴπητε οἱ δίκαιοι, ὅσιοι ὄντες ἐν τῇ ζωῇ, τῶν ἡμερῶν τῆς θλίψεως κόπους ἐκοπιάσαμεν, καὶ ἀνηλώμεθα καὶ ὀλίγοι ἐγενήθημεν, καὶ ἀντιλήμπτορα οὐχ εὑρήκαμεν·

10. συντετριμμένοι καὶ ἀπολώλαμεν, καὶ ἀπηλπίσμεθα καὶ μηκέτι εἰδέναι σωτηρίαν ἡμέραν ἐξ ἡμέρας.

11. ἠλπίσαμεν γενέσθαι κεφαλή, ἐγενήθημεν κέρ[κος· ἐκο]πιάσαμεν ἐργαζόμενοι καὶ τῶν ὀψωνίων οὐ κεκυριεύκαμεν. ἐγενήθημεν κατάβρωμα ἁμαρτωλῶν, [οἱ ἄνο]μοι ἐβάρυναν ἐφ’ ἡμᾶς τὸν ζυγόν.

12. οἳ κυριεύουσιν, οἱ ἐχθροὶ ἡμῶν ἐγκεντρίζουσιν ἡμᾶς καὶ περικλείουσιν ἡμᾶς· ἐζητήσαμεν πο[ῦ φύγωμεν] ἀπ’ αὐτῶν ὅπως ἀναψύχ[ωμεν.] ... three lines are lost ...

14. ἐκράξαμεν ἐπὶ τοὺς καταβάλλοντας καὶ βιαζομένους ἡμᾶς καὶ τὰς ἐντεύξεις ἡμῶν οὐκ ἀπεδέξαντο, οὐδὲ ἐβούλοντο ἐπακοῦσαι τῆς φωνῆς ἡμῶν.

15. καὶ οὐκ ἀντελαμβάνοντο ἡμῶν, οὐχ εὑρόντες κατὰ τῶν βιαζομένων καὶ κατεσθόντων ἡμᾶς, ἀλλὰ στερεοῦσιν αὐτοὺς ἐφ’ ἡμᾶς· ἀπέκτειναν ἡμᾶς καὶ εἰς ὀλίγους ἤγαγον. καὶ οὐχ ὑποδεικνύουσιν περὶ τῶν πεφονευμένων ἡμῶν, καὶ οὐκ ἀναμιμνήσκουσιν περὶ τῶν ἁμαρτωλῶν αὐτῶν τὰς ἁμαρτίας αὐτῶν.

 

XCVII

1. ὀμνύω ὑμῖν ὅτι οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ ἀναμιμνήσκουσιν [ὑμῶν] εἰς ἀγαθὸν ἐνώπιον τῆς δόξης τοῦ μεγάλου.

2. θαρσεῖτε δὴ ὅτι ἐπαλαιώθητε ἐν τοῖς κακοῖς καὶ ἐν ταῖς θλίψεσιν· ὡσεὶ φωστῆρες τοῦ οὐρανοῦ ἀναλάμψετε καὶ φανεῖτε, αἱ θυρίδες τοῦ οὐρανοῦ ἀνοιχθήσονται ὑμῖν,

3–4. καὶ ἡ κραυγὴ ὑμῶν ἀκουσθήσεται καὶ ἡ κρίσις ὑμῶν ἣν κράζετε καὶ φανεῖται ἐφ’ ὅσα συλλαβήσεται ὑμῖν περὶ τῆς θλίψεως ὑμῶν, καὶ ἐκ πάντων ὅστις μετέσχεν τῶν βιαζομένων καὶ κατεσθόντων ὑμᾶς.

5. [μὴ φοβεῖσθε] τὰ κακὰ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως τῆς μεγάλης καὶ οὐ μὴ εὑρεθῆτε ὡς οἱ ἁμαρτωλοί. [ἀλλ’ ὑμεῖς οἱ ἁμαρτωλοὶ] σκυλήσεσθε καὶ κρίσις αἰώνιος ἐξ ὑμῶν ἔσται εἰς πάσας τὰς γενεὰς τῶν αἰώνων.

6. μὴ φοβεῖσθε οἱ δίκαιοι ὅταν ἴδητε τοὺς ἁμαρτωλοὺς κατισχύοντας καὶ εὐοδουμένους, καὶ μὴ μέτοχοι αὐτῶν γίνεσθε, ἀλλὰ μακρὰν ἀπέχεσθε ἀπὸ πάντων τῶν ἀδικημάτων αὐτῶν.

7. μὴ γὰρ εἴπητε οἱ ἁμαρτωλοὶ [ὅτι] οὐ μὴ ἐκζητηθῶσιν αἱ ἁμαρτίαι ὑμῶν [ἐξ] ἡμερῶν.

8. καὶ νῦν ἀποδεικνύω ὑμῖν ὅτι φῶς καὶ σκότος ἡμέρα καὶ νὺξ ἐποπτεύουσιν τὰς ἁμαρτίας ὑμῶν πάσας.

9. μὴ πλανᾶσθε τῇ καρδίᾳ ὑμῶν μηδὲ ψεύδεσθε μηδὲ ἐξαλλοιώσητε τοὺς λόγους τῆς ἀληθείας, μηδὲ καταψεύδεσθε τῶν [λόγων τοῦ] ἁγίου, καὶ μὴ δότε ἔπαινον ταῖς [εἰκόσιν ὑ]μῶν· οὐ γὰρ εἰς δικαίωμα εἰσάγ[ουσιν πάντα τὰ ψεύδ]η καὶ πᾶσα [ἡ πλάνη] .... Two lines are lost ....

10. τῆς ἀληθείας ἐξαλλοιοῦσιν καὶ ἀντιγράφουσιν οἱ ἁμαρτωλοὶ καὶ ἀλλάσσουσιν τοὺς πολλούς, καὶ ψεύδονται καὶ πλάσσουσιν πλάσματα μεγάλα καὶ τὰς γραφὰς ἀναγράφουσιν ἐπὶ τοῖς ὀνόμασιν αὐτῶν·

11. καὶ ὄφελον πάντας τοὺς λόγους μου γράφωσιν ἐπ’ ἀληθείας ἐπὶ τὰ ὀνόματα αὐτῶν καὶ μήτε ἀφέλωσιν μήτε ἀλλοιώσωσιν τῶν λόγων τούτων, ἀλλὰ πάντα ἐπ’ ἀληθείας γράφωσιν ἃ ἐγὼ διαμαρτυροῦμαι αὐτοῖς.

12. καὶ πάλιν ἐγὼ γινώσκω μυστήριον δεύτερον, ὅτι δικαίοις καὶ ὁσίοις καὶ φρονίμοις δοθήσονται αἱ βίβλοι μου εἰς χαρὰν ἀληθείας,

13. καὶ αὐτοὶ πιστεύσουσιν αὐταῖς καὶ ἐν αὐταῖς χαρήσονται καὶ ἀγαλλιάσονται πάντες οἱ δίκαιοι μαθεῖν ἐξ αὐτῶν πάσας τὰς ὁδοὺς τῆς ἀληθείας.

 

CVI

1. μετὰ δὲ χρόνον ἔλαβεν Μαθουσάλεκ τῷ υἱῷ μου γυναῖκα καὶ ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Λάμεχ. ἐταπεινώθη ἡ δικαιοσύνη μέχρι τῆς ἡμέρας ἐκείνης. καὶ ὅτε εἰς ἡλικίαν ἐπῆλθεν, ἔλαβεν αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ παιδίον,

2. καὶ ὅτε ἐγεννήθη τὸ παιδίον ἦν τὸ σῶμα λευκότερον χιόνος καὶ πυρρότερον ῥόδου, τὸ τρίχωμα πᾶν λευκὸν καὶ ὡς ἔρια λευκὰ καὶ οὖλον καὶ ἔνδοξον. καὶ ὅτε ἀνέῳξεν τοὺς ὀφθαλμούς, ἔλαμψεν ἡ οἰκία ὡσεὶ ἥλιος.

3. καὶ ἀνέστη ἐκ τῶν χειρῶν τῆς μαίας καὶ ἀνέῳξεν τὸ στόμα καὶ εὐλόγησεν τῷ κυρίῳ·

4. καὶ ἐφοβήθη Λάμεχ ἀπ’ αὐτοῦ καὶ ἔφυγεν καὶ ἦλθεν πρὸς Μαθουσάλεκ τὸν πατέρα αὐτοῦ καὶ εἶπεν αὐτῷ,

5. τέκνον ἐγεννήθη μου ἀλλοῖον, οὐχ ὅμοιον τοῖς ἀνθρώποις ἀλλὰ τοῖς τέκνοις τῶν ἀγγέλων τοῦ οὐρανοῦ, καὶ ὁ τύπος ἀλλοιότερος, οὐχ ὅμοιος ἡμῖν· τὰ ὄμματά ἐστιν ὡς ἀκτῖνες τοῦ ἡλίου, καὶ ἔνδοξον τὸ πρόσωπον·

6. καὶ ὑπολαμβάνω ὅτι οὐκ ἔστιν ἐξ ἐμοῦ ἀλλὰ ἐξ ἀγγέλου, καὶ εὐλαβοῦμαι αὐτὸν μήποτέ τι ἔσται ἐν ταῖς ἡμέραις αὐτοῦ ἐν τῇ γῇ.

7. καὶ παραιτοῦμαι, π[άτερ, καὶ] δέομαι, βάδισον πρὸς Ἑνὼ[χ τὸν πατέρα ἡμῶν καὶ ἐρώτησον] ... Two lines are lost ...

8. [ἦλθ]εν πρὸς ἐμὲ εἰς τὰ τέρματα τῆς γῆς οὗ [εἶδ]εν τότε εἶναι με καὶ εἶπέν μοι, πάτερ [μου] ἐπάκουσον τῆς φωνῆς μου καὶ ἧκε [πρὸς] ἐμέ. καὶ ἤκουσα τὴν φωνὴν αὐτοῦ καὶ ἦλθον πρὸς αὐτὸν καὶ εἶπα, ἰδοὺ πάρειμι τέκνον· διὰ τί ἐλήλυθας πρὸς ἐμέ, τέκνον;

9. καὶ ἀπεκρίθη λέγων, δι’ ἀνάγκην μεγάλην ἦλθον ὧδε, πάτερ·

10. καὶ νῦν ἐγεννήθη τέκνον Λάμεχ τῷ υἱῷ μου, καὶ ὁ τύπος αὐτοῦ καὶ ἡ εἰκὼν αὐτοῦ «οὐχ ὅμοιος ἀνθρώποις καὶ τὸ χρῶμα αὐτοῦ» λευκότερον χιόνος καὶ πυρρότερον ῥόδου, καὶ τὸ τρίχωμα τῆς κεφαλῆς αὐτοῦ λευκότερον ἐρίων λευκῶν, καὶ τὰ ὄμματα αὐτοῦ ἀφόμοια ταῖς τοῦ ἡλίου ἀκτῖσιν,

11. καὶ ἀνέστη ἀπὸ τῶν τῆς μαίας χειρῶν καὶ ἀνοίξας τὸ στόμα εὐλόγησεν τὸν κύριον τοῦ αἰῶνος·

12. καὶ ἐφοβήθη ὁ υἱός μου Λάμεχ, καὶ ἔφυγεν πρὸς ἐμέ, καὶ οὐ πιστεύει ὅτι υἱὸς αὐτοῦ ἐστιν, ἀλλὰ ὅτι ἐξ ἀγγέλων ... one or two lines omitted ... τὴν ἀκρίβειαν ἣν ἔχεις (?) καὶ τὴν ἀλήθειαν.

13. τότε ἀπεκρίθην λέγων, ἀνακαινίσει ὁ κύριος πρόσταγμα ἐπὶ τῆς γῆς, καὶ τὸν αὐτὸν τρόπον τέκνον τεθέαμαι καὶ ἐσήμανά σοι· ἐν γὰρ τῇ γενεᾷ Ἰάρεδ τοῦ πατρός μου παρέβησαν τὸν λόγον κυρίου ἀπὸ τῆς διαθήκης τοῦ οὐρανοῦ.

14. καὶ ἰδοὺ ἁμαρτάνουσιν καὶ παραβαίνουσιν τὸ ἔθος, καὶ μετὰ γυναικῶν συγγίνονται καὶ μετ’ αὐτῶν ἁμαρτάνουσιν καὶ ἔγημαν ἐξ αὐτῶν,

[καὶ τίκτουσιν οὐχ ὁμοίους πνεύμασιν ἀλλὰ σαρκίνους]·

15. καὶ ἔσται ὀργὴ μεγάλη ἐπὶ τῆς γῆς καὶ κατακλυσμός, καὶ ἔσται ἀπώλεια μεγάλη ἐπὶ ἐνιαυτὸν ἕνα·

16. καὶ τόδε τὸ παιδίον τὸ γεννηθὲν καταλειφθήσεται, καὶ τρία αὐτοῦ τέκνα σωθήσεται ἀποθανόντων τῶν ἐπὶ τῆς γῆς·

17b. καὶ πραϋνεῖ τὴν γῆν ἀπὸ τῆς οὔσης ἐν αὐτῇ φθορᾶς.

18. καὶ νῦν λέγε Λάμεχ ὅτι τέκνον σού ἐστιν δικαίως καὶ ὁσίως, [καὶ] κάλεσον αὐτοῦ τὸ ὄνομα [Νῶε]· αὐτὸς γὰρ ἔσται ὑμῶν κατάλειμμα ἐφ’ οὗ ἂν καταπαύσητε καὶ «οἱ» υἱοὶ αὐτοῦ ἀπὸ τῆς φθορᾶς τῆς γῆς καὶ ἀπὸ πάντων τῶν ἁμαρτωλῶν καὶ ἀπὸ πασῶν τῶν συντελειῶν ἐπὶ τῆς γῆς ... Four lines are lost ...

19. ὑπέδειξέν μοι καὶ ἐμήνυσεν, καὶ ἐν ταῖς πλαξὶν τοῦ οὐρανοῦ ἀνέγνων αὐτά.

 

CVII

1. τότε τεθέαμαι τὰ ἐγγεγραμμένα ἐπ’ αὐτῶν, ὅτι γενεὰ γενεᾶς κακ[ίων ἔσται], καὶ εἶδον τόδε μέχρις τοῦ ἀνας[τῆναι] γενεὰν δικαιοσύνης καὶ ἡ κακία ἀπολεῖται καὶ ἡ ἁμαρτία ἀλλάξει ἀπὸ τῆς γῆς καὶ τὰ ἀγαθὰ ἥξει ἐπὶ τῆς γῆς ἐπ’ αὐτούς.

2. καὶ νῦν ἀπότρεχε τέκνον καὶ σήμανον Λάμεχ τῷ υἱῷ σου ὅτι τὸ παιδίον τοῦτο τὸ γεννηθὲν τέκνον αὐτοῦ ἐστιν δικαίως καὶ οὐ ψευδῶς.

3. καὶ ὅτε ἤκουσεν Μαθουσάλεκ τοὺς λόγους Ἑνὼχ τοῦ πατρὸς αὐτοῦ, μυστηριακῶς γὰρ ἐδήλωσεν αὐτῷ, [ἐπέστρεψεν καὶ ἐδήλωσεν αὐτῷ.] καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Νῶε, εὐφραίνων τὴν γῆν ἀπὸ τῆς ἀπωλείας.

 


 

Liber Enoch

Apocalypsis Henochi Graece
(recensio ap. Syncellum)

(ed. M. Black)

Pseudepigrapha veteris testamenti Graece 3.

Leiden: Brill, 1970, pp. 21–26, 29–30, 32–33, 37.

 

VI

ἐκ τοῦ πρώτου βιβλίου Ἐνὼχ περὶ τῶν ἐγρηγόρων.

1. καὶ ἐγένετο ὅτε ἐπληθύνθησαν οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐγεννήθησαν αὐτοῖς θυγατέρες ὡραῖαι.

2. καὶ ἐπεθύμησαν αὐτὰς οἱ ἐγρήγοροι καὶ ἀπεπλανήθησαν ὀπίσω αὐτῶν, καὶ εἶπον πρὸς ἀλλήλους, ἐκλεξώμεθα ἑαυτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων τῶν ἀνθρώπων τῆς γῆς.

3. καὶ εἶπε Σεμιαζᾶς ὁ ἄρχων αὐτῶν πρὸς αὐτούς, φοβοῦμαι μὴ οὐ θελήσητε (Go θελήσετε) ποιῆσαι τὸ πρᾶγμα τοῦτο, καὶ ἔσομαι ἐγὼ μόνος ὀφειλέτης ἁμαρτίας μεγάλης.

4. καὶ ἀπεκρίθησαν αὐτῷ πάντες καὶ εἶπον, ὀμόσωμεν ἅπαντες ὅρκῳ καὶ ἀναθεματίσωμεν ἀλλήλους τοῦ μὴ ἀποστρέψαι τὴν γνώμην ταύτην, μέχρις οὗ ἀποτελέσωμεν αὐτήν.

5. τότε πάντες ὤμοσαν ὁμοῦ καὶ ἀνεθεμάτισαν ἀλλήλους.

6. ἦσαν δὲ οὗτοι διακόσιοι οἱ καταβάντες ἐν ταῖς ἡμέραις Ἰάρεδ εἰς τὴν κορυφὴν τοῦ Ἑρμονιεὶμ (Go κορυφὴν Ἑρμὼν) ὄρους, καὶ ἐκάλεσαν τὸ ὄρος Ἑρμώμ, καθότι ὤμοσαν (Go ομοσαν) καὶ ἀνεθεμάτισαν ἀλλήλους ἐν αὐτῷ.

7. καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων αὐτῶν. α´ Σεμιαζᾶς, ὁ ἄρχων αὐτῶν, β´ Ἀταρκούφ, γ´ Ἀρακιήλ, δ´ Χωβαβιήλ, ε´ Ὀραμμαμή, Ϛ´ Ῥαμιήλ, ζ´ Σαμψίχ, η´ Ζακιήλ, θ´ Βαλκιήλ, ι´ Ἀζαλζήλ, ια´ Φαρμαρός, ιβ´ Ἀμαριήλ, ιγ´ Ἀναγημάς, ιδ´ Θαυσαήλ, ιε´ Σαμιήλ, ιϚ´ Σαρινᾶς, ιζ´ Εὐμιήλ (Par. gr. 1711 ὁ Εὐμιήλ), ιη´ Τυριήλ, ιθ´ Ἰουμιήλ, κ´ Σαριήλ.

 

VII

1. Οὗτοι καὶ οἱ λοιποὶ πάντες ἐν τῷ χιλιοστῷ ἑκατοστῷ ἑβδομηκοστῷ ἔτει τοῦ κόσμου ἔλαβον ἑαυτοῖς γυναῖκας, καὶ ἤρξαντο μιαίνεσθαι ἐν αὐταῖς ἕως τοῦ κατακλυσμοῦ καὶ ἔτεκον αὐτοῖς γένη τρία· πρῶτον γίγαντας μεγάλους.

2. οἱ δὲ γίγαντες ἐτέκνωσαν Ναφηλείμ, καὶ τοῖς Ναφηλεὶμ ἐγεννήθησαν Ἐλιούδ. καὶ ἦσαν αὐξανόμενοι κατὰ τὴν μεγαλειότητα αὐτῶν, καὶ ἐδίδαξαν ἑαυτοὺς καὶ τὰς γυναῖκας ἑαυτῶν φαρμακείας καὶ ἐπαοιδίας.

 

VIII

1. Πρῶτος Ἀζαὴλ ὁ δέκατος τῶν ἀρχόντων ἐδίδαξε ποιεῖν μαχαίρας καὶ θώρακας καὶ πᾶν σκεῦος πολεμικόν, καὶ τὰ μέταλλα τῆς γῆς καὶ τὸ χρυσίον, πῶς ἐργάσωνται καὶ ποιήσωσιν αὐτὰ κόσμια ταῖς γυναιξί, καὶ τὸν ἄργυρον. ἔδειξε δὲ αὐτοῖς καὶ τὸ στίλβειν καὶ τὸ καλλωπίζειν καὶ τοὺς ἐκλεκτοὺς λίθους καὶ τὰ βαφικά· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ τῶν ἀνθρώπων καὶ ταῖς θυγατράσιν αὐτῶν, καὶ παρέβησαν καὶ ἐπλάνησαν τοὺς ἁγίους.

2. καὶ ἐγένετο ἀσέβεια πολλὴ ἐπὶ τῆς γῆς, καὶ ἠφάνισαν τὰς ὁδοὺς αὐτῶν.

3. ἔτι δὲ καὶ ὁ πρώταρχος αὐτῶν Σεμιαζᾶς ἐδίδαξεν εἶναι ὀργὰς κατὰ τοῦ νοός, καὶ ῥίζας βοτανῶν τῆς γῆς. ὁ δὲ ἑνδέκατος Φαρμαρὸς ἐδίδαξε φαρμακείας, ἐπαοιδίας, σοφίας, καὶ ἐπαοιδῶν λυτήρια· ὁ ἔνατος ἐδίδαξεν ἀστροσκοπίαν· ὁ δὲ τέταρτος ἐδίδαξεν ἀστρολογίαν· ὁ δὲ ὄγδοος ἐδίδαξεν ἀεροσκοπίαν· ὁ δὲ τρίτος ἐδίδαξε τὰ σημεῖα τῆς γῆς· ὁ δὲ ἕβδομος ἐδίδαξε τὰ σημεῖα τοῦ ἡλίου· ὁ δὲ εἰκοστὸς ἐδίδαξε τὰ σημεῖα τῆς σελήνης· πάντες οὗτοι ἤρξαντο ἀνακαλύπτειν τὰ μυστήρια ταῖς γυναιξὶν αὐτῶν καὶ τοῖς τέκνοις αὐτῶν. μετὰ δὲ ταῦτα ἤρξαντο οἱ γίγαντες κατεσθίειν τὰς σάρκας τῶν ἀνθρώπων

4. καὶ ἤρξαντο οἱ ἄνθρωποι ἐλαττοῦσθαι ἐπὶ τῆς γῆς.

 

VIII col I

4. οἱ δὲ λοιποὶ ἐβόησαν εἰς τὸν οὐρανὸν περὶ τῆς κακώσεως αὐτῶν λέγοντες εἰσενεχθῆναι τὸ μνημόσυνον αὐτῶν ἐνώπιον κυρίου.

 

VIII col II

4. Τότε ἐβόησαν οἱ ἄνθρωποι εἰς τὸν οὐρανὸν λέγοντες Εἰσαγάγετε τὴν κρίσιν ἡμῶν πρὸς τὸν ὕψιστον, καὶ τὴν ἀπώλειαν ἡμῶν ἐνώπιον τῆς δόξης τῆς μεγάλης, ἐνώπιον τοῦ κυρίου τῶν κυρίων πάντων τῇ μεγαλωσύνῃ.

 

IX col I

1. Καὶ ἀκούσαντες οἱ τέσσαρες μεγάλοι ἀρχάγγελοι, Μιχαὴλ καὶ Οὐριὴλ καὶ Ῥαφαὴλ καὶ Γαβριὴλ, (καὶ Par. gr. 1711) παρέκυψαν ἐπὶ τὴν γῆν ἐκ τῶν ἁγίων τοῦ οὐρανοῦ.

2. καὶ θεασάμενοι αἷμα πολὺ ἐκκεχυμένον ἐπὶ τῆς γῆς καὶ πᾶσαν ἀσέβειαν καὶ ἀνομίαν γενομένην ἐπ’ αὐτῆς,

3. εἰσελθόντες εἶπον πρὸς ἀλλήλους ὅτι Τὰ πνεύματα καὶ αἱ ψυχαὶ τῶν ἀνθρώπων στενάζουσιν ἐντυγχάνοντα καὶ λέγοντα ὅτι Εἰσαγάγετε τὴν κρίσιν ἡμῶν πρὸς τὸν ὕψιστον, καὶ τὴν ἀπώλειαν ἡμῶν ἐνώπιον τῆς δόξης τῆς μεγαλωσύνης, ἐνώπιον τοῦ κυρίου τῶν κυρίων πάντων τῇ μεγαλωσύνῃ.

4. καὶ εἶπον τῷ κυρίῳ τῶν αἰώνων Σὺ εἶ ὁ θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων καὶ ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ θεὸς τῶν αἰώνων, καὶ ὁ θρόνος τῆς δόξης σου εἰς πάσας τὰς γενεὰς τῶν αἰώνων, καὶ τὸ ὄνομά σου ἅγιον καὶ εὐλογημένον εἰς πάντας τοὺς αἰῶνας.

 

IX col II

1. Καὶ ἀκούσαντες οἱ τέσσαρες μεγάλοι ἀρχάγγελοι, Μιχαὴλ καὶ Οὐριὴλ καὶ Ῥαφαὴλ καὶ Γαβριὴλ, παρέκυψαν (= οἱ <δ> Par gr. 1711) ἐπὶ τὴν γῆν ἐκ τῶν ἁγίων τοῦ οὐρανοῦ.

2. καὶ θεασάμενοι αἷμα πολὺ ἐκκεχυμένον ἐπὶ τῆς γῆς καὶ πᾶσαν ἀνομίαν καὶ ἀσέβειαν γινομένην ἐπ’ αὐτῆς,

3. εἰσελθόντες εἶπον πρὸς ἀλλήλους ὅτι Τὰ πνεύματα καὶ αἱ ψυχαὶ τῶν ἀνθρώπων ἐντυγχάνουσι στενάζοντα καὶ λέγοντα Εἰσαγάγετε τὴν δέησιν ἡμῶν πρὸς τὸν ὕψιστον.

4. καὶ προσελθόντες οἱ τέσσαρες ἀρχάγγελοι εἶπον τῷ κυρίῳ Σὺ εἶ ὁ θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων καὶ βασιλεὺς τῶν βασιλευόντων καὶ θεὸς τῶν ἀνθρώπων, καὶ ὁ θρόνος τῆς δόξης σου εἰς πάσας τὰς γενεὰς τῶν αἰώνων, καὶ τὸ ὄνομά σου ἅγιον καὶ εὐλογημένον εἰς πάντας τοὺς αἰῶνας, καὶ τὸ ὄνομά σου ἅγιον καὶ εὐλογημένον εἰς πάντας τοὺς αἰῶνας.

 

IX

4. add. post αἰῶνας: καὶ τὰ ἑξῆς. τότε ὁ ὕψιστος ἐκέλευσε τοῖς ἁγίοις ἀρχαγγέλοις, καὶ ἔδησαν τοὺς ἐξάρχους αὐτῶν καὶ ἔβαλον (ἔβαλλον Par. gr. 1711) αὐτοὺς εἰς τὴν ἄβυσσον, ἕως τῆς κρίσεως, καὶ τὰ ἑξῆς. καὶ ταῦτα μὲν ὁ Ἐνὼχ μαρτυρεῖ.

5. σὺ γὰρ εἶ ὁ ποιήσας τὰ πάντα καὶ πάντων τὴν ἐξουσίαν ἔχων, καὶ πάντα ἐνώπιόν σου φανερὰ καὶ ἀκάλυπτα· καὶ πάντα ὁρᾷς, καὶ οὐκ ἔστιν ὃ κρυβῆναί σε δύναται.

6. ὁρᾷς ὅσα ἐποίησεν Ἀζαὴλ καὶ (om. Par. gr. 1711) ὅσα εἰσήνεγκεν, (add. καὶ Par. gr. 1711) ὅσα ἐδίδαξεν, ἀδικίας καὶ ἁμαρτίας ἐπὶ τῆς γῆς καὶ πάντα δόλον ἐπὶ τῆς ξηρᾶς. ἐδίδαξε γὰρ τὰ μυστήρια καὶ ἀπεκάλυψε τῷ αἰῶνι τὰ ἐν οὐρανῷ. ἐπιτηδεύουσιν δὲ τὰ ἐπιτηδεύματα αὐτοῦ, εἰδέναι τὰ μυστήρια, οἱ υἱοὶ τῶν ἀνθρώπων.

7. τῷ Σεμιαζᾷ τὴν ἐξουσίαν ἔδωκας ἔχειν τῶν σὺν αὐτῷ ἅμα ὄντων.

8. καὶ ἐπορεύθησαν πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων τῆς γῆς καὶ συνεκοιμήθησαν μετ’ αὐτῶν καὶ ἐν ταῖς θηλείαις ἐμιάνθησαν, καὶ ἐδήλωσαν αὐταῖς πάσας τὰς ἁμαρτίας, καὶ ἐδίδαξαν αὐτὰς μίσητρα (μίσιτρα Par. gr. 1711) ποιεῖν.

9. καὶ νῦν ἰδοὺ αἱ θυγατέρες τῶν ἀνθρώπων ἔτεκον ἐξ αὐτῶν υἱοὺς γίγαντας· κίβδηλα ἐπὶ τῆς (om. Go) γῆς τῶν ἀνθρώπων ἐκκέχυται, καὶ ὅλη ἡ γῆ ἐπλήσθη ἀδικίας.

10. καὶ νῦν ἰδοὺ τὰ πνεύματα τῶν ψυχῶν τῶν ἀποθανόντων ἀνθρώπων ἐντυγχάνουσιν, καὶ μέχρι τῶν πυλῶν τοῦ οὐρανοῦ ἀνέβη ὁ στεναγμὸς αὐτῶν καὶ οὐ δύναται ἐξελθεῖν ἀπὸ προσώπου τῶν ἐπὶ τῆς γῆς γινομένων ἀδικημάτων.

11. καὶ σὺ αὐτὰ οἶδας πρὸ τῶν (τοῦ recte Par. gr. 1711) αὐτὰ γενέσθαι καὶ ὁρᾷς αὐτοὺς καὶ ἐᾷς αὐτούς, καὶ οὐδὲν λέγεις. τί δεῖ ποιῆσαι αὐτοὺς (om. Go) περὶ τούτου;

 

X

1. Τότε ὁ ὕψιστος εἶπε καὶ ὁ ἅγιος ὁ μέγας ἐλάλησε, καὶ ἔπεμψε τὸν Οὐριὴλ πρὸς τὸν υἱὸν (Go τοῦ) Λάμεχ λέγων

2. Πορεύου πρὸς τὸν Νῶε καὶ εἶπον αὐτῷ τῷ ἐμῷ ὀνόματι Κρύψον σεαυτόν, καὶ δήλωσον αὐτῷ τέλος ἐπερχόμενον, ὅτι ἡ γῆ ἀπόλλυται πᾶσα· καὶ εἶπον αὐτῷ ὅτι κατακλυσμὸς μέλλει γίνεσθαι πάσης τῆς γῆς, ἀπολέσαι πάντα ἀπὸ προσώπου τῆς γῆς.

3. δίδαξον τὸν δίκαιον τί ποιήσει, τὸν υἱὸν Λάμεχ, καὶ τὴν ψυχὴν αὐτοῦ εἰς ζωὴν συντηρήσει, καὶ ἐκφεύξεται δι’ αἰῶνος, καὶ ἐξ αὐτοῦ φυτευθήσεται φύτευμα καὶ σταθήσεται πάσας τὰς γενεὰς τοῦ αἰῶνος.

4. Καὶ τῷ Ῥαφαὴλ εἶπε Πορεύου, Ῥαφαήλ, καὶ δῆσον τὸν Ἀζαήλ· χερσὶ καὶ ποσὶ συμπόδισον αὐτόν, καὶ ἔμβαλε αὐτὸν εἰς τὸ σκότος, καὶ ἄνοιξον τὴν ἔρημον τὴν οὖσαν ἐν τῇ ἐρήμῳ Δουδαήλ, καὶ ἐκεῖ πορευθεὶς βάλε αὐτόν.

5. καὶ ὑπόθες αὐτῷ λίθους ὀξεῖς καὶ (om. Go) λίθους τραχεῖς καὶ ἐπικάλυψον αὐτῷ σκότος, καὶ οἰκησάτω ἐκεῖ εἰς τὸν αἰῶνα καὶ τὴν ὄψιν αὐτοῦ πώμασον καὶ φῶς μὴ θεωρείτω·

6. καὶ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἀπαχθήσεται εἰς τὸν ἐμπυρισμὸν τοῦ πυρός.

7. καὶ ἴασαι τὴν γῆν ἣν ἠφάνισαν οἱ ἐγρήγοροι, καὶ τὴν ἴασιν τῆς πληγῆς δήλωσον, ἵνα ἰάσωνται τὴν πληγὴν καὶ μὴ ἀπόλωνται πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν τῷ μυστηρίῳ ὃ εἶπον οἱ ἐγρήγοροι καὶ ἐδίδαξαν τοὺς υἱοὺς τῶν ἀνθρώπων,

8. καὶ ἠρημώθη πᾶσα ἡ γῆ ἐν τοῖς ἔργοις τῆς διδασκαλίας Ἀζαήλ· καὶ ἐπ’ αὐτῇ γράψον πάσας τὰς ἁμαρτίας.

9. Καὶ τῷ Γαβριὴλ εἶπε Πορεύου, Γαβριήλ, ἐπὶ τοὺς γίγαντας, ἐπὶ τοὺς κιβδήλους, ἐπὶ τοὺς υἱοὺς τῆς πορνείας, καὶ ἀπόλεσαν τοὺς υἱοὺς τῶν ἐγρηγόρων ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· πέμψον αὐτοὺς εἰς ἀλλήλους, ἐξ αὐτῶν εἰς αὐτούς, ἐν πολέμῳ καὶ ἐν ἀπωλείᾳ. καὶ μακρότης ἡμερῶν οὐκ ἔσται αὐτοῖς,

10. καὶ πᾶσα ἐρώτησις οὐκ ἔστι τοῖς πατράσιν αὐτῶν, ὅτι ἐλπίζουσι ζῆσαι ζωὴν αἰώνιον, καὶ ὅτι ζήσεται ἕκαστος αὐτῶν ἔτη πεντακόσια.

11. καὶ τῷ Μιχαὴλ εἶπε Πορεύου, Μιχαήλ, δῆσον Σεμιαζᾶν καὶ τοὺς ἄλλους σὺν αὐτῷ τοὺς συμμιγέντας ταῖς θυγατράσι τῶν ἀνθρώπων τοῦ μιανθῆναι ἐν αὐταῖς ἐν τῇ ἀκαθαρσίᾳ αὐτῶν.

12. καὶ ὅταν κατασφαγῶσιν οἱ υἱοὶ αὐτῶν καὶ ἴδωσι τὴν ἀπώλειαν τῶν ἀγαπητῶν αὐτῶν, δῆσον αὐτοὺς ἐπὶ ἑβδομήκοντα γενεὰς εἰς τὰς νάπας τῆς γῆς μέχρι ἡμέρας κρίσεως αὐτῶν, μέχρι ἡμέρας τελειώσεως τελεσμοῦ, ἕως συντελεσθῇ κρίμα τοῦ αἰῶνος τῶν αἰώνων.

13. τότε ἀπενεχθήσονται εἰς τὸ χάος τοῦ πυρὸς καὶ εἰς τὴν βάσανον καὶ εἰς τὸ δεσμωτήριον τῆς συγκλείσεως τοῦ αἰῶνος.

14. καὶ ὃς ἂν κατακρίθῃ καὶ ἀφανισθῇ ἀπὸ τοῦ νῦν, μετ’ αὐτῶν δεθήσεται (δεηθήσεται recte Par. gr. 1711) μέχρι τελειώσεως γενεᾶς αὐτῶν.

περὶ δὲ τοῦ ὄρους ἐν ᾧ ὤμοσαν καὶ ἀνεθεμέτισαν πρὸς τὸν πλησίον αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα οὐ μὴ ἀποστῇ ἀπ’ αὐτοῦ ψῦχος καὶ χιὼν καὶ πάχνη, καὶ δρόσος οὐ μὴ καταβῇ εἰς αὐτό, εἰ μὴ εἰς κατάραν καταβήσεται ἐπ’ αὐτό, μέχρις ἡμέρας κρίσεως τῆς μεγάλης. ἐν τῷ καιρῷ ἐκείνῳ κατακαυθήσεται καὶ ταπεινωθήσεται, καὶ ἔσται κατακαιόμενον καὶ τηκόμενον ὡς κηρὸς ἀπὸ πυρός, οὕτως κατακαήσεται περὶ πάντων τῶν ἔργων αὐτοῦ. καὶ νῦν ἐγὼ λέγω ὑμῖν υἱοῖς ἀνθρώπων, Ὀργὴ μεγάλη καθ’ ὑμῶν, «καὶ» κατὰ τῶν υἱῶν ὑμῶν, καὶ οὐ παύσεται ἡ ὀργὴ αὕτη ἀφ’ ὑμῶν, μέχρι καιροῦ σφαγῆς τῶν υἱῶν ὑμῶν. καὶ ἀπολοῦνται οἱ ἀγαπητοὶ ὑμῶν καὶ ἀποθανοῦνται οἱ ἔντιμοι ὑμῶν ἀπὸ πάσης τῆς γῆς, ὅτι πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτῶν ἀπὸ τοῦ νῦν οὐ μὴ ἔσονται πλείω τῶν ἑκατὸν εἴκοσιν ἐτῶν. καὶ μὴ δόξητε ἔτι ζῆσαι ἐπὶ πλείονα ἔτη· οὐ γάρ ἐστιν ἐπ’ αὐτοῖς πᾶσα ὁδὸς ἐκφεύξεως ἀπὸ τοῦ νῦν, διὰ τὴν ὀργὴν ἣν ὠργίσθη ὑμῖν ὁ βασιλεὺς πάντων τῶν αἰώνων· μὴ νομίσητε ὅτι ἐκφεύξεσθε ταῦτα.

 

XV

8. Καὶ νῦν οἱ γίγαντες οἱ γεννηθέντες ἀπὸ πνευμάτων καὶ σαρκὸς πνεύματα πονηρὰ ἐπὶ τῆς γῆς καλέσουσιν αὐτούς, ὅτι ἡ κατοίκησις αὐτῶν ἔσται ἐπὶ τῆς γῆς.

9. πνεύματα πονηρὰ ἔσονται, τὰ πνεύματα ἐξεληλυθότα ἀπὸ τοῦ σώματος τῆς σαρκὸς αὐτῶν, διότι ἀπὸ τῶν ἀνθρώπων ἐγένοντο, καὶ ἐκ τῶν ἁγίων τῶν ἐγρηγόρων ἡ ἀρχὴ τῆς κτίσεως αὐτῶν καὶ ἀρχὴ θεμελίου· πνεύματα πονηρὰ

10. ἐπὶ τῆς γῆς ἔσονται

11. τὰ πνεύματα τῶν γιγάντων νεμόμενα, ἀδικοῦντα, ἀφανίζοντα, ἐμπίπτοντα καὶ συμπαλαίοντα καὶ ῥιπτοῦντα ἐπὶ τῆς γῆς καὶ δρόμους ποιοῦντα καὶ μηδὲν ἐσθίοντα, ἀλλ’ ἀσιτοῦντα καὶ ῥιπτοῦντα καὶ φάσματα ποιοῦντα καὶ διψῶντα καὶ προσκόπτοντα.

12. καὶ ἐξαναστήσονται τὰ πνεύματα ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων καὶ τῶν γυναικῶν, ὅτι ἐξ αὐτῶν ἐξεληλύθασι.

 

XVI

1. Καὶ ἀπὸ ἡμέρας καιροῦ σφαγῆς καὶ ἀπωλείας καὶ θανάτου τῶν γιγάντων ναφηλείμ, οἱ ἰσχυροὶ τῆς γῆς, οἱ μεγάλοι ὀνομαστοί, τὰ πνεύματα τὰ ἐκπορευόμενα ἀπὸ τῆς ψυχῆς αὐτῶν, ὡς ἐκ τῆς σαρκὸς ἔσονται, ἀφανίζοντα χωρὶς κρίσεως· οὕτως ἀφανίσουσι μέχρις ἡμέρας τῆς τελειώσεως, ἕως τῆς κρίσεως τῆς μεγάλης ἐν ᾗ (ᾧ Par. gr. 1711) ὁ αἰὼν ὁ μέγας τελεσθήσεται.

 

XIX

3. ..... ἀνθρώπων ὡς ἐγὼ εἶδον.

 

XX

2. ὁ εἷς τῶν ἁγίων ὁ ἐπὶ τοῦ κόσμου καὶ τοῦ ταρτάρου.

3. Ῥαφαὴλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν πνευμάτων τῶν ἀνθρώπων.

4. Ῥαγουήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐκδικῶν τὸν κόσμον τῶν φωστήρων.

5. Μιχαήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃς ἐπὶ τῶν τοῦ λαοῦ ἀγαθῶν τέτακται καὶ ἐπὶ τῷ χαῷ.

6. Σαριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν πνευμάτων οἵτινες ἐπὶ τῷ πνεύματι ἁμαρτάνουσιν.

7. Γαβριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τοῦ παραδείσου καὶ τῶν δρακόντων καὶ χερουβίν. Ῥεμειήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃν ἔταξεν ὁ θεὸς ἐπὶ τῶν ἀνισταμένων. ὀνόματα ζ´ ἀρχαγγέλων.

 

XXI

1. Καὶ ἐφώδευσα μέχρι τῆς ἀκατασκευάστου.

2. καὶ ἐκεῖ ἐθεασάμην ἔργον φοβερόν. ἑώρακα οὔτε οὐρανὸν ἐπάνω οὔτε γῆν τεθεμελιωμένην, ἀλλὰ τόπον ἀκατασκεύαστον καὶ φοβερόν.

3. καὶ ἐκεῖ τεθέαμαι ζ´ ἀστέρας τοῦ οὐρανοῦ δεδεμένους καὶ ἐριμμένους ἐν αὐτῷ ὁμοῦ, ὁμοίους ὁράσει μεγάλῃ καὶ ἐν πυρὶ καιομένους.

4. τότε εἶπον Διὰ ποίαν αἰτίαν ἐπεδέθησαν, καὶ διὰ ποίαν αἰτίαν ἐρίφησαν ὧδε;

5. καὶ εἶπέν μοι Οὐριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ μετ’ ἐμοῦ ὤν - καὶ αὐτὸς αὐτῶν ἡγεῖτο - καὶ εἶπέν μοι, Ἑνώχ, περὶ τίνος ἐρωτᾷς ἢ περὶ τίνος τὴν ἀλήθειαν φιλοσπευδεῖς;

6. οὗτοί εἰσιν τῶν ἀστέρων τοῦ οὐρανοῦ οἱ παραβάντες τὴν ἐπιταγὴν τοῦ κυρίου, καὶ ἐδέθησαν ὧδε μέχρι πληρωθῆναι μύρια ἔτη τὸν χρόνον τῶν ἁμαρτημάτων αὐτῶν.

7. Κἀκεῖθεν ἐφώδευσα εἰς ἄλλον τόπον τούτου φοβερώτερον, καὶ τεθέαμαι ἔργα φοβερά· πῦρ μέγα ἐκεῖ καιόμενον καὶ φλεγόμενον, καὶ διακοπὴν εἶχεν ὁ τόπος ἕως τῆς ἀβύσσου, πλήρης στύλων πυρὸς μεγάλων καταφερομένων· οὔτε μέτρον οὔτε μέγεθος ἠδυνήθην ἰδεῖν οὔτε εἰκάσαι.

8. τότε εἶπον Ὡς φοβερὸς ὁ τόπος οὗτος καὶ ὡς δεινὸς τῇ ὁράσει.

9. τότε ἀπεκρίθη μοι καὶ εἶπεν ...

***

 

Incert

1. παρὰ (Par. gr. 1711; Go περὶ) δὲ τοῦ ὄρους ἐν ᾧ ὤμοσαν καὶ ἀνεθεμάτισαν πρὸς τὸν πλησίον αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα οὐ μὴ ἀποστῇ ἀπ’ αὐτοῦ ψῦχος καὶ χιὼν καὶ πάχνη, καὶ δρόσος οὐ μὴ καταβῇ εἰς αὐτό, εἰ μὴ εἰς κατάραν καταβήσεται ἐπ’ (Go εἰς) αὐτό, μέχρις ἡμέρας κρίσεως τῆς μεγάλης.

2. ἐν τῷ καιρῷ ἐκείνῳ κατακαυθήσεται καὶ (Go om.) ταπεινωθήσεται, καὶ ἔσται κατακαιόμενον καὶ τηκόμενον ὡς κηρὸς ἀπὸ πυρός, οὕτως κατακαήσεται περὶ πάντων τῶν ἔργων αὐτοῦ.

3. καὶ νῦν ἐγὼ λέγω ὑμῖν υἱοῖς ἀνθρώπων Ὀργὴ μεγάλη καθ’ ὑμῶν, κατὰ τῶν υἱῶν ὑμῶν· καὶ οὐ παύσεται ἡ ὀργὴ αὕτη ἀφ’ ὑμῶν μέχρι καιροῦ σφαγῆς τῶν υἱῶν ὑμῶν.

4. καὶ ἀπολοῦνται οἱ ἀγαπητοὶ ὑμῶν καὶ ἀποθανοῦνται οἱ ἔντιμοι ὑμῶν ἀπὸ πάσης τῆς γῆς, ὅτι πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτῶν ἀπὸ τοῦ νῦν οὐ μὴ ἔσονται πλείω τῶν ἑκατὸν εἴκοσιν ἐτῶν.

5. καὶ μὴ δόξητε ἔτι ζῆσαι ἐπὶ πλείονα ἔτη· οὐ γάρ ἐστιν ἐπ’ αὐτοῖς πᾶσα ὁδὸς ἐκφεύξεως ἀπὸ τοῦ νῦν, διὰ τὴν ὀργὴν ἣν ὠργίσθη ὑμῖν ὁ βασιλεὺς πάντων τῶν αἰώνων· μὴ νομίσητε ὅτι ἐκφεύξεσθε ταῦτα.


Hosted by uCoz