(ed. W. Sieveking, Plutarchi moralia, vol. 2.3, Leipzig 1935)
[351.C] Πάντα μέν, ὦ Κλέα, δεῖ τἀγαθὰ τοὺς νοῦν ἔχοντας
αἰτεῖσθαι παρὰ τῶν θεῶν, μάλιστα δὲ τῆς περὶ αὐτῶν
ἐπιστήμης ὅσον ἐφικτόν ἐστιν ἀνθρώποις μετιόντες
εὐχόμεθα τυγχάνειν παρ' αὐτῶν ἐκείνων· ὡς οὐθὲν
[351.D] ἀνθρώπῳ λαβεῖν μεῖζον, οὐ χαρίσασθαι θεῷ σεμνό-
τερον ἀληθείας. τἄλλα μὲν γὰρ ἀνθρώποις ὁ θεὸς ὧν
δέονται δίδωσιν, <νοῦ δὲ καὶ φρονήσεως μεταδίδωσιν,>
οἰκεῖα κεκτημένος ταῦτα καὶ χρώμενος. οὐ γὰρ ἀργύρῳ
καὶ χρυσῷ μακάριον τὸ θεῖον οὐδὲ βρονταῖς καὶ κεραυνοῖς
ἰσχυρόν, ἀλλ' ἐπιστήμῃ καὶ φρονήσει, καὶ τοῦτο κάλ-
λιστα πάντων Ὅμηρος ὧν εἴρηκε περὶ θεῶν ἀναφθεγξά-
μενος (Ν 354)
‘ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ' ἴα πάτρη,
ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδει’
[351.D.10] σεμνοτέραν ἀπέφηνε τὴν τοῦ Διὸς ἡγεμονίαν ἐπιστήμῃ
[351.E] καὶ σοφίᾳ πρεσβυτέραν οὖσαν. οἶμαι δὲ καὶ τῆς αἰωνίου
ζωῆς, ἣν ὁ θεὸς εἴληχεν, εὔδαιμον εἶναι τὸ τῇ γνώσει
μὴ προαπολείπειν τὰ γινόμενα· τοῦ δὲ γινώσκειν τὰ
ὄντα καὶ φρονεῖν ἀφαιρεθέντος οὐ βίον ἀλλὰ χρόνον εἶναι
τὴν ἀθανασίαν. διὸ θειότητος ὄρεξίς ἐστιν ἡ τῆς
ἀληθείας μάλιστα δὲ τῆς περὶ θεῶν ἔφεσις, ὥσπερ ἀνά-
ληψιν ἱερῶν τὴν μάθησιν ἔχουσα καὶ τὴν ζήτησιν, ἁγνείας
τε πάσης καὶ νεωκορίας ἔργον ὁσιώτερον, οὐχ ἥκιστα
δὲ τῇ θεῷ ταύτῃ κεχαρισμένον, ἣν σὺ θεραπεύεις ἐξαι-
ρέτως σοφὴν καὶ φιλόσοφον οὖσαν, ὡς τοὔνομά γε φράζειν
ἔοικε παντὸς μᾶλλον αὐτῇ τὸ εἰδέναι καὶ τὴν ἐπιστήμην
[351.F] προσήκουσαν. Ἑλληνικὸν γὰρ ἡ Ἶσίς ἐστι καὶ ὁ Τυφὼν
πολέμιος <ὢν> τῇ θεῷ καὶ δι' ἄγνοιαν καὶ ἀπάτην τετυφω-
μένος καὶ διασπῶν καὶ ἀφανίζων τὸν ἱερὸν λόγον, ὃν ἡ
θεὸς συνάγει καὶ συντίθησι καὶ παραδίδωσι τοῖς τελου-
μένοις <διὰ> θειώσεως σώφρονι μὲν ἐνδελεχῶς διαίτῃ καὶ
βρωμάτων πολλῶν καὶ ἀφροδισίων ἀποχαῖς κολουούσης
[352.A] τὸ ἀκόλαστον | καὶ φιλήδονον, ἀθρύπτους δὲ καὶ στερρὰς
ἐν ἱεροῖς λατρείας ἐθιζούσης ὑπομένειν, ὧν τέλος ἐστὶν ἡ
τοῦ πρώτου καὶ κυρίου καὶ νοητοῦ γνῶσις[, ὃν ἡ θεὸς
παρακαλεῖ ζητεῖν παρ' αὐτῇ καὶ μετ' αὐτῆς ὄντα καὶ
συνόντα]. τοῦ δ' ἱεροῦ τοὔνομα καὶ σαφῶς ἐπαγγέλλεται
καὶ γνῶσιν καὶ εἴδησιν τοῦ ὄντος· ὀνομάζεται γὰρ Ἰσεῖον
ὡς εἰσομένων τὸ ὄν, ἂν μετὰ λόγου καὶ ὁσίως εἰς τὰ
ἱερὰ τῆς θεοῦ παρέλθωμεν.
Ἔτι πολλοὶ μὲν Ἑρμοῦ, πολλοὶ δὲ Προμηθέως
ἱστορήκασιν αὐτὴν θυγατέρα, [ὧν] τὸν μὲν ἕτερον σοφίας
καὶ προνοίας, Ἑρμῆν δὲ γραμματικῆς καὶ μουσικῆς
εὑρετὴν νομίζοντες. διὸ καὶ τῶν <ἐν> Ἑρμοῦ πόλει
[352.B] Μουσῶν τὴν προτέραν Ἶσιν ἅμα καὶ Δικαιοσύνην καλοῦσι,
σοφὴν οὖσαν, ὥσπερ εἴρηται (351e), καὶ δεικνύουσαν
τὰ θεῖα τοῖς ἀληθῶς καὶ δικαίως ἱεραφόροις καὶ ἱεροστό-
λοις προσαγορευομένοις· οὗτοι δ' εἰσὶν οἱ τὸν ἱερὸν λόγον
περὶ θεῶν πάσης καθαρεύοντα δεισιδαιμονίας καὶ περιερ-
γίας ἐν τῇ ψυχῇ φέροντες ὥσπερ ἐν κίστῃ καὶ περιστέλ-
λοντες, τὰ μὲν μέλανα καὶ σκιώδη τὰ δὲ φανερὰ καὶ
λαμπρὰ τῆς περὶ θεῶν ὑποδηλοῦντες οἰήσεως, οἷα καὶ
περὶ τὴν ἐσθῆτα τὴν ἱερὰν ἀποφαίνεται. διὸ καὶ τὸ
κοσμεῖσθαι τούτοις τοὺς ἀποθανόντας Ἰσιακοὺς σύμβολόν
ἐστι τοῦτον τὸν λόγον εἶναι μετ' αὐτῶν, καὶ τοῦτον
[352.C] ἔχοντας ἄλλο δὲ μηδὲν ἐκεῖ βαδίζειν. οὔτε γὰρ φιλοσόφους
πωγωνοτροφίαι, ὦ Κλέα, καὶ τριβωνοφορίαι ποιοῦσιν
οὔτ' Ἰσιακοὺς αἱ λινοστολίαι καὶ ξυρήσεις· ἀλλ' Ἰσιακός
ἐστιν ὡς ἀληθῶς ὁ τὰ δεικνύμενα καὶ δρώμενα περὶ τοὺς
θεοὺς τούτους, ὅταν νόμῳ παραλάβῃ, λόγῳ ζητῶν καὶ
φιλοσοφῶν περὶ τῆς ἐν αὐτοῖς ἀληθείας. ἐπεὶ τούς
γε πολλοὺς καὶ τὸ κοινότατον τοῦτο καὶ σμικρότατον
λέληθεν, ἐφ' ὅτῳ τὰς τρίχας οἱ ἱερεῖς ἀποτίθενται καὶ
λινᾶς ἐσθῆτας φοροῦσιν· οἱ μὲν οὐδ' ὅλως φροντίζουσιν
εἰδέναι περὶ τούτων, οἱ δὲ τῶν μὲν ἐρίων ὥσπερ τῶν
κρεῶν σεβομένους τὸ πρόβατον ἀπέχεσθαι λέγουσι,
[352.D] ξύρεσθαι δὲ τὰς κεφαλὰς διὰ τὸ πένθος, φορεῖν δὲ τὰ λινᾶ
διὰ τὴν χρόαν, ἣν τὸ λίνον ἀνθοῦν ἀνίησι τῇ περιεχούσῃ
τὸν κόσμον αἰθερίῳ χαροπότητι προσεοικυῖαν. ἡ δ' ἀληθὴς
αἰτία μία πάντων ἐστί· ‘καθαροῦ γάρ’ ᾗ φησιν ὁ Πλάτων
(Phaedo 67b) ‘οὐ θεμιτὸν ἅπτεσθαι μὴ καθαρῷ·’ περίσ-
σωμα δὲ τροφῆς καὶ σκύβαλον οὐδὲν ἁγνὸν οὐδὲ καθα-
ρόν ἐστιν· ἐκ δὲ περιττωμάτων ἔρια καὶ λάχναι καὶ τρίχες
καὶ ὄνυχες ἀναφύονται καὶ βλαστάνουσι. γελοῖον οὖν ἦν
τὰς μὲν αὑτῶν τρίχας ἐν ταῖς ἁγνείαις ἀποτίθεσθαι ξυρω-
μένους καὶ λειαινομένους πᾶν ὁμαλῶς τὸ σῶμα, τὰς δὲ τῶν
[352.E] θρεμμάτων ἀμπέχεσθαι καὶ φορεῖν· καὶ γὰρ τὸν Ἡσίοδον
οἴεσθαι δεῖ λέγοντα (OD 742)
[352.E.2]
‘μηδ' ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ
αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ’
[352.E.4]
διδάσκειν ὅτι δεῖ καθαροὺς τῶν τοιούτων γενομένους
ἑορτάζειν, οὐκ ἐν αὐταῖς ταῖς ἱερουργίαις χρῆσθαι κα-
θάρσει καὶ ἀφαιρέσει τῶν περιττωμάτων. τὸ δὲ λίνον
φύεται μὲν ἐξ ἀθανάτου τῆς γῆς καὶ καρπὸν ἐδώδιμον
ἀναδίδωσι, λιτὴν δὲ παρέχει καὶ καθαρὰν ἐσθῆτα καὶ τῷ
σκέποντι μὴ βαρύνουσαν, εὐάρμοστον δὲ πρὸς πᾶσαν ὥραν,
ἥκιστα δὲ φθειροποιόν, ὡς λέγουσι· περὶ ὧν ἕτερος
[352.F] λόγος. οἱ δ' ἱερεῖς οὕτω δυσχεραίνουσι τὴν τῶν
περιττωμάτων φύσιν, ὥστε μὴ μόνον παραιτεῖσθαι τῶν
ὀσπρίων τὰ πολλὰ καὶ τῶν κρεῶν τὰ μήλεια καὶ ὕεια
πολλὴν ποιοῦντα περίττωσιν, ἀλλὰ καὶ τοὺς ἅλας τῶν
σιτίων ἐν ταῖς ἁγνείαις ἀφαιρεῖν, ἄλλας τε πλείονας αἰτίας
ἔχοντας καὶ <τὸ> ποτικωτέρους καὶ βρωτικωτέρους ποιεῖν
ἐπιθήγοντας τὴν ὄρεξιν. τὸ γάρ, ὡς Ἀρισταγόρας (FHG
II 99) ἔλεγε, διὰ τὸ πηγνυμένοις πολλὰ τῶν μικρῶν ζῴων
ἐναποθνήσκειν ἁλισκόμενα μὴ καθαροὺς λογίζεσθαι τοὺς
[353.A] ἅλας εὔηθές ἐστι. | λέγονται δὲ καὶ τὸν Ἆπιν ἐκ φρέατος
ἰδίου ποτίζειν, τοῦ δὲ Νείλου παντάπασιν ἀπείργειν, οὐ
μιαρὸν ἡγούμενοι τὸ ὕδωρ διὰ τὸν κροκόδειλον, ὡς ἔνιοι
νομίζουσιν (οὐδὲν γὰρ οὕτως τίμιον Αἰγυπτίοις ὡς ὁ
Νεῖλος)· ἀλλὰ πιαίνειν δοκεῖ καὶ μάλιστα πολυσαρκίαν
ποιεῖν τὸ Νειλῷον ὕδωρ πινόμενον· οὐ βούλονται δὲ τὸν
Ἆπιν οὕτως ἔχειν οὐδ' ἑαυτούς, ἀλλ' εὐσταλῆ καὶ κοῦφα
ταῖς ψυχαῖς περικεῖσθαι τὰ σώματα καὶ μὴ πιέζειν
μηδὲ καταθλίβειν ἰσχύοντι τῷ θνητῷ καὶ βαρύνοντι
τὸ θεῖον.
Οἶνον δ' οἱ μὲν ἐν Ἡλίου πόλει θεραπεύοντες τὸν
θεὸν οὐκ εἰσφέρουσι τὸ παράπαν εἰς τὸ ἱερόν, ὡς οὐ
[353.B] προσῆκον ὑπηρέτας πίνειν τοῦ κυρίου καὶ βασιλέως ἐφο-
ρῶντος· οἱ δ' ἄλλοι χρῶνται μὲν ὀλίγῳ δέ. πολλὰς δ'
ἀοίνους ἁγνείας ἔχουσιν, ἐν αἷς φιλοσοφοῦντες καὶ μανθά-
νοντες καὶ διδάσκοντες τὰ θεῖα διατελοῦσιν. οἱ δὲ βασιλεῖς
καὶ μετρητὸν ἔπινον ἐκ τῶν ἱερῶν γραμμάτων, ὡς Ἑκαταῖος
(Vors. 60 B 11) ἱστόρηκεν, ἱερεῖς ὄντες· ἤρξαντο δὲ πίνειν
ἀπὸ Ψαμμητίχου, πρότερον δ' οὐκ ἔπινον οἶνον οὐδ'
ἔσπενδον ὡς φίλιον θεοῖς ἀλλ' ὡς αἷμα τῶν πολεμησάν-
των ποτὲ τοῖς θεοῖς, ἐξ ὧν οἴονται πεσόντων καὶ τῇ γῇ
συμμιγέντων ἀμπέλους γενέσθαι· διὸ καὶ τὸ μεθύειν
[353.C] ἔκφρονας ποιεῖν καὶ παραπλῆγας, ἅτε δὴ τῶν προγόνων
τοῦ αἵματος ἐμπιπλαμένους. ταῦτα μὲν οὖν Εὔδοξος ἐν
τῇ δευτέρᾳ τῆς περιόδου (fr. 17 Br.) λέγεσθαί φησιν οὕτως
ὑπὸ τῶν ἱερέων.
Ἰχθύων δὲ θαλαττίων πάντες μὲν οὐ πάντων ἀλλ'
ἐνίων ἀπέχονται, καθάπερ Ὀξυρυγχῖται τῶν ἀπ' ἀγκί-
[353.C.7] στρου· σεβόμενοι γὰρ τὸν ὀξύρυγχον ἰχθὺν δεδίασι μή
ποτε τὸ ἄγκιστρον οὐ καθαρόν ἐστιν ὀξυρύγχου περι-
πεσόντος αὐτῷ· Συηνῖται δὲ φάγρου· δοκεῖ γὰρ ἐπιόντι
τῷ Νείλῳ συνεπιφαίνεσθαι καὶ τὴν αὔξησιν ἀσμένοις
φράζειν αὐτάγγελος ὁρώμενος. οἱ δ' ἱερεῖς ἀπέχονται
[353.D] πάντων· πρώτου δὲ μηνὸς ἐνάτῃ τῶν ἄλλων Αἰγυπτίων
ἑκάστου πρὸ τῆς αὐλείου θύρας ὀπτὸν ἰχθὺν κατεσθίοντος
οἱ ἱερεῖς οὐ γεύονται μὲν κατακαίουσι δὲ πρὸ τῶν θυρῶν
τοὺς ἰχθῦς δύο λόγους ἔχοντες, ὧν τὸν μὲν ἱερὸν καὶ
περιττὸν αὖθις (363d sqq.) ἀναλήψομαι συνᾴδοντα τοῖς
περὶ Ὀσίριδος καὶ Τυφῶνος ὁσίως φιλοσοφουμένοις, ὁ
δ' ἐμφανὴς καὶ πρόχειρος οὐκ ἀναγκαῖον οὐδ' ἀπερίεργον
ὄψον ἀποφαίνων τὸν ἰχθὺν Ὁμήρῳ μαρτυρεῖ μήτε Φαίακας
τοὺς ἁβροβίους μήτε τοὺς Ἰθακησίους ἀνθρώπους νη-
σιώτας ἰχθύσι χρωμένους ποιοῦντι μήτε τοὺς Ὀδυσσέως
ἑταίρους ἐν πλῷ τοσούτῳ καὶ ἐν θαλάττῃ πρὶν εἰς ἐσχάτην
[353.E] ἐλθεῖν ἀπορίαν (μ 329 sqq.). ὅλως δὲ καὶ τὴν θάλατταν
ἔκφυλον ἡγοῦνται καὶ παρωρισμένην οὐδὲ μέρος οὐδὲ
στοιχεῖον ἀλλ' οἷον περίττωμα διεφθορὸς καὶ νο-
σῶδες.
Οὐδὲν γὰρ ἄλογον οὐδὲ μυθῶδες οὐδ' ὑπὸ δεισιδαι-
μονίας, ὥσπερ ἔνιοι νομίζουσιν, ἐγκατεστοιχειοῦτο <ταῖς>
ἱερουργίαις, ἀλλὰ τὰ μὲν ἠθικὰς ἔχοντα καὶ χρειώδεις
αἰτίας, τὰ δ' οὐκ ἄμοιρα κομψότητος ἱστορικῆς ἢ φυσικῆς
ἐστιν, οἷον τὸ περὶ κρομμύου. τὸ γὰρ ἐμπεσεῖν εἰς τὸν
ποταμὸν καὶ ἀπολέσθαι τὸν τῆς Ἴσιδος τρόφιμον Δίκτυν
***ου κρομμύων ἐπιδρασσόμενον ἐσχάτως ἀπίθανον· οἱ
δ' ἱερεῖς ἀφοσιοῦνται καὶ δυσχεραίνουσι καὶ τὸ κρόμμυον
[353.F] παραφυλάττοντες, ὅτι τῆς σελήνης φθινούσης μόνον
εὐτροφεῖν τοῦτο καὶ τεθηλέναι πέφυκεν. ἔστι δὲ πρόσ-
φορον οὔθ' ἁγνεύουσιν οὔθ' ἑορτάζουσι, τοῖς μὲν ὅτι
διψῆν τοῖς δ' ὅτι δακρύειν ποιεῖ τοὺς προσφερομένους.
ὁμοίως δὲ καὶ τὴν ὗν ἀνίερον ζῷον ἡγοῦνται· ὡς μάλιστα
γὰρ ὀχεύεσθαι δοκεῖ τῆς σελήνης φθινούσης, καὶ τῶν τὸ
γάλα πινόντων ἐξανθεῖ τὰ σώματα λέπραν καὶ ψωρικὰς
[354.A] τραχύτητας. | τὸν δὲ λόγον, ὃν θύοντες ἅπαξ ὗν ἐν παν-
σελήνῳ καὶ [κατ]ἐσθίοντες ἐπιλέγουσιν, ὡς ὁ Τυφὼν ὗν
διώκων πρὸς τὴν πανσέληνον εὗρε τὴν ξυλίνην σορόν, ἐν
ᾗ τὸ σῶμα τοῦ Ὀσίριδος ἔκειτο, καὶ διέρριψεν, οὐ πάντες
ἀποδέχονται, παράκουσμα τῶν <νεωτέρων> ὥσπερ ἄλλα
πολλὰ νομίζοντες.
Ἀλλὰ τρυφήν γε καὶ πολυτέλειαν καὶ ἡδυπάθειαν οὕτω
προβάλλεσθαι τοὺς παλαιοὺς λέγουσιν, ὥστε καὶ στήλην
ἔστησαν ἐν Θήβαις ἐν τῷ ἱερῷ [κεῖσθαι] κατάρας ἐγγε-
γραμμένας ἔχουσαν κατὰ Μείνιος τοῦ βασιλέως, ὃς πρῶτος
Αἰγυπτίους τῆς ἀπλούτου καὶ ἀχρημάτου καὶ λιτῆς ἀπήλ-
[354.B] λαξε διαίτης. λέγεται δὲ καὶ Τέχνακτις ὁ Βοκχόρεως
πατὴρ στρατεύων ἐπ' Ἄραβας τῆς ἀποσκευῆς βραδυ-
νούσης ἡδέως τῷ προστυχόντι σιτίῳ χρησάμενος εἶτα
κοιμηθεὶς βαθὺν ὕπνον ἐπὶ στιβάδος ἀσπάσασθαι τὴν
εὐτέλειαν, ἐκ δὲ τούτου καταράσασθαι τῷ Μείνι καὶ τῶν
ἱερέων ἐπαινεσάντων στηλιτεῦσαι τὴν κατάραν.
Οἱ δὲ βασιλεῖς ἀπεδείκνυντο μὲν ἐκ τῶν ἱερέων ἢ
τῶν μαχίμων, τοῦ μὲν δι' ἀνδρείαν τοῦ δὲ διὰ σοφίαν
γένους ἀξίωμα καὶ τιμὴν ἔχοντος. ὁ δ' ἐκ μαχίμων
ἀποδεδειγμένος εὐθὺς ἐγίνετο τῶν ἱερέων καὶ μετεῖχε
τῆς φιλοσοφίας ἐπικεκρυμμένης τὰ πολλὰ μύθοις καὶ λόγοις
[354.C] ἀμυδρὰς ἐμφάσεις τῆς ἀληθείας καὶ διαφάσεις ἔχουσιν,
ὥσπερ ἀμέλει καὶ παραδηλοῦσιν αὐτοὶ πρὸ τῶν ἱερῶν τὰς
σφίγγας ἐπιεικῶς ἱστάντες, ὡς αἰνιγματώδη σοφίαν τῆς
θεολογίας αὐτῶν ἐχούσης. τὸ δ' ἐν Σάι τῆς Ἀθηνᾶς, [ὃ]
ἣν καὶ Ἶσιν νομίζουσιν, ἕδος ἐπιγραφὴν εἶχε τοιαύτην
‘ἐγώ εἰμι πᾶν τὸ γεγονὸς καὶ ὂν καὶ ἐσόμενον καὶ τὸν
ἐμὸν πέπλον οὐδείς πω θνητὸς ἀπεκάλυψεν.’ ἔτι δὲ τῶν
πολλῶν νομιζόντων ἴδιον παρ' Αἰγυπτίοις ὄνομα τοῦ Διὸς
εἶναι τὸν Ἀμοῦν (ὃ παράγοντες ἡμεῖς Ἄμμωνα λέγομεν)
Μανεθὼς μὲν ὁ Σεβεννύτης (fr. 75 M.) τὸ κεκρυμμένον
[354.D] οἴεται καὶ τὴν κρύψιν ὑπὸ ταύτης δηλοῦσθαι τῆς φωνῆς,
Ἑκαταῖος δ' ὁ Ἀβδηρίτης φησὶ (Vors. 60 B 8) τούτῳ καὶ
πρὸς ἀλλήλους τῷ ῥήματι χρῆσθαι τοὺς Αἰγυπτίους, ὅταν
τινὰ προσκαλῶνται· προσκλητικὴν γὰρ εἶναι τὴν φωνήν.
διὸ τὸν πρῶτον θεόν, <ὃν> τῷ παντὶ τὸν αὐτὸν νομί-
ζουσιν, ὡς ἀφανῆ καὶ κεκρυμμένον ὄντα προσκαλούμενοι
καὶ παρακαλοῦντες ἐμφανῆ γενέσθαι καὶ δῆλον αὐτοῖς
Ἀμοῦν λέγουσιν.
Ἡ μὲν οὖν εὐλάβεια τῆς περὶ τὰ θεῖα σοφίας Αἰγυπτίων
τοσαύτη [ἦν], μαρτυροῦσι δὲ καὶ τῶν Ἑλλήνων οἱ σο-
[354.E] φώτατοι, Σόλων Θαλῆς Πλάτων Εὔδοξος Πυθαγόρας, ὡς
δ' ἔνιοί φασι, καὶ Λυκοῦργος εἰς Αἴγυπτον ἀφικόμενοι καὶ
συγγενόμενοι τοῖς ἱερεῦσιν. Εὔδοξον μὲν οὖν Χονούφεώς
φασι Μεμφίτου διακοῦσαι, Σόλωνα δὲ Σόγχιτος Σαΐτου,
Πυθαγόραν δ' Οἰνούφεως Ἡλιοπολίτου. μάλιστα δ' οὗτος,
ὡς ἔοικε, θαυμασθεὶς καὶ θαυμάσας τοὺς ἄνδρας ἀπεμι-
μήσατο τὸ συμβολικὸν αὐτῶν καὶ μυστηριῶδες ἀναμίξας
αἰνίγμασι τὰ δόγματα· τῶν γὰρ καλουμένων ἱερογλυ-
φικῶν γραμμάτων οὐθὲν ἀπολείπει τὰ πολλὰ τῶν Πυθα-
γορικῶν παραγγελμάτων, οἷόν ἐστι τὸ μὴ ‘ἐσθίειν ἐπὶ
δίφρου’ μηδ' ‘ἐπὶ χοίνικος καθῆσθαι’ μηδὲ ‘φοίνικα
[354.F] φυτεύειν’ μηδὲ ‘πῦρ μαχαίρᾳ σκαλεύειν ἐν οἰκίᾳ.’ δοκῶ
δ' ἔγωγε καὶ τὸ τὴν μονάδα τοὺς ἄνδρας ὀνομάζειν
Ἀπόλλωνα καὶ τὴν δυάδα Ἄρτεμιν, Ἀθηνᾶν δὲ τὴν ἑβδο-
μάδα, Ποσειδῶνα δὲ τὸν πρῶτον κύβον ἐοικέναι τοῖς
ἐπὶ τῶν ἱερῶν ἱδρυμένοις καὶ δρωμένοις νὴ Δία καὶ
γραφομένοις. τὸν γὰρ βασιλέα καὶ κύριον Ὄσιριν ὀφθαλμῷ
[355.A] καὶ σκήπτρῳ γράφουσιν· | ἔνιοι δὲ καὶ τοὔνομα διερμη-
νεύουσι πολυόφθαλμον, ὡς τοῦ μὲν <ος> τὸ πολύ, τοῦ δ' <ιρι>
τὸν ὀφθαλμὸν Αἰγυπτίᾳ γλώττῃ φράζοντος· τὸν δ' οὐρανὸν
ὡς ἀγήρω δι' ἀιδιότητα καρδίᾳ † θυμὸν ἐσχάρας ὑποκει-
μένης. ἐν δὲ Θήβαις εἰκόνες ἦσαν ἀνακείμεναι δικαστῶν
ἄχειρες, ἡ δὲ τοῦ ἀρχιδικαστοῦ καταμύουσα τοῖς ὄμμασιν,
ὡς ἄδωρον ἅμα τὴν δικαιοσύνην καὶ ἀνέντευκτον οὖσαν.
τοῖς δὲ μαχίμοις κάνθαρος ἦν γλυφὴ σφραγῖδος· οὐ γὰρ
ἔστι κάνθαρος θῆλυς, ἀλλὰ πάντες ἄρσενες. τίκτουσι δὲ
τὸν γόνον <ἀφιέντες> εἰς ὄνθον, ὃν σφαιροποιοῦσιν, οὐ
τροφῆς μᾶλλον ὕλην ἢ γενέσεως χώραν παρασκευάζοντες.
[355.B] Ὅταν οὖν ἃ μυθολογοῦσιν Αἰγύπτιοι περὶ τῶν
θεῶν ἀκούσῃς, πλάνας καὶ διαμελισμοὺς καὶ πολλὰ τοιαῦτα
παθήματα, δεῖ τῶν προειρημένων μνημονεύειν καὶ μηδὲν
οἴεσθαι τούτων λέγεσθαι γεγονὸς οὕτω καὶ πεπραγμένον·
οὐ γὰρ τὸν κύνα κυρίως Ἑρμῆν λέγουσιν, ἀλλὰ τοῦ ζῴου
τὸ φυλακτικὸν καὶ τὸ ἄγρυπνον καὶ τὸ φιλόσοφον, γνώσει
καὶ ἀγνοίᾳ τὸ φίλον καὶ τὸ ἐχθρὸν ὁρίζοντος, ᾗ φησιν ὁ
Πλάτων (Rep. 375e sqq.), τῷ λογιωτάτῳ τῶν θεῶν
συνοικειοῦσιν· οὐδὲ τὸν Ἥλιον ἐκ λωτοῦ νομίζουσι βρέφος
ἀνίσχειν νεογιλόν, ἀλλ' οὕτως ἀνατολὴν ἡλίου γράφουσι,
τὴν ἐξ ὑγρῶν ἡλίου γινομένην ἄναψιν αἰνιττόμενοι. καὶ
γὰρ τὸν ὠμότατον Περσῶν βασιλέα καὶ φοβερώτατον
[355.C] Ὦχον ἀποκτείναντα πολλούς, τέλος δὲ καὶ τὸν Ἆπιν
ἀποσφάξαντα καὶ καταδειπνήσαντα μετὰ τῶν φίλων
ἐκάλεσαν ‘μάχαιραν’ καὶ καλοῦσι μέχρι νῦν οὕτως ἐν
τῷ καταλόγῳ τῶν βασιλέων, οὐ κυρίως δήπου τὴν οὐσίαν
αὐτοῦ σημαίνοντες, ἀλλὰ τοῦ τρόπου τὴν σκληρότητα καὶ
κακίαν ὀργάνῳ φονικῷ παρεικάζοντες. οὕτω δὴ τὰ περὶ
θεῶν ἀκούσασα καὶ δεχομένη παρὰ τῶν ἐξηγουμένων
τὸν μῦθον ὁσίως καὶ φιλοσόφως καὶ δρῶσα μὲν ἀεὶ καὶ
διαφυλάττουσα τῶν ἱερῶν τὰ νενομισμένα, τοῦ δ' ἀληθῆ
δόξαν ἔχειν περὶ θεῶν μηδὲν οἰομένη μᾶλλον αὐτοῖς μήτε
[355.D] θύσειν μήτε ποιήσειν [αὐτοῖς] κεχαρισμένον, οὐδὲν ἔλαττον
ἀποφεύξῃ κακὸν ἀθεότητος δεισιδαιμονίαν.
Λεγέσθω δ' ὁ μῦθος οὗτος ἐν βραχυτάτοις ὡς
ἔνεστι μάλιστα τῶν ἀχρήστων σφόδρα καὶ περιττῶν
ἀφαιρεθέντων. τῆς Ῥέας φασὶ κρύφα τῷ Κρόνῳ συγγε-
νομένης αἰσθόμενον ἐπαράσασθαι τὸν Ἥλιον αὐτῇ μήτε
μηνὶ μήτ' ἐνιαυτῷ τεκεῖν· ἐρῶντα δὲ τῆς θεοῦ τὸν Ἑρμῆν
συνελθεῖν, εἶτα παίξαντα πέττια πρὸς τὴν Σελήνην καὶ
ἀφελόντα τῶν φώτων ἑκάστου τὸ ἑβδομηκοστὸν ἐκ
πάντων ἡμέρας πέντε συνελεῖν καὶ ταῖς ἑξήκοντα καὶ
τριακοσίαις ἐπαγαγεῖν, ἃς νῦν ἐπαγομένας Αἰγύπτιοι
[355.E] καλοῦσι καὶ τῶν θεῶν γενεθλίους ἄγουσι. τῇ μὲν πρώτῃ
τὸν Ὄσιριν γενέσθαι καὶ φωνὴν αὐτῷ τεχθέντι συνεκπε-
σεῖν, ὡς ὁ πάντων κύριος εἰς φῶς πρόεισιν. ἔνιοι δὲ
Παμύλην τινὰ λέγουσιν ἐν Θήβαις ὑδρευόμενον ἐκ τοῦ
ἱεροῦ τοῦ Διὸς φωνὴν ἀκοῦσαι διακελευομένην ἀνειπεῖν
μετὰ βοῆς, ὅτι μέγας βασιλεὺς εὐεργέτης Ὄσιρις γέγονε,
καὶ διὰ τοῦτο θρέψαι τὸν Ὄσιριν ἐγχειρίσαντος αὐτῷ τοῦ
Κρόνου καὶ τὴν τῶν Παμυλίων ἑορτὴν αὐτῷ τελεῖσθαι Φαλ-
ληφορίοις ἐοικυῖαν. τῇ δὲ δευτέρᾳ τὸν Ἀρούηριν, [ὃν Ἀπόλ-
λωνα,] ὃν καὶ πρεσβύτερον Ὧρον ἔνιοι καλοῦσι, τῇ τρίτῃ
[355.F] δὲ Τυφῶνα μὴ καιρῷ μηδὲ κατὰ χώραν, ἀλλ' ἀναρρήξαντα
πληγῇ διὰ τῆς πλευρᾶς ἐξαλέσθαι. τετάρτῃ δὲ τὴν Ἶσιν
ἐν πανύγροις γενέσθαι, τῇ δὲ πέμπτῃ Νέφθυν, ἣν καὶ
Τελευτὴν καὶ Ἀφροδίτην, ἔνιοι δὲ καὶ Νίκην ὀνομάζουσιν.
εἶναι δὲ τὸν μὲν Ὄσιριν ἐξ Ἡλίου καὶ τὸν Ἀρούηριν, ἐκ
δ' Ἑρμοῦ τὴν Ἶσιν, ἐκ δὲ τοῦ Κρόνου τὸν Τυφῶνα καὶ
[356.A] τὴν Νέφθυν. | διὸ καὶ τὴν τρίτην τῶν ἐπαγομένων ἀπο-
φράδα νομίζοντες οἱ βασιλεῖς οὐκ ἐχρημάτιζον οὐδ'
ἐθεράπευον αὑτοὺς μέχρι νυκτός. γήμασθαι δὲ τῷ Τυφῶνι
τὴν Νέφθυν, Ἶσιν δὲ καὶ Ὄσιριν ἐρῶντας ἀλλήλων καὶ
πρὶν ἢ γενέσθαι κατὰ γαστρὸς ὑπὸ σκότῳ συνεῖναι. ἔνιοι
δέ φασι καὶ τὸν Ἀρούηριν οὕτω γεγονέναι καὶ καλεῖσθαι
πρεσβύτερον Ὧρον ὑπ' Αἰγυπτίων, Ἀπόλλωνα δ' ὑφ'
Ἑλλήνων.
Βασιλεύοντα δ' Ὄσιριν Αἰγυπτίους μὲν εὐθὺς ἀπόρου
βίου καὶ θηριώδους ἀπαλλάξαι καρπούς τε δείξαντα καὶ
νόμους θέμενον αὐτοῖς καὶ θεοὺς διδάξαντα τιμᾶν· ὕστερον
[356.B] δὲ γῆν πᾶσαν ἡμερούμενον ἐπελθεῖν ἐλάχιστα μὲν ὅπλων
δεηθέντα, πειθοῖ δὲ τοὺς πλείστους καὶ λόγῳ μετ' ᾠδῆς
πάσης καὶ μουσικῆς θελγομένους προσαγόμενον· ὅθεν
Ἕλλησι δόξαι Διονύσῳ τὸν αὐτὸν εἶναι. Τυφῶνα δ' ἀπόντος
μὲν οὐθὲν νεωτερίζειν διὰ τὸ τὴν Ἶσιν εὖ μάλα φυλάτ-
τεσθαι καὶ προσέχειν ἐγκρατῶς ἔχουσαν, ἐπανελθόντι
δὲ δόλον μηχανᾶσθαι συνωμότας ἄνδρας ἑβδομήκοντα
καὶ δύο πεποιημένον καὶ συνεργὸν ἔχοντα βασίλισσαν ἐξ
Αἰθιοπίας παροῦσαν, ἣν ὀνομάζουσιν Ἀσώ· τοῦ δ' Ὀσί-
ριδος ἐκμετρησάμενον λάθρα τὸ σῶμα καὶ κατασκευά-
σαντα πρὸς τὸ μέγεθος λάρνακα καλὴν καὶ κεκοσμημένην
[356.C] περιττῶς εἰσενεγκεῖν εἰς τὸ συμπόσιον. ἡσθέντων δὲ τῇ
ὄψει καὶ θαυμασάντων ὑποσχέσθαι τὸν Τυφῶνα μετὰ
παιδιᾶς, ὃς ἂν ἐγκατακλιθεὶς ἐξισωθῇ, διδόναι δῶρον
αὐτῷ τὴν λάρνακα. πειρωμένων δὲ πάντων καθ' ἕκαστον,
ὡς οὐδεὶς ἐνήρμοττεν, ἐμβάντα τὸν Ὄσιριν κατακλιθῆναι·
τοὺς δὲ συνωμότας ἐπιδραμόντας ἐπιρράξαι τὸ πῶμα καὶ
τὰ μὲν γόμφοις καταλαβόντας ἔξωθεν, τῶν δὲ θερμὸν
μόλιβδον καταχεαμένους ἐπὶ τὸν ποταμὸν ἐξενεγκεῖν καὶ
μεθεῖναι διὰ τοῦ Τανιτικοῦ στόματος εἰς τὴν θάλασσαν,
ὃ διὰ τοῦτο μισητὸν ἔτι νῦν καὶ κατάπτυστον νομίζειν
Αἰγυπτίους. ταῦτα δὲ πραχθῆναι λέγουσιν ἑβδόμῃ ἐπὶ
[356.D] δέκα μηνὸς Ἀθύρ, ἐν ᾧ τὸν σκορπίον ὁ ἥλιος διέξεισιν,
ὄγδοον ἔτος καὶ εἰκοστὸν ἐκεῖνο βασιλεύοντος Ὀσίριδος.
ἔνιοι δὲ βεβιωκέναι φασὶν αὐτόν, οὐ βεβασιλευκέναι
χρόνον τοσοῦτον.
Πρώτων δὲ τῶν τὸν περὶ Χέμμιν οἰκούντων τόπον
Πανῶν καὶ Σατύρων τὸ πάθος αἰσθομένων καὶ λόγον
ἐμβαλόντων περὶ τοῦ γεγονότος τὰς μὲν αἰφνιδίους τῶν
ὄχλων ταραχὰς καὶ πτοήσεις ἔτι νῦν διὰ τοῦτο πανικὰς
προσαγορεύεσθαι· τὴν δ' Ἶσιν αἰσθομένην κείρασθαι μὲν
ἐνταῦθα τῶν πλοκάμων ἕνα καὶ πένθιμον στολὴν ἀναλα-
βεῖν, ὅπου τῇ πόλει μέχρι νῦν ὄνομα Κοπτώ. ἕτεροι δὲ
τοὔνομα σημαίνειν οἴονται στέρησιν· τὸ γὰρ ἀποστερεῖν
[356.E] ‘κόπτειν’ λέγουσι. πλανωμένην δὲ πάντῃ καὶ ἀποροῦσαν
οὐδένα παρελθεῖν ἀπροσαύδητον, ἀλλὰ καὶ παιδαρίοις
συντυχοῦσαν ἐρωτᾶν περὶ τῆς λάρνακος· τὰ δὲ τυχεῖν
ἑωρακότα καὶ φράσαι τὸ στόμα, δι' οὗ τὸ ἀγγεῖον οἱ
φίλοι τοῦ Τυφῶνος εἰς τὴν θάλασσαν ἔωσαν. ἐκ τούτου
τὰ παιδάρια μαντικὴν δύναμιν ἔχειν οἴεσθαι τοὺς Αἰγυπ-
τίους καὶ μάλιστα ταῖς τούτων ὀττεύεσθαι κληδόσι παι-
ζόντων ἐν ἱεροῖς καὶ φθεγγομένων ὅ τι ἂν τύχωσιν.
αἰσθομένην δὲ τῇ ἀδελφῇ [ἐρῶντα] συγγεγονέναι δι'
ἄγνοιαν ὡς ἑαυτῇ τὸν Ὄσιριν καὶ τεκμήριον ἰδοῦσαν τὸν
μελιλώτινον στέφανον, ὃν ἐκεῖνος παρὰ τῇ Νέφθυι κατέ-
[356.F] λιπε, τὸ παιδίον ζητεῖν (ἐκθεῖναι γὰρ εὐθὺς τεκοῦσαν διὰ
φόβον τοῦ Τυφῶνος)· εὑρεθὲν <δὲ> χαλεπῶς καὶ μόγις
κυνῶν ἐπαγόντων τὴν Ἶσιν ἐκτραφῆναι καὶ γενέσθαι
φύλακα καὶ ὀπαδὸν αὐτῆς Ἄνουβιν προσαγορευθέντα καὶ
λεγόμενον τοὺς θεοὺς φρουρεῖν, ὥσπερ οἱ κύνες τοὺς
ἀνθρώπους.
[357.A] Ἐκ δὲ τούτου πυθέσθαι περὶ τῆς λάρνακος, | ὡς
πρὸς τὴν Βύβλου χώραν ὑπὸ τῆς θαλάσσης ἐκκυμανθεῖσαν
αὐτὴν ἐρείκῃ τινὶ μαλθακῶς ὁ κλύδων προσέμιξεν· ἡ δ'
ἐρείκη κάλλιστον ἔρνος ὀλίγῳ χρόνῳ καὶ μέγιστον ἀναδρα-
μοῦσα περιέπτυξε καὶ περιέφυ καὶ ἀπέκρυψεν ἐντὸς ἑαυτῆς.
θαυμάσας δ' ὁ βασιλεὺς τοῦ φυτοῦ τὸ μέγεθος καὶ
περιτεμὼν τὸν περιέχοντα τὴν σορὸν οὐχ ὁρωμένην κορμὸν
ἔρεισμα τῇ στέγῃ ὑπέστησε. ταῦτά τε πνεύματί φασι
δαιμονίῳ φήμης πυθομένην τὴν Ἶσιν εἰς Βύβλον ἀφικέσθαι
καὶ καθίσασαν ἐπὶ κρήνης ταπεινὴν καὶ δεδακρυμένην
ἄλλῳ μὲν μηδενὶ προσδιαλέγεσθαι, τῆς δὲ βασιλίδος τὰς
θεραπαινίδας ἀσπάζεσθαι καὶ φιλοφρονεῖσθαι τήν τε κόμην
παραπλέκουσαν αὐτῶν καὶ τῷ χρωτὶ θαυμαστὴν εὐωδίαν
[357.B] ἐπιπνέουσαν ἀφ' ἑαυτῆς. ἰδούσης δὲ τῆς βασιλίδος τὰς
θεραπαινίδας ἵμερον ἐμπεσεῖν τῆς ξένης τῶν τε τριχῶν ***
τοῦ τε χρωτὸς ἀμβροσίαν πνέοντος· οὕτω δὲ μεταπεμφθεῖ-
σαν καὶ γενομένην συνήθη ποιήσασθαι τοῦ παιδίου [τὴν]
τίτθην. ὄνομα δὲ τῷ μὲν βασιλεῖ Μάλκανδρον εἶναί φασιν·
αὐτῇ δ' οἱ μὲν Ἀστάρτην οἱ δὲ Σάωσιν οἱ δὲ Νεμανοῦν, ὅπερ
ἂν Ἕλληνες Ἀθηναΐδα προσείποιεν. τρέφειν δὲ τὴν
[357.C] Ἶσιν ἀντὶ μαστοῦ τὸν δάκτυλον εἰς τὸ στόμα τοῦ παιδίου
διδοῦσαν, νύκτωρ δὲ περικαίειν τὰ θνητὰ τοῦ σώματος·
αὐτὴν δὲ γενομένην χελιδόνα τῇ κίονι περιπέτεσθαι καὶ θρη-
νεῖν, ἄχρι οὗ τὴν βασίλισσαν παραφυλάξασαν καὶ ἐγκρα-
γοῦσαν, ὡς εἶδε περικαιόμενον τὸ βρέφος, ἀφελέσθαι τὴν
ἀθανασίαν αὐτοῦ. τὴν δὲ θεὰν φανερὰν γενομένην αἰτή-
σασθαι τὴν κίονα τῆς στέγης· ὑφελοῦσαν δὲ ῥᾷστα περι-
κόψαι τὴν ἐρείκην, εἶτα ταύτην μὲν ὀθόνῃ περικαλύψασαν
καὶ μύρον καταχεαμένην ἐγχειρίσαι τοῖς βασιλεῦσι καὶ νῦν
ἔτι σέβεσθαι Βυβλίους τὸ ξύλον ἐν ἱερῷ κείμενον Ἴσιδος.
τῇ δὲ σορῷ περιπεσεῖν καὶ κωκῦσαι τηλικοῦτον, ὥστε
[357.D] τῶν παίδων τοῦ βασιλέως τὸν νεώτερον ἐκθανεῖν· τὸν δὲ
πρεσβύτερον μεθ' ἑαυτῆς ἔχουσαν καὶ τὴν σορὸν εἰς
πλοῖον ἐνθεμένην ἀναχθῆναι. τοῦ δὲ Φαίδρου ποταμοῦ
πνεῦμα τραχύτερον ἐκθρέψαντος ὑπὸ τὴν ἕω θυμωθεῖσαν
ἀναξηρᾶναι τὸ ῥεῖθρον.
Ὅπου δὲ πρῶτον ἐρημίας ἔτυχεν, αὐτὴν καθ' ἑαυ-
τὴν γενομένην ἀνοῖξαι τὴν λάρνακα καὶ τῷ προσώπῳ
τὸ πρόσωπον ἐπιθεῖσαν ἀσπάσασθαι καὶ δακρύειν. τοῦ
δὲ παιδίου σιωπῇ προσελθόντος ἐκ τῶν ὄπισθεν καὶ
[357.D.10] καταμανθάνοντος αἰσθομένην μεταστραφῆναι καὶ δει-
νὸν ὑπ' ὀργῆς ἐμβλέψαι· τὸ δὲ παιδίον οὐκ ἀνασχέ-
[357.E] σθαι τὸ τάρβος, ἀλλ' ἀποθανεῖν. οἱ δέ φασιν οὐχ
οὕτως, ἀλλ' ὡς εἴρηται *** τρόπον ἐκπεσεῖν εἰς τὴν
θάλασσαν, ἔχειν δὲ τιμὰς διὰ τὴν θεόν· ὃν γὰρ ᾄδουσιν
Αἰγύπτιοι παρὰ τὰ συμπόσια Μανερῶτα, τοῦτον εἶναι.
τινὲς δὲ τὸν μὲν παῖδα καλεῖσθαι Παλαιστινὸν ἢ Πηλού-
σιον καὶ τὴν πόλιν ἐπώνυμον ἀπ' αὐτοῦ γενέσθαι κτισθεῖ-
σαν ὑπὸ τῆς θεοῦ· τὸν δ' ᾀδόμενον Μανερῶτα πρῶτον
εὑρεῖν μουσικὴν ἱστοροῦσιν. ἔνιοι δέ φασιν ὄνομα μὲν
οὐδενὸς εἶναι, διάλεκτον δὲ πίνουσιν ἀνθρώποις καὶ
θαλειάζουσι πρέπουσαν ‘αἴσιμα τὰ τοιαῦτα παρείη·’
τοῦτο γὰρ τῷ Μανερῶτι φραζόμενον ἀναφωνεῖν ἑκάστοτε
[357.F] τοὺς Αἰγυπτίους. ὥσπερ ἀμέλει καὶ τὸ δεικνύμενον αὐτοῖς
εἴδωλον ἀνθρώπου τεθνηκότος ἐν κιβωτίῳ περιφερόμενον
οὐκ ἔστιν ὑπόμνημα τοῦ περὶ Ὀσίριδος πάθους, ᾗ τινες
ὑπολαμβάνουσιν, ἀλλ' οἰνωμένους παρακαλοῦντες αὑ-
τοὺς χρῆσθαι τοῖς παροῦσι καὶ ἀπολαύειν, ὡς πάντας
αὐτίκα μάλα τοιούτους ἐσομένους, ἄχαριν ἐπίκωμον
ἐπεισάγουσι.
Τῆς δ' Ἴσιδος πρὸς τὸν υἱὸν Ὧρον ἐν Βούτῳ τρεφό-
μενον πορευθείσης τὸ δ' ἀγγεῖον ἐκποδὼν ἀποθεμένης
Τυφῶνα κυνηγετοῦντα νύκτωρ πρὸς τὴν σελήνην ἐντυχεῖν
[358.A] αὐτῷ | καὶ τὸ σῶμα γνωρίσαντα διελεῖν εἰς τεσσαρεσ-
καίδεκα μέρη καὶ διαρρῖψαι, τὴν δ' Ἶσιν πυθομένην
ἀναζητεῖν ἐν βάριδι παπυρίνῃ τὰ [δ'] ἕλη διεκπλέουσαν·
ὅθεν οὐκ ἀδικεῖσθαι τοὺς ἐν παπυρίνοις σκάφεσι πλέοντας
ὑπὸ τῶν κροκοδείλων ἢ φοβουμένων ἢ σεβομένων διὰ
τὴν θεόν. ἐκ τούτου δὲ καὶ πολλοὺς τάφους Ὀσίριδος
ἐν Αἰγύπτῳ λέγεσθαι διὰ τὸ προστυγχάνουσαν ἑκάστῳ
μέρει ταφὰς ποιεῖν. οἱ δ' οὔ φασιν, ἀλλ' εἴδωλα ποιου-
μένην διδόναι καθ' ἑκάστην πόλιν ὡς τὸ σῶμα διδοῦσαν
ὅπως παρὰ πλείοσιν ἔχῃ τιμὰς καί, ἂν ὁ Τυφὼν ἐπικρατήσῃ
[358.B] τοῦ Ὥρου, τὸν ἀληθινὸν τάφον ζητῶν πολλῶν λεγομένων
καὶ δεικνυμένων ἀπαγορεύσῃ. μόνον δὲ τῶν μερῶν τοῦ
Ὀσίριδος τὴν Ἶσιν οὐχ εὑρεῖν τὸ αἰδοῖον· εὐθὺς γὰρ εἰς
τὸν ποταμὸν ῥιφῆναι καὶ γεύσασθαι τόν τε λεπιδωτὸν
αὐτοῦ καὶ τὸν φάγρον καὶ τὸν ὀξύρυγχον, [ὡς] οὓς μάλιστα
τῶν ἰχθύων ἀφοσιοῦσθαι· τὴν δ' Ἶσιν ἀντ' ἐκείνου μίμημα
ποιησαμένην καθιερῶσαι τὸν φαλλόν, ᾧ καὶ νῦν ἑορτάζειν
τοὺς Αἰγυπτίους.
Ἔπειτα τῷ Ὥρῳ τὸν Ὄσιριν ἐξ Ἅιδου παραγενό-
μενον διαπονεῖν ἐπὶ τὴν μάχην καὶ ἀσκεῖν, εἶτα διερωτῆ-
σαι, τί κάλλιστον ἡγεῖται· τοῦ δὲ φήσαντος ‘τὸ πατρὶ καὶ
μητρὶ τιμωρεῖν κακῶς παθοῦσι’ δεύτερον ἐρέσθαι, τί
χρησιμώτατον οἴεται ζῷον εἰς μάχην ἐξιοῦσι· τοῦ δ'
[358.C] Ὥρου ‘ἵππον’ εἰπόντος ἐπιθαυμάσαι καὶ διαπορῆσαι,
πῶς οὐ λέοντα μᾶλλον ἀλλ' ἵππον· εἰπεῖν οὖν τὸν Ὧρον,
ὡς λέων μὲν ὠφέλιμον ἐπιδεομένῳ βοηθείας, ἵππος δὲ
φεύγοντα διασπάσαι καὶ καταναλῶσαι τὸν πολέμιον.
ἀκούσαντ' οὖν ἡσθῆναι τὸν Ὄσιριν, ὡς ἱκανῶς παρασκευα-
σαμένου τοῦ Ὥρου. λέγεται δ' ὅτι πολλῶν μετατιθεμένων
ἀεὶ πρὸς τὸν Ὧρον καὶ ἡ παλλακὴ τοῦ Τυφῶνος ἀφίκετο
Θούηρις· ὄφις δέ τις ἐπιδιώκων αὐτὴν ὑπὸ τῶν περὶ
τὸν Ὧρον κατεκόπη, καὶ νῦν διὰ τοῦτο σχοινίον τι προ-
[358.D] βάλλοντες εἰς μέσον κατακόπτουσι. τὴν μὲν οὖν μάχην ἐπὶ
πολλὰς ἡμέρας γενέσθαι καὶ κρατῆσαι τὸν Ὧρον· τὸν
Τυφῶνα δὲ τὴν Ἶσιν δεδεμένον παραλαβοῦσαν οὐκ ἀνελεῖν,
ἀλλὰ καὶ λῦσαι καὶ μεθεῖναι· τὸν δ' Ὧρον οὐ μετρίως
ἐνεγκεῖν, ἀλλ' ἐπιβαλόντα τῇ μητρὶ τὰς χεῖρας ἀποσπάσαι
τῆς κεφαλῆς τὸ βασίλειον· Ἑρμῆν δὲ περιθεῖναι βούκρανον
αὐτῇ κράνος. τοῦ δὲ Τυφῶνος δίκην τῷ Ὥρῳ νοθείας
λαχόντος βοηθήσαντος [δὲ] τοῦ Ἑρμοῦ [καὶ] τὸν Ὧρον ὑπὸ
τῶν θεῶν γνήσιον κριθῆναι· τὸν δὲ Τυφῶνα δυσὶν ἄλλαις
μάχαις καταπολεμηθῆναι. τὴν δ' Ἶσιν ἐξ Ὀσίριδος μετὰ
τὴν τελευτὴν συγγενομένου τεκεῖν ἠλιτόμηνον καὶ ἀσθενῆ
[358.E] τοῖς κάτωθεν γυίοις τὸν Ἁρποκράτην.
Ταῦτα σχεδόν ἐστι τοῦ μύθου τὰ κεφάλαια τῶν
δυσφημοτάτων ἐξαιρεθέντων, οἷόν ἐστι τὸ περὶ τὸν Ὥρου
διαμελισμὸν καὶ τὸν Ἴσιδος ἀποκεφαλισμόν. ὅτι μὲν οὖν,
εἰ ταῦτα περὶ τῆς μακαρίας καὶ ἀφθάρτου φύσεως, καθ'
ἣν μάλιστα νοεῖται τὸ θεῖον, ὡς ἀληθῶς πραχθέντα καὶ
συμπεσόντα δοξάζουσι καὶ λέγουσιν, ‘ἀποπτύσαι δεῖ καὶ
καθήρασθαι’ τὸ ‘στόμα’ κατ' Αἰσχύλον (fr. 354), οὐδὲν
δεῖ λέγειν πρὸς σέ· καὶ γὰρ αὐτὴ δυσκολαίνεις τοῖς οὕτω
παρανόμους καὶ βαρβάρους δόξας περὶ θεῶν ἔχουσιν·
ὅτι δ' οὐκ ἔοικε ταῦτα κομιδῇ μυθεύμασιν ἀραιοῖς καὶ
[358.F] διακένοις πλάσμασιν, οἷα ποιηταὶ καὶ λογογράφοι καθάπερ
οἱ ἀράχναι γεννῶντες ἀφ' ἑαυτῶν [ἀπ]ἀρχὰς ἀνυποθέτους
ὑφαίνουσι καὶ ἀποτείνουσιν, ἀλλ' ἔχει τινὰς ἀπορίας καὶ
παθῶν διηγήσεις, <γινώσκεις> αὐτή. καὶ καθάπερ οἱ
μαθηματικοὶ τὴν ἶριν ἔμφασιν εἶναι τοῦ ἡλίου λέγουσι
ποικιλλομένην τῇ πρὸς τὸ νέφος ἀναχωρήσει τῆς ὄψεως, |
[359.A] οὕτως ὁ μῦθος ἐνταῦθα λόγου τινὸς ἔμφασίς ἐστιν ἀνα-
κλῶντος ἐπ' ἄλλα τὴν διάνοιαν, ὡς ὑποδηλοῦσιν αἵ τε
θυσίαι τὸ πένθιμον ἔχουσαι καὶ σκυθρωπὸν ἐμφαινόμενον
αἵ τε τῶν ναῶν διαθέσεις πῆ μὲν ἀνειμένων εἰς πτερὰ καὶ
δρόμους ὑπαιθρίους καὶ καθαρούς, πῆ δὲ κρυπτὰ καὶ
σκότια κατὰ γῆς ἐχόντων στολιστήρια θηκαίοις ἐοικότα
καὶ σηκοῖς, οὐχ ἥκιστα δ' ἡ τῶν Ὀσιρείων δόξα, πολλαχοῦ
κεῖσθαι λεγομένου τοῦ σώματος· τήν τε γὰρ Διοχίτην
ὀνομάζεσθαι πολίχνην λέγουσιν, ὡς μόνην τὸν ἀληθινὸν
ἔχουσαν, ἔν τ' Ἀβύδῳ τοὺς εὐδαίμονας τῶν Αἰγυπτίων καὶ
[359.B] δυνατοὺς μάλιστα θάπτεσθαι φιλοτιμουμένους ὁμοτάφους
εἶναι τοῦ σώματος Ὀσίριδος. ἐν δὲ Μέμφει τρέφεσθαι τὸν
Ἆπιν εἴδωλον ὄντα τῆς ἐκείνου ψυχῆς, ὅπου καὶ τὸ σῶμα
κεῖσθαι· καὶ τὴν μὲν πόλιν οἱ μὲν ὅρμον ἀγαθῶν ἑρμηνεύου-
σιν, οἱ δ' ἰδίως τάφον Ὀσίριδος. τὴν δὲ πρὸς Φιλαῖς † νιστιτά-
νην ἄλλως μὲν ἄβατον ἅπασι καὶ ἀπροσπέλαστον εἶναι καὶ
μηδ' ὄρνιθας ἐπ' αὐτὴν καταίρειν μηδ' ἰχθῦς προσπελάζειν,
ἑνὶ δὲ καιρῷ τοὺς ἱερεῖς διαβαίνοντας ἐναγίζειν καὶ κατα-
στέφειν τὸ σῆμα μηδίθης φυτῷ περισκιαζόμενον ὑπερ-
αίροντι πάσης ἐλαίας μέγεθος. Εὔδοξος δὲ (fr. 60)
πολλῶν τάφων ἐν Αἰγύπτῳ λεγομένων ἐν Βουσίριδι τὸ
[359.C] σῶμα κεῖσθαι· καὶ γὰρ πατρίδα ταύτην γεγονέναι τοῦ
Ὀσίριδος· οὐκέτι μέντοι λόγου δεῖσθαι τὴν Ταφόσιριν·
αὐτὸ γὰρ φράζειν τοὔνομα ταφὴν Ὀσίριδος. ἐῶ δὲ τομὴν
ξύλου καὶ σχίσιν λίνου καὶ χοὰς χεομένας διὰ τὸ πολλὰ
τῶν μυστικῶν ἀναμεμῖχθαι τούτοις. οὐ μόνον δὲ τούτων
οἱ ἱερεῖς λέγουσιν, ἀλλὰ καὶ τῶν ἄλλων θεῶν, ὅσοι μὴ
ἀγέννητοι μηδ' ἄφθαρτοι, τὰ μὲν σώματα παρ' αὐτοῖς
κεῖσθαι καμόντα καὶ θεραπεύεσθαι, τὰς δὲ ψυχὰς ἐν
οὐρανῷ λάμπειν ἄστρα καὶ καλεῖσθαι κύνα μὲν τὴν Ἴσιδος
ὑφ' Ἑλλήνων, ὑπ' Αἰγυπτίων δὲ Σῶθιν, Ὠρίωνα δὲ τὴν
[359.D] Ὥρου, τὴν δὲ Τυφῶνος ἄρκτον. εἰς δὲ τὰς ταφὰς τῶν
τιμωμένων ζῴων τοὺς μὲν ἄλλους συντεταγμένα τελεῖν,
μόνους δὲ μὴ διδόναι τοὺς Θηβαΐδα κατοικοῦντας, ὡς
θνητὸν θεὸν οὐδένα νομίζοντας, ἀλλ' ὃν καλοῦσιν αὐτοὶ
Κνήφ, ἀγέννητον ὄντα καὶ ἀθάνατον.
Πολλῶν δὲ τοιούτων λεγομένων καὶ δεικνυμένων
οἱ μὲν οἰόμενοι βασιλέων ταῦτα καὶ τυράννων δι' ἀρετὴν
ὑπερφέρουσαν ἢ δύναμιν ἢ ἀξίωμα δόξαν θεότητος ἐπι-
γραψαμένων εἶτα χρησαμένων τύχαις ἔργα καὶ πάθη δεινὰ
καὶ μεγάλα διαμνημονεύεσθαι ῥᾴστῃ μὲν ἀποδράσει τοῦ
λόγου χρῶνται καὶ τὸ δύσφημον οὐ φαύλως ἀπὸ τῶν θεῶν
[359.E] ἐπ' ἀνθρώπους μεταφέρουσι καὶ ταύτας ἔχουσιν ἀπὸ τῶν
ἱστορουμένων βοηθείας. ἱστοροῦσι γὰρ Αἰγύπτιοι τὸν μὲν
[359.E.3] Ἑρμῆν τῷ σώματι γενέσθαι γαλιάγκωνα, τὸν δὲ Τυφῶνα
τῇ χρόᾳ πυρρόν, λευκὸν δὲ τὸν Ὧρον καὶ μελάγχρουν τὸν
Ὄσιριν, ὡς τῇ φύσει γεγονότας ἀνθρώπους. ἔτι δὲ καὶ
στρατηγὸν ὀνομάζουσιν Ὄσιριν καὶ κυβερνήτην Κάνωβον,
οὗ φασιν ἐπώνυμον γεγονέναι τὸν ἀστέρα, καὶ τὸ πλοῖον, ὃ
καλοῦσιν Ἕλληνες Ἀργώ, τῆς Ὀσίριδος νεὼς εἴδωλον ἐπὶ
τιμῇ κατηστερισμένον οὐ μακρὰν φέρεσθαι τοῦ Ὠρίωνος
καὶ τοῦ Κυνός, ὧν τὸν μὲν Ὥρου τὸν δ' Ἴσιδος ἱερὸν
[Αἰγύπτιοι] νομίζουσιν. ὀκνῶ δέ, μὴ τοῦτ' ᾖ τὰ
[359.F] ἀκίνητα κινεῖν καὶ ‘πολεμεῖν οὐ τῷ πολλῷ χρόνῳ’ (κατὰ
Σιμωνίδην [fr. 193]) μόνον, ‘πολλοῖς δ' ἀνθρώπων ἔθνεσι’
καὶ γένεσι κατόχοις ὑπὸ τῆς πρὸς τοὺς θεοὺς τούτους ὁσιό-
τητος, οὐδὲν ἀπολείποντας ἐξ οὐρανοῦ μεταφέρειν ἐπὶ γῆν
ὀνόματα τηλικαῦτα καὶ τιμὴν καὶ πίστιν ὀλίγου δεῖν ἅπασιν
ἐκ πρώτης γενέσεως ἐνδεδυκυῖαν ἐξιστάναι καὶ ἀναλύειν, |
[360.A] μεγάλας μὲν τῷ ἀθέῳ Λέοντι κλισιάδας ἀνοίγοντας [καὶ] ἐξ-
ανθρωπίζοντι τὰ θεῖα, λαμπρὰν δὲ τοῖς Εὐημέρου τοῦ Μεσ-
σηνίου (FGrHist. 63 T 4e) φενακισμοῖς παρρησίαν διδόντας,
ὃς αὐτὸς ἀντίγραφα συνθεὶς ἀπίστου καὶ ἀνυπάρκτου
μυθολογίας πᾶσαν ἀθεότητα κατασκεδάννυσι τῆς οἰκου-
μένης, τοὺς νομιζομένους θεοὺς πάντας ὁμαλῶς διαγράφων
εἰς ὀνόματα στρατηγῶν καὶ ναυάρχων καὶ βασιλέων ὡς
δὴ πάλαι γεγονότων ἐν δὲ Πάγχοντι γράμμασι χρυσοῖς
ἀναγεγραμμένων, οἷς οὔτε βάρβαρος οὐδεὶς οὔθ' Ἕλλην,
ἀλλὰ μόνος Εὐήμερος, ὡς ἔοικε, πλεύσας εἰς τοὺς μηδα-
[360.B] μόθι γῆς γεγονότας μηδ' ὄντας Παγχώους καὶ Τριφύλλους
ἐντετύχηκε. καίτοι μεγάλαι μὲν ὑμνοῦνται πράξεις
ἐν Ἀσσυρίοις Σεμιράμιος, μεγάλαι δὲ Σεσώστριος ἐν
Αἰγύπτῳ· Φρύγες δὲ μέχρι νῦν τὰ λαμπρὰ καὶ θαυμαστὰ
τῶν ἔργων Μανικὰ καλοῦσι διὰ τὸ Μάνην τινὰ τῶν πάλαι
βασιλέων ἀγαθὸν ἄνδρα καὶ δυνατὸν γενέσθαι παρ' αὐτοῖς,
ὃν ἔνιοι Μάσνην καλοῦσι· Κῦρος δὲ Πέρσας Μακεδόνας
δ' Ἀλέξανδρος ὀλίγου δεῖν ἐπὶ πέρας τῆς γῆς κρατοῦντας
προήγαγον· ἀλλ' ὄνομα καὶ μνήμην βασιλέων ἀγαθῶν
[360.C] ἔχουσιν. ‘εἰ δέ τινες ἐξαρθέντες ὑπὸ μεγαλαυχίας’ ὥς
φησιν ὁ Πλάτων (Legg. 716a) ‘ἅμα νεότητι καὶ ἀνοίᾳ
φλεγόμενοι τὴν ψυχὴν μεθ' ὕβρεως’ ἐδέξαντο θεῶν ἐπω-
νυμίας καὶ ναῶν ἱδρύσεις, βραχὺν ἤνθησεν ἡ δόξα χρόνον,
εἶτα κενότητα καὶ ἀλαζονείαν μετ' ἀσεβείας καὶ παρανο-
μίας προσοφλόντες (Emped. B 2, 4)
[360.C.6]
‘ὠκύμοροι καπνοῖο δίκην ἀρθέντες ἀπέπταν’
[360.C.7]
καὶ νῦν ὥσπερ ἀγώγιμοι δραπέται τῶν ἱερῶν καὶ τῶν
βωμῶν ἀποσπασθέντες οὐδὲν ἀλλ' ἢ τὰ μνήματα καὶ
τοὺς τάφους ἔχουσιν. ὅθεν Ἀντίγονος ὁ γέρων Ἑρμοδότου
τινὸς ἐν ποιήμασιν αὐτὸν (PLG III 637) Ἡλίου παῖδα καὶ
θεὸν ἀναγορεύοντος ‘οὐ τοιαῦτά μοι’ εἶπεν ‘ὁ λασανοφό-
[360.D] ρος σύνοιδεν’. εὖ δὲ καὶ Λύσιππος ὁ πλάστης Ἀπελλῆν
ἐμέμψατο τὸν ζωγράφον, ὅτι τὴν Ἀλεξάνδρου γράφων
εἰκόνα κεραυνὸν ἐνεχείρισεν· αὐτὸς δὲ λόγχην, ἧς τὴν δόξαν
οὐδὲ εἷς ἀφαιρήσεται χρόνος ἀληθινὴν καὶ ἰδίαν οὖσαν.
Βέλτιον οὖν οἱ τὰ περὶ τὸν Τυφῶνα καὶ Ὄσιριν καὶ
Ἶσιν ἱστορούμενα μήτε θεῶν παθήματα μήτ' ἀνθρώπων,
ἀλλὰ δαιμόνων μεγάλων εἶναι νομίζοντες, οὓς καὶ Πλάτων
καὶ Πυθαγόρας καὶ Ξενοκράτης (fr. 24) καὶ Χρύσιππος
(StVFr. II 1103) ἑπόμενοι τοῖς πάλαι θεολόγοις ἐρρωμενε-
στέρους μὲν ἀνθρώπων γεγονέναι λέγουσι καὶ πολὺ τῇ δυνά-
[360.E] μει τὴν φύσιν ὑπερφέροντας ἡμῶν, τὸ δὲ θεῖον οὐκ ἀμιγὲς
οὐδ' ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς φύσει καὶ σώματος
αἰσθήσει [ἐν] συνειληχὸς ἡδονὴν δεχομένῃ καὶ πόνον καὶ
ὅσα ταύταις ἐπιγενόμενα ταῖς μεταβολαῖς πάθη τοὺς μὲν
μᾶλλον τοὺς δ' ἧττον ἐπιταράττει· γίνονται γὰρ ὡς ἐν
ἀνθρώποις καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ κακίας. τὰ
γὰρ Γιγαντικὰ καὶ Τιτανικὰ παρ' Ἕλλησιν ᾀδόμενα καὶ
Κρόνου τινὲς ἄθεσμοι πράξεις καὶ Πύθωνος ἀντιτάξεις
πρὸς Ἀπόλλωνα φυγαί τε Διονύσου καὶ πλάναι Δήμητρος
οὐδὲν ἀπολείπουσι τῶν Ὀσιριακῶν καὶ Τυφωνικῶν ἄλλων
[360.F] θ' ὧν πᾶσιν ἔξεστιν ἀνέδην μυθολογουμένων ἀκούειν· ὅσα
τε μυστικοῖς ἱεροῖς περικαλυπτόμενα καὶ τελεταῖς ἄρρητα
διασῴζεται καὶ ἀθέατα πρὸς τοὺς πολλούς, ὅμοιον ἔχει
λόγον. ἀκούομεν δὲ καὶ Ὁμήρου τοὺς μὲν ἀγαθοὺς
διαφόρως ‘θεοειδέας’ ἑκάστοτε <καλοῦντος> καὶ ‘ἀντι-
θέους’ καί ‘θεῶν ἄπο μήδε' ἔχοντας’, τῷ δ' ἀπὸ τῶν δαι-
[361.A] μόνων | προσρήματι χρωμένου κοινῶς ἐπί τε χρηστῶν
καὶ φαύλων (Ν 810)
[361.A.2]
‘δαιμόνιε, σχεδὸν ἐλθέ· τίη δειδίσσεαι οὕτως
Ἀργείους;’
[361.A.4]
καὶ πάλιν (Ε 438, Π 705, Υ 447)
[361.A.5]
‘ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,’
καί (Δ 31)
[361.A.7]
‘δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
τόσσα κακὰ ῥέζουσιν, ὅ τ' ἀσπερχὲς μενεαίνεις
Ἰλίου ἐξαλαπάξαι ἐυκτίμενον πτολίεθρον;’
[361.A.10]
ὡς τῶν δαιμόνων μικτὴν καὶ ἀνώμαλον φύσιν ἐχόντων καὶ
προαίρεσιν. ὅθεν ὁ μὲν Πλάτων (Legg. 717a b) Ὀλυμπίοις
θεοῖς τὰ δεξιὰ καὶ περιττά, τὰ δ' ἀντίφωνα τούτων δαί-
[361.B] μοσιν ἀποδίδωσιν· ὁ δὲ Ξενοκράτης (fr. 25) καὶ τῶν
ἡμερῶν τὰς ἀποφράδας καὶ τῶν ἑορτῶν, ὅσαι πληγάς
τινας ἢ κοπετοὺς ἢ νηστείας ἢ δυσφημίας ἢ αἰσχρολογίαν
ἔχουσιν, οὔτε θεῶν τιμαῖς οὔτε δαιμόνων οἴεται προσή-
κειν χρηστῶν, ἀλλ' εἶναι φύσεις ἐν τῷ περιέχοντι μεγάλας
μὲν καὶ ἰσχυράς, δυστρόπους δὲ καὶ σκυθρωπάς, αἳ χαί-
ρουσι τοῖς τοιούτοις καὶ τυγχάνουσαι πρὸς οὐθὲν ἄλλο
χεῖρον τρέπονται. τοὺς δὲ χρηστοὺς πάλιν καὶ ἀγαθοὺς
ὅ θ' Ἡσίοδος (OD 123 sqq.) ‘ἁγνοὺς δαίμονας’ καὶ
‘φύλακας ἀνθρώπων’ προσαγορεύει, ‘πλουτοδότας καὶ
τοῦτο γέρας βασιλήιον ἔχοντας’· ὅ τε Πλάτων (Conv.
202e) ἑρμηνευτικὸν τὸ τοιοῦτον ὀνομάζει γένος καὶ
[361.C] διακονικὸν ἐν μέσῳ θεῶν καὶ ἀνθρώπων, εὐχὰς μὲν
ἐκεῖ καὶ δεήσεις ἀνθρώπων ἀναπέμποντας, ἐκεῖθεν δὲ
μαντεῖα δεῦρο καὶ δόσεις ἀγαθῶν φέροντας. Ἐμπεδοκλῆς
δὲ καὶ δίκας φησὶ διδόναι τοὺς δαίμονας ὧν <ἂν> ἐξα-
μάρτωσι καὶ πλημμελήσωσιν (B 115, 9 sqq.)
[361.C.5]
‘αἰθέριον <μὲν> γάρ σφε μένος πόντονδε διώκει,
πόντος δ' ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ' ἐς αὐγὰς
ἠελίου ἀκάμαντος, ὁ δ' αἰθέρος ἔμβαλε δίναις·
ἄλλος δ' ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες’,
ἄχρι οὗ κολασθέντες οὕτω καὶ καθαρθέντες αὖθις τὴν
[361.D] κατὰ φύσιν χώραν καὶ τάξιν ἀπολάβωσι. τούτων
δὲ καὶ τῶν τοιούτων ἀδελφὰ λέγεσθαί φασι περὶ Τυ-
φῶνος, ὡς δεινὰ μὲν ὑπὸ φθόνου καὶ δυσμενείας εἰργά-
σατο καὶ πάντα πράγματα ταράξας ἐνέπλησε κακῶν γῆν
ὁμοῦ τι πᾶσαν καὶ θάλασσαν, εἶτα δίκην ἔδωκεν· ἡ δὲ
τιμωρὸς Ὀσίριδος ἀδελφὴ καὶ γυνὴ τὴν Τυφῶνος σβέ-
σασα καὶ καταπαύσασα μανίαν καὶ λύσσαν οὐ περιεῖδε
τοὺς ἄθλους καὶ τοὺς ἀγῶνας, οὓς ἀνέτλη, καὶ πλάνας
αὑτῆς καὶ πολλὰ μὲν ἔργα σοφίας πολλὰ δ' ἀνδρείας
ἀμνηστίαν ὑπολαβοῦσαν καὶ σιωπήν, ἀλλὰ ταῖς ἁγιωτά-
[361.E] ταις ἀναμίξασα τελεταῖς εἰκόνας καὶ ὑπονοίας καὶ μιμή-
ματα τῶν τότε παθημάτων εὐσεβείας ὁμοῦ δίδαγμα καὶ
παραμύθιον ἀνδράσι καὶ γυναιξὶν ὑπὸ συμφορῶν ἐχο-
μένοις ὁμοίων καθωσίωσεν. αὐτὴ δὲ καὶ Ὄσιρις ἐκ
δαιμόνων ἀγαθῶν δι' ἀρετὴν εἰς θεοὺς μεταβαλόντες,
ὡς ὕστερον Ἡρακλῆς καὶ Διόνυσος, ἅμα καὶ θεῶν καὶ
δαιμόνων οὐκ ἀπὸ τρόπου μεμιγμένας τιμὰς ἔχουσι,
πανταχοῦ μὲν ***, ἐν δὲ τοῖς [ὑπὲρ γῆν καὶ] ὑπὸ γῆν
δυνάμενοι μέγιστον. οὐ γὰρ ἄλλον εἶναι Σάραπιν ἢ τὸν
Πλούτωνά φασι καὶ Ἶσιν τὴν Περσέφασσαν, ὡς Ἀρχέ-
μαχος εἴρηκεν ὁ Εὐβοεὺς (fr. 7 M.) καὶ ὁ Ποντικὸς
[361.E.12] Ἡρακλείδης (fr. 103 V.) τὸ χρηστήριον ἐν Κανώβῳ
[361.F] Πλούτωνος ἡγούμενος εἶναι.
Πτολεμαῖος δ' ὁ Σωτὴρ ὄναρ εἶδε τὸν ἐν Σινώπῃ
τοῦ Πλούτωνος κολοσσόν, οὐκ ἐπιστάμενος οὐδ' ἑωρα-
κὼς πρότερον οἷος <ἦν> τὴν μορφήν, κελεύοντα κομίσαι
τὴν ταχίστην αὐτὸν εἰς Ἀλεξάνδρειαν. ἀγνοοῦντι δ' αὐτῷ
καὶ ἀποροῦντι, ποῦ καθίδρυται, καὶ διηγουμένῳ τοῖς
φίλοις τὴν ὄψιν εὑρέθη πολυπλανὴς ἄνθρωπος ὄνομα
Σωσίβιος, ἐν Σινώπῃ φάμενος ἑωρακέναι τοιοῦτον κολοσ-
σόν, οἷον ὁ βασιλεὺς ἰδεῖν ἔδοξεν. ἔπεμψεν οὖν Σωτέλη
καὶ Διονύσιον, οἳ χρόνῳ πολλῷ καὶ μόλις, οὐκ ἄνευ
[362.A] μέντοι θείας προνοίας, ἤγαγον ἐκκλέψαντες. | ἐπεὶ δὲ
κομισθεὶς ὤφθη, συμβαλόντες οἱ περὶ Τιμόθεον τὸν
ἐξηγητὴν καὶ Μανέθωνα τὸν Σεβεννύτην (fr. 78 M.)
Πλούτωνος ὂν ἄγαλμα τῷ Κερβέρῳ τεκμαιρόμενοι καὶ
τῷ δράκοντι πείθουσι τὸν Πτολεμαῖον, ὡς ἑτέρου θεῶν
οὐδενὸς ἀλλὰ Σαράπιδός ἐστιν· οὐ γὰρ ἐκεῖθεν οὕτως
ὀνομαζόμενος ἧκεν, ἀλλ' εἰς Ἀλεξάνδρειαν κομισθεὶς τὸ
παρ' Αἰγυπτίοις ὄνομα τοῦ Πλούτωνος ἐκτήσατο τὸν
Σάραπιν. καὶ μέντοι <τὰ> Ἡρακλείτου τοῦ φυσικοῦ λέγον-
τος (B 15) ‘Ἅιδης καὶ Διόνυσος ωὑτὸς ὅτεῳ μαίνονται καὶ
ληναΐζουσιν’ εἰς ταύτην ὑπάγουσι τὴν δόξαν. οἱ γὰρ
ἀξιοῦντες Ἅιδην λέγεσθαι τὸ σῶμα τῆς ψυχῆς οἷον
[362.B] παραφρονούσης καὶ μεθυούσης ἐν αὐτῷ, γλίσχρως ἀλ-
ληγοροῦσι. βέλτιον δὲ τὸν Ὄσιριν εἰς ταὐτὸ συνάγειν
τῷ Διονύσῳ τῷ τ' Ὀσίριδι τὸν Σάραπιν, ὅτε τὴν φύσιν
μετέβαλε, ταύτης τυχόντι τῆς προσηγορίας. διὸ πᾶσι
κοινὸς ὁ Σάραπίς ἐστιν, ὡς δὴ τὸν Ὄσιριν οἱ τῶν ἱερῶν
μεταλαβόντες ἴσασιν.
Οὐ γὰρ ἄξιον προσέχειν τοῖς Φρυγίοις γράμμασιν, ἐν
οἷς λέγεται † χαροπῶς τοὺς μὲν τοῦ Ἡρακλέους γενέσθαι
θυγάτηρ, † ἰσαιακοῦ δὲ τοῦ Ἡρακλέους ὁ Τυφών, οὐδὲ
Φυλάρχου μὴ καταφρονεῖν γράφοντος (FGrHist. 81 fr. 78),
ὅτι πρῶτος εἰς Αἴγυπτον ἐξ Ἰνδῶν Διόνυσος ἤγαγε δύο
βοῦς, ὧν ἦν τῷ μὲν Ἆπις ὄνομα τῷ δ' Ὄσιρις· Σάραπις
[362.C] δ' ὄνομα τοῦ τὸ πᾶν κοσμοῦντός ἐστι παρὰ τὸ σαί-
ρειν, ὃ καλλύνειν τινὲς καὶ κοσμεῖν λέγουσιν. ἄτοπα
γὰρ ταῦτα τοῦ Φυλάρχου, πολλῷ δ' ἀτοπώτερα <τὰ>
τῶν λεγόντων οὐκ εἶναι θεὸν τὸν Σάραπιν, ἀλλὰ τὴν
Ἄπιδος σορὸν οὕτως ὀνομάζεσθαι, καὶ χαλκᾶς τινας ἐν
Μέμφει πύλας λήθης καὶ κωκυτοῦ προσαγορευομένας,
ὅταν θάπτωσι τὸν Ἆπιν, ἀνοίγεσθαι βαρὺ καὶ σκληρὸν
ψοφούσας· διὸ παντὸς ἠχοῦντος ἡμᾶς χαλκώματος ἐπι-
λαμβάνεσθαι. μετριώτερον δ' <οἱ> παρὰ τὸ σεύεσθαι καὶ
τὸ σοῦσθαι τὴν τοῦ παντὸς ἅμα κίνησιν εἰρῆσθαι φάσ-
κοντες. οἱ δὲ πλεῖστοι τῶν ἱερέων εἰς ταὐτό φασι τὸν Ὄσιριν
συμπεπλέχθαι καὶ τὸν Ἆπιν, ἐξηγούμενοι καὶ διδάσκοντες
[362.D] ἡμᾶς, ὡς ἔμμορφον εἰκόνα χρὴ νομίζειν τῆς Ὀσίριδος
ψυχῆς τὸν Ἆπιν. ἐγὼ δ', εἰ μὲν Αἰγύπτιόν ἐστι τοὔνομα
τοῦ Σαράπιδος, εὐφροσύνην αὐτὸ δηλοῦν οἴομαι καὶ
χαρμοσύνην, τεκμαιρόμενος ὅτι τὴν ἑορτὴν Αἰγύπτιοι τὰ
Χαρμόσυνα ‘Σαίρει’ καλοῦσιν. καὶ γὰρ Πλάτων (Cratyl.
403a sqq.) τὸν Ἅιδην ὡς † Αἰδοῦς υἱὸν τοῖς παρ' αὐτῷ
γενομένοις καὶ προσηνῆ θεὸν ὠνομάσθαι φησί· καὶ παρ'
Αἰγυπτίοις ἄλλα τε πολλὰ τῶν ὀνομάτων λόγον ἔχει
καὶ τὸν ὑποχθόνιον τόπον, εἰς ὃν οἴονται τὰς ψυχὰς
ἀπέρχεσθαι μετὰ τὴν τελευτήν, Ἀμένθην καλοῦσι σημαί-
νοντος τοῦ ὀνόματος τὸν λαμβάνοντα καὶ διδόντα. εἰ δὲ
[362.E] καὶ τοῦτο τῶν ἐκ τῆς Ἑλλάδος ἀπελθόντων πάλαι καὶ
μετακομισθέντων ὀνομάτων ἕν ἐστιν, ὕστερον ἐπισκεψό-
μεθα· νῦν δὲ τὰ λοιπὰ τῆς ἐν χερσὶ δόξης προσδιέλθω-
μεν.
Ὁ μὲν γὰρ Ὄσιρις καὶ ἡ Ἶσις ἐκ δαιμόνων ἀγα-
θῶν εἰς θεοὺς μετήλλαξαν· τὴν δὲ τοῦ Τυφῶνος ἠμαυρω-
μένην καὶ συντετρυμμένην δύναμιν, ἔτι δὲ καὶ ψυχορρα-
γοῦσαν καὶ σφαδᾴζουσαν, ἔστιν αἷς παρηγοροῦσι θυσίαις
καὶ πραΰνουσιν, ἔστι δ' ὅτε πάλιν ἐκταπεινοῦσι καὶ
καθυβρίζουσιν ἔν τισιν ἑορταῖς, τῶν μὲν ἀνθρώπων τοὺς
πυρροὺς [καὶ] προπηλακίζοντες, ὄνον δὲ κατακρημνίζον-
τες, ὡς Κοπτῖται, διὰ τὸ πυρρὸν γεγονέναι τὸν Τυφῶνα
[362.F] καὶ ὀνώδη τὴν χρόαν. Βουσιρῖται δὲ καὶ Λυκοπολῖται
σάλπιγξιν οὐ χρῶνται τὸ παράπαν ὡς ὄνῳ φθεγγο-
μέναις ἐμφερές. καὶ ὅλως τὸν ὄνον οὐ καθαρὸν ἀλλὰ
δαιμονικὸν ἡγοῦνται ζῷον εἶναι διὰ τὴν πρὸς ἐκεῖνον
ὁμοιότητα καὶ πόπανα ποιοῦντες ἐν θυσίαις τοῦ τε
Παϋνὶ καὶ τοῦ Φαωφὶ μηνὸς ἐπιπλάττουσι παράσημον
[363.A] ὄνον δεδεμένον. | ἐν δὲ τῇ τοῦ Ἡλίου θυσίᾳ τοῖς σεβο-
μένοις τὸν θεὸν παρεγγυῶσι μὴ φορεῖν ἐπὶ τῷ σώματι
χρυσία μηδ' ὄνῳ τροφὴν διδόναι. φαίνονται δὲ καὶ οἱ
Πυθαγορικοὶ τὸν Τυφῶνα δαιμονικὴν ἡγούμενοι δύναμιν·
λέγουσι γὰρ ἐν ἀρτίῳ μέτρῳ † ἕκτῳ καὶ πεντηκοστῷ
γεγονέναι Τυφῶνα· καὶ πάλιν τὴν μὲν τοῦ τριγώνου
<φύσιν> Ἅιδου καὶ Διονύσου καὶ Ἄρεος εἶναι· τὴν δὲ τοῦ
τετραγώνου Ῥέας καὶ Ἀφροδίτης καὶ Δήμητρος καὶ
Ἑστίας καὶ Ἥρας· τὴν δὲ τοῦ δωδεκαγώνου Διός· τὴν δὲ
<τοῦ> ἑκκαιπεντηκονταγωνίου Τυφῶνος, ὡς Εὔδοξος
ἱστόρηκεν. Αἰγύπτιοι δὲ πυρρόχρουν γεγονέναι
τὸν Τυφῶνα νομίζοντες καὶ τῶν βοῶν τοὺς πυρροὺς
[363.B] καθιερεύουσιν, οὕτως ἀκριβῆ ποιούμενοι τὴν παρα-
τήρησιν, ὥστε, κἂν μίαν ἔχῃ τρίχα μέλαιναν ἢ λευκήν,
ἄθυτον ἡγεῖσθαι· θύσιμον γὰρ οὐ φίλον εἶναι θεοῖς, ἀλλὰ
τοὐναντίον, ὅσα ψυχαῖς ἀνοσίων ἀνθρώπων καὶ ἀδίκων
εἰς ἕτερα μεταμορφουμένων σώματα συνείληχε. διὸ τῇ
μὲν κεφαλῇ τοῦ ἱερείου καταρασάμενοι καὶ ἀποκόψαντες
εἰς τὸν ποταμὸν ἐρρίπτουν πάλαι, νῦν δὲ τοῖς ξένοις
ἀποδίδονται· τὸν δὲ μέλλοντα θύεσθαι βοῦν οἱ σφρα-
γισταὶ λεγόμενοι τῶν ἱερέων κατεσημαίνοντο, τῆς
σφραγῖδος, ὡς ἱστορεῖ Κάστωρ (FGrHist. 250 fr. 17),
γλυφὴν μὲν ἐχούσης ἄνθρωπον εἰς γόνυ καθεικότα
[363.C] ταῖς χερσὶν ὀπίσω περιηγμέναις, ἔχοντα κατὰ τῆς
σφαγῆς ξίφος ἐγκείμενον. ἀπολαύειν δὲ καὶ τὸν ὄνον,
ὥσπερ εἴρηται (362f), τῆς ὁμοιότητος διὰ τὴν ἀμαθίαν
καὶ τὴν ὕβριν οὐχ ἧττον ἢ διὰ τὴν χρόαν οἴονται·
διὸ καὶ τῶν Περσικῶν βασιλέων ἐχθραίνοντες μάλιστα
τὸν Ὦχον ὡς ἐναγῆ καὶ μιαρόν, ὄνον ἐπωνόμασαν. κἀκεῖ-
νος εἰπών ‘ὁ μέντοι ὄνος οὗτος ὑμῶν κατευωχήσεται τὸν
βοῦν’ ἔθυσε τὸν Ἆπιν, ὡς Δείνων (fr. 30 M.) ἱστόρηκεν.
οἱ δὲ λέγοντες ἐκ τῆς μάχης ἐπ' ὄνου τῷ Τυφῶνι τὴν
φυγὴν ἑπτὰ ἡμέρας γενέσθαι καὶ σωθέντα γεννῆσαι
[363.D] παῖδας Ἱεροσόλυμον καὶ Ἰουδαῖον, αὐτόθεν εἰσὶ κατάδηλοι
τὰ Ἰουδαϊκὰ παρέλκοντες εἰς τὸν μῦθον.
Ταῦτα μὲν οὖν τοιαύτας ὑπονοίας δίδωσιν· ἀπ'
ἄλλης δ' ἀρχῆς τῶν φιλοσοφώτερόν τι λέγειν δοκούντων
τοὺς ἁπλουστάτους σκεψώμεθα πρῶτον. οὗτοι δ' εἰσὶν
οἱ λέγοντες, ὥσπερ Ἕλληνες Κρόνον ἀλληγοροῦσι τὸν
χρόνον, Ἥραν δὲ τὸν ἀέρα, γένεσιν δὲ Ἡφαίστου τὴν
εἰς πῦρ ἀέρος μεταβολήν, οὕτω παρ' Αἰγυπτίοις Νεῖλον
εἶναι τὸν Ὄσιριν Ἴσιδι συνόντα τῇ γῇ, Τυφῶνα δὲ τὴν
θάλασσαν, εἰς ἣν ὁ Νεῖλος ἐμπίπτων ἀφανίζεται καὶ
διασπᾶται, πλὴν ὅσον ἡ γῆ μέρος ἀναλαμβάνουσα καὶ
δεχομένη γίγνεται γόνιμος ὑπ' αὐτοῦ. καὶ θρῆνός ἐστιν
[363.E] ἱερὸς ἐπ' αὐτοῦ [Κρόνου] γενόμενος, θρηνεῖ δὲ τὸν ἐν
τοῖς ἀριστεροῖς γινόμενον μέρεσιν, ἐν δὲ τοῖς δεξιοῖς
φθειρόμενον. Αἰγύπτιοι γὰρ οἴονται τὰ μὲν ἑῷα τοῦ
κόσμου πρόσωπον εἶναι, τὰ δὲ πρὸς βορρᾶν δεξιά, τὰ
δὲ πρὸς νότον ἀριστερά· φερόμενος οὖν ἐκ τῶν νοτίων
ὁ Νεῖλος, ἐν δὲ τοῖς βορείοις ὑπὸ τῆς θαλάσσης κατ-
αναλισκόμενος εἰκότως λέγεται τὴν μὲν γένεσιν ἐν τοῖς
ἀριστεροῖς ἔχειν, τὴν δὲ φθορὰν ἐν τοῖς δεξιοῖς. διὸ τήν
[363.E.9] τε θάλασσαν οἱ ἱερεῖς ἀφοσιοῦνται καὶ τὸν ἅλα Τυφῶνος
ἀφρὸν καλοῦσι, καὶ τῶν ἀπαγορευομένων ἕν ἐστιν αὐτοῖς
ἐπὶ τραπέζης ἅλα μὴ προτίθεσθαι· καὶ κυβερνήτας οὐ
[363.F] προσαγορεύουσιν, ὅτι χρῶνται θαλάττῃ καὶ τὸν βίον
ἀπὸ τῆς θαλάττης ἔχουσιν· οὐχ ἥκιστα δὲ καὶ τὸν
ἰχθὺν ἀπὸ ταύτης προβάλλονται τῆς αἰτίας καὶ τὸ
μισεῖν ἰχθύι γράφουσιν. ἐν Σάι γοῦν ἐν τῷ προπύλῳ
τοῦ ἱεροῦ τῆς Ἀθηνᾶς ἦν γεγλυμμένον βρέφος, γέρων
καὶ μετὰ τοῦτον ἱέραξ, ἐφεξῆς δ' ἰχθύς, ἐπὶ πᾶσι δ'
ἵππος ποτάμιος. ἐδήλου δὲ συμβολικῶς ‘ὦ γινόμενοι
καὶ ἀπογινόμενοι, <θεὸς ἀναίδειαν μισεῖ’. τὸ μὲν γὰρ
βρέφος γενέσεως σύμβολον, φθορᾶς> δ' ὁ γέρων· ἱέρακι
δὲ τὸν θεὸν φράζουσιν, ἰχθύι δὲ μῖσος, ὥσπερ εἴρηται,
[364.A] διὰ τὴν θάλατταν, ἵππῳ ποταμίῳ δ' ἀναίδειαν· | λέγεται
γὰρ ἀποκτείνας τὸν πατέρα τῇ μητρὶ βίᾳ μίγνυσθαι.
δόξειε δ' ἂν καὶ τὸ ὑπὸ τῶν Πυθαγορικῶν λεγόμενον,
ὡς ἡ θάλαττα Κρόνου δάκρυόν ἐστιν, αἰνίττεσθαι τὸ μὴ
καθαρὸν μηδὲ σύμφυλον αὐτῆς.
Ταῦτα μὲν οὖν ἔξωθεν εἰρήσθω κοινὴν ἔχοντα τὴν
ἱστορίαν· οἱ δὲ σοφώτεροι τῶν ἱερέων οὐ μόνον
τὸν Νεῖλον Ὄσιριν καλοῦσιν οὐδὲ Τυφῶνα τὴν θάλασ-
σαν, ἀλλ' Ὄσιριν μὲν ἁπλῆς ἅπασαν τὴν ὑγροποιὸν
ἀρχὴν καὶ δύναμιν, αἰτίαν γενέσεως καὶ σπέρματος
οὐσίαν νομίζοντες, Τυφῶνα δὲ πᾶν τὸ αὐχμηρὸν καὶ
πυρῶδες καὶ ξηραντικὸν ὅλως καὶ πολέμιον τῇ ὑγρότητι·
[364.B] διὸ καὶ πυρρόχρουν γεγονέναι τῷ σώματι καὶ πάρωχρον
νομίζοντες οὐ πάνυ προθύμως ἐντυγχάνουσιν οὐδ' ἡδέως
ὁμιλοῦσι τοῖς τοιούτοις τὴν ὄψιν ἀνθρώποις. τὸν δ'
Ὄσιριν αὖ πάλιν μελάγχρουν γεγονέναι μυθολογοῦσιν,
ὅτι πᾶν ὕδωρ καὶ γῆν καὶ ἱμάτια καὶ νέφη μελαίνει
μιγνύμενον, καὶ τῶν νέων ὑγρότης ἐνοῦσα παρέχει τὰς
τρίχας μελαίνας, ἡ δὲ πολίωσις οἷον ὠχρίασις ὑπὸ
ξηρότητος ἐπιγίνεται τοῖς παρακμάζουσι. καὶ τὸ μὲν
ἔαρ θαλερὸν καὶ γόνιμον καὶ προσηνές, τὸ δὲ φθινό-
πωρον ὑγρότητος ἐνδείᾳ καὶ φυτοῖς πολέμιον καὶ ζῴοις
νοσῶδες. ὁ δ' ἐν Ἡλίου πόλει τρεφόμενος βοῦς, ὃν
[364.C] Μνεῦιν καλοῦσιν (Ὀσίριδος δ' ἱερόν, ἔνιοι δὲ καὶ τοῦ
Ἄπιδος πατέρα νομίζουσι), μέλας ἐστὶ καὶ δευτέρας ἔχει
τιμὰς μετὰ τὸν Ἆπιν. ἔτι τὴν Αἴγυπτον ἐν τοῖς μάλιστα
μελάγγειον οὖσαν, ὥσπερ τὸ μέλαν τοῦ ὀφθαλμοῦ,
Χημίαν καλοῦσι καὶ καρδίᾳ παρεικάζουσι· θερμὴ γάρ
ἐστι καὶ ὑγρὰ καὶ τοῖς νοτίοις μέρεσι τῆς οἰκουμένης,
ὥσπερ ἡ καρδία τοῖς εὐωνύμοις τοῦ ἀνθρώπου, μάλιστα
ἐγκέκλεισται καὶ προσκεχώρηκεν. Ἥλιον δὲ καὶ
Σελήνην οὐχ ἅρμασιν ἀλλὰ πλοίοις ὀχήμασι χρωμένους
περιπολεῖν φασιν αἰνιττόμενοι τὴν ἀφ' ὑγροῦ τροφὴν
αὐτῶν καὶ γένεσιν. οἴονται δὲ καὶ Ὅμηρον ὥσπερ Θαλῆν
[364.D] μαθόντα παρ' Αἰγυπτίων ὕδωρ ἀρχὴν ἁπάντων καὶ
γένεσιν τίθεσθαι (Ξ 201)· τὸν γὰρ Ὠκεανὸν Ὄσιριν
εἶναι, τὴν δὲ Τηθὺν Ἶσιν ὡς τιθηνουμένην πάντα καὶ
συνεκτρέφουσαν. καὶ γὰρ Ἕλληνες τὴν τοῦ σπέρματος
πρόεσιν ἀπουσίαν καλοῦσι καὶ συνουσίαν τὴν μῖξιν, καὶ
τὸν υἱὸν ἀπὸ τοῦ ὕδατος καὶ τοῦ ὗσαι, καὶ τὸν Διόνυσον
‘ὕην’ ὡς κύριον τῆς ὑγρᾶς φύσεως οὐχ ἕτερον ὄντα τοῦ
Ὀσίριδος· καὶ γὰρ τὸν Ὄσιριν Ἑλλάνικος (FGrHist. 3
fr. 176) Ὕσιριν ἔοικεν ἀκηκοέναι ὑπὸ τῶν ἱερέων
λεγόμενον· οὕτω γὰρ ὀνομάζων διατελεῖ τὸν θεόν, εἰκό-
τως ἀπὸ τῆς φύσεως καὶ τῆς εὑρέσεως.
Ὅτι μὲν οὖν ὁ αὐτός ἐστι Διονύσῳ, τίνα μᾶλλον
[364.E] ἢ σὲ γινώσκειν, ὦ Κλέα, δὴ προσῆκόν ἐστιν, ἀρχηίδα
μὲν οὖσαν ἐν Δελφοῖς τῶν Θυιάδων, τοῖς δ' Ὀσιριακοῖς
καθωσιωμένην ἱεροῖς ἀπὸ πατρὸς καὶ μητρός; εἰ δὲ τῶν
ἄλλων ἕνεκα δεῖ μαρτύρια παραθέσθαι, τὰ μὲν ἀπόρρητα
κατὰ χώραν ἐῶμεν, ἃ δ' ἐμφανῶς δρῶσι θάπτοντες τὸν
Ἆπιν οἱ ἱερεῖς, ὅταν παρακομίζωσιν ἐπὶ σχεδίας τὸ σῶμα,
βακχείας οὐδὲν ἀποδεῖ· καὶ γὰρ νεβρίδας περικαθάπτον-
ται καὶ θύρσους φοροῦσι καὶ βοαῖς χρῶνται καὶ κινήσεσιν
ὥσπερ οἱ κάτοχοι τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς. διὸ
καὶ ταυρόμορφα Διονύσου ποιοῦσιν ἀγάλματα πολλοὶ
τῶν Ἑλλήνων· αἱ δ' Ἠλείων γυναῖκες καὶ παρακα-
[364.F] λοῦσιν εὐχόμεναι ‘ποδὶ βοείῳ τὸν θεὸν ἐλθεῖν’ πρὸς
αὐτάς. Ἀργείοις δὲ βουγενὴς Διόνυσος ἐπίκλην ἐστίν·
ἀνακαλοῦνται δ' αὐτὸν ὑπὸ σαλπίγγων ἐξ ὕδατος ἐμβάλ-
λοντες εἰς τὴν ἄβυσσον ἄρνα τῷ Πυλαόχῳ· τὰς δὲ
σάλπιγγας ἐν θύρσοις ἀποκρύπτουσιν, ὡς Σωκράτης ἐν
τοῖς περὶ ὁσίων (fr. 5 M.) εἴρηκεν. ὁμολογεῖ δὲ καὶ τὰ
Τιτανικὰ καὶ Νυκτέλια τοῖς λεγομένοις Ὀσίριδος δια-
σπασμοῖς καὶ ταῖς ἀναβιώσεσι καὶ παλιγγενεσίαις· ὁμοίως
[365.A] δὲ καὶ τὰ περὶ τὰς ταφάς. | Αἰγύπτιοί τε γὰρ Ὀσίριδος
πολλαχοῦ θήκας, ὥσπερ εἴρηται (358a 359a), δεικνύου-
σι, καὶ Δελφοὶ τὰ τοῦ Διονύσου λείψανα παρ' αὐτοῖς
παρὰ τὸ χρηστήριον ἀποκεῖσθαι νομίζουσι, καὶ θύουσιν
οἱ ὅσιοι θυσίαν ἀπόρρητον ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος,
ὅταν αἱ Θυιάδες ἐγείρωσι τὸν Λικνίτην. ὅτι δ' οὐ μόνον
τοῦ οἴνου Διόνυσον, ἀλλὰ καὶ πάσης ὑγρᾶς φύσεως
Ἕλληνες ἡγοῦνται κύριον καὶ ἀρχηγόν, ἀρκεῖ Πίνδαρος
μάρτυς εἶναι λέγων (fr. 153) ‘δενδρέων δὲ νομὸν Διόνυ-
σος πολυγαθὴς αὐξάνοι, ἁγνὸν φέγγος ὀπώρας·’ διὸ καὶ
τοῖς τὸν Ὄσιριν σεβομένοις ἀπαγορεύεται δένδρον ἥμερον
ἀπολλύναι καὶ πηγὴν ὕδατος ἐμφράττειν.
[365.B] Οὐ μόνον δὲ τὸν Νεῖλον, ἀλλὰ πᾶν ὑγρὸν ἁπλῶς
Ὀσίριδος ἀπορροὴν καλοῦσι, καὶ τῶν ἱερῶν ἀεὶ προ-
πομπεύει τὸ ὑδρεῖον ἐπὶ τιμῇ τοῦ θεοῦ. καὶ θρύῳ βασιλέα
καὶ τὸ νότιον κλίμα τοῦ κόσμου γράφουσι, καὶ μεθερ-
μηνεύεται τὸ θρύον ποτισμὸς καὶ κύησις πάντων καὶ
δοκεῖ γεννητικῷ μορίῳ τὴν φύσιν ἐοικέναι. τὴν δὲ τῶν
Παμυλίων ἑορτὴν ἄγοντες, ὥσπερ εἴρηται (355e), φαλ-
λικὴν οὖσαν ἄγαλμα προτίθενται καὶ περιφέρουσιν, οὗ τὸ
αἰδοῖον τριπλάσιόν ἐστιν· ἀρχὴ γὰρ ὁ θεός, ἀρχὴ δὲ
πᾶσα τῷ γονίμῳ πολλαπλασιάζει τὸ ἐξ αὑτῆς. τὸ δὲ
πολλάκις εἰώθαμεν καὶ τρὶς λέγειν, ὡς τό ‘τρισμάκαρες’
[365.C] καὶ (θ 340) ‘δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες’, εἰ μὴ νὴ
Δία κυρίως ἐμφαίνεται τὸ τριπλάσιον ὑπὸ τῶν παλαιῶν·
ἡ γὰρ ὑγρὰ φύσις ἀρχὴ καὶ γένεσις οὖσα πάντων ἐξ αὑτῆς
τὰ πρῶτα τρία σώματα, γῆν ἀέρα καὶ πῦρ, ἐποίησε. καὶ
γὰρ ὁ προστιθέμενος τῷ μύθῳ λόγος, ὡς τοῦ Ὀσίριδος
ὁ Τυφὼν τὸ αἰδοῖον ἔρριψεν εἰς τὸν ποταμόν, ἡ δ' Ἶσις
οὐχ εὗρεν, ἀλλ' ἐμφερὲς ἄγαλμα θεμένη καὶ κατασκευά-
σασα τιμᾶν καὶ φαλληφορεῖν ἔταξεν, ἐνταῦθα δὴ περι-
χωρεῖ διδάσκων, ὅτι τὸ γόνιμον καὶ τὸ σπερματικὸν τοῦ
θεοῦ πρώτην ἔσχεν ὕλην τὴν ὑγρότητα καὶ δι' ὑγρότητος
[365.D] ἐνεκράθη τοῖς πεφυκόσι μετέχειν γενέσεως. ἄλλος δὲ λόγος
ἐστὶν Αἰγυπτίων, ὡς Ἄποπις Ἡλίου ὢν ἀδελφὸς ἐπολέ-
μει τῷ Διί, τὸν δ' Ὄσιριν ὁ Ζεὺς συμμαχήσαντα καὶ
συγκαταστρεψάμενον αὐτῷ τὸν πολέμιον παῖδα θέμενος
Διόνυσον προσηγόρευσε. καὶ τούτου δὲ τοῦ λόγου τὸ
μυθῶδες ἔστιν ἀποδεῖξαι τῆς περὶ φύσιν ἀληθείας ἁπτό-
μενον. Δία μὲν γὰρ Αἰγύπτιοι τὸ πνεῦμα καλοῦσιν, ᾧ
πολέμιον τὸ αὐχμηρὸν καὶ πυρῶδες· τοῦτο δ' ἥλιος μὲν
οὐκ ἔστι, πρὸς δ' ἥλιον ἔχει τινὰ συγγένειαν· ἡ δ' ὑγρό-
της σβεννύουσα τὴν ὑπερβολὴν τῆς ξηρότητος αὔξει καὶ
ῥώννυσι τὰς ἀναθυμιάσεις, ὑφ' ὧν τὸ πνεῦμα τρέφεται
[365.E] καὶ τέθηλεν.
Ἔτι τε τὸν κιττὸν [ὃν] Ἕλληνές τε καθιεροῦσι
Διονύσῳ καὶ παρ' Αἰγυπτίοις λέγεται ‘χενόσιρις’ ὀνο-
μάζεσθαι σημαίνοντος τοῦ ὀνόματος, ὥς φασι, φυτὸν
Ὀσίριδος. Ἀρίστων τοίνυν ὁ γεγραφὼς Ἀθηναίων ἀποι-
κίας (FHG III 324) ἐπιστολῇ τινι Ἀλεξάρχου περιέπε-
[365.E.7] σεν, ἐν ᾗ Διὸς ἱστορεῖται [δὲ] καὶ Ἴσιδος υἱὸς ὢν ὁ
Διόνυσος ὑπ' Αἰγυπτίων οὐκ Ὄσιρις ἀλλ' Ἀρσαφὴς [ἐν
τῷ ἄλφα γράμματι] λέγεσθαι δηλοῦντος τὸ ἀνδρεῖον τοῦ
ὀνόματος. ἐμφαίνει δὲ τοῦτο καὶ ὁ Ἑρμαῖος (FHG IV
427) ἐν τῇ πρώτῃ περὶ τῶν Αἰγυπτίων <ἑορτῶν>· ὄβρι-
μον γάρ φησι μεθερμηνευόμενον εἶναι τὸν Ὄσιριν. ἐῶ δὲ
[365.F] Μνασέαν (FHG III 155) τῷ Ἐπάφῳ προστιθέντα τὸν
Διόνυσον καὶ τὸν Ὄσιριν καὶ τὸν Σάραπιν, ἐῶ καὶ
Ἀντικλείδην (FGrHist. 140 fr. 13) λέγοντα τὴν Ἶσιν Προμη-
θέως οὖσαν θυγατέρα Διονύσῳ συνοικεῖν· αἱ γὰρ εἰρη-
μέναι περὶ τὰς ἑορτὰς καὶ τὰς θυσίας οἰκειότητες ἐναρ-
γεστέραν τῶν μαρτύρων τὴν πίστιν ἔχουσι.
Τῶν τ' ἄστρων τὸν σείριον Ὀσίριδος νομίζουσιν
[366.A] ὑδραγωγὸν ὄντα | καὶ τὸν λέοντα τιμῶσι καὶ χάσμασι
λεοντείοις τὰ τῶν ἱερῶν θυρώματα κοσμοῦσιν, ὅτι πλημ-
μυρεῖ Νεῖλος (Ar. Phaen. 151)
[366.A.3]
‘ἠελίου τὰ πρῶτα συνερχομένοιο λέοντι.’
[366.A.4]
ὡς δὲ Νεῖλον Ὀσίριδος ἀπορροήν, οὕτως Ἴσιδος σῶμα
γῆν λέγουσι καὶ νομίζουσιν οὐ πᾶσαν, ἀλλ' ἧς ὁ Νεῖλος
ἐπιβαίνει σπερμαίνων καὶ μιγνύμενος· ἐκ δὲ τῆς συνου-
σίας ταύτης γεννῶσι τὸν Ὧρον. ἔστι δ' Ὧρος ἡ πάντα
σῴζουσα καὶ τρέφουσα τοῦ περιέχοντος ὥρα καὶ κρᾶσις
ἀέρος, ὃν ἐν τοῖς ἕλεσι τοῖς περὶ Βοῦτον ὑπὸ Λητοῦς
τραφῆναι λέγουσιν· ἡ γὰρ ὑδατώδης καὶ διάβροχος γῆ
μάλιστα τὰς σβεννυούσας καὶ χαλώσας τὴν ξηρότητα
[366.B] καὶ τὸν αὐχμὸν ἀναθυμιάσεις τιθηνεῖται. Νέφθυν δὲ
καλοῦσι τῆς γῆς τὰ ἔσχατα καὶ παρόρια καὶ ψαύοντα τῆς
θαλάττης· διὸ καὶ Τελευτὴν ἐπονομάζουσι τὴν Νέφθυν
καὶ Τυφῶνι δὲ συνοικεῖν λέγουσιν. ὅταν δ' ὑπερβαλὼν
καὶ πλεονάσας ὁ Νεῖλος ἐπέκεινα πλησιάσῃ τοῖς ἐσχα-
τεύουσι, τοῦτο μῖξιν Ὀσίριδος πρὸς Νέφθυν καλοῦσιν
ὑπὸ τῶν ἀναβλαστανόντων φυτῶν ἐλεγχομένην· ὧν καὶ
τὸ μελίλωτόν ἐστιν, οὗ φησι μῦθος ἀπορρυέντος καὶ
ὑπολειφθέντος αἴσθησιν γενέσθαι Τυφῶνι τῆς περὶ τὸν
γάμον ἀδικίας. ὅθεν ἡ μὲν Ἶσις ἔτεκε γνησίως τὸν
[366.C] Ὧρον, ἡ δὲ Νέφθυς σκότιον τὸν Ἄνουβιν. ἐν μέντοι ταῖς
διαδοχαῖς τῶν βασιλέων ἀναγράφουσι τὴν Νέφθυν Τυ-
φῶνι γημαμένην πρώτην γενέσθαι στεῖραν· εἰ δὲ τοῦτο
μὴ περὶ γυναικὸς ἀλλὰ περὶ τῆς θεοῦ λέγουσιν, αἰνίτ-
τονται τὸ παντελῶς τῆς γῆς ἄγονον καὶ ἄκαρπον ὑπὸ
στερρότητος.
Ἡ δὲ Τυφῶνος ἐπιβουλὴ καὶ τυραννὶς αὐχμοῦ
δύναμις ἦν ἐπικρατήσαντος καὶ διαφορήσαντος τήν τε
γεννῶσαν ὑγρότητα τὸν Νεῖλον καὶ αὔξουσαν, ἡ δὲ
συνεργὸς αὐτοῦ βασιλὶς Αἰθιόπων αἰνίττεται πνοὰς νο-
τίους ἐξ Αἰθιοπίας· ὅταν γὰρ αὗται τῶν ἐτησίων ἐπι-
κρατήσωσι τὰ νέφη πρὸς τὴν Αἰθιοπίαν ἐλαυνόντων καὶ
[366.D] κωλύσωσι τοὺς τὸν Νεῖλον αὔξοντας ὄμβρους καταρ-
ραγῆναι, κατέχων ὁ Τυφὼν ἐπιφλέγει, καὶ τότε κρατήσας
παντάπασι τὸν Νεῖλον εἰς ἑαυτὸν ὑπ' ἀσθενείας συστα-
λέντα καὶ ῥυέντα κοῖλον καὶ ταπεινὸν ἐξέωσεν εἰς τὴν
θάλασσαν. ἡ γὰρ λεγομένη κάθειρξις εἰς τὴν σορὸν
Ὀσίριδος οὐδὲν ἔοικεν ἀλλ' ἢ κρύψιν ὕδατος καὶ ἀφα-
νισμὸν αἰνίττεσθαι· διὸ μηνὸς Ἀθὺρ ἀφανισθῆναι τὸν
Ὄσιριν λέγουσιν, ὅτε τῶν ἐτησίων ἀπολειπόντων παντά-
πασιν ὁ μὲν Νεῖλος ὑπονοστεῖ, γυμνοῦται δ' ἡ χώρα,
μηκυνομένης δὲ τῆς νυκτὸς αὔξεται τὸ σκότος, ἡ δὲ τοῦ
φωτὸς μαραίνεται καὶ κρατεῖται δύναμις, οἱ <δ'> ἱερεῖς
[366.E] ἄλλα τε δρῶσι σκυθρωπὰ καὶ βοῦν διάχρυσον ἱματίῳ
μέλανι βυσσίνῳ περιβάλλοντες ἐπὶ πένθει τῆς θεοῦ δει-
κνύουσι (βοῦν γὰρ Ἴσιδος εἰκόνα καὶ γῆς νομίζουσιν)
ἐπὶ τέσσαρας ἡμέρας ἀπὸ τῆς ἑβδόμης ἐπὶ δέκα ἑξῆς· καὶ
γὰρ τὰ πενθούμενα τέσσαρα, πρῶτον μὲν ὁ Νεῖλος ἀπολεί-
πων καὶ ὑπονοστῶν, δεύτερον δὲ τὰ βόρεια πνεύματα
κατασβεννύμενα κομιδῇ τῶν νοτίων ἐπικρατούντων, τρί-
τον δὲ τὸ τὴν ἡμέραν ἐλάττονα γίνεσθαι τῆς νυκτός, ἐπὶ
πᾶσι δ' ἡ τῆς γῆς ἀπογύμνωσις ἅμα τῇ τῶν φυτῶν
ψιλότητι τηνικαῦτα φυλλορροούντων. τῇ δ' ἐνάτῃ ἐπὶ
[366.F] δέκα νυκτὸς ἐπὶ θάλασσαν κατίασι, καὶ τὴν ἱερὰν κίστην
οἱ στολισταὶ καὶ οἱ ἱερεῖς ἐκφέρουσι χρυσοῦν ἐντὸς ἔχουσαν
κιβώτιον, εἰς ὃ ποτίμου λαβόντες ὕδατος ἐγχέουσι, καὶ
γίνεται κραυγὴ τῶν παρόντων ὡς εὑρημένου τοῦ Ὀσίριδος·
εἶτα γῆν κάρπιμον φυρῶσι τῷ ὕδατι καὶ συμμίξαντες
ἀρώματα καὶ θυμιάματα τῶν πολυτελῶν ἀναπλάττουσι
μηνοειδὲς ἀγαλμάτιον καὶ τοῦτο στολίζουσι καὶ κοσμοῦ-
σιν ἐμφαίνοντες ὅτι γῆς οὐσίαν καὶ ὕδατος τοὺς θεοὺς
τούτους νομίζουσι.
Τῆς δ' Ἴσιδος πάλιν ἀναλαμβανούσης τὸν Ὄσιριν
[367.A] καὶ αὐξανούσης τὸν Ὧρον | ἀναθυμιάσεσι καὶ ὁμίχλαις
καὶ νέφεσι ῥωννύμενον ἐκρατήθη μέν, οὐκ ἀνῃρέθη δ' ὁ
Τυφών· οὐ γὰρ εἴασεν ἡ κυρία τῆς γῆς θεὸς ἀναιρεθῆναι
παντάπασι τὴν ἀντικειμένην τῇ ὑγρότητι φύσιν, ἀλλ'
ἐχάλασε καὶ ἀνῆκε βουλομένη διαμένειν τὴν κρᾶσιν· οὐ
γὰρ ἦν κόσμον εἶναι τέλειον ἐκλιπόντος καὶ ἀφανι-
σθέντος τοῦ πυρώδους. εἰ δὲ ταῦτα μὴ λέγεται παρὰ
τὸ εἰκός, οὐδ' ἐκεῖνον ἄν τις ἀπορρίψειε τὸν λόγον,
ὡς Τυφὼν μὲν ἐκράτει πάλαι τῆς Ὀσίριδος μοίρας·
θάλασσα γὰρ ἦν ἡ Αἴγυπτος. διὸ πολλὰ μὲν ἐν τοῖς
μετάλλοις καὶ τοῖς ὄρεσιν εὑρίσκεται μέχρι νῦν κογχύλια
[ἔχειν]· πᾶσαι δὲ πηγαὶ καὶ φρέατα πάντα πολλῶν ὑπαρ-
[367.B] χόντων ἁλμυρὸν ὕδωρ καὶ πικρὸν ἔχουσιν, ὡς ἂν ὑπό-
λειμμα τῆς πάλαι θαλάσσης ἕωλον ἐνταυθοῖ συνερρυηκός.
ὁ δ' Ὧρος χρόνῳ τοῦ Τυφῶνος ἐπεκράτησε, τουτέστιν
εὐκαιρίας ὀμβρίων γενομένης ὁ Νεῖλος ἐξώσας τὴν θάλασ-
σαν ἀνέφηνε τὸ πεδίον καὶ ἀνεπλήρωσε ταῖς προσχώσεσιν.
ὃ δὴ μαρτυροῦσαν ἔχει τὴν αἴσθησιν· ὁρῶμεν γὰρ ἔτι
νῦν ἐπιφέροντι τῷ ποταμῷ νέαν ἰλὺν καὶ προάγοντι τὴν
γῆν κατὰ μικρὸν ὑποχωροῦν ὀπίσω τὸ πέλαγος καὶ τὴν
θάλασσαν [τὸ] ὕψος τῶν ἐν βάθει λαμβανόντων διὰ τὰς
προσχώσεις ἀπορρέουσαν· τὴν δὲ Φάρον, ἣν Ὅμηρος
(δ 354 sqq.) ᾔδει δρόμον ἡμέρας ἀπέχουσαν Αἰγύπτου,
[367.C] νῦν μέρος οὖσαν αὐτῆς, οὐκ αὐτὴν ἀναδραμοῦσαν οὐδὲ
προσαναβᾶσαν, ἀλλὰ τῆς μεταξὺ θαλάττης ἀναπλάττοντι
τῷ ποταμῷ καὶ τρέφοντι τὴν ἤπειρον ἀνασταλείσης.
Ἀλλὰ ταῦτα μὲν ὅμοια τοῖς ὑπὸ τῶν Στωικῶν (StVFr.
II 1093) θεολογουμένοις ἐστί· καὶ γὰρ ἐκεῖνοι τὸ μὲν
γόνιμον πνεῦμα καὶ τρόφιμον Διόνυσον εἶναι λέγουσι,
τὸ πληκτικὸν δὲ καὶ διαιρετικὸν Ἡρακλέα, τὸ δὲ δεκτι-
κὸν Ἄμμωνα, Δήμητρα δὲ καὶ Κόρην τὸ διὰ τῆς γῆς καὶ
τῶν καρπῶν διῆκον, Ποσειδῶνα δὲ τὸ διὰ τῆς θαλάττης.
οἱ δὲ τοῖσδε τοῖς φυσικοῖς καὶ τῶν ἀπ' ἀστρολο-
γίας μαθηματικῶν ἔνια μιγνύντες Τυφῶνα μὲν οἴονται
[367.D] τὸν ἡλιακὸν κόσμον, Ὄσιριν δὲ τὸν σεληνιακὸν λέγεσθαι·
τὴν μὲν γὰρ σελήνην γόνιμον τὸ φῶς καὶ ὑγροποιὸν
ἔχουσαν εὐμενῆ καὶ γοναῖς ζῴων καὶ φυτῶν εἶναι βλαστή-
σεσι· τὸν δ' ἥλιον ἀκράτῳ πυρὶ καὶ σκληρῷ καταθάλ-
πειν [τε] καὶ καταυαίνειν τὰ φυόμενα καὶ τεθηλότα καὶ τὸ
πολὺ μέρος τῆς γῆς παντάπασιν ὑπὸ φλογμοῦ ποιεῖν
ἀοίκητον καὶ κατακρατεῖν πολλαχοῦ καὶ τῆς σελήνης. διὸ
τὸν Τυφῶνα Σὴθ [ἀεὶ] Αἰγύπτιοι καλοῦσιν, ὅπερ ἐστὶ
καταδυναστεῦον ἢ καταβιαζόμενον, καὶ τῷ μὲν ἡλίῳ
τὸν Ἡρακλέα μυθολογοῦσιν ἐνιδρυμένον συμπεριπολεῖν,
τῇ δὲ σελήνῃ τὸν Ἑρμῆν· λόγου γὰρ ἔργοις ἔοικε καὶ
[367.E] [περὶ] σοφίας τὰ τῆς σελήνης, τὰ δ' ἡλίου πληγαῖς ὑπὸ
βίας καὶ ῥώμης περαινομέναις. οἱ δὲ Στωικοὶ (StVFr.
II 663) τὸν μὲν ἥλιον ἐκ θαλάττης ἀνάπτεσθαι καὶ
τρέφεσθαί φασι, τῇ δὲ σελήνῃ τὰ κρηναῖα καὶ λιμναῖα
νάματα γλυκεῖαν ἀναπέμπειν καὶ μαλακὴν ἀναθυμίασιν.
Ἑβδόμῃ ἐπὶ δέκα τὴν Ὀσίριδος γενέσθαι τελευτὴν
[367.E.7] Αἰγύπτιοι μυθολογοῦσιν, ἐν ᾗ μάλιστα γίνεται μειου-
μένη κατάδηλος ἡ πανσέληνος. διὸ καὶ τὴν ἡμέραν
ταύτην ἀντίφραξιν οἱ Πυθαγόρειοι καλοῦσι, καὶ ὅλως τὸν
ἀριθμὸν τοῦτον ἀφοσιοῦνται· τοῦ γὰρ ἑξκαίδεκα τετρα-
γώνου καὶ τοῦ ὀκτωκαίδεκα ἑτερομήκους, οἷς μόνοις
[367.F] ἀριθμῶν ἐπιπέδων συμβέβηκε τὰς περιμέτρους ἴσας ἔχειν
τοῖς περιεχομένοις ὑπ' αὐτῶν χωρίοις, μέσος ὁ τῶν
ἑπτακαίδεκα παρεμπίπτων ἀντιφράττει καὶ διαζεύγνυσιν
ἀπ' ἀλλήλων καὶ διαιρεῖ, <κατὰ> τὸν ἐπόγδοον λόγον εἰς
ἄνισα διαστήματα τεμνόμενος. ἐτῶν δ' ἀριθμὸν οἱ μὲν
βιῶσαι τὸν Ὄσιριν οἱ δὲ βασιλεῦσαι λέγουσιν ὀκτὼ καὶ
[368.A] εἴκοσι· | τοσαῦτα γὰρ ἔστι φῶτα τῆς σελήνης καὶ τοσαύ-
ταις ἡμέραις τὸν αὑτῆς κύκλον ἐξελίσσει. τὸ δὲ ξύλον
ἐν ταῖς λεγομέναις Ὀσίριδος ταφαῖς τέμνοντες κατα-
σκευάζουσι λάρνακα μηνοειδῆ διὰ τὸ τὴν σελήνην, ὅταν
τῷ ἡλίῳ πλησιάζῃ, μηνοειδῆ γινομένην ἀποκρύπτεσθαι.
τὸν δ' εἰς δεκατέσσαρα μέρη τοῦ Ὀσίριδος διασπασμὸν
αἰνίττονται πρὸς τὰς ἡμέρας, ἐν αἷς φθίνει μετὰ πανσέλη-
νον ἄχρι νουμηνίας τὸ ἄστρον. ἡμέραν δέ, ἐν ᾗ φαίνεται
πρῶτον ἐκφυγοῦσα τὰς αὐγὰς καὶ παρελθοῦσα τὸν ἥλιον,
‘ἀτελὲς ἀγαθόν’ προσαγορεύουσιν· ὁ γὰρ Ὄσιρις ἀγαθο-
[368.B] ποιός, καὶ τοὔνομα πολλὰ φράζειν, οὐχ ἥκιστα δὲ κράτος
ἐνεργοῦν καὶ ἀγαθοποιὸν [ὃ] λέγουσι. τὸ δ' ἕτερον
ὄνομα τοῦ θεοῦ τὸν Ὄμφιν εὐεργέτην ὁ Ἑρμαῖός (FHG
IV 427) φησι δηλοῦν ἑρμηνευόμενον.
Οἴονται δὲ πρὸς τὰ φῶτα τῆς σελήνης ἔχειν τινὰ
λόγον τοῦ Νείλου τὰς ἀναβάσεις. ἡ μὲν γὰρ μεγίστη
περὶ τὴν Ἐλεφαντίνην ὀκτὼ γίνεται καὶ εἴκοσι πήχεων,
ὅσα φῶτα καὶ μέτρα τῶν ἐμμήνων περιόδων ἑκάστης
ἔστιν· ἡ δὲ περὶ Μένδητα καὶ Ξόιν βραχυτάτη πήχεων
ἓξ πρὸς τὴν διχότομον· ἡ δὲ μέση περὶ Μέμφιν, ὅταν ᾖ
δικαία, δεκατεσσάρων πήχεων πρὸς τὴν πανσέληνον. τὸν
[368.C] δ' Ἆπιν εἰκόνα μὲν Ὀσίριδος ἔμψυχον εἶναι, γίνεσθαι δέ,
ὅταν φῶς ἐρείσῃ γόνιμον ἀπὸ τῆς σελήνης καὶ καθάψηται
βοὸς ὀργώσης. διὸ καὶ τοῖς τῆς σελήνης σχήμασιν ἔοικε
πολλὰ τοῦ Ἄπιδος περιμελαινομένου τὰ λαμπρὰ τοῖς
σκιεροῖς. ἔτι <δὲ> τῇ νουμηνίᾳ τοῦ Φαμενὼθ μηνὸς
ἑορτὴν ἄγουσιν ἔμβασιν Ὀσίριδος εἰς τὴν σελήνην ὀνομά-
ζοντες, ἔαρος ἀρχὴν οὖσαν. οὕτω τὴν Ὀσίριδος δύναμιν
ἐν τῇ σελήνῃ τιθέντες τὴν Ἶσιν αὐτῷ γένεσιν οὖσαν
συνεῖναι λέγουσι. διὸ καὶ μητέρα τὴν σελήνην τοῦ κόσμου
καλοῦσι καὶ φύσιν ἔχειν ἀρσενόθηλυν οἴονται πληρουμένην
[368.D] ὑφ' ἡλίου καὶ κυισκομένην, αὐτὴν δὲ πάλιν εἰς τὸν ἀέρα
προϊεμένην γεννητικὰς ἀρχὰς καὶ κατασπείρουσαν· οὐ γὰρ
ἀεὶ τὴν φθορὰν ἐπικρατεῖν τὴν Τυφώνειον, πολλάκις δὲ
κρατουμένην ὑπὸ τῆς γενέσεως καὶ συνδεομένην αὖθις
ἀναλύεσθαι καὶ διαμάχεσθαι πρὸς τὸν Ὧρον. ἔστι δ'
οὗτος ὁ περίγειος κόσμος οὔτε φθορᾶς ἀπαλλαττόμενος
παντάπασιν οὔτε γενέσεως.
Ἔνιοι δὲ καὶ τῶν ἐκλειπτικῶν αἴνιγμα ποιοῦνται
τὸν μῦθον· ἐκλείπει μὲν γὰρ ἡ σελήνη πανσέληνος ἐναν-
τίαν τοῦ ἡλίου στάσιν ἔχοντος πρὸς αὐτὴν εἰς τὴν σκιὰν
ἐμπίπτουσα τῆς γῆς, ὥσπερ φασὶ τὸν Ὄσιριν εἰς τὴν
σορόν. αὐτὴ δὲ πάλιν ἀποκρύπτει καὶ ἀφανίζει ταῖς
[368.E] τριακάσιν, οὐ μὴν ἀναιρεῖ[ται] παντάπασι τὸν ἥλιον,
ὥσπερ οὐδὲ τὸν Τυφῶνα ἡ Ἶσις.
*** γεννώσης τῆς Νέφθυος τὸν Ἄνουβιν Ἶσις ὑποβάλ-
λεται· Νέφθυς γάρ ἐστι τὸ ὑπὸ γῆν καὶ ἀφανές, Ἶσις δὲ
τὸ ὑπὲρ τὴν γῆν καὶ φανερόν, ὁ δὲ τούτων ὑποψαύων
καὶ καλούμενος ὁρίζων κύκλος ἐπίκοινος ὢν ἀμφοῖν
Ἄνουβις κέκληται καὶ κυνὶ τὸ εἶδος ἀπεικάζεται· καὶ
γὰρ ὁ κύων χρῆται τῇ ὄψει νυκτός τε καὶ ἡμέρας ὁμοίως.
καὶ τοιαύτην ἔχειν δοκεῖ παρ' Αἰγυπτίοις τὴν δύναμιν
ὁ Ἄνουβις, οἵαν ἡ Ἑκάτη παρ' Ἕλλησι, χθόνιος ὢν ὁμοῦ
καὶ Ὀλύμπιος. ἐνίοις δὲ δοκεῖ Κρόνος ὁ Ἄνουβις εἶναι· διὸ
[368.F] πάντα τίκτων ἐξ ἑαυτοῦ καὶ κύων ἐν ἑαυτῷ τὴν τοῦ
κυνὸς ἐπίκλησιν ἔσχεν. ἔστι δ' οὖν τοῖς σεβομένοις τὸν
Ἄνουβιν ἀπόρρητόν τι, καὶ πάλαι μὲν τὰς μεγίστας ἐν
Αἰγύπτῳ τιμὰς ὁ κύων ἔσχεν· ἐπεὶ δὲ Καμβύσου τὸν
Ἆπιν ἀνελόντος καὶ ῥίψαντος οὐδὲν προσῆλθεν οὐδ' ἐγεύ-
σατο τοῦ σώματος ἀλλ' ἢ μόνος ὁ κύων, ἀπώλεσε τὸ
πρῶτος εἶναι καὶ μάλιστα τιμᾶσθαι τῶν ἑτέρων ζῴων.
Εἰσὶ δέ τινες οἱ τὸ σκίασμα τῆς γῆς, εἰς ὃ τὴν σελήνην
ὀλισθάνουσαν ἐκλείπειν νομίζουσι, Τυφῶνα καλοῦντες· |
[369.A] ὅθεν οὐκ ἀπέοικεν εἰπεῖν, ὡς ἰδίᾳ μὲν οὐκ ὀρθῶς
ἕκαστος, ὁμοῦ δὲ πάντες ὀρθῶς λέγουσιν· οὐ γὰρ αὐχμὸν
<μόνον> οὐδ' ἄνεμον οὐδὲ θάλατταν οὐδὲ σκότος, ἀλλὰ
πᾶν ὅσον ἡ φύσις βλαβερὸν καὶ φθαρτικὸν ἔχει, μόριον
τοῦ Τυφῶνος ἔστιν <εἰπεῖν>. οὔτε γὰρ ἐν ἀψύχοις σώ-
μασι τὰς τοῦ παντὸς ἀρχὰς θετέον, ὡς Δημόκριτος καὶ
Ἐπίκουρος, οὔτ' ἀποίου δημιουργὸν ὕλης ἕνα λόγον καὶ μίαν
πρόνοιαν, ὡς οἱ Στωικοί (StVFr. II 1108), περιγινομένην
ἁπάντων καὶ κρατοῦσαν· ἀδύνατον γὰρ ἢ φλαῦρον ὁτιοῦν,
ὅπου πάντων, ἢ χρηστόν, ὅπου μηδενὸς ὁ θεὸς αἴτιος,
[369.B] ἐγγενέσθαι. ‘παλίντονος’ γάρ ‘ἁρμονίη κόσμου, ὅκωσπερ
λύρης καὶ τόξου’ καθ' Ἡράκλειτον (B 51)· καὶ κατ'
Εὐριπίδην (fr. 21)
[369.B.3]
‘οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά,
ἀλλ' ἔστι τις σύγκρασις ὥστ' ἔχειν καλῶς.’
[369.B.5]
διὸ καὶ παμπάλαιος αὕτη κάτεισιν ἐκ θεολόγων καὶ
νομοθετῶν εἴς τε ποιητὰς καὶ φιλοσόφους δόξα, τὴν
ἀρχὴν ἀδέσποτον ἔχουσα, τὴν δὲ πίστιν ἰσχυρὰν καὶ
δυσεξάλειπτον, οὐκ ἐν λόγοις μόνον οὐδ' ἐν φήμαις, ἀλλ'
ἔν τε τελεταῖς ἔν τε θυσίαις καὶ βαρβάροις καὶ Ἕλλησι
πολλαχοῦ περιφερομένη, ὡς οὔτ' ἄνουν καὶ ἄλογον καὶ
[369.C] ἀκυβέρνητον αἰωρεῖται τῷ αὐτομάτῳ τὸ πᾶν, οὔθ' εἷς
ἐστιν ὁ κρατῶν καὶ κατευθύνων ὥσπερ οἴαξιν ἤ τισι
πειθηνίοις χαλινοῖς λόγος, ἀλλὰ πολλὰ καὶ μεμιγμένα
κακοῖς καὶ ἀγαθοῖς μᾶλλον δὲ μηδὲν ὡς ἁπλῶς
εἰπεῖν ἄκρατον ἐνταῦθα τῆς φύσεως φερούσης οὐ δυεῖν
πίθων εἷς ταμίας ὥσπερ νάματα τὰ πράγματα καπη-
λικῶς διανέμων ἀνακεράννυσιν ἡμῖν, ἀλλ' ἀπὸ δυεῖν
ἐναντίων ἀρχῶν καὶ δυεῖν ἀντιπάλων δυνάμεων, τῆς μὲν
ἐπὶ τὰ δεξιὰ καὶ κατ' εὐθεῖαν ὑφηγουμένης, τῆς δ'
ἔμπαλιν ἀναστρεφούσης καὶ ἀνακλώσης ὅ τε βίος μικτὸς
ὅ τε κόσμος, εἰ καὶ μὴ πᾶς, ἀλλ' ὁ περίγειος οὗτος καὶ
[369.D] μετὰ σελήνην ἀνώμαλος καὶ ποικίλος γέγονε καὶ μετα-
βολὰς πάσας δεχόμενος. εἰ γὰρ οὐδὲν ἀναιτίως πέφυκε
γίνεσθαι, αἰτίαν δὲ κακοῦ τἀγαθὸν οὐκ ἂν παράσχοι,
δεῖ γένεσιν ἰδίαν καὶ ἀρχὴν ὥσπερ ἀγαθοῦ καὶ κακοῦ
τὴν φύσιν ἔχειν.
Καὶ δοκεῖ τοῦτο τοῖς πλείστοις καὶ σοφωτάτοις·
νομίζουσι γὰρ οἱ μὲν θεοὺς εἶναι δύο καθάπερ ἀντι-
τέχνους, τὸν μὲν ἀγαθῶν, τὸν δὲ φαύλων δημιουργόν·
οἱ δὲ τὸν μὲν [γὰρ] ἀμείνονα θεόν, τὸν δ' ἕτερον δαίμονα
καλοῦσιν, ὥσπερ Ζωροάστρης ὁ μάγος, ὃν πεντακισχι-
λίοις ἔτεσι τῶν Τρωικῶν γεγονέναι πρεσβύτερον ἱστοροῦ-
[369.E] σιν. οὗτος οὖν ἐκάλει τὸν μὲν Ὡρομάζην, τὸν δ' Ἀρειμά-
νιον· καὶ προσαπεφαίνετο τὸν μὲν ἐοικέναι φωτὶ μάλιστα
τῶν αἰσθητῶν, τὸν δ' ἔμπαλιν σκότῳ καὶ ἀγνοίᾳ, μέσον
δ' ἀμφοῖν τὸν Μίθρην εἶναι· διὸ καὶ Μίθρην Πέρσαι
τὸν μεσίτην ὀνομάζουσιν· ἐδίδαξε <δὲ> τῷ μὲν εὐκταῖα
θύειν καὶ χαριστήρια, τῷ δ' ἀποτρόπαια καὶ σκυθρωπά.
πόαν γάρ τινα κόπτοντες ὄμωμι καλουμένην ἐν ὅλμῳ
τὸν Ἅιδην ἀνακαλοῦνται καὶ τὸν σκότον, εἶτα μίξαντες
αἵματι λύκου σφαγέντος εἰς τόπον ἀνήλιον ἐκφέρουσι
καὶ ῥίπτουσι. καὶ γὰρ τῶν φυτῶν νομίζουσι τὰ μὲν τοῦ
ἀγαθοῦ θεοῦ, τὰ δὲ τοῦ κακοῦ δαίμονος εἶναι, καὶ τῶν
[369.F] ζῴων ὥσπερ κύνας καὶ ὄρνιθας καὶ χερσαίους ἐχίνους τοῦ
ἀγαθοῦ, τοῦ [δὲ] φαύλου μῦς ἐνύδρους εἶναι· διὸ καὶ τὸν
κτείναντα πλείστους εὐδαιμονίζουσιν. οὐ μὴν <ἀλλὰ>
κἀκεῖνοι πολλὰ μυθώδη περὶ τῶν θεῶν λέγουσιν, οἷα
καὶ ταῦτ' ἐστίν. ὁ μὲν Ὡρομάζης ἐκ τοῦ καθαρωτάτου
φάους ὁ δ' Ἀρειμάνιος ἐκ τοῦ ζόφου γεγονὼς πολεμοῦσιν
[370.A] ἀλλήλοις· καὶ ὁ μὲν ἓξ θεοὺς ἐποίησε, | τὸν μὲν πρῶτον
εὐνοίας, τὸν δὲ δεύτερον ἀληθείας, τὸν δὲ τρίτον εὐνο-
μίας, τῶν δὲ λοιπῶν τὸν μὲν σοφίας, τὸν δὲ πλούτου,
τὸν δὲ τῶν ἐπὶ τοῖς καλοῖς ἡδέων δημιουργόν· ὁ δὲ τού-
τοις ὥσπερ ἀντιτέχνους ἴσους τὸν ἀριθμόν. εἶθ' ὁ μὲν
Ὡρομάζης τρὶς ἑαυτὸν αὐξήσας ἀπέστη τοῦ ἡλίου τοσοῦ-
τον, ὅσον ὁ ἥλιος τῆς γῆς ἀφέστηκε, καὶ τὸν οὐρανὸν
ἄστροις ἐκόσμησεν· ἕνα δ' ἀστέρα πρὸ πάντων οἷον
φύλακα καὶ προόπτην ἐγκατέστησε τὸν σείριον. ἄλλους
δὲ ποιήσας τέσσαρας καὶ εἴκοσι θεοὺς εἰς ᾠὸν ἔθηκεν.
οἱ δ' ἀπὸ τοῦ Ἀρειμανίου γενόμενοι καὶ αὐτοὶ τοσοῦτοι
[370.B] διατρήσαντες τὸ ᾠὸν γαν***, ὅθεν ἀναμέμικται τὰ κακὰ
τοῖς ἀγαθοῖς. ἔπεισι δὲ χρόνος εἱμαρμένος, ἐν ᾧ τὸν
Ἀρειμάνιον λοιμὸν ἐπάγοντα καὶ λιμὸν ὑπὸ τούτων ἀνάγκη
φθαρῆναι παντάπασι καὶ ἀφανισθῆναι, τῆς δὲ γῆς ἐπιπέ-
δου καὶ ὁμαλῆς γενομένης ἕνα βίον καὶ μίαν πολιτείαν
ἀνθρώπων μακαρίων καὶ ὁμογλώσσων ἁπάντων γενέ-
σθαι. Θεόπομπος δέ φησι (fr. 65 FGrHist.) κατὰ τοὺς
μάγους ἀνὰ μέρος τρισχίλια ἔτη τὸν μὲν κρατεῖν τὸν δὲ
κρατεῖσθαι τῶν θεῶν, ἄλλα δὲ τρισχίλια μάχεσθαι καὶ
πολεμεῖν καὶ ἀναλύειν τὰ τοῦ ἑτέρου τὸν ἕτερον, τέλος
δ' ἀπολείπεσθαι τὸν Ἅιδην· καὶ τοὺς μὲν ἀνθρώπους
[370.C] εὐδαίμονας ἔσεσθαι μήτε τροφῆς δεομένους μήτε σκιὰν
ποιοῦντας, τὸν δὲ ταῦτα μηχανησάμενον θεὸν ἠρεμεῖν
καὶ ἀναπαύεσθαι χρόνον [καλῶς] μὲν οὐ πολύν [τῷ
θεῷ], ὥσπερ ἀνθρώπῳ κοιμωμένῳ μέτριον.
Ἡ μὲν οὖν μάγων μυθολογία τοιοῦτον ἔχει τρόπον·
Χαλδαῖοι δὲ τῶν πλανήτων, οὓς θεοὺς γενεθλίους
καλοῦσι, δύο μὲν ἀγαθουργούς, δύο δὲ κακοποιούς,
μέσους δὲ τοὺς τρεῖς ἀποφαίνουσι καὶ κοινούς. τὰ δ'
Ἑλλήνων πᾶσί που δῆλα, τὴν μὲν ἀγαθὴν Διὸς Ὀλυμπίου
μερίδα, τὴν δ' ἀποτρόπαιον Ἅιδου ποιουμένων, ἐκ δ'
Ἀφροδίτης καὶ Ἄρεος Ἁρμονίαν γεγονέναι μυθολογούν-
[370.D] των, ὧν ὁ μὲν ἀπηνὴς καὶ φιλόνεικος, ἡ δὲ μειλίχιος
καὶ γενέθλιος. σκόπει δὲ τοὺς φιλοσόφους τούτοις συμ-
φερομένους. Ἡράκλειτος μὲν γὰρ ἄντικρυς (B 53) ‘πόλε-
μον’ ὀνομάζει ‘πατέρα καὶ βασιλέα καὶ κύριον πάντων’,
καὶ τὸν μὲν Ὅμηρον εὐχόμενον (Σ 107) ‘ἔκ τε
θεῶν ἔριν ἔκ τ' ἀνθρώπων ἀπολέσθαι’ ‘λανθάνειν’ φησί
(B 94) ‘τῇ πάντων γενέσει καταρώμενον ἐκ μάχης καὶ
ἀντιπαθείας τὴν γένεσιν ἐχόντων, ἥλιον δὲ μὴ ὑπερβήσε-
σθαι τοὺς προσήκοντας ὅρους· εἰ δὲ μή, Κλῶθάς μιν
Δίκης ἐπικούρους ἐξευρήσειν’. Ἐμπεδοκλῆς δὲ (B 18) τὴν
μὲν ἀγαθουργὸν ἀρχήν ‘Φιλότητα’ καὶ ‘Φιλίαν’ πολλάκις,
<ἔτι> δ' ‘Ἁρμονίαν’ καλεῖ ‘θεμερῶπιν’, τὴν δὲ χείρονα (B 17
[370.E] v. 19) ‘Νεῖκος οὐλόμενον’ καὶ (B 122 v. 2) ‘Δῆριν αἱμα-
τόεσσαν’. <καὶ> οἱ μὲν Πυθαγορικοὶ διὰ πλειόνων ὀνο-
μάτων κατηγοροῦσι τοῦ μὲν ἀγαθοῦ τὸ ἓν τὸ πεπε-
ρασμένον τὸ μένον τὸ εὐθὺ τὸ περισσὸν τὸ τετράγωνον
<τὸ ἴσον> τὸ δεξιὸν τὸ λαμπρόν, τοῦ δὲ κακοῦ τὴν
δυάδα τὸ ἄπειρον τὸ φερόμενον τὸ καμπύλον τὸ ἄρτιον
τὸ ἑτερόμηκες τὸ ἄνισον τὸ ἀριστερὸν τὸ σκοτεινόν, ὡς
ταύτας ἀρχὰς γενέσεως ὑποκειμένας· Ἀναξαγόρας δὲ
νοῦν καὶ ἄπειρον, Ἀριστοτέλης δὲ τὸ μὲν εἶδος τὸ δὲ
στέρησιν, Πλάτων δὲ πολλαχοῦ μὲν οἷον ἐπηλυγαζόμενος
καὶ παρακαλυπτόμενος τῶν ἐναντίων ἀρχῶν τὴν μὲν
ταὐτὸν ὀνομάζει, τὴν δὲ θάτερον (Tim. 35a)· ἐν δὲ
[370.F] τοῖς Νόμοις (896d sqq.) ἤδη πρεσβύτερος ὢν οὐ δι'
αἰνιγμῶν οὐδὲ συμβολικῶς, ἀλλὰ κυρίοις ὀνόμασιν οὐ
μιᾷ ψυχῇ φησι κινεῖσθαι τὸν κόσμον, ἀλλὰ πλείοσιν
ἴσως δυεῖν δὲ πάντως οὐκ ἐλάττοσιν· ὧν τὴν μὲν ἀγαθ-
ουργὸν εἶναι, τὴν δ' ἐναντίαν ταύτῃ καὶ τῶν ἐναντίων
δημιουργόν· ἀπολείπει δὲ καὶ τρίτην τινὰ μεταξὺ φύσιν
οὐκ ἄψυχον οὐδ' ἄλογον οὐδ' ἀκίνητον ἐξ αὑτῆς, ὥσπερ
ἔνιοι νομίζουσιν, ἀλλ' ἀνακειμένην ἀμφοῖν ἐκείναις, |
[371.A] ἐφιεμένην δὲ τῆς ἀμείνονος ἀεὶ καὶ ποθοῦσαν καὶ διώ-
κουσαν, ὡς τὰ ἐπιόντα δηλώσει τοῦ λόγου τὴν Αἰγυπ-
τίων θεολογίαν μάλιστα ταύτῃ τῇ φιλοσοφίᾳ συνοικει-
οῦντος.
Μεμιγμένη γὰρ ἡ τοῦδε τοῦ κόσμου γένεσις καὶ
σύστασις ἐξ ἐναντίων, οὐ μὴν ἰσοσθενῶν, δυνάμεων,
ἀλλὰ τῆς βελτίονος τὸ κράτος ἐστίν· ἀπολέσθαι δὲ τὴν
φαύλην παντάπασιν ἀδύνατον, πολλὴν μὲν ἐμπεφυκυῖαν
τῷ σώματι, πολλὴν δὲ τῇ ψυχῇ τοῦ παντὸς καὶ πρὸς
τὴν βελτίονα ἀεὶ δυσμαχοῦσαν. ἐν μὲν οὖν τῇ ψυχῇ νοῦς
καὶ λόγος ὁ τῶν ἀρίστων πάντων ἡγεμὼν καὶ κύριος
Ὄσιρίς ἐστιν, ἐν δὲ γῇ καὶ πνεύμασι καὶ ὕδασι καὶ
[371.B] οὐρανῷ καὶ ἄστροις τὸ τεταγμένον καὶ καθεστηκὸς καὶ
ὑγιαῖνον ὥραις καὶ κράσεσι καὶ περιόδοις Ὀσίριδος ἀπορ-
ροὴ καὶ εἰκὼν ἐμφαινομένη· Τυφὼν δὲ τῆς ψυχῆς τὸ
παθητικὸν καὶ τιτανικὸν καὶ ἄλογον καὶ ἔμπληκτον, τοῦ
δὲ σωματικοῦ τὸ ἐπίκηρον καὶ νοσῶδες καὶ ταρακτικὸν
ἀωρίαις καὶ δυσκρασίαις καὶ κρύψεσιν ἡλίου καὶ ἀφα-
νισμοῖς σελήνης οἷον ἐκδρομαὶ καὶ ἀφηνιασμοὶ [καὶ]
Τυφῶνος· καὶ τοὔνομα κατηγορεῖ τὸ Σήθ, ᾧ τὸν Τυφῶνα
καλοῦσι· φράζει μὲν τὸ <κατα>δυναστεῦον καὶ καταβιαζό-
μενον, φράζει δὲ τὴν πολλάκις ἀναστροφὴν καὶ πάλιν
ὑπεκπήδησιν. Βέβωνα δὲ τινὲς μὲν ἕνα τῶν τοῦ Τυφῶνος
[371.C] ἑταίρων γεγονέναι λέγουσιν, Μανεθὼς <δ'> αὐτὸν τὸν
Τυφῶνα καὶ Βέβωνα καλεῖσθαι (fr. 76 M.)· σημαίνει
δὲ τοὔνομα κάθεξιν ἢ κώλυσιν, ὡς τοῖς πράγμασιν ὁδῷ
βαδίζουσι καὶ πρὸς ὃ χρὴ φερομένοις ἐνισταμένης τῆς
τοῦ Τυφῶνος δυνάμεως. διὸ καὶ τῶν μὲν ἡμέρων
ζῴων ἀπονέμουσιν αὐτῷ τὸ ἀμαθέστατον, ὄνον· τῶν δ'
ἀγρίων τὰ θηριωδέστατα, κροκόδειλον καὶ τὸν ποτάμιον
ἵππον· περὶ μὲν <οὖν> τοῦ ὄνου προδεδηλώκαμεν (362f)·
ἐν Ἑρμοῦ πόλει δὲ Τυφῶνος ἄγαλμα δεικνύουσιν ἵππον
ποτάμιον, ἐφ' οὗ βέβηκεν ἱέραξ ὄφει μαχόμενος, τῷ μὲν
ἵππῳ τὸν Τυφῶνα δεικνύντες, τῷ δ' ἱέρακι δύναμιν καὶ
[371.D] ἀρχήν, ἣν βίᾳ κτώμενος ὁ Τυφὼν πολλάκις οὐκ ἀνίεται
ταραττόμενος ὑπὸ τῆς κακίας καὶ ταράττων. διὸ καὶ
θύοντες ἑβδόμῃ τοῦ Τυβὶ μηνός, ἣν καλοῦσιν ἄφιξιν
Ἴσιδος ἐκ Φοινίκης, ἐπιπλάττουσι τοῖς ποπάνοις ἵππον
ποτάμιον δεδεμένον. ἐν δ' Ἀπόλλωνος πόλει νενομισμένον
ἐστὶ κροκοδείλου φαγεῖν πάντως ἕκαστον· ἡμέρᾳ δὲ μιᾷ
θηρεύσαντες ὅσους ἂν δύνωνται καὶ κτείναντες ἀπαντικρὺ
τοῦ ἱεροῦ προβάλλουσι καὶ λέγουσιν ὡς ὁ Τυφὼν τὸν
Ὧρον ἀπέδρα κροκόδειλος γενόμενος, πάντα καὶ ζῷα
καὶ φυτὰ καὶ πάθη τὰ φαῦλα καὶ βλαβερὰ Τυφῶνος
[371.E] ἔργα καὶ μέρη <καὶ> κινήματα ποιούμενοι.
Τὸν δ' Ὄσιριν αὖ πάλιν ὀφθαλμῷ καὶ σκήπτρῳ
γράφουσιν, ὧν τὸ μὲν τὴν πρόνοιαν ἐμφαίνειν, τὸ δὲ
τὴν δύναμιν, ὡς Ὅμηρος (Θ 22) τὸν ἄρχοντα καὶ βασι-
λεύοντα πάντων ‘Ζῆν' ὕπατον καὶ μήστωρα’ καλῶν
[καὶ] ἔοικε τῷ μὲν ὑπάτῳ τὸ κράτος αὐτοῦ, τῷ δὲ
μήστωρι τὴν εὐβουλίαν καὶ τὴν φρόνησιν σημαίνειν.
γράφουσι <δὲ> καὶ ἱέρακι τὸν θεὸν τοῦτον πολλάκις·
εὐτονίᾳ γὰρ ὄψεως ὑπερβάλλει καὶ πτήσεως ὀξύτητι
καὶ διοικεῖν αὑτὸν ἐλαχίστῃ τροφῇ πέφυκε. λέγεται δὲ
καὶ νεκρῶν ἀτάφων ὄμμασι γῆν ὑπερπετόμενος ἐπιβάλ-
[371.F] λειν· ὅταν δὲ πιόμενος ἐπὶ τὸν ποταμὸν καταίρῃ, τὸ
πτερὸν ἵστησιν ὀρθόν· πιὼν δὲ κλίνει τοῦτο πάλιν· ᾧ
[371.F.3] δῆλός ἐστι σεσωσμένος καὶ διαπεφευγὼς τὸν κροκόδει-
λον· ἂν γὰρ ἁρπασθῇ, μένει τὸ πτερὸν ὥσπερ ἔστη πεπη-
γός. πανταχοῦ δὲ καὶ ἀνθρωπόμορφον Ὀσίριδος ἄγαλμα
δεικνύουσιν ἐξορθιάζον τῷ αἰδοίῳ διὰ τὸ γόνιμον καὶ τὸ
τρόφιμον. ἀμπεχόνῃ δὲ φλογοειδεῖ στέλλουσιν αὐτοῦ τὰς
[372.A] εἰκόνας, | ἥλιον σῶμα τῆς τἀγαθοῦ δυνάμεως [ὡς] ὁρα-
τὸν οὐσίας νοητῆς ἡγούμενοι. διὸ καὶ καταφρονεῖν ἄξιόν
ἐστι τῶν τὴν ἡλίου σφαῖραν Τυφῶνι προσνεμόντων, ᾧ
λαμπρὸν οὐδὲν οὐδὲ σωτήριον οὐδὲ τάξις οὐδὲ γένεσις
οὐδὲ κίνησις μέτρον ἔχουσα καὶ λόγον, ἀλλὰ τἀναντία
προσήκει· καὶ <ξηρότητα καὶ> αὐχμόν, οἷς φθείρει πολλὰ
τῶν ζῴων καὶ βλαστανόντων, οὐχ ἡλίου θετέον ἔργον, ἀλλὰ
τῶν ἐν γῇ καὶ ἀέρι μὴ καθ' ὥραν κεραννυμένων πνευμά-
των καὶ ὑδάτων, ὅταν ἡ τῆς ἀτάκτου καὶ ἀορίστου δυνά-
μεως ἀρχὴ πλημμελήσασα κατασβέσῃ τὰς ἀναθυμιάσεις.
[372.B] Ἐν δὲ τοῖς ἱεροῖς ὕμνοις τοῦ Ὀσίριδος ἀνακα-
λοῦνται τὸν ἐν ταῖς ἀγκάλαις κρυπτόμενον τοῦ Ἡλίου
καὶ τῇ τριακάδι τοῦ Ἐπιφὶ μηνὸς ἑορτάζουσιν ὀφθαλμῶν
Ὥρου γενέθλιον, ὅτε σελήνη καὶ ἥλιος ἐπὶ μιᾶς εὐθείας
γεγόνασιν, ὡς οὐ μόνον τὴν σελήνην ἀλλὰ καὶ τὸν ἥλιον
ὄμμα τοῦ Ὥρου καὶ φῶς ἡγούμενοι. τῇ δὲ ὀγδόῃ φθί-
νοντος τοῦ Φαωφὶ βακτηρίας ἡλίου γενέθλιον ἄγουσι
μετὰ φθινοπωρινὴν ἰσημερίαν, ἐμφαίνοντες οἷον ὑπερεί-
σματος δεῖσθαι καὶ ῥώσεως τῷ τε θερμῷ γιγνόμενον
ἐνδεᾶ καὶ τῷ φωτί [ἐνδεᾶ], κλινόμενον καὶ πλάγιον ἀφ'
ἡμῶν φερόμενον. ἔτι δὲ τὴν βοῦν ὑπὸ τροπὰς χειμερινὰς
[372.C] ἑπτάκις περὶ τὸν ναὸν τοῦ Ἡλίου περιφέρουσι, καὶ καλεῖ-
ται ζήτησις Ὀσίριδος ἡ περιδρομή, τὸ ὕδωρ χειμῶνος
τῆς θεοῦ ποθούσης· τοσαυτάκις δὲ περιίασιν, ὅτι τὴν
ἀπὸ τροπῶν χειμερινῶν ἐπὶ τροπὰς θερινὰς πάροδον
ἑβδόμῳ μηνὶ συμπεραίνει. λέγεται δὲ καὶ θῦσαι τῷ
ἡλίῳ τετράδι μηνὸς ἱσταμένου πάντων πρῶτος Ὧρος ὁ
Ἴσιδος, ὡς ἐν τοῖς ἐπιγραφομένοις Γενεθλίοις Ὥρου
γέγραπται. καὶ μὴν ἡμέρας ἑκάστης τριχῶς ἐπιθυμιῶσι
τῷ ἡλίῳ, ῥητίνην μὲν ὑπὸ τὰς ἀνατολάς, σμύρναν δὲ
μεσουρανοῦντι, τὸ δὲ καλούμενον κῦφι περὶ δυσμάς· ὧν
ἕκαστον ὃν ἔχει λόγον, ὕστερον (383a sqq.) ἀφηγήσομαι.
[372.D] τὸν δ' ἥλιον πᾶσι τούτοις προστρέπεσθαι καὶ θεραπεύειν
οἴονται. καὶ τί δεῖ πολλὰ τοιαῦτα συνάγειν; εἰσὶ γὰρ οἱ
τὸν Ὄσιριν ἄντικρυς ἥλιον εἶναι καὶ ὀνομάζεσθαι Σείριον
ὑφ' Ἑλλήνων λέγοντες, εἰ καὶ παρ' Αἰγυπτίοις ἡ πρό-
θεσις τοῦ ἄρθρου τοὔνομα πεποίηκεν ἀμφιγνοεῖσθαι, τὴν
δ' Ἶσιν οὐχ ἑτέραν τῆς σελήνης ἀποφαίνοντες· ὅθεν καὶ
τῶν ἀγαλμάτων αὐτῆς τὰ μὲν κερασφόρα τοῦ μηνοειδοῦς
γεγονέναι μιμήματα, τοῖς δὲ μελανοστόλοις ἐμφαίνεσθαι
τὰς κρύψεις καὶ τοὺς περισκιασμοὺς ἐν οἷς διώκει πο-
θοῦσα τὸν ἥλιον. διὸ καὶ πρὸς τὰ ἐρωτικὰ τὴν σελήνην
ἐπικαλοῦνται, καὶ τὴν Ἶσιν Εὔδοξός φησι (fr. 61)
[372.E] βραβεύειν τὰ ἐρωτικά. καὶ τούτοις μὲν ἁμωσγέπως τοῦ
πιθανοῦ μέτεστι, τῶν δὲ Τυφῶνα ποιούντων τὸν ἥλιον
οὐδ' ἀκούειν ἄξιον. ἀλλ' ἡμεῖς αὖθις τὸν οἰκεῖον λόγον
ἀναλάβωμεν.
Ἡ γὰρ Ἶσίς ἐστι μὲν τὸ τῆς φύσεως θῆλυ καὶ
δεκτικὸν ἁπάσης γενέσεως, καθὸ τιθήνη καὶ πανδεχὴς
ὑπὸ τοῦ Πλάτωνος (Tim. 49a 51a), ὑπὸ δὲ τῶν πολλῶν
μυριώνυμος κέκληται διὰ τὸ πάσας ὑπὸ τοῦ λόγου
τρεπομένη μορφὰς δέχεσθαι καὶ ἰδέας. ἔχει δὲ σύμ-
φυτον ἔρωτα τοῦ πρώτου καὶ κυριωτάτου πάντων, ὃ
τἀγαθῷ ταὐτόν ἐστι, κἀκεῖνο ποθεῖ καὶ διώκει· τὴν δ'
ἐκ τοῦ κακοῦ φεύγει καὶ διωθεῖται μοῖραν, ἀμφοῖν μὲν
[372.F] οὖσα χώρα καὶ ὕλη, ῥέπουσα δ' ἀεὶ πρὸς τὸ βέλτιον
καὶ παρέχουσα γεννᾶν ἐξ ἑαυτῆς ἐκείνῳ καὶ κατασπείρειν
εἰς ἑαυτὴν ἀπορροὰς καὶ ὁμοιότητας, αἷς χαίρει καὶ
γέγηθε κυισκομένη καὶ ὑποπιμπλαμένη τῶν γενέσεων.
εἰκὼν γάρ ἐστιν οὐσίας <ἡ> ἐν ὕλῃ γένεσις καὶ μίμημα
[373.A] τοῦ ὄντος τὸ γινόμενον. | ὅθεν οὐκ ἀπὸ τρόπου
μυθολογοῦσι τὴν Ὀσίριδος ψυχὴν ἀίδιον εἶναι καὶ ἄφθαρ-
τον, τὸ δὲ σῶμα πολλάκις διασπᾶν καὶ ἀφανίζειν τὸν
Τυφῶνα, τὴν δ' Ἶσιν πλανωμένην καὶ ζητεῖν καὶ συναρ-
μόττειν πάλιν. τὸ γὰρ ὂν καὶ νοητὸν καὶ ἀγαθὸν φθορᾶς
καὶ μεταβολῆς κρεῖττόν ἐστιν· ἃς δ' ἀπ' αὐτοῦ τὸ αἰσθη-
τὸν καὶ σωματικὸν εἰκόνας ἐκμάττεται καὶ λόγους καὶ
εἴδη καὶ ὁμοιότητας ἀναλαμβάνει, καθάπερ ἐν κηρῷ
σφραγῖδες οὐκ ἀεὶ διαμένουσιν ἀλλὰ καταλαμβάνει τὸ
ἄτακτον αὐτὰς καὶ ταραχῶδες ἐνταῦθα τῆς ἄνω χώρας
ἀπεληλαμένον καὶ μαχόμενον πρὸς τὸν Ὧρον, ὃν ἡ Ἶσις
[373.B] εἰκόνα τοῦ νοητοῦ κόσμον αἰσθητὸν ὄντα γεννᾷ· διὸ καὶ
δίκην φεύγειν λέγεται νοθείας ὑπὸ Τυφῶνος, ὡς οὐκ ὢν
καθαρὸς οὐδ' εἰλικρινὴς οἷος ὁ πατήρ, λόγος αὐτὸς καθ'
ἑαυτὸν ἀμιγὴς καὶ ἀπαθής, ἀλλὰ νενοθευμένος τῇ ὕλῃ
διὰ τὸ σωματικόν. περιγίνεται δὲ καὶ νικᾷ τοῦ Ἑρμοῦ,
τουτέστι τοῦ λόγου, μαρτυροῦντος καὶ δεικνύοντος, ὅτι
πρὸς τὸ νοητὸν ἡ φύσις μετασχηματιζομένη τὸν κόσμον
ἀποδίδωσιν. ἡ μὲν γὰρ ἔτι τῶν θεῶν ἐν γαστρὶ τῆς
Ῥέας ὄντων ἐξ Ἴσιδος καὶ Ὀσίριδος λεγομένη γένεσις
Ἀπόλλωνος αἰνίττεται τὸ πρὶν ἐκφανῆ γενέσθαι τόνδε
τὸν κόσμον καὶ συντελεσθῆναι τῷ λόγῳ τὴν ὕλην
[373.C] † φύσει ἐλεγχομένην ἐπ' αὐτὴν ἀτελῆ τὴν πρώτην γένεσιν
ἐξενεγκεῖν· διὸ καί φασι τὸν θεὸν ἐκεῖνον ἀνάπηρον ὑπὸ
σκότῳ γενέσθαι καὶ πρεσβύτερον Ὧρον καλοῦσιν· οὐ γὰρ
ἦν κόσμος, ἀλλ' εἴδωλόν τι καὶ κόσμου φάντασμα μέλ-
λοντος· ὁ δ' Ὧρος οὗτος αὐτός ἐστιν ὡρισμένος
καὶ τέλειος, οὐκ ἀνῃρηκὼς τὸν Τυφῶνα παντάπασιν,
ἀλλὰ τὸ δραστήριον καὶ ἰσχυρὸν αὐτοῦ παρῃρημένος.
ὅθεν ἐν Κοπτῷ τὸ ἄγαλμα τοῦ Ὥρου λέγουσιν ἐν τῇ
ἑτέρᾳ χειρὶ Τυφῶνος αἰδοῖα κατέχειν καὶ τὸν Ἑρμῆν
μυθολογοῦσιν ἐξελόντα τοῦ Τυφῶνος τὰ νεῦρα χορδαῖς
χρήσασθαι, διδάσκοντες ὡς τὸ πᾶν ὁ λόγος διαρμοσά-
[373.D] μενος σύμφωνον ἐξ ἀσυμφώνων μερῶν ἐποίησε καὶ τὴν
φθαρτικὴν οὐκ ἀπώλεσεν ἀλλ' ἀνεπήρωσε δύναμιν. ὅθεν
ἐκείνη μὲν ἀσθενὴς καὶ ἀδρανὴς ἐνταῦθα, φυρομένη καὶ
προσπλεκομένη τοῖς παθητικοῖς καὶ μεταβολικοῖς μέρεσι,
σεισμῶν μὲν ἐν γῇ καὶ τρόμων, αὐχμῶν δ' ἐν ἀέρι καὶ
πνευμάτων ἀτόπων, αὖθις δὲ πρηστήρων καὶ κεραυνῶν
δημιουργός ἐστι· φαρμάττει δὲ καὶ λοιμοῖς ὕδατα καὶ
πνεύματα καὶ μέχρι σελήνης ἀνατρέχει καὶ ἀναχαιτίζει
συγχέουσα καὶ μελαίνουσα πολλάκις τὸ λαμπρόν, ὡς
Αἰγύπτιοι νομίζουσι καὶ λέγουσιν, ὅτι τοῦ Ὥρου νῦν μὲν
[373.E] ἐπάταξε νῦν δ' ἐξελὼν κατέπιεν ὁ Τυφὼν τὸν ὀφθαλμόν,
εἶτα τῷ Ἡλίῳ πάλιν ἀπέδωκε· πληγὴν μὲν αἰνιττόμενοι τὴν
κατὰ μῆνα μείωσιν τῆς σελήνης, πήρωσιν δὲ τὴν ἔκλειψιν,
ἣν ὁ ἥλιος ἰᾶται διαφυγούσῃ τὴν σκιὰν τῆς γῆς εὐθὺς ἀντι-
λάμπων. ἡ δὲ κρείττων καὶ θειοτέρα φύσις ἐκ τριῶν
ἐστι, τοῦ νοητοῦ καὶ τῆς ὕλης καὶ τοῦ ἐκ τούτων, ὃν κόσμον
Ἕλληνες ὀνομάζουσιν. ὁ μὲν οὖν Πλάτων (Tim. 50c d)
τὸ μὲν νοητὸν καὶ ἰδέαν καὶ παράδειγμα καὶ πατέρα,
τὴν δ' ὕλην καὶ μητέρα καὶ τιθήνην ἕδραν τε καὶ χώραν
γενέσεως, τὸ δ' ἐξ ἀμφοῖν ἔγγονον καὶ γένεσιν ὀνομάζειν
[373.F] εἴωθεν. Αἰγυπτίους δ' ἄν τις εἰκάσειε τῶν τριγώνων τὸ
κάλλιστον <τιμᾶν> μάλιστα τούτῳ τὴν τοῦ παντὸς φύσιν
ὁμοιοῦντας, ὡς καὶ Πλάτων ἐν τῇ πολιτείᾳ (546b)
δοκεῖ τούτῳ προσκεχρῆσθαι τὸ γαμήλιον διάγραμμα
συντάττων. ἔχει δ' ἐκεῖνο τὸ τρίγωνον τριῶν τὴν πρὸς
ὀρθίαν καὶ τεττάρων τὴν βάσιν καὶ πέντε τὴν ὑποτείνου-
[374.A] σαν ἴσον ταῖς περιεχούσαις δυναμένην. | εἰκαστέον οὖν
τὴν μὲν πρὸς ὀρθίαν ἄρρενι, τὴν δὲ βάσιν θηλείᾳ, τὴν
δ' ὑποτείνουσαν ἀμφοῖν ἐγγόνῳ· καὶ τὸν μὲν Ὄσιριν ὡς
[374.A.4] ἀρχήν, τὴν δ' Ἶσιν ὡς ὑποδοχήν, τὸν δ' Ὧρον ὡς ἀπο-
τέλεσμα. τὰ μὲν γὰρ τρία πρῶτος περισσός ἐστι καὶ
τέλειος· τὰ δὲ τέτταρα τετράγωνος ἀπὸ πλευρᾶς ἀρτίου
τῆς δυάδος· τὰ δὲ πέντε πῆ μὲν τῷ πατρὶ πῆ δὲ τῇ μητρὶ
προσέοικεν ἐκ τριάδος συγκείμενα καὶ δυάδος. καὶ τὰ πάν-
τα τῶν πέντε γέγονε παρώνυμα, καὶ τὸ ἀριθμήσασθαι
πεμπάσασθαι λέγουσι. ποιεῖ δὲ τετράγωνον ἡ πεντὰς
ἀφ' ἑαυτῆς, ὅσον τῶν γραμμάτων παρ' Αἰγυπτίοις τὸ
[374.B] πλῆθός ἐστι, καὶ ὅσων ἐνιαυτῶν ἔζη χρόνον ὁ Ἆπις. τὸν
μὲν οὖν Ὧρον εἰώθασι καὶ Μὶν προσαγορεύειν, ὅπερ ἐστὶν
ὁρώμενον· αἰσθητὸν γὰρ καὶ ὁρατὸν ὁ κόσμος. ἡ δ' Ἶσις
ἔστιν ὅτε καὶ Μοὺθ καὶ πάλιν Ἄθυρι καὶ Μεθύερ προσαγο-
ρεύεται· σημαίνουσι δὲ τῷ μὲν πρώτῳ τῶν ὀνομάτων μητέ-
ρα, τῷ δὲ δευτέρῳ οἶκον Ὥρου κόσμιον, ὡς καὶ Πλάτων
(Tim. 52d-53a) χώραν γενέσεως καὶ δεξαμενήν, τὸ δὲ
τρίτον σύνθετόν ἐστιν ἔκ τε τοῦ πλήρους καὶ τοῦ αἰτίου·
πλήρης γάρ ἐστιν ἡ ὕλη τοῦ κόσμου καὶ τῷ ἀγαθῷ καὶ
καθαρῷ καὶ κεκοσμημένῳ σύνεστιν.
Δόξειε δ' ἂν ἴσως καὶ ὁ Ἡσίοδος (Th. 116 sqq.)
[374.C] τὰ πρῶτα πάντων Χάος καὶ Γῆν καὶ Τάρταρον καὶ Ἔρωτα
ποιῶν οὐχ ἑτέρας λαμβάνειν ἀρχάς, ἀλλὰ ταύτας· <εἴ>
γε δὴ τῶν ὀνομάτων τῇ μὲν Ἴσιδι τὸ τῆς Γῆς, τῷ δ'
Ὀσίριδι τὸ τοῦ Ἔρωτος, τῷ δὲ Τυφῶνι τὸ τοῦ Ταρτάρου
μεταλαμβάνοντές πως ἀποδίδομεν· τὸ γὰρ Χάος δοκεῖ
χώραν τινὰ καὶ τόπον τοῦ παντὸς ὑποτίθεσθαι. προσ-
καλεῖται δὲ καὶ τὸν Πλάτωνος ἁμωσγέπως τὰ πράγ-
ματα μῦθον, ὃν Σωκράτης ἐν Συμποσίῳ (203b sqq.)
περὶ τῆς τοῦ Ἔρωτος γενέσεως διῆλθε, τὴν Πενίαν
λέγων τέκνων δεομένην τῷ Πόρῳ καθεύδοντι παρακλι-
θῆναι καὶ κυήσασαν ἐξ αὐτοῦ τεκεῖν τὸν Ἔρωτα φύσει
μικτὸν ὄντα καὶ παντοδαπόν, ἅτε δὴ πατρὸς μὲν ἀγα-
[374.D] θοῦ καὶ σοφοῦ καὶ πᾶσιν αὐτάρκους, μητρὸς δ' ἀμηχάνου
καὶ ἀπόρου καὶ δι' ἔνδειαν ἀεὶ γλιχομένης ἑτέρου καὶ
περὶ ἕτερον λιπαρούσης γεγενημένον. ὁ γὰρ Πόρος οὐχ
ἕτερός ἐστι τοῦ πρώτως ἐρατοῦ καὶ ἐφετοῦ καὶ τελείου
καὶ αὐτάρκους· Πενίαν δὲ τὴν ὕλην προσεῖπεν ἐνδεᾶ μὲν
οὖσαν αὐτὴν καθ' ἑαυτὴν τοῦ ἀγαθοῦ, πληρουμένην δ'
ὑπ' αὐτοῦ καὶ ποθοῦσαν ἀεὶ καὶ μεταλαμβάνουσαν. ὁ
δὲ γενόμενος ἐκ τούτων κόσμος καὶ Ὧρος οὐκ ἀίδιος οὐδ'
ἀπαθὴς οὐδ' ἄφθαρτος, ἀλλ' ἀειγενὴς ὢν μηχανᾶται ταῖς
τῶν παθῶν μεταβολαῖς καὶ περιόδοις ἀεὶ νέος καὶ μηδέ-
[374.E] ποτε φθαρησόμενος διαμένειν.
Χρηστέον δὲ τοῖς μύθοις οὐχ ὡς λόγοις πάμπαν
οὖσιν, ἀλλὰ τὸ πρόσφορον ἑκάστου [τὸ] κατὰ τὴν ὁμοιό-
τητα λαμβάνοντας. ὅταν οὖν ὕλην λέγωμεν, οὐ δεῖ πρὸς
ἐνίων φιλοσόφων δόξας ἀποφερομένους ἄψυχόν τι σῶμα
καὶ ἄποιον ἀργόν τε καὶ ἄπρακτον ἐξ ἑαυτοῦ διανοεῖ-
σθαι· καὶ γὰρ ἔλαιον ὕλην μύρου καλοῦμεν καὶ χρυσὸν
ἀγάλματος, οὐκ ὄντα πάσης ἔρημα ποιότητος· αὐτήν τε
τὴν ψυχὴν καὶ τὴν διάνοιαν τοῦ ἀνθρώπου ὡς ὕλην
ἐπιστήμης καὶ ἀρετῆς τῷ λόγῳ κοσμεῖν καὶ ῥυθμίζειν
παρέχομεν, τόν τε νοῦν ἔνιοι τόπον εἰδῶν ἀπεφήναντο
[374.F] καὶ τῶν νοητῶν οἷον ἐκμαγεῖον. ἔνιοι δὲ καὶ τὸ σπέρμα
τῆς γυναικὸς οὐ δύναμιν οὐδ' ἀρχήν, ὕλην δὲ καὶ τροφὴν
γενέσεως εἶναι δοξάζουσιν· ὧν ἐχομένους χρὴ καὶ τὴν
θεὸν ταύτην οὕτω διανοεῖσθαι τοῦ πρώτου θεοῦ μεταλαγ-
χάνουσαν ἀεὶ καὶ συνοῦσαν ἔρωτι τῶν περὶ ἐκεῖνον
[375.A] ἀγαθῶν καὶ καλῶν οὐχ ὑπεναντίαν, | ἀλλ' ὥσπερ ἄνδρα
νόμιμον καὶ δίκαιον ἐρᾶν, ἂν δικαίως συνῇ, καὶ γυναῖκα
χρηστὴν ἔχουσαν ἄνδρα καὶ συνοῦσαν ὅμως ποθεῖν λέγο-
μεν, οὕτως ἀεὶ γλιχομένην ἐκείνου καὶ περὶ ἐκεῖνον
λιπαροῦσαν καὶ ἀναπιμπλαμένην τοῖς κυριωτάτοις μέρεσι
καὶ καθαρωτάτοις· ὅπου δ' ὁ Τυφὼν παρεμπίπτει
τῶν ἐσχάτων ἁπτόμενος, ἐνταῦθα δοκοῦσαν ἐπισκυθρω-
πάζειν καὶ πενθεῖν λεγομένην καὶ λείψαν' ἄττα καὶ
σπαράγματα τοῦ Ὀσίριδος ἀναζητεῖν καὶ στολίζειν ὑπο-
δεχομένην τὰ φθειρόμενα καὶ ἀποκρύπτουσαν, οἷσπερ
ἀναφαίνει πάλιν τὰ γινόμενα καὶ ἀνίησιν ἐξ ἑαυτῆς. οἱ
[375.B] μὲν γὰρ ἐν οὐρανῷ καὶ ἄστροις λόγοι καὶ εἴδη καὶ ἀπορ-
ροαὶ τοῦ θεοῦ μένουσι, τὰ δ' ἐν τοῖς παθητικοῖς διε-
σπαρμένα, γῇ καὶ θαλάττῃ καὶ φυτοῖς καὶ ζῴοις, δια-
λυόμενα καὶ φθειρόμενα καὶ θαπτόμενα [καὶ] πολλάκις
αὖθις ἐκλάμπει καὶ ἀναφαίνεται ταῖς γενέσεσι. διὸ τὸν
Τυφῶνα τῇ Νέφθυι συνοικεῖν φησιν ὁ μῦθος, τὸν δ'
Ὄσιριν κρύφα συγγενέσθαι· τὰ γὰρ ἔσχατα μέρη τῆς
ὕλης, ἃ Νέφθυν καὶ Τελευτὴν καλοῦσιν, ἡ φθαρτικὴ
μάλιστα κατέχει δύναμις· ἡ δὲ γόνιμος καὶ σωτή-
ριος ἀσθενὲς σπέρμα καὶ ἀμαυρὸν εἰς ταῦτα διαδί-
δωσιν ἀπολλύμενον ὑπὸ τοῦ Τυφῶνος, πλὴν ὅσον ἡ
[375.C] Ἶσις ὑπολαμβάνουσα σῴζει καὶ τρέφει καὶ συνίστησι·
καθόλου δ' ἀμείνων οὗτός ἐστιν, ὥσπερ καὶ
Πλάτων ὑπονοεῖ καὶ Ἀριστοτέλης. κινεῖται δὲ τῆς φύσεως
τὸ μὲν γόνιμον καὶ σωτήριον ἐπ' αὐτὸν καὶ πρὸς τὸ
εἶναι, τὸ δ' ἀναιρετικὸν καὶ φθαρτικὸν ἀπ' αὐτοῦ καὶ
πρὸς τὸ μὴ εἶναι. διὸ τὸ μὲν Ἶσιν καλοῦσι παρὰ τὸ
ἵεσθαι μετ' ἐπιστήμης καὶ φέρεσθαι, κίνησιν οὖσαν
ἔμψυχον καὶ φρόνιμον· οὐ γάρ ἐστι τοὔνομα βαρβαρικόν,
ἀλλ' ὥσπερ τοῖς θεοῖς πᾶσιν ἀπὸ δυεῖν ῥημάτων τοῦ
θεατοῦ καὶ τοῦ θέοντος ἔστιν ὄνομα κοινόν, οὕτω τὴν
θεὸν ταύτην ἀπὸ τῆς ἐπιστήμης ἅμα καὶ τῆς κινήσεως
[375.D] Ἶσιν μὲν ἡμεῖς, Ἶσιν δ' Αἰγύπτιοι καλοῦσιν. οὕτω δὲ
καὶ Πλάτων (Cratyl. 401c) φησὶ τὴν οὐσίαν δηλοῦν[τος]
τοὺς παλαιούς ‘ἰσίαν’ καλοῦντας· οὕτω καὶ τὴν νόησιν
καὶ τὴν φρόνησιν, ὡς νοῦ φορὰν καὶ κίνησιν οὖσαν
ἱεμένου καὶ φερομένου, καὶ τὸ συνιέναι καὶ τἀγαθὸν
ὅλως καὶ ἀρετὴν ἐπὶ τοῖς εὐροοῦσι καὶ θέουσι θέσθαι·
καθάπερ αὖ πάλιν τοῖς ἀντιφωνοῦσιν ὀνόμασι λοιδορεῖ-
σθαι τὸ κακόν, τὸ τὴν φύσιν ἐμποδίζον καὶ συνδέον καὶ
ἴσχον καὶ κωλῦον ἵεσθαι καὶ ἰέναι κακίαν ἀπορίαν δει-
λίαν ἀνίαν προσαγορεύοντας. ὁ δ' Ὄσιρις ἐκ τοῦ
ὁσίου <καὶ> ἱεροῦ τοὔνομα μεμιγμένον ἔσχηκε· κοινὸς
γάρ ἐστι τῶν ἐν οὐρανῷ καὶ τῶν ἐν Ἅιδου λόγους, ὧν τὰ
[375.E] μὲν ἱερὰ τὰ δ' ὅσια τοῖς παλαιοῖς <ἔθος> ἦν προσαγο-
ρεύειν. ὁ δ' ἀναφαίνων τὰ οὐράνια καὶ τῶν ἄνω φερο-
μένων λόγος Ἄνουβις ἔστιν ὅτε καὶ Ἑρμάνουβις ὀνομά-
ζεται, τὸ μὲν ὡς τοῖς ἄνω τὸ δ' ὡς τοῖς κάτω προσή-
κων. διὸ καὶ θύουσιν αὐτῷ τὸ μὲν λευκὸν ἀλεκτρυόνα,
τὸ δὲ κροκίαν, τὰ μὲν εἰλικρινῆ καὶ φανά, τὰ δὲ μικτὰ
καὶ ποικίλα νομίζοντες. οὐ δεῖ δὲ θαυμάζειν τῶν ὀνομά-
των τὴν εἰς τὸ Ἑλληνικὸν ἀνάπλασιν· καὶ γὰρ ἄλλα
μυρία τοῖς μεθισταμένοις ἐκ τῆς Ἑλλάδος συνεκπεσόντα
μέχρι νῦν παραμένει καὶ ξενιτεύει παρ' ἑτέροις, ὧν ἔνια
[375.F] τὴν ποιητικὴν ἀνακαλουμένην διαβάλλουσιν ὡς βαρβαρί-
ζουσαν οἱ γλώττας τὰ τοιαῦτα προσαγορεύοντες. ἐν δὲ
ταῖς Ἑρμοῦ λεγομέναις βίβλοις ἱστοροῦσι γεγράφθαι
περὶ τῶν ἱερῶν ὀνομάτων, ὅτι τὴν μὲν ἐπὶ τῆς τοῦ
ἡλίου περιφορᾶς τεταγμένην δύναμιν Ὧρον, Ἕλληνες δ'
Ἀπόλλωνα καλοῦσι· τὴν δ' ἐπὶ τοῦ πνεύματος οἱ μὲν
Ὄσιριν, οἱ δὲ Σάραπιν, *** οἱ δὲ Σῶθιν Αἰγυπτιστί· |
[376.A] σημαίνει <δὲ> κύησιν ἢ τὸ κύειν. διὸ καὶ παρατροπῆς
γενομένης τοῦ ὀνόματος Ἑλληνιστὶ κύων κέκληται τὸ
ἄστρον, ὅπερ ἴδιον τῆς Ἴσιδος νομίζουσιν. ἥκιστα μὲν
οὖν δεῖ φιλοτιμεῖσθαι περὶ τῶν ὀνομάτων, οὐ μὴν ἀλλὰ
μᾶλλον ὑφείμην ἂν τοῦ Σαράπιδος Αἰγυπτίοις ἢ τοῦ
Ὀσίριδος, ἐκεῖνο μὲν [οὖν] ξενικόν, τοῦτο δ' Ἑλληνικόν,
ἄμφω δ' ἑνὸς θεοῦ καὶ μιᾶς δυνάμεως ἡγούμενος.
Ἔοικε δὲ τούτοις καὶ τὰ Αἰγύπτια. τὴν μὲν γὰρ
Ἶσιν πολλάκις τῷ τῆς Ἀθηνᾶς ὀνόματι καλοῦσι φρά-
[376.A.10] ζοντι τοιοῦτον λόγον ‘ἦλθον ἀπ' ἐμαυτῆς,’ ὅπερ ἐστὶν
αὐτοκινήτου φορᾶς δηλωτικόν· ὁ δὲ Τυφών, ὥσπερ εἴρη-
[376.B] ται (367d 371b c), Σὴθ καὶ Βέβων καὶ Σμὺ ὀνομάζεται,
βίαιόν τινα καὶ κωλυτικὴν ἐπίσχεσιν <ἤ τιν'> ὑπεναντίω-
σιν ἢ ἀναστροφὴν ἐμφαίνειν βουλομένων τῶν ὀνομάτων.
ἔτι τὴν σιδηρῖτιν λίθον ὀστέον Ὥρου, Τυφῶνος δὲ τὸν
σίδηρον, ὡς ἱστορεῖ Μανεθώς (fr. 77 M.), καλοῦσιν·
ὥσπερ γὰρ ὁ σίδηρος πολλάκις μὲν ἑλκομένῳ καὶ ἑπο-
μένῳ πρὸς τὴν λίθον ὅμοιός ἐστι, πολλάκις δ' ἀποστρέ-
φεται καὶ ἀποκρούεται πρὸς τοὐναντίον, οὕτως ἡ σωτή-
ριος καὶ ἀγαθὴ καὶ λόγον ἔχουσα τοῦ κόσμου κίνησις
ἐπιστρέφει † τότε καὶ προσάγεται καὶ μαλακωτέραν ποιεῖ
πείθουσα τὴν σκληρὰν ἐκείνην καὶ τυφώνειον, εἶτ' αὖθις
ἀνασχεθεῖσα εἰς ἑαυτὴν ἀνέστρεψε καὶ κατέδυσεν εἰς
[376.C] τὴν ἀπορίαν. ἔτι φησὶ περὶ τοῦ Διὸς ὁ Εὔδοξος (fr. 62)
μυθολογεῖν Αἰγυπτίους, ὡς τῶν σκελῶν συμπεφυκότων
αὐτῷ μὴ δυνάμενος βαδίζειν ὑπ' αἰσχύνης <ἐν> ἐρημίᾳ
διέτριβεν· ἡ δ' Ἶσις διατεμοῦσα καὶ διαστήσασα τὰ
μέρη ταῦτα τοῦ σώματος ἀρτίποδα τὴν πορείαν παρέ-
σχεν. αἰνίττεται δὲ καὶ διὰ τούτων ὁ μῦθος, ὅτι καθ'
ἑαυτὸν ὁ τοῦ θεοῦ νοῦς καὶ λόγος ἐν τῷ ἀοράτῳ καὶ
ἀφανεῖ βεβηκὼς εἰς γένεσιν ὑπὸ κινήσεως προῆλθεν.
Ἐμφαίνει καὶ τὸ σεῖστρον, ὅτι σείεσθαι δεῖ τὰ
ὄντα καὶ μηδέποτε παύεσθαι φορᾶς, ἀλλ' οἷον ἐξεγείρε-
σθαι καὶ κλονεῖσθαι καταδαρθάνοντα καὶ μαραινόμενα.
[376.D] τὸν γὰρ Τυφῶνά φασι τοῖς σείστροις ἀποτρέπειν καὶ
ἀποκρούεσθαι δηλοῦντες, ὅτι τῆς φθορᾶς συνδεούσης καὶ
ἱστάσης αὖθις ἀναλύει τὴν φύσιν καὶ ἀνίστησι διὰ τῆς
κινήσεως ἡ γένεσις. τοῦ δὲ σείστρου περιφεροῦς ἄνωθεν
ὄντος ἡ ἁψὶς περιέχει τὰ σειόμενα τέτταρα. καὶ γὰρ ἡ
γεννωμένη καὶ φθειρομένη μοῖρα τοῦ κόσμου περιέχεται
μὲν ὑπὸ τῆς σεληνιακῆς σφαίρας, κινεῖται δ' ἐν αὐτῇ
πάντα καὶ μεταβάλλεται διὰ τῶν τεττάρων στοιχείων,
πυρὸς καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος. τῇ δ' ἁψῖδι τοῦ
σείστρου κατὰ κορυφὴν ἐντορεύουσιν αἴλουρον ἀνθρώ-
που πρόσωπον ἔχοντα, κάτω δ' ὑπὸ τὰ σειόμενα πῆ
[376.E] μὲν Ἴσιδος πῆ δὲ Νέφθυος πρόσωπον, αἰνιττόμενοι τοῖς
μὲν προσώποις γένεσιν καὶ τελευτήν (αὗται γάρ εἰσι
τῶν στοιχείων μεταβολαὶ καὶ κινήσεις), τῷ δ' αἰλούρῳ
τὴν σελήνην διὰ τὸ ποικίλον καὶ νυκτουργὸν καὶ γόνιμον
τοῦ θηρίου. λέγεται γὰρ ἓν τίκτειν, εἶτα δύο καὶ τρία
καὶ τέσσαρα καὶ πέντε, καὶ καθ' ἓν οὕτως ἄχρι τῶν
ἑπτὰ προστίθησιν, ὥστ' ὀκτὼ καὶ εἴκοσι τὰ πάντα
τίκτειν, ὅσα καὶ τῆς σελήνης φῶτ' ἔστιν. τοῦτο μὲν οὖν
ἴσως μυθωδέστερον· αἱ δ' ἐν τοῖς ὄμμασιν αὐτοῦ κόραι
πληροῦσθαι μὲν καὶ πλατύνεσθαι δοκοῦσιν ἐν πανσελή-
[376.F] νῳ, λεπτύνεσθαι δὲ καὶ μαραυγεῖν ἐν ταῖς μειώσεσι τοῦ
ἄστρου. τῷ δ' ἀνθρωπομόρφῳ τοῦ αἰλούρου τὸ νοερὸν
καὶ λογικὸν ἐμφαίνεται τῶν περὶ τὴν σελήνην μετα-
βολῶν.
Συνελόντι δ' εἰπεῖν οὔθ' ὕδωρ οὔθ' ἥλιον οὔτε
γῆν οὔτ' οὐρανὸν Ὄσιριν ἢ Ἶσιν ὀρθῶς ἔχει νομίζειν
οὐδὲ πῦρ Τυφῶνα πάλιν οὐδ' αὐχμὸν οὐδὲ θάλατταν,
ἀλλ' ἁπλῶς ὅσον ἐστὶν ἐν τούτοις ἄμετρον καὶ ἄτακτον
[377.A] ὑπερβολαῖς ἢ ἐνδείαις Τυφῶνι προσνέμοντες, | τὸ δὲ κε-
κοσμημένον καὶ ἀγαθὸν καὶ ὠφέλιμον ὡς Ἴσιδος μὲν
ἔργον εἰκόνα δὲ καὶ μίμημα καὶ λόγον Ὀσίριδος σεβό-
μενοι καὶ τιμῶντες οὐκ ἂν ἁμαρτάνοιμεν. ἀλλὰ καὶ τὸν
Εὔδοξον ἀπιστοῦντα παύσομεν καὶ διαποροῦντα (fr. 63),
πῶς οὔτε Δήμητρι τῆς τῶν ἐρωτικῶν ἐπιμελείας μέτεστιν
ἀλλ' Ἴσιδι τόν τε Διόνυσον <Ὀσίριδι προσομοιοῦσι τὸν> οὐ
τὸν Νεῖλον αὔξειν οὔτε τῶν τεθνηκότων ἄρχειν δυνάμε-
νον. ἑνὶ γὰρ λόγῳ κοινῷ τοὺς θεοὺς τούτους περὶ πᾶσαν
ἀγαθοῦ μοῖραν ἡγούμεθα τετάχθαι καὶ πᾶν ὅσον ἔνεστι
τῇ φύσει καλὸν καὶ ἀγαθὸν διὰ τούτους ὑπάρχειν, τὸν μὲν
[377.B] διδόντα τὰς ἀρχάς, τὴν δ' ὑποδεχομένην καὶ διανέμουσαν.
Οὕτω δὲ καὶ τοῖς πολλοῖς καὶ φορτικοῖς ἐπιχειρή-
σομεν, εἴτε ταῖς καθ' ὥραν μεταβολαῖς τοῦ περιέχοντος
εἴτε ταῖς καρπῶν γενέσεσι καὶ σποραῖς καὶ ἀρότοις
χαίρουσι τὰ περὶ τοὺς θεοὺς τούτοις συνοικειοῦντες καὶ
λέγοντες θάπτεσθαι μὲν τὸν Ὄσιριν, ὅτε κρύπτεται τῇ
γῇ σπειρόμενος ὁ καρπός, αὖθις δ' ἀναβιοῦσθαι καὶ
ἀναφαίνεσθαι, ὅτε βλαστήσεως ἀρχή· διὸ καὶ λέγεσθαι
τὴν Ἶσιν αἰσθομένην ὅτι κύει περιάψασθαι φυλακτήριον
ἕκτῃ μηνὸς ἱσταμένου Φαωφί, τίκτεσθαι δὲ τὸν Ἁρποκρά-
την περὶ τροπὰς χειμερινὰς ἀτελῆ καὶ νεαρὸν ἐν τοῖς
[377.C] προανθοῦσι καὶ προβλαστάνουσι (διὸ καὶ φακῶν αὐτῷ
φυομένων ἀπαρχὰς ἐπιφέρουσι), τὰς δὲ λοχείους ἡμέρας
ἑορτάζειν μετὰ τὴν ἐαρινὴν ἰσημερίαν. ταῦτα γὰρ ἀκού-
οντες ἀγαπῶσι καὶ πιστεύουσιν, αὐτόθεν ἐκ τῶν προ-
χείρων καὶ συνήθων τὸ πιθανὸν ἕλκοντες.
Καὶ δεινὸν οὐδέν, ἂν πρῶτον μὲν ἡμῖν τοὺς θεοὺς
φυλάττωσι κοινοὺς καὶ μὴ ποιῶσιν Αἰγυπτίων ἰδίους
μηδὲ Νεῖλον ἥν τε Νεῖλος ἄρδει μόνην χώραν τοῖς ὀνό-
μασι τούτοις καταλαμβάνοντες μηδ' ἕλη μηδὲ λωτοὺς
† μὴ θεοποιίαν λέγοντες ἀποστερῶσι μεγάλων θεῶν τοὺς
ἄλλους ἀνθρώπους, οἷς Νεῖλος μὲν οὐκ ἔστιν οὐδὲ Βοῦτος
[377.D] οὐδὲ Μέμφις, Ἶσιν δὲ καὶ τοὺς περὶ αὐτὴν θεοὺς ἔχουσι
καὶ γιγνώσκουσιν ἅπαντες, ἐνίους μὲν οὐ πάλαι τοῖς παρ'
Αἰγυπτίων ὀνόμασι καλεῖν μεμαθηκότες, ἑκάστου δὲ τὴν
δύναμιν ἐξ ἀρχῆς ἐπιστάμενοι καὶ τιμῶντες· δεύτερον, ὃ
μεῖζόν ἐστιν, ὅπως σφόδρα προσέξουσι καὶ φοβήσονται,
μὴ λάθωσιν εἰς πνεύματα καὶ ῥεύματα καὶ σπόρους καὶ
ἀρότους καὶ πάθη γῆς καὶ μεταβολὰς ὡρῶν διαγρά-
φοντες τὰ θεῖα καὶ διαλύοντες, ὥσπερ οἱ Διόνυσον τὸν
οἶνον, Ἥφαιστον δὲ τὴν φλόγα· Φερσεφόνην δέ φησί που
Κλεάνθης (fr. 547) τὸ διὰ τῶν καρπῶν φερόμενον καὶ
φονευόμενον πνεῦμα, ποιητὴς δέ τις ἐπὶ τῶν θεριζόντων
(EGF p. 73)
[377.D.12]
[377.E] ‘τῆμος ὅτ' αἰζηοὶ Δημήτερα κωλοτομεῦσιν·’
οὐδὲν γὰρ οὗτοι διαφέρουσι τῶν ἱστία καὶ κάλους καὶ
ἄγκυραν ἡγουμένων κυβερνήτην καὶ νήματα καὶ κρόκας
ὑφάντην καὶ σπονδεῖον ἢ μελίκρατον ἢ πτισάνην ἰατρόν·
ἀλλὰ δεινὰς καὶ ἀθέους ἐμποιοῦσι δόξας, ἀναισθήτοις
καὶ ἀψύχοις καὶ φθειρομέναις ἀναγκαίως ὑπ' ἀνθρώπων
δεομένων καὶ χρωμένων φύσεσι καὶ πράγμασιν ὀνόματα
θεῶν ἐπιφέροντες. ταῦτα μὲν γὰρ αὐτὰ νοῆσαι θεοὺς
οὐκ ἔστιν, οὐ γὰρ ἄνουν οὐδ' ἄψυχον <οὐδ'> ἀνθρώ-
ποις ὁ θεὸς ὑποχείριον· ἀπὸ τούτων δὲ τοὺς χρωμένους
αὐτοῖς καὶ δωρουμένους ἡμῖν καὶ παρέχοντας ἀέναα καὶ
[377.F] διαρκῆ θεοὺς ἐνομίσαμεν, οὐχ ἑτέρους παρ' ἑτέροις οὐδὲ
βαρβάρους καὶ Ἕλληνας οὐδὲ νοτίους καὶ βορείους· ἀλλ'
ὥσπερ ἥλιος καὶ σελήνη καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα
κοινὰ πᾶσιν, ὀνομάζεται δ' ἄλλως ὑπ' ἄλλων, οὕτως
ἑνὸς λόγου τοῦ ταῦτα κοσμοῦντος καὶ μιᾶς προνοίας
[378.A] ἐπιτροπευούσης | καὶ δυνάμεων ὑπουργῶν ἐπὶ πάντα τε-
ταγμένων ἕτεραι παρ' ἑτέροις κατὰ νόμους γεγόνασι
τιμαὶ καὶ προσηγορίαι, καὶ συμβόλοις χρῶνται καθιερω-
μένοις οἱ μὲν ἀμυδροῖς οἱ δὲ τρανοτέροις, ἐπὶ τὰ θεῖα
τὴν νόησιν ὁδηγοῦντες οὐκ ἀκινδύνως· ἔνιοι γὰρ ἀπο-
σφαλέντες παντάπασιν εἰς δεισιδαιμονίαν ὤλισθον, οἱ
δὲ φεύγοντες ὥσπερ ἕλος τὴν δεισιδαιμονίαν ἔλαθον αὖθις
ὥσπερ εἰς κρημνὸν ἐμπεσόντες τὴν ἀθεότητα.
Διὸ δεῖ μάλιστα πρὸς ταῦτα λόγον ἐκ φιλοσοφίας
μυσταγωγὸν ἀναλαβόντας ὁσίως διανοεῖσθαι τῶν λεγο-
μένων καὶ δρωμένων ἕκαστον, ἵνα μή, καθάπερ Θεόδω-
[378.B] ρος εἶπε τοὺς λόγους αὐτοῦ τῇ δεξιᾷ προτείνοντος ἐνίους
τῇ ἀριστερᾷ δέχεσθαι τῶν ἀκροωμένων, οὕτως ἡμεῖς ἃ
καλῶς οἱ νόμοι περὶ τὰς θυσίας καὶ τὰς ἑορτὰς ἔταξαν
[378.B.4] ἑτέρως ὑπολαμβάνοντες ἐξαμάρτωμεν. ὅτι γὰρ ἐπὶ τὸν
λόγον ἀνοιστέον ἅπαντα, καὶ παρ' αὐτῶν ἐκείνων ἔστι
λαβεῖν. τῇ μὲν γὰρ ἐνάτῃ ἐπὶ δέκα τοῦ πρώτου μηνὸς
ἑορτάζοντες τῷ Ἑρμῇ μέλι καὶ σῦκον ἐσθίουσιν ἐπιλέγον-
τες ‘γλυκὺ ἡ ἀλήθεια’· τὸ δὲ τῆς Ἴσιδος φυλακτήριον,
ὃ περιάπτεσθαι μυθολογοῦσιν αὐτήν, ἐξερμηνεύεται ‘φωνὴ
ἀληθής.’ τὸν δ' Ἁρποκράτην οὔτε θεὸν ἀτελῆ καὶ νήπιον
[378.C] οὔτε χεδρόπων τινὰ νομιστέον, ἀλλὰ τοῦ περὶ θεῶν ἐν
ἀνθρώποις λόγου νεαροῦ καὶ ἀτελοῦς καὶ ἀδιαρθρώτου
προστάτην καὶ σωφρονιστήν· διὸ τῷ στόματι τὸν δάκτυ-
λον ἔχει προσκείμενον ἐχεμυθίας καὶ σιωπῆς σύμβολον,
ἐν δὲ τῷ Μεσορὴ μηνὶ τῶν χεδρόπων ἐπιφέροντες λέγου-
σιν ‘γλῶσσα τύχη, γλῶσσα δαίμων.’ τῶν δ' ἐν Αἰγύπτῳ
φυτῶν μάλιστα τῇ θεῷ καθιερῶσθαι λέγουσι τὴν περ-
σέαν, ὅτι καρδίᾳ μὲν ὁ καρπὸς αὐτῆς, γλώττῃ δὲ τὸ
φύλλον ἔοικεν. οὐδὲν γὰρ ὧν ἄνθρωπος ἔχειν πέφυκε
θειότερον λόγου καὶ μάλιστα τοῦ περὶ θεῶν οὐδὲ μείζονα
ῥοπὴν ἔχει πρὸς εὐδαιμονίαν. διὸ τῷ μὲν εἰς τὸ χρηστή-
[378.D] ριον ἐνταῦθα κατιόντι παρεγγυῶμεν ὅσια φρονεῖν, εὔφημα
λέγειν· οἱ δὲ πολλοὶ γελοῖα δρῶσιν ἐν ταῖς πομπαῖς καὶ
ταῖς ἑορταῖς εὐφημίαν προκηρύττοντες, εἶτα περὶ τῶν
θεῶν αὐτῶν τὰ δυσφημότατα καὶ λέγοντες καὶ διανοού-
μενοι.
Πῶς οὖν χρηστέον ἐστὶ ταῖς σκυθρωπαῖς καὶ
ἀγελάστοις καὶ πενθίμοις θυσίαις, εἰ μήτε παραλείπειν
τὰ νενομισμένα καλῶς ἔχει μήτε φύρειν τὰς περὶ θεῶν
δόξας καὶ συνταράττειν ὑποψίαις ἀτόποις; καὶ παρ' Ἕλ-
λησιν ὅμοια πολλὰ γίνεται περὶ τὸν αὐτὸν ὁμοῦ τι
χρόνον, οἷς Αἰγύπτιοι δρῶσιν ἐν τοῖς Ἰσείοις. καὶ γὰρ
Ἀθήνησι νηστεύουσιν αἱ γυναῖκες ἐν Θεσμοφορίοις χαμαὶ
[378.E] καθήμεναι, καὶ Βοιωτοὶ τὰ τῆς Ἀχαίας μέγαρα κινοῦσιν
ἐπαχθῆ τὴν ἑορτὴν ἐκείνην ὀνομάζοντες, ὡς διὰ τὴν τῆς
Κόρης κάθοδον ἐν ἄχει τῆς Δήμητρος οὔσης. ἔστι δ' ὁ
μὴν οὗτος περὶ Πλειάδας σπόριμος, ὃν Ἀθὺρ Αἰγύπτιοι,
Πυανεψιῶνα δ' Ἀθηναῖοι, Βοιωτοὶ δὲ Δαμάτριον κα-
λοῦσι. τοὺς δὲ πρὸς ἑσπέραν οἰκοῦντας ἱστορεῖ Θεόπομπος
(fr. 335 FGrHist.) ἡγεῖσθαι καὶ καλεῖν τὸν μὲν χει-
μῶνα Κρόνον, τὸ δὲ θέρος Ἀφροδίτην, τὸ δ' ἔαρ Περσε-
φόνην· ἐκ δὲ Κρόνου καὶ Ἀφροδίτης γεννᾶσθαι πάντα.
Φρύγες δὲ τὸν θεὸν οἰόμενοι χειμῶνος καθεύδειν θέρους
δ' ἐγρηγορέναι τοτὲ μὲν κατευνασμούς, τοτὲ δ' ἀνεγέρσεις
[378.F] βακχεύοντες αὐτῷ τελοῦσι· Παφλαγόνες δὲ καταδεῖσθαι
καὶ καθείργνυσθαι χειμῶνος, ἦρος δὲ κινεῖσθαι καὶ
ἀναλύεσθαι φάσκουσι· καὶ δίδωσιν ὁ καιρὸς ὑπό-
νοιαν ἐπὶ τῶν καρπῶν τῇ ἀποκρύψει γενέσθαι τὸν σκυθρω-
πασμόν, οὓς οἱ παλαιοὶ θεοὺς μὲν οὐκ ἐνόμιζον, ἀλλὰ
δῶρα θεῶν ἀναγκαῖα καὶ μεγάλα πρὸς τὸ μὴ ζῆν ἀγρίως
[379.A] καὶ θηριωδῶς· | καθ' ἣν δ' ὥραν τοὺς μὲν ἀπὸ δένδρων
ἑώρων ἀφανιζομένους παντάπασιν καὶ ἀπολείποντας, τοὺς
δὲ καὶ αὐτοὶ κατέσπειρον ἔτι γλίσχρως καὶ ἀπόρως,
διαμώμενοι ταῖς χερσὶ τὴν γῆν καὶ περιστέλλοντες
αὖθις, ἐπ' ἀδήλῳ τῷ πάλιν ἐκφανεῖσθαι καὶ συντέλειαν
ἕξειν ἀποθέμενοι πολλὰ θάπτουσιν ὅμοια καὶ πενθοῦσιν
ἔπραττον. εἶθ' ὥσπερ ἡμεῖς τὸν ὠνούμενον βιβλία Πλά-
τωνος ὠνεῖσθαί φαμεν Πλάτωνα καὶ Μένανδρον ὑπο-
κρίνεσθαι τὸν τὰ Μενάνδρου ποιήμαθ' διατιθέμενον,
οὕτως ἐκεῖνοι τοῖς τῶν θεῶν ὀνόμασι τὰ τῶν θεῶν δῶρα
[379.B] καὶ ποιήματα καλεῖν οὐκ ἐφείδοντο, τιμῶντες ὑπὸ χρείας
καὶ σεμνύνοντες. οἱ δ' ὕστερον ἀπαιδεύτως δεχόμενοι καὶ
ἀμαθῶς ἀναστρέφοντες ἐπὶ τοὺς θεοὺς τὰ πάθη τῶν
καρπῶν καὶ τὰς παρουσίας τῶν ἀναγκαίων καὶ ἀπο-
κρύψεις θεῶν γενέσεις καὶ φθορὰς οὐ προσαγορεύοντες
μόνον ἀλλὰ καὶ νομίζοντες ἀτόπων καὶ παρανόμων καὶ
τεταραγμένων δοξῶν αὑτοὺς ἐνέπλησαν, καίτοι τοῦ παρα-
λόγου τὴν ἀτοπίαν ἐν ὀφθαλμοῖς ἔχοντες. ὁ μὲν οὖν
Ξενοφάνης ὁ Κολοφώνιος (A 13) ἠξίωσε τοὺς Αἰγυπτίους,
εἰ θεοὺς νομίζουσι, μὴ θρηνεῖν, εἰ δὲ θρηνοῦσι, θεοὺς μὴ
νομίζειν, *** ἀλλ' ὅτι γελοῖον ἅμα θρηνοῦντας εὔχεσθαι
τοὺς καρποὺς πάλιν ἀναφαίνειν καὶ τελειοῦν ἑαυτοῖς,
[379.C] ὅπως πάλιν ἀναλίσκωνται καὶ θρηνῶνται· τὸ δ' οὐκ
ἔστι τοιοῦτον, ἀλλὰ θρηνοῦσι μὲν τοὺς καρπούς, εὔχονται
δὲ τοῖς αἰτίοις καὶ δοτῆρσι θεοῖς ἑτέρους πάλιν νέους
ποιεῖν καὶ ἀναφύειν ἀντὶ τῶν ἀπολλυμένων. ὅθεν ἄριστα
λέγεται παρὰ τοῖς φιλοσόφοις τὸ τοὺς μὴ μανθάνοντας
ὀρθῶς ἀκούειν ὀνομάτων κακῶς χρῆσθαι καὶ τοῖς πράγ-
μασιν· ὥσπερ Ἑλλήνων οἱ τὰ χαλκᾶ καὶ τὰ γραπτὰ καὶ
λίθινα μὴ μαθόντες μηδ' ἐθισθέντες ἀγάλματα καὶ τιμὰς
θεῶν ἀλλὰ θεοὺς καλεῖν, εἶτα τολμῶντες λέγειν, ὅτι τὴν
Ἀθηνᾶν Λαχάρης ἐξέδυσε, τὸν δ' Ἀπόλλωνα χρυσοῦς
βοστρύχους ἔχοντα Διονύσιος ἀπέκειρεν, ὁ δὲ Ζεὺς ὁ
[379.D] Καπετώλιος περὶ τὸν ἐμφύλιον πόλεμον ἐνεπρήσθη καὶ
διεφθάρη, λανθάνουσι συνεφελκόμενοι καὶ παραδεχόμενοι
δόξας πονηρὰς ἑπομένας τοῖς ὀνόμασιν.
Τοῦτο δ' οὐχ ἥκιστα πεπόνθασιν Αἰγύπτιοι περὶ τὰ
τιμώμενα τῶν ζῴων. Ἕλληνες μὲν γὰρ ἔν γε τούτοις
λέγουσιν ὀρθῶς καὶ νομίζουσιν ἱερὸν Ἀφροδίτης ζῷον
εἶναι τὴν περιστερὰν καὶ τὸν δράκοντα τῆς Ἀθηνᾶς καὶ
τὸν κόρακα τοῦ Ἀπόλλωνος καὶ τὸν κύνα τῆς Ἀρτέμιδος,
ὡς Εὐριπίδης (fr. 968)·
[379.D.9]
‘Ἑκάτης ἄγαλμα φωσφόρου κύων ἔσῃ’·
[379.D.10]
Αἰγυπτίων δ' οἱ πολλοὶ θεραπεύοντες αὐτὰ τὰ ζῷα καὶ
περιέποντες ὡς θεοὺς οὐ γέλωτος μόνον οὐδὲ χλευα-
[379.E] σμοῦ καταπεπλήκασι τὰς ἱερουργίας, ἀλλὰ τοῦτο τῆς
ἀβελτερίας ἐλάχιστόν ἐστι κακόν· δόξα δ' ἐμφύεται δεινὴ
τοὺς μὲν ἀσθενεῖς καὶ ἀκάκους εἰς ἄκρατον ὑπερείπουσα
τὴν δεισιδαιμονίαν, τοῖς δὲ δριμυτέροις καὶ θρασυτέροις
εἰς ἀθέους ἐμπίπτουσα καὶ θηριώδεις λογισμούς. ᾗ καὶ
περὶ τούτων τὰ εἰκότα διελθεῖν οὐκ ἀνάρμοστόν ἐστι·
τὸ μὲν γὰρ εἰς ταῦτα τὰ ζῷα τοὺς θεοὺς τὸν Τυ-
φῶνα δείσαντας μεταβαλεῖν, οἷον ἀποκρύπτοντας ἑαυτοὺς
σώμασιν ἴβεων καὶ κυνῶν καὶ ἱεράκων, πᾶσαν ὑπερ-
πέπαικε τερατείαν καὶ μυθολογίαν, καὶ τὸ ταῖς ψυχαῖς
[379.F] τῶν θανόντων ὅσαι διαμένουσιν εἰς ταῦτα μόνα γίνεσθαι
τὴν παλιγγενεσίαν ὁμοίως ἄπιστον. τῶν δὲ βουλομένων
πολιτικήν τινα λέγειν αἰτίαν οἱ μὲν Ὄσιριν ἐν τῇ μεγάλῃ
στρατιᾷ φασιν εἰς μέρη πολλὰ διανείμαντα τὴν δύναμιν
(λόχους καὶ τάξεις Ἑλληνικῶς καλοῦσιν), ἐπίσημα δοῦ-
ναι [καὶ] ζῳόμορφα πᾶσιν, ὧν ἕκαστον τῷ γένει τῶν
[380.A] συννεμηθέντων ἱερὸν γενέσθαι καὶ τίμιον· | οἱ δὲ τοὺς
ὕστερον βασιλεῖς ἐκπλήξεως ἕνεκα τῶν πολεμίων ἐν ταῖς
μάχαις ἐπιφαίνεσθαι θηρίων χρυσᾶς προτομὰς καὶ ἀρ-
γυρᾶς περιτιθεμένους· ἄλλοι δὲ [τῶνδε] τῶν δεινῶν τινα
καὶ πανούργων βασιλέων ἱστοροῦσι τοὺς Αἰγυπτίους κατα-
μαθόντα τῇ μὲν φύσει κούφους καὶ πρὸς μεταβολὴν καὶ
νεωτερισμὸν ὀξυρρόπους ὄντας, ἄμαχον δὲ καὶ δυσκάθεκ-
τον ὑπὸ πλήθους δύναμιν ἐν τῷ συμφρονεῖν καὶ κοινο-
πραγεῖν ἔχοντας, ἀίδιον αὐτοῖς ἐγκατασπεῖραι δείξαντα
δεισιδαιμονίαν διαφορᾶς ἀπαύστου πρόφασιν. τῶν γὰρ
θηρίων, ἃ προσέταξεν ἄλλοις ἄλλα τιμᾶν καὶ σέβεσθαι,
[380.B] δυσμενῶς καὶ πολεμικῶς ἀλλήλοις προσφερομένων καὶ
τροφὴν ἑτέρων ἕτερα προσίεσθαι πεφυκότων ἀμύνοντες
ἀεὶ τοῖς οἰκείοις ἕκαστοι καὶ χαλεπῶς ἀδικουμένων φέ-
ροντες ἐλάνθανον ταῖς τῶν θηρίων ἔχθραις συνεφελκό-
μενοι καὶ συνεκπολεμούμενοι πρὸς ἀλλήλους. μόνοι γὰρ
ἔτι νῦν Αἰγυπτίων Λυκοπολῖται πρόβατον ἐσθίουσιν, ἐπεὶ
καὶ λύκος, ὃν θεὸν νομίζουσιν· οἱ δ' Ὀξυρυγχῖται καθ'
ἡμᾶς τῶν Κυνοπολιτῶν τὸν ὀξύρυγχον ἰχθὺν ἐσθιόντων
κύνα συλλαβόντες καὶ θύσαντες ὡς ἱερεῖον κατέφαγον,
ἐκ δὲ τούτου καταστάντες εἰς πόλεμον ἀλλήλους τε
[380.C] διέθηκαν κακῶς καὶ ὕστερον ὑπὸ Ῥωμαίων κολαζόμενοι
διετέθησαν. πολλῶν δὲ λεγόντων εἰς ταῦτα τὰ ζῷα
τὴν Τυφῶνος αὐτοῦ διῃρῆσθαι ψυχὴν αἰνίττεσθαι δόξειεν
ἂν ὁ μῦθος, ὅτι πᾶσα φύσις ἄλογος καὶ θηριώδης τῆς
τοῦ κακοῦ δαίμονος γέγονε μοίρας, κἀκεῖνον ἐκμειλισ-
σόμενοι καὶ παρηγοροῦντες περιέπουσι ταῦτα καὶ θερα-
πεύουσιν· ἂν δὲ πολὺς ἐμπίπτῃ καὶ χαλεπὸς αὐχμὸς
ἐπάγων ὑπερβαλλόντως ἢ νόσους ὀλεθρίους ἢ συμφορὰς
ἄλλας παραλόγους καὶ ἀλλοκότους, ἔνια τῶν τιμωμένων
οἱ ἱερεῖς ἀπάγοντες ὑπὸ σκότῳ μετὰ σιωπῆς καὶ ἡσυχίας
[380.D] ἀπειλοῦσι καὶ δεδίττονται τὸ πρῶτον, ἂν δ' ἐπιμένῃ,
καθιερεύουσι καὶ σφάττουσιν, ὡς δή τινα κολασμὸν
ὄντα τοῦ δαίμονος τοῦτον ἢ καθαρμὸν ἄλλως μέγαν ἐπὶ
μεγίστοις· καὶ γὰρ ἐν Εἰλειθυίας πόλει ζῶντας ἀνθρώ-
πους κατεπίμπρασαν, ὡς Μανεθὼς ἱστόρηκε, Τυφω-
νείους καλοῦντες καὶ τὴν τέφραν αὐτῶν λικμῶντες ἠφάνι-
ζον καὶ διέσπειρον. ἀλλὰ τοῦτο μὲν ἐδρᾶτο φανερῶς καὶ
καθ' ἕνα καιρὸν ἐν ταῖς κυνάσιν ἡμέραις· αἱ δὲ τῶν
τιμωμένων ζῴων καθιερεύσεις ἀπόρρητοι καὶ χρόνοις
ἀτάκτοις πρὸς τὰ συμπίπτοντα γινόμεναι τοὺς πολλοὺς
λανθάνουσι, πλὴν ὅταν <Ἄπιδος> ταφὰς ἔχωσι καὶ τῶν
[380.E] ἄλλων ἀναδεικνύντες ἔνια πάντων παρόντων συνεμβάλ-
λωσιν οἰόμενοι τοῦ Τυφῶνος ἀντιλυπεῖν καὶ κολούειν τὸ
ἡδόμενον. ὁ γὰρ Ἆπις δοκεῖ μετ' ὀλίγων ἄλλων ἱερὸς
εἶναι τοῦ Ὀσίριδος· ἐκείνῳ δὲ τὰ πλεῖστα προσνέμουσι.
κἂν ἀληθὴς ὁ λόγος οὗτος, σημαίνειν ἡγοῦμαι τὸ ζητού-
μενον ἐπὶ τῶν ὁμολογουμένων καὶ κοινὰς ἐχόντων τὰς
τιμάς, οἷόν ἐστιν ἶβις καὶ ἱέραξ καὶ κυνοκέφαλος, αὐτὸς
ὁ Ἆπις ***· οὕτω δὴ γὰρ τὸν ἐν Μένδητι τράγον κα-
λοῦσι.
Λείπεται δὲ δὴ τὸ χρειῶδες καὶ τὸ συμβολικόν, ὧν
ἔνια θατέρου, πολλὰ δ' ἀμφοῖν μετέσχηκε. βοῦν μὲν οὖν
καὶ πρόβατον καὶ ἰχνεύμονα δῆλον ὅτι χρείας ἕνεκα καὶ
[380.F] ὠφελείας ἐτίμησαν, ὡς Λήμνιοι κορύδους τὰ τῶν ἀττα-
λάβων εὑρίσκοντας ᾠὰ καὶ κόπτοντας, Θεσσαλοὶ δὲ
πελαργούς, ὅτι πολλοὺς ὄφεις τῆς γῆς ἀναδιδούσης
ἐπιφανέντες ἐξώλεσαν ἅπαντας (διὸ καὶ νόμον ἔθεντο
φεύγειν ὅστις ἂν ἀποκτείνῃ πελαργόν)· ἀσπίδα δὲ καὶ
γαλῆν καὶ κάνθαρον, εἰκόνας τινὰς ἐν αὐτοῖς ἀμαυρὰς |
[381.A] ὥσπερ ἐν σταγόσιν ἡλίου τῆς τῶν θεῶν δυνάμεως κατι-
δόντες. τὴν μὲν γὰρ γαλῆν ἔτι πολλοὶ νομίζουσι καὶ
λέγουσι κατὰ τὸ οὖς ὀχευομένην τῷ δὲ στόματι τίκτου-
σαν εἴκασμα τῆς τοῦ λόγου γενέσεως εἶναι· τὸ δὲ κανθά-
ρων γένος οὐκ ἔχειν θήλειαν, ἄρρενας δὲ πάντας ἀφιέναι
τὸν γόνον εἰς τὴν σφαιροποιουμένην ὕλην, ἣν κυλινδοῦσιν
ἀντιβάδην ὠθοῦντες, ὥσπερ δοκεῖ τὸν οὐρανὸν ὁ ἥλιος
ἐς τοὐναντίον περιστρέφειν αὐτὸς ἀπὸ δυσμῶν ἐπὶ τὰς
ἀνατολὰς φερόμενος· ἀσπίδα δ' ὡς ἀγήρω καὶ χρωμένην
κινήσεσιν ἀνοργάνοις μετ' εὐπετείας καὶ ὑγρότητος
[381.B] ἀστραπῇ προσείκασαν. οὐ μὴν οὐδ' ὁ κροκόδειλος
αἰτίας πιθανῆς ἀμοιροῦσαν ἔσχηκε τιμήν, ἀλλὰ μίμημα
θεοῦ λέγεται γεγονέναι μόνος μὲν ἄγλωσσος ὤν· φωνῆς
γὰρ ὁ θεῖος λόγος ἀπροσδεής ἐστι καί ‘δι' ἀψόφου
βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτ' ἄγει’ (Eur.
Tro. 887/8)· μόνου δέ φασιν ἐν ὑγρῷ διαιτωμένου τὰς
ὄψεις ὑμένα λεῖον καὶ διαφανῆ παρακαλύπτειν ἐκ τοῦ
μετώπου κατερχόμενον, ὥστε βλέπειν μὴ βλεπόμενον,
ὃ τῷ πρώτῳ θεῷ συμβέβηκεν. ὅπου δ' ἂν ἡ θήλεια τῆς
χώρας ἀποτέκῃ, τοῦτο Νείλου πέρας ἐπίσταται τῆς
αὐξήσεως γινόμενον. ἐν ὑγρῷ γὰρ οὐ δυνάμεναι, πόρρω
δὲ φοβούμεναι τίκτειν, οὕτως ἀκριβῶς προαισθάνονται
[381.C] τὸ μέλλον, ὥστε τῷ ποταμῷ προσελθόντι χρῆσθαι
λοχευόμεναι, [καὶ] θάλπουσαι δὲ τὰ ᾠὰ ξηρὰ καὶ ἄβρεκτα
φυλάσσειν. ἑξήκοντα δὲ τίκτουσι καὶ τοσαύταις ἡμέραις
ἐκλέπουσι καὶ τοσούτους ζῶσιν ἐνιαυτοὺς οἱ μακρότατον
ζῶντες, ὃ τῶν μέτρων πρῶτόν ἐστι τοῖς περὶ τὰ οὐράνια
πραγματευομένοις. ἀλλὰ μὴν τῶν δι' ἀμφότερα τιμω-
μένων περὶ μὲν τοῦ κυνὸς εἴρηται πρόσθεν (355b 368f)·
ἡ δ' ἶβις ἀποκτείνουσα μὲν τὰ θανατηφόρα τῶν ἑρπετῶν
ἐδίδαξε πρώτη κενώματος ἰατρικοῦ χρείαν κατιδόντας
αὐτὴν κλυζομένην καὶ καθαιρομένην ὑφ' ἑαυτῆς, οἱ δὲ
[381.D] νομιμώτατοι τῶν ἱερέων καθάρσιον ὕδωρ ἁγνιζόμενοι
λαμβάνουσιν ὅθεν ἶβις πέπωκεν· οὐ πίνει γὰρ ἢ νοσῶδες
ἢ πεφαρμαγμένον οὐδὲ πρόσεισι. τῇ δὲ τῶν ποδῶν
διαστάσει πρὸς ἀλλήλους καὶ τὸ ῥύγχος ἰσόπλευρον
ποιεῖ τρίγωνον, ἔτι δ' ἡ τῶν μελάνων πτερῶν πρὸς τὰ
λευκὰ ποικιλία καὶ μῖξις ἐμφαίνει σελήνην ἀμφίκυρτον.
οὐ δεῖ δὲ θαυμάζειν, εἰ γλίσχρας ὁμοιότητας οὕτως
ἠγάπησαν Αἰγύπτιοι. καὶ <γὰρ καὶ> Ἕλληνες ἔν τε
γραπτοῖς ἔν τε πλαστοῖς εἰκάσμασι θεῶν ἐχρήσαντο
πολλοῖς τοιούτοις, οἷον ἐν Κρήτῃ Διὸς ἦν ἄγαλμα μὴ
ἔχον ὦτα· τῷ γὰρ ἄρχοντι καὶ κυρίῳ πάντων οὐδενὸς
[381.E] ἀκούειν προσήκει. τῷ δὲ τῆς Ἀθηνᾶς τὸν δράκοντα
Φειδίας παρέθηκε, τῷ δὲ τῆς Ἀφροδίτης ἐν Ἤλιδι τὴν
χελώνην, ὡς τὰς μὲν παρθένους φυλακῆς δεομένας, ταῖς
δὲ γαμεταῖς οἰκουρίαν καὶ σιωπὴν πρέπουσαν. ἡ δὲ τοῦ
Ποσειδῶνος τρίαινα σύμβολόν ἐστι τῆς τρίτης χώρας,
ἣν θάλαττα κατέχει μετὰ τὸν οὐρανὸν καὶ τὸν ἀέρα
τεταγμένη· διὸ καὶ τὴν Ἀμφιτρίτην καὶ τοὺς Τρίτωνας
οὕτως ὠνόμασαν.
Οἱ δὲ Πυθαγόρειοι καὶ ἀριθμοὺς καὶ σχήματα θεῶν
ἐκόσμησαν προσηγορίαις. τὸ μὲν γὰρ ἰσόπλευρον τρίγωνον
ἐκάλουν Ἀθηνᾶν κορυφαγενῆ καὶ τριτογένειαν, ὅτι τρισὶ
[381.F] καθέτοις ἀπὸ τῶν τριῶν γωνιῶν ἀγομέναις διαιρεῖται·
τὸ δ' ἓν Ἀπόλλωνα πλήθους ἀποφάσει καὶ δι' ἁπλότητα
τῆς μονάδος· ἔριν δὲ τὴν δυάδα καὶ † τόλμαν, δίκην δὲ
τὴν τριάδα· τοῦ γὰρ ἀδικεῖν καὶ ἀδικεῖσθαι κατ' ἔλλει-
ψιν καὶ ὑπερβολὴν ὄντος <τὸ> ἰσότητι δίκαιον ἐν μέσῳ
γέγονεν· ἡ δὲ καλουμένη τετρακτύς, τὰ ἓξ καὶ τριά-
[382.A] κοντα, | μέγιστος ἦν ὅρκος, ὡς τεθρύληται, καὶ κόσμος
ὠνόμασται, τεσσάρων μὲν ἀρτίων τῶν πρώτων, τεσσά-
ρων δὲ τῶν περισσῶν εἰς ταὐτὸ συντιθεμένων ἀποτελού-
μενος. εἴπερ οὖν οἱ δοκιμώτατοι τῶν φιλοσόφων
οὐδ' ἐν ἀψύχοις καὶ ἀσωμάτοις πράγμασιν αἴνιγμα τοῦ
θείου κατιδόντες ἠξίουν ἀμελεῖν οὐδὲν οὐδ' ἀτιμάζειν,
ἔτι μᾶλλον, οἶμαι, τὰς ἐν αἰσθανομέναις καὶ ψυχὴν
ἐχούσαις καὶ πάθος καὶ ἦθος φύσεσιν ἰδιότητας
[κατὰ τὸ ἦθος] ἀγαπητέον [οὖν] οὐ ταῦτα τιμῶν-
τας, ἀλλὰ διὰ τούτων τὸ θεῖον ὡς ἐναργεστέρων
ἐσόπτρων καὶ φύσει γεγονότων. <ἀληθὲς δὲ καὶ
τοῦτ' ἔστιν,> ὡς ὄργανον τὴν ψυχὴν δεῖ τοῦ πάντα
[382.B] κοσμοῦντος θεοῦ νομίζειν καὶ ὅλως ἀξιοῦν γε μηδὲν
ἄψυχον ἐμψύχου μηδ' ἀναίσθητον αἰσθανομένου κρεῖτ-
τον εἶναι μηδ' ἂν τὸν σύμπαντά τις χρυσὸν ὁμοῦ καὶ
σμάραγδον εἰς ταὐτὸ συμφορήσῃ. οὐκ ἐν χρόαις γὰρ
οὐδ' ἐν σχήμασιν οὐδ' ἐν λειότησιν ἐγγίνεται τὸ θεῖον,
ἀλλ' ἀτιμοτέραν ἔχει νεκρῶν μοῖραν, ὅσα μὴ μετέσχε
μηδὲ μετέχειν τοῦ ζῆν πέφυκεν. ἡ δὲ ζῶσα καὶ βλέ-
πουσα καὶ κινήσεως ἀρχὴν ἐξ αὑτῆς ἔχουσα καὶ γνῶσιν
οἰκείων καὶ ἀλλοτρίων φύσις κάλλους τ' ἔσπακεν ἀπορ-
ροὴν καὶ μοῖραν ἐκ τοῦ φρονοῦντος, ‘ὅτῳ κυβερνᾶται τὸ
[τε] σύμπαν’ καθ' Ἡράκλειτον (B 41). ὅθεν οὐ χεῖρον
ἐν τούτοις εἰκάζεται τὸ θεῖον ἢ χαλκοῖς καὶ λιθίνοις
[382.C] δημιουργήμασιν, ἃ φθορὰς μὲν ὁμοίως δέχεται καὶ ἐπι-
χρώσεις, αἰσθήσεως δὲ πάσης φύσει καὶ συνέσεως ἐστέρη-
ται.
Περὶ μὲν οὖν τῶν τιμωμένων ζῴων ταῦτα δοκιμάζω
μάλιστα τῶν λεγομένων· στολαὶ δ' αἱ μὲν Ἴσιδος
ποικίλαι ταῖς βαφαῖς (περὶ γὰρ ὕλην ἡ δύναμις αὐτῆς
πάντα γινομένην καὶ δεχομένην, φῶς σκότος, ἡμέραν
νύκτα, πῦρ ὕδωρ, ζωὴν θάνατον, ἀρχὴν τελευτήν)· ἡ δ'
[382.C.9] Ὀσίριδος οὐκ ἔχει σκιὰν οὐδὲ ποικιλμόν, ἀλλ' ἓν ἁπλοῦν
τὸ φωτοειδές· ἄκρατον γὰρ ἡ ἀρχὴ καὶ ἀμιγὲς τὸ πρῶ-
τον καὶ νοητόν. ὅθεν ἅπαξ ταύτην ἀναλαβόντες ἀποτί-
[382.D] θενται καὶ φυλάττουσιν ἀόρατον καὶ ἄψαυστον, ταῖς δ'
Ἰσιακαῖς χρῶνται πολλάκις. ἐν χρήσει γὰρ τὰ αἰσθητὰ
καὶ πρόχειρα ὄντα πολλὰς ἀναπτύξεις καὶ θέας αὑτῶν
ἄλλοτ' ἄλλως ἀμειβομένων δίδωσιν· ἡ δὲ τοῦ νοητοῦ
καὶ εἰλικρινοῦς καὶ ἁπλοῦ νόησις ὥσπερ ἀστραπὴ δια-
λάμψασα τῆς ψυχῆς ἅπαξ ποτὲ θιγεῖν καὶ προσιδεῖν
παρέσχε. διὸ καὶ Πλάτων (Conv. 210a) καὶ Ἀριστο-
τέλης ἐποπτικὸν τοῦτο τὸ μέρος τῆς φιλοσοφίας καλοῦ-
σιν, καθ' ὅσον οἱ τὰ δοξαστὰ καὶ μικτὰ καὶ παντοδαπὰ
ταῦτα παραμειψάμενοι τῷ λόγῳ πρὸς τὸ πρῶτον ἐκεῖνο
καὶ ἁπλοῦν καὶ ἄυλον ἐξάλλονται καὶ θιγόντες ἀληθῶς
[382.E] τῆς περὶ αὐτὸ καθαρᾶς ἀληθείας οἷον ἐν τελετῇ τέλος
ἔχειν φιλοσοφίας νομίζουσι.
Καὶ τοῦθ' ὅπερ οἱ νῦν ἱερεῖς ἀφοσιούμενοι καὶ
παρακαλυπτόμενοι μετ' εὐλαβείας ὑποδηλοῦσιν, ὡς ὁ
θεὸς οὗτος ἄρχει καὶ βασιλεύει τῶν τεθνηκότων οὐχ
ἕτερος ὢν τοῦ καλουμένου παρ' Ἕλλησιν Ἅιδου καὶ
Πλούτωνος, ἀγνοούμενον ὅπως ἀληθές ἐστι, διαταράτ-
τει τοὺς πολλοὺς ὑπονοοῦντας ἐν γῇ καὶ ὑπὸ γῆν τὸν
ἱερὸν καὶ ὅσιον ὡς ἀληθῶς Ὄσιριν οἰκεῖν, ὅπου τὰ
σώματα κρύπτεται τῶν τέλος ἔχειν δοκούντων. ὁ δ'
ἔστι μὲν αὐτὸς ἀπωτάτω τῆς γῆς ἄχραντος καὶ ἀμίαντος
[382.F] καὶ καθαρὸς οὐσίας ἁπάσης φθορὰν δεχομένης καὶ
θάνατον, ἀνθρώπων δὲ ψυχαῖς ἐνταυθοῖ μὲν ὑπὸ σωμά-
των καὶ παθῶν περιεχομέναις οὐκ ἔστι μετουσία τοῦ
θεοῦ πλὴν ὅσον ὀνείρατος ἀμαυροῦ θιγεῖν νοήσει διὰ
φιλοσοφίας· ὅταν δ' ἀπολυθεῖσαι μεταστῶσιν εἰς τὸ
[383.A] ἀειδὲς καὶ ἀόρατον καὶ ἀπαθὲς καὶ ἁγνόν, | οὗτος αὐταῖς
ἡγεμών ἐστι καὶ βασιλεὺς ὁ θεὸς ἐξηρτημέναις ὡς ἂν
ἀπ' αὐτοῦ καὶ θεωμέναις ἀπλήστως καὶ ποθούσαις τὸ
μὴ φατὸν μηδὲ ῥητὸν ἀνθρώποις κάλλος· οὗ τὴν Ἶσιν
ὁ παλαιὸς ἀποφαίνει λόγος ἐρῶσαν ἀεὶ καὶ διώκουσαν
καὶ συνοῦσαν ἀναπιμπλάναι τὰ ἐνταῦθα πάντων καλῶν
καὶ ἀγαθῶν, ὅσα γενέσεως μετέσχηκε.
Ταῦτα μὲν οὖν οὕτως ἔχει τὸν μάλιστα θεοῖς πρέ-
ποντα λόγον· εἰ δὲ δεῖ καὶ περὶ τῶν θυμιωμένων
ἡμέρας ἑκάστης εἰπεῖν, ὥσπερ ὑπεσχόμην (372c), ἐκεῖνο
διανοηθείη τις <ἂν> πρότερον, ὡς ἀεὶ μὲν οἱ ἄνδρες ἐν
σπουδῇ μεγίστῃ τίθενται τὰ πρὸς ὑγίειαν ἐπιτηδεύματα,
[383.B] μάλιστα δὲ ταῖς ἱερουργίαις καὶ ταῖς ἁγνείαις καὶ διαί-
ταις οὐχ ἧττον ἔνεστι [τουτὶ] τοῦ ὁσίου τὸ ὑγιεινόν. οὐ
γὰρ ᾤοντο καλῶς ἔχειν οὔτε σώμασιν οὔτε ψυχαῖς
ὑπούλοις καὶ νοσώδεσι θεραπεύειν τὸ καθαρὸν καὶ ἀβλα-
βὲς πάντῃ καὶ ἀμίαντον. ἐπεὶ τοίνυν ὁ ἀήρ, ᾧ πλεῖστα
χρώμεθα καὶ σύνεσμεν, οὐκ ἀεὶ τὴν αὐτὴν ἔχει διά-
θεσιν καὶ κρᾶσιν, ἀλλὰ νύκτωρ πυκνοῦται καὶ πιέζει τὸ
σῶμα καὶ συνάγει τὴν ψυχὴν εἰς τὸ δύσθυμον καὶ πε-
φροντικὸς οἷον ἀχλυώδη γινομένην καὶ βαρεῖαν, ἀνα-
στάντες εὐθὺς ἐπιθυμιῶσι ῥητίνην θεραπεύοντες καὶ
καθαίροντες τὸν ἀέρα τῇ διακρίσει καὶ τὸ σύμφυτον τῷ
[383.C] σώματι πνεῦμα μεμαρασμένον ἀναρριπίζοντες ἐχούσης τι
τῆς ὀσμῆς σφοδρὸν καὶ καταπληκτικόν. αὖθις δὲ μεσημ-
βρίας αἰσθανόμενοι σφόδρα πολλὴν καὶ βαρεῖαν ἀνα-
θυμίασιν ἀπὸ γῆς ἕλκοντα βίᾳ τὸν ἥλιον καὶ καταμι-
γνύοντα τῷ ἀέρι τὴν σμύρναν ἐπιθυμιῶσι· διαλύει γὰρ
ἡ θερμότης καὶ σκίδνησι τὸ συνιστάμενον ἐν τῷ περι-
έχοντι θολερὸν καὶ ἰλυῶδες. καὶ γὰρ οἱ ἰατροὶ πρὸς τὰ
λοιμικὰ πάθη βοηθεῖν δοκοῦσι φλόγα πολλὴν ποιοῦντες
ὡς λεπτύνουσαν τὸν ἀέρα· λεπτύνει δὲ βέλτιον, ἐὰν εὐώδη
ξύλα καίωσιν, οἷα κυπαρίττου καὶ ἀρκεύθου καὶ πεύ-
[383.D] κης. Ἄκρωνα γοῦν τὸν ἰατρὸν ἐν Ἀθήναις ὑπὸ τὸν μέγαν
λοιμὸν εὐδοκιμῆσαι λέγουσι πῦρ κελεύοντα παρακαίειν
τοῖς νοσοῦσιν· ὤνησε γὰρ οὐκ ὀλίγους. Ἀριστοτέλης δέ
φησι καὶ μύρων καὶ ἀνθέων καὶ λειμώνων εὐώδεις
ἀποπνοίας οὐκ ἔλαττον ἔχειν τοῦ πρὸς ἡδονὴν τὸ πρὸς
ὑγίειαν, ψυχρὸν ὄντα φύσει καὶ παγετώδη τὸν ἐγκέφαλον
ἠρέμα τῇ θερμότητι καὶ λειότητι διαχεούσας. εἰ δὲ καὶ
τὴν σμύρναν παρ' Αἰγυπτίοις σὰλ καλοῦσιν, ἐξερμηνευ-
θὲν δὲ τοῦτο μάλιστα φράζει τῆς ληρήσεως ἐκσκορπισ-
μόν, ἔστιν ἣν καὶ τοῦτο μαρτυρίαν τῷ λόγῳ τῆς αἰτίας
[383.E] δίδωσιν. τὸ δὲ κῦφι μῖγμα μὲν ἑκκαίδεκα μερῶν συν-
τιθεμένων ἐστί, μέλιτος καὶ οἴνου καὶ σταφίδος καὶ κυπέ-
ρου ῥητίνης τε καὶ σμύρνης καὶ ἀσπαλάθου καὶ σεσέ-
λεως, ἔτι δὲ σχίνου τε καὶ ἀσφάλτου καὶ θρύου καὶ
λαπάθου, πρὸς δὲ τούτοις ἀρκευθίδων ἀμφοῖν (ὧν τὴν
μὲν μείζονα τὴν δ' ἐλάττονα καλοῦσι) καὶ καρδαμώμου
καὶ καλάμου. συντίθενται δ' οὐχ ὅπως ἔτυχεν, ἀλλὰ γραμ-
μάτων ἱερῶν τοῖς μυρεψοῖς, ὅταν ταῦτα μιγνύωσιν, ἀνα-
γιγνωσκομένων. τὸν δ' ἀριθμόν, εἰ καὶ πάνυ δοκεῖ
τετράγωνος ἀπὸ τετραγώνου καὶ μόνος ἔχων τῶν ἴσων
ἰσάκις ἀριθμῶν τῷ χωρίῳ τὴν περίμετρον ἴσην ἀγαπᾶ-
[383.F] σθαι προσηκόντως, ἐλάχιστα ῥητέον εἴς γε τοῦτο συνερ-
γεῖν, ἀλλὰ <τὰ> πλεῖστα τῶν συλλαμβανομένων ἀρω-
ματικὰς ἔχοντα δυνάμεις γλυκὺ πνεῦμα καὶ χρηστὴν
μεθίησιν ἀναθυμίασιν, ὑφ' ἧς ὅ τ' ἀὴρ τρεπόμενος καὶ
τὸ σῶμα διὰ τῆς πνοῆς κινούμενον λείως καὶ προσηνῶς
ὕπνου τε κρᾶσιν ἐπαγωγὸν ἴσχει καὶ τὰ λυπηρὰ καὶ
σύντονα τῶν μεθημερινῶν φροντίδων ἄνευ μέθης οἷον
ἅμματα χαλᾷ καὶ διαλύει· καὶ τὸ φανταστικὸν καὶ δεκτι-
[384.A] κὸν ὀνείρων | μόριον ὥσπερ κάτοπτρον ἀπολεαίνει καὶ
ποιεῖ καθαρώτερον οὐδὲν ἧττον ἢ τὰ κρούματα τῆς
λύρας, οἷς ἐχρῶντο πρὸ τῶν ὕπνων οἱ Πυθαγόρειοι, τὸ
ἐμπαθὲς καὶ ἄλογον τῆς ψυχῆς ἐξεπᾴδοντες οὕτω καὶ
θεραπεύοντες. τὰ γὰρ ὀσφραντὰ πολλάκις μὲν τὴν αἴσθη-
σιν ἀπολείπουσαν ἀνακαλεῖται, πολλάκις δὲ πάλιν ἀμ-
βλύνει καὶ κατηρεμίζει διαχεομένων ἐν τῷ σώματι τῶν
ἀναλωμάτων ὑπὸ λειότητος· ὥσπερ ἔνιοι τῶν ἰατρῶν τὸν
ὕπνον ἐγγίνεσθαι λέγουσιν, ὅταν ἡ τῆς τροφῆς ἀναθυ-
μίασις οἷον ἕρπουσα λείως περὶ τὰ σπλάγχνα καὶ ψηλα-
φῶσα ποιῇ τινα γαργαλισμόν. τῷ δὲ κῦφι χρῶνται καὶ
[384.B] πόματι καὶ χρίματι· πινόμενον γὰρ δοκεῖ τὰ ἐντὸς
καθαίρειν, .... χρῖμα μαλακτικόν. ἄνευ δὲ τούτων ῥητίνη
μέν ἐστιν ἔργον ἡλίου καὶ σμύρνα πρὸς τὴν εἵλην τῶν
φυτῶν ἐκδακρυόντων, τῶν δὲ τὸ κῦφι συντιθέντων ἔστιν
ἃ νυκτὶ χαίρει μᾶλλον, ὥσπερ ὅσα πνεύμασι ψυχροῖς καὶ
σκιαῖς καὶ δρόσοις καὶ ὑγρότησι τρέφεσθαι πέφυκεν·
ἐπεὶ τὸ τῆς ἡμέρας φῶς ἓν μέν ἐστι καὶ ἁπλοῦν καὶ τὸν
ἥλιον ὁ Πίνδαρος ὁρᾶσθαί φησιν (Ol. I 6) ‘ἐρήμης δι'
αἰθέρος’, ὁ δὲ νυκτερινὸς ἀὴρ κρᾶμα καὶ σύμμιγμα πολ-
λῶν γέγονε φώτων καὶ δυνάμεων οἷον σπερμάτων εἰς ἓν
ἀπὸ παντὸς ἄστρου καταρρεόντων. εἰκότως οὖν ἐκεῖνα
[384.C] μὲν ὡς ἁπλᾶ καὶ ἀφ' ἡλίου τὴν γένεσιν ἔχοντα δι' ἡμέρας,
ταῦτα δ' ὡς μικτὰ καὶ παντοδαπὰ ταῖς ποιότησιν ἀρχο-
μένης νυκτὸς ἐπιθυμιῶσι.