Recognitiones - Greek

 

Αναγνωρισμοιν

Recognitiones

Die Pseudoklementinen II. Recognitionen,
ed. B. Rehm and F. Paschke //
Die griechischen christlichen Schriftsteller 51.
Berlin: Akademie-Verlag, 1965,
s. 64, 116, 152, 225–226, 234–237, 242–244,
267, 268, 330–334, 342–344.

 

II

XX. ἐὰν πρὸ τῶν ἀγαθῶν πράξεων ζητῶμεν ζητήματά τινα ἀνωφελῆ καὶ ἀνεύρετα, ὡς ἐνδεεῖς φρενῶν πλανώμεθα καὶ ἐνεδρευόμεθα. ὅ τε γὰρ ἑκάστου χρόνος βραχὺς καὶ τὸ κρίνεσθαι ἡμῖν ἐστι περὶ ἔργων, οὐ περὶ γνώσεως ἀπορρήτων. διὸ μὴ καταλείψωμεν ζητεῖν, τί χρὴ ποιήσαντας ζωῆς αἰωνίου τυχεῖν.

XXI. εἰ γὰρ ἀπασχοληθέντες τὸν βραχὺν χρόνον εἰς δυσεύρετα καὶ ἀνωφελῆ ζητήματα τὰς ἡμέρας τοῦ παρόντος βίου καταδαπανήσωμεν, ἐνεδρευθέντες ἀπερχόμεθα ἔνθεν κεναῖς χερσίν.

ἕκαστον γὰρ ἴδιον ἔχει καιρόν, τὸ πράττειν τὰ δίκαια ἐνταῦθα, τὸ δὲ ἀπολαβεῖν τὴν μισθαποδοσίαν ἐν τῷ μέλλοντι αἰῶνι. ἵνα οὖν μὴ ἐνεδρευθῶμεν, μᾶλλον τὴν δικαιοσύνην ἰχνεύσωμέν τε καὶ πράξωμεν, ὅπως καθάπερ τινὲς κάλλιστοι ὁδοιπόροι τὰ ἐφόδια τῶν ἀγαθῶν βαστάσαντες πράξεων ὥσπερ εἴς τινα πόλιν τὴν τοῦ θεοῦ βασιλείαν εἰσέλθωμεν. ὁ γάρ τοι θεὸς τοῖς εὐγνωμονοῦσι διὰ τὸν ὑπ’ αὐτοῦ γενόμενον κόσμον πρόδηλός ἐστιν ὑπὸ πάσης κτίσεως αὐτοῦ μαρτυρούμενος.

 

III

XXVI. διὰ τούτου μακροῦ ἐδέησε χρόνου ὁ κόσμος μέχρις ἂν ὁ τῷ θεῷ προορισθεὶς τῶν ψυχῶν ἀγαθῶν ἀριθμὸς ἀναπλήρωσιν λάβῃ,

καὶ τότε αἱ τῶν ἀγαθῶν ψυχαὶ ὡς φῶς τὰ σώματα ἀμφιέσονται, αἱ δὲ τῶν ἀσεβῶν διὰ τῶν ἀκαθάρτων πράξεων πυρίνῳ πνεύματι ἀνακεκραμμέναι εἰς τὸν βυθὸν τοῦ ἀσβέστου πυρὸς ἐνεχθεῖσαι εἰς αἰῶνα κλυδωνισθήσονται.

 

IV

XII. ἑνί τινι δικαίῳ μετὰ τῶν ἐξ αὐτοῦ [Νῶε σὺν τοῖς ἐξ αὐτοῦ] (del. Holsten; vgl. Dindorfs Praef. II p. 16) ἐν λάρνακι διασῴζεσθαι προαγγείλας ὕδωρ εἰς κατακλυσμὸν ἐπήγαγεν, ἵνα πάντων τῶν ἀκαθάρτων ὀλοθρευθέντων ὁ κόσμος καθαρισθῇ, ἐν αὐτῇ τῇ λάρνακι διασωθεὶς εἰς δευτέραν περιουσίαν καθαρὸς ἀποδοθῇ. ὅμως καὶ τούτων γενομένων οἱ ἄνθρωποι ἤρξαντο ἀσεβεῖν.

 

VIII

XV. ὅτι δὲ ἐκ πλειόνων τὸν κόσμον καὶ τὴν ὕλην συνεστάναι λέγουσιν οἱ πάντες Ἑλλήνων σοφοί, φανερόν ἐστιν· αὐτίκα γοῦν ὁ μὲν Πυθαγόρας τῶν ἀρχῶν τὰ στοιχεῖα ἀριθμοὺς καλεῖ, Στράτων ποιότητας, Ἀλκμαίων ἀντιθέσεις, Ἀναξίμανδρος ἄπειρον, Ἀναξαγόρας ὁμοιομερείας, Ἐπίκουρος ἀτόμους, Διόδωρος ἀμερῆ, Ἀσκληπιάδης ὄγκους, γεωμέτραι πέρας, Δημόκριτος ἰδέας, Θαλῆς ὕδωρ, Ἡράκλειτος πῦρ, Διογένης ἀέρα, Παρμενίδης γῆν, Ζήνων Ἐμπεδοκλῆς Πλάτων πῦρ ὕδωρ γῆν ἀέρα, Ἀριστοτέλης καὶ πέμπτον ἀκατονόμαστον.

XXIX. τίς δὲ μὴ ἐκπλαγήσεται ἐκ χοὸς ὁρῶν τοσαῦτα μέλη καὶ μέρη τοῦ σώματος, διάφορα ὀστᾶ κατάλληλα, στροφαῖς καὶ τόρναις συμβεβλημένα, ὡς σαρκῶν ὑπερείσματα καὶ πρὸς πᾶσαν εὔκολα κίνησιν, ἅπερ ὡς ὑπὸ μιᾶς γραμμῆς πάσας ἀποσῴζει τὰς ἀναλογίας, μέλη μέλεσιν ἰσόρροπα, δεξιὰ χεὶρ ἰσομήκης τε λείᾳ καὶ δάκτυλος δακτύλῳ καὶ ταρσὸς ταρσῷ καὶ βάσις βάσει καὶ τὰ καθ’ ἕκαστον.

ὀφθαλμοὶ τὴν ὑψηλοτάτην σκοπιὰν ἔλαχον, ... βραχείᾳ προβολῇ τῶν ὀφρύων ὑποκαθήμενοι, ... κολοβὸν ἐκ πάντων ἡμῶν τῶν μελῶν τὸ οὖς κεχάλκευται, ἀλλὰ καὶ αὐτὸ διακοσμεῖ τὸ περικείμενον κύμβαλον, ... ἑλικοειδῶς ἐκτορνευθὲν δι’ ὅλου, ὥστε μὴ θᾶττον εἰσδύνειν τὸν λόγον, ἀλλ’ ἐν πλείονι χρόνῳ ...

ὀδόντες καὶ ὁμοῦ συνεργοῦντες ἐκείνῃ (sc. τῇ γλώττῃ) πρὸς διάλεκτον, ἰσχυρὰν αὐτῇ παρεχόμενοι πρὸς τὸν λόγον τὴν ἀντίρρησιν οἱονεὶ πλήκτρου χορδαῖς κιννύρης προσκρουομένης αὐτῆς. ὁμοῦ δὲ καὶ τροφῆς ὑπηρέται πεφύκασιν, οἱ μὲν τέμνοντες, οἱ δὲ λεπτύνοντες· XXX. τομῆς μὲν οἱ ἔμπροσθεν, μύλοι δὲ οἱ ἐνδότεροι διὰ τὸ ἀπολεπτύνειν καὶ λεαίνειν τὰ προσαγόμενα καταλλήλως καλούμενοι. ἡ δὲ ῥὶς ταῖς παρειαῖς μεσιτεύουσα ἐφέλκεται μὲν καὶ ἀντιδίδωσι τὸν ἀέρα, ...

τῷ θώρακι τοίνυν οὗτος (sc. ὁ πνεύμων) ἐνηρτημένος, γομφώδης ὑπάρχει καὶ μαλακὸς καὶ πολὺ ἀραιός· ... διὸ περιδονούμενος τῇ καρδίᾳ καὶ πραείαις αὔραις αὐτὴν κολακεύων, εὐθαλὲς καὶ ἐρρωμένον τὸ ζῷον δείκνυσιν. ἐν αὐτῇ γὰρ καὶ μόνῃ τὸ ζωτικὸν αἴτιον ἱδρῦσθαί μοι δοκεῖ.

εἰ γὰρ πηγὴ τοῦ αἵματος ὑπάρχει τὸ ἧπαρ, ἡ τῆς τροφῆς χορηγία ἀναγκαία καθέστηκεν. τὸ γὰρ ἐπεισαγόμενον ἡμῖν διὰ ταύτης τὸ αἷμα βρύειν ἐκ τοῦ ἥπατος δίδωσι, καθάπερ ἡ ἐπὶ τοῦ ὄρους χιὼν διὰ τῆς οἰκείας ἰκμάδος τὰς ὑπὸ τὴν ὑπώρειαν αὔξουσα κρήνας, διὰ τοῦ βάθους τὸ οἰκεῖον ὑγρὸν λεληθότως ἐπὶ τὰς κάτω φλέβας συνθλίβουσα. τὸ δὲ ἧπαρ καὶ αὐτὸ θερμὸν ὑπάρχον πρὸς τὴν τῶν ἐγκρινομένων πέψιν τε καὶ ἐξαιμάτωσιν τῷ δεξιῷ ἐνήρτηται μέρει ... τῷ δὲ εὐωνύμῳ ὁ σπλὴν ἐμπέφυκεν ἅμα τε ὑφέλκων καὶ διακρίνων τὸ ὑλῶδες τοῦ αἵματος ...  XXXI. ἐντέρων δὲ ἑλιγμοὶ καὶ συμπλοκαὶ περὶ τὴν γαστέρα, ὅπως τῇ σκολιᾷ περιαγωγῇ χρόνῳ παρακατέχεσθαι τὴν τροφὴν τοῖς σπλάγχνοις, ὡς ἂν μὴ δι’ εὐθύτητα τοῦ πόρου ῥᾳδίως καὶ αὖθις ἐκκρινομένης ἀνακινοίη τὸ ζῷον πρὸς ὄρεξιν ...

ὑμενώδεις δὲ οἴκους τῇ φορᾷ τῶν ὑγρῶν ὁ δημιουργὸς ὑπετεχνήσατο διὰ τῶν ἀοράτων πόρων κατὰ μέρος ἐπισπωμένους τὸ ὑγρόν, ὅπως μὴ τῇ ἀθρόᾳ ἐξυδατώσει καὶ ἀναξηρασίᾳ δίψει ἐνεδρευθῆναι τὸ ζῷον, ἀλλὰ κατὰ μέρος ἐξοικονομεῖσθαι τὸ ἀρυσθὲν μέχρι καιροῦ τινος.

XLI. ἰδοὺ τῆς ἴρεως ὁρωμένης ἀκριβῆ περιφέρειαν ἐχούσης καὶ πάντοθεν ἴσην, οἵαν ἀληθῶς οὐδὲ νοῦς περιγράψαι δύναται· καὶ ὅμως ὁρῶμεν ὑπ’ οὐδενὸς αὐτὴν γινομένην ἀλλ’ αὐτομάτως συνισταμένην.

XLII. εἰ γὰρ καὶ ὁ τύπος ἐκτυπῶν τὰ ἴδια νοῦς <οὐχ> ὑπάρχει, ἀλλ’ οὖν γε ὁ τὸν τύπον δράσας νοητὸν ἐτεκτήνατο, ἐπ’ αὐτῷ διαχεῖν ἢ ἀναμάττειν μέλλων τὰ αἱρούμενα. οὐ γὰρ ὁ πυρὶ τακεὶς μόλιβδος ἢ κηρὸς ἢ χαλκὸς τύπῳ τινὸς ἐπιχεόμενος καὶ τὸ ἐκεῖθεν σχῆμα ἀναματτόμενος καὶ τὸ δοκοῦν τῷ τεχνίτῃ γινόμενος παρὰ τοῦτο αὐτομάτως συστῆναι δόξει, ἀλλὰ τῇ χειρὶ τοῦ τεχνίτου διὰ τοῦ τύπου τὸ αἱρεθὲν ἀποτελούμενος. οὕτω δὴ νοείσθω ἡ τῆς ἴρεως σύστασις ἐν ταῖς σφοδραῖς ὑετίαις, ... ὥσπερ γὰρ οἱ πύργοι ὑπὸ τῶν οἰκοδόμων ἐγείρονται καὶ τὰ λαξευτὰ ἢ χωνευτὰ ὑπὸ τεχνίτου χειρὸς διαγλύφεται, τὰ δὲ αὐτῶν ἀποσκιάσματα οὐχ ὑπὸ τεχνίτου γίνεσθαι πέφυκεν, ἀλλ’ ὑπὸ τῶν παρ’ ἐκείνων γενομένων ἀποτελεῖται· εἰ οὖν καὶ θάτερα θατέροις τινὰ παρυφίσταται τύπῳ τινὸς ἐκτυπούμενα, ἀλλ’ οὖν γε οἱ τύποι ἀπ’ ἀρχῆς ὑπὸ τεχνίτου χειρὸς γεγόνασιν.

 

IX

XVII. αὐτίκα γοῦν Ἄρης κέντρον λαβὼν οἰκείῳ οἴκῳ ἐκ τετραγώνου ἐπιθεωρῶν Κρόνον σὺν Ἑρμῇ ἐπὶ κέντρον, Σελήνης ἐπ’ αὐτὸν πλήρους ἐρχομένης, ἐπὶ <τῆς> ἡμερινῆς γενέσεως ἐκτελεῖ ἀνδροφόνους καὶ κτεινομένους, [ἐπωμότας καὶ] αἱμοπότας, μεθύσους, λάγνους, δαιμονῶντας, μυστηρίων ἀποκρύφων ἵστορας, μάγους, θύτας καὶ τὰ τούτοις ἀκόλουθα, ἐξαιρέτως μηδενὸς τῶν ἀγαθοποιῶν ἀστέρων ἐπιθεωροῦντος· αὐτὸς δὲ πάλιν Ἄρης πρὸς Ἀφροδίτην σχῆμα τετράγωνον <ἔχων>, μοιρικῶς ἐπὶ κέντρον, μὴ ἐπιθεωροῦντός τινος ἀγαθοποιοῦ, μοιχοὺς ἀποτελεῖ, ἀδελφαῖς καὶ μητράσι μιγνυμένους. Κύπρις σὺν Μήνῃ ἐν ὁρίοις καὶ οἴκοις Κρόνου σὺν Κρόνῳ, ἐπιμαρτυροῦντος τοῦ Ἄρεος, ἀποτελεῖ γυναῖκας γεωργοὺς καὶ οἰκοδόμους καὶ πάντων ἀνδρείων ἔργων ἐπιστήμονας, καὶ κοινοῦσθαι καὶ συγκαθεύδειν οἷς ἂν βούλοιντο, καὶ μὴ κωλύεσθαι ὑπὸ τῶν οἰκείων ἀνδρῶν. ἀνδρείας οὖν ἀποτελεῖ γυναῖκας ἐν Αἰγοκέρῳ <ἢ> Ὑδροχόῳ κακοδαιμονοῦσα Ἀφροδίτη, ἐπ’ ἀνδρῶν δὲ τοὐναντίον σὺν Ἄρει οὖσα ἐν Κριῷ. ὅθεν οὐχ οἷόν τε φόβῳ ἤ τινος ἀπειλῇ ἢ μηχανῇ ἐπισχεῖν τὰς ἐπιθυμίας διὰ τὴν τῶν ἄστρων ἀποκλήρωσιν.

 

X

X. καὶ ὁ πατήρ· Σύγγνωθί μοι, τέκνον· οἱ μὲν γὰρ χθές σου λόγοι ἀληθεῖς ὄντες συνελογίσαντό με (B, μοι AC) συνθέσθαι σοι· ἡ δὲ ἐμὴ συνείδησις μικρά με ὥσπερ πυρετοῦ ἔλλειμμα πρὸς ἀπιστίαν βραχέα βασανίζει· σύνοιδα γὰρ ἐμαυτῷ τὰ τῆς γενέσεως πάντα μοι ἀποτελεσθέντα.  ΧΙ.  κἀγὼ ἀπεκρινάμην· Συννόησόν μοι, πάτερ, οἵαν φύσιν ἔχει τὸ μάθημα, ἐξ ὧν ἐγώ σοι συμβουλεύω. μαθηματικῷ συμβαλὼν εἰπὲ πρῶτον αὐτῷ ὅτι Τάδε μοι φαῦλα ἐν τῷδε τῷ χρόνῳ γέγονεν· ἐκ τίνος ἄρα μοι τῶν ἀστέρων γέγονε μαθεῖν ἤθελον.

καὶ ἐρεῖ σοι ὅτι τοὺς χρόνους κακοποιὸς διεδέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστατικὸς (C, ἀποκαταστικὸς AB) ἐγένετο, ἢ τὸν ἐνιαυτὸν τοῦτόν τις ἐπεθεώρησεν (AC, ἐθεώρησεν B) ἐκ τετραγώνου ἢ διαμέτρου ἢ συνὼν ἢ κεκεντρωμένος ἢ παρὰ αἵρεσιν. ὁμῶς καὶ ἄλλα μυρία εἰπεῖν ἔχει.

πρὸς τούτοις δὲ ἢ ἀγαθοποιὸς κακῷ ἀσύνδετος (B, ἀσύνθετος AC) ἦν ἢ ἀνεπιθεώρητος ἢ ἐν σχήματι ἢ παρὰ αἵρεσιν ἢ ἐν ἐκλείψει ἢ ἀνεπισύναφος ἢ ἐν ἀμαυροῖς ἄστροις. καὶ ὁμῶς πολλῶν προφάσεων οὐσῶν πρὸς ἃ ἤκουσε τὰς ἀποδείξεις παρασχεῖν ἔχει.

μετὰ τοῦτον οὖν τὸν μαθηματικὸν ἑτέρῳ προσελθὼν τὰ ἐναντία εἰπέ, ὅτι Τόδε μοι ἀγαθὸν ἐν τῷδε τῷ χρόνῳ γέγονε· σὺ δὲ τὸν χρόνον τὸν αὐτὸν λέγε· ἀπαίτει δὲ ἐκ τίνος ἄρα τῆς γενέσεως τοῦτο γέγονε.

καὶ ὁμῶς ὡς προεῖπον ἔχει, σοῦ κατα-ψευσαμένου, αὐτὸς ἐκ πολλῶν σχημάτων ἕν τι εὑρεῖν σχῆμα καὶ δεύτερον καὶ τρίτον καὶ πλείονα, ὡς αὐτὸ τὸ (B,   AC) ἐνεργῆσαν ὅθεν τὰ ἀγαθὰ ἐρεῖ γεγενῆσθαι.

ἀδύνατον γὰρ ἐν πάσῃ γενέσει ἀνθρώπων μὴ ἐν πάσῃ ὥρᾳ τῶν ἀστέρων τοὺς μὲν καλῶς κεῖσθαι, τοὺς δὲ κακῶς·

κύκλος γάρ ἐστιν ἰσομερής, ποικίλος, ἀπείρους ἔχων τὰς προφάσεις· πρὸς ἃς ἕκαστος εἰπεῖν ἔχει ὃ θέλει.

ΧΙΙ. ὅνπερ γὰρ τρόπον ἐπὶ τῶν λοξῶν ὀνείρων ἐνίοτε οὐδὲν νοοῦμεν, ἀποβάντων δὲ οἰκειοτάτην προσφέρομεν ἐπίλυσιν, οὕτως καὶ τὸ μάθημα πρὸ τοῦ τι ἀποτελεσθῆναι οὐδὲν σαφὲς ἡμῖν μηνῦσαι δύναται, μετὰ δὲ τὴν τοῦ γενομένου ἱστορίαν τότε πρόδηλος ἡ τῆς ἐκβάσεως αἰτία φαίνεται.

πολλάκις μὲν οὖν οἱ προλέγοντες πταίουσι, καὶ μετὰ τὴν ἔκβασιν ἑαυτοὺς μέμφονται λέγοντες ὅτι Τόδε ἦν τὸ ποιῆσαν, καὶ οὐκ εἴδομεν (AC, ἤδειμεν B).

τὸ μὲν οὖν καὶ τοὺς πάνυ ἐπιστήμονας πταίειν γίνεται διὰ τὸ μὴ εἰδέναι, ὡς χθὲς ἔφην, ποῖα πάντως τῆς γενέσεως αἴτια γίνεται, ποῖα (ποία ... αἰτία ... ποία B) δὲ οὐ πάντως, καὶ ποῖα πάντως ποιῆσαι ἐπιθυμοῦμεν, οὐ πάντως δὲ ποιοῦμεν.

ὅτι ἥδε (AC, δὲ B) ἡ αἰτία ἡμῖν τοῖς τὸ μυστήριον μεμαθηκόσι σαφής ἐστιν· ὅτι ἐλεύθερον ἔχοντες λογισμὸν <ἐνίοτε συγχωρήσαντες τῇ ἐπιθυμίᾳ ἡττήμεθα,> (Robinson) ἐνίοτε ἐπέχειν ταύτην βουλευσάμενοι νενικήκαμεν.

οἱ δὲ ἀστρολόγοι, τοῦτο αὐτὸ τὸ μυστήριον οὐκ εἰδότες, περὶ πάσης προαιρέσεως ἀποφηνάμενοι ἐξ ἀρχῆς, πταίσαντες τοὺς κλιμακτῆρας ἐπενόησαν, εἰς ἀδηλότητα ποιούμενοι (AB, μεταποιούμενοι C) τὴν προαίρεσιν, ὡς χθὲς ἐπεδείξαμεν.

ΧΙΙΙ. σὺ δὲ τοῦ λοιποῦ πρὸς ταῦτα εἴ τι ἔχεις εἰπεῖν, λέγε. καὶ ὁ πατὴρ ὀμόσας ἀπεκρίνατο μηδὲν τούτων ἀληθέστερον εἶναι ὧν εἶπες (B, εἶπας C, εἶπεν A).

XXIII. ... Διὸς (Cotelier, διὰ ed.) τοῦ πατραλοίου καὶ τῶν οἰκείων τέκνων τοὺς γάμους φθείραντος καὶ ἐν τάφῳ παρὰ Κρησὶ φθαρέντος.

XXIV. οὐ μὴν ἀλλὰ καὶ τοὺς ἐξ ἐκείνου παῖδας ἐξεθείασαν οἱ ἄθεοι καὶ ματαιόφρονες· ἐν μὲν τῇ Ἑρμουπόλει [τὸν ἐπὶ τὸ χεῖρον ἀνερμήνευτον] Ἑρμῆν εἰς κόνιν διαλυθέντα· ἐν δὲ Κύπρῳ τὴν Κύπριν [κόπρον ἐν τάφῳ κειμένην]· ἐν δὲ Θράκῃ Ἄρην [τὸν τῆς ἀρᾶς ἐπώνυμον] ... πρὸς δὲ τοῖς Καυκασίοις ὄρεσι Κρόνος ... ἐν Θήβαις Διόνυσος ... ἐν Τύρῳ Ἡρακλῆς [μᾶλλον δὲ ἠράκλης (?)] πυριάλωτος γενόμενος διὰ κακίαν ὑπὸ τῶν ἀθέων ἐκθειάζεται. ἐν Ἐπιδαύρῳ Ἀσκληπιὸς ... θεὸς προσηγορεύθη.

XXV. καὶ Σύροι μὲν οἱ φερώνυμοι συρφετοὶ τὸν τοῦ ᾅδου ἐπώνυμον Ἄδωνιν ἐξεθείασαν κακῶς· Αἰγύπτιοι δὲ τὸν συρόμενον καὶ γεωπετῆ Ὄσιριν· Ἰλιεῖς ἐλεεινοὶ τὸν Ἕκτορα ... οἱ ἐν Λεύκῃ τῇ νήσῳ τὸν Ἴκαχον (ἀείκακον Cotelier) Ἀχιλλέα· Πόντιοι τὸν πατραλοίαν Πάτροκλον ἀπεθέωσαν· Ῥόδιοι Ἀλέξανδρον τὸν εἰκήμαχον Μακεδόνα, καὶ ἕτεροι θατέρους ἐν τάφοις κόνιν κειμένους σέβουσι, ...

 


 

Recognitiones
(ex Eusebio)

Die Pseudoklementinen II. Recognitionen,
ed. B. Rehm and F. Paschke //
Die griechischen christlichen Schriftsteller 51.
Berlin: Akademie-Verlag, 1965,
s. 270, 272, 274, 276, 278, 280, 282, 284, 286, 288,
290, 292, 294, 296, 298, 300, 302, 304, 306,
308, 310, 312, 314, 316.

 

IX

XIX. Νόμους ἔθεντο διαφόρους οἱ ἄνθρωποι ἐν ἑκάστῃ χώρᾳ, τινὰς γεγραμμένους, τινὰς δὲ ἀγράφους· ἐξ ὧν διηγήσομαι, ὡς οἶδα καὶ ὧν μέμνημαι, ἀρξάμενος ἐκ τῆς τοῦ κόσμου ἀρχῆς.

Νόμος ἐστὶ παρὰ Σήραις μηδένα φονεύειν μήτε πορνεύειν μήτε κλέπτειν μήτε ξόανα προσκυνεῖν, καὶ ἐν ἐκείνῃ τῇ μεγίστῃ χώρᾳ οὐ ναὸν ἔστιν ἰδεῖν, οὐ γυναῖκα πορνικήν, οὐ μοιχαλίδα ὀνομαζομένην, οὐ κλέπτην ἑλκόμενον ἐπὶ δίκην, οὐκ ἀνδροφόνον, οὐ πεφονευμένον. οὐδενὸς γὰρ τὸ αὐτεξούσιον ἠνάγκασεν ὁ τοῦ πυριλαμπέος Ἄρεος ἀστὴρ μεσουρανῶν ἄνδρα σιδήρῳ ἀνελεῖν, οὐ Κύπρις σὺν Ἄρει τυχοῦσα ἀλλοτρίᾳ γυναικὶ μιγῆναί τινα παρ’ ἐκείνοις, πάντως πάσῃ ἡμέρᾳ μεσουρανοῦντος τοῦ Ἄρεος καὶ πάσῃ ὥρᾳ καὶ ἡμέρᾳ γεννωμένων τῶν Σηρῶν.

XX. Παρὰ Ἰνδοῖς καὶ Βάκτροις εἰσὶ χιλιάδες πολλαὶ τῶν λεγομένων Βραχμάνων, οἵτινες κατὰ παράδοσιν τῶν προγόνων καὶ νόμων οὔτε φονεύουσιν οὔτε ξόανα σέβονται, οὐκ ἐμψύχου γεύονται, οὐ μεθύσκονταί ποτε, οἴνου καὶ σίκερος μὴ γευόμενοι, οὐ κακίᾳ τινὶ κοινωνοῦσι προσέχοντες τῷ θεῷ, τῶν ἄλλων Ἰνδῶν φονευόντων καὶ ἑταιρευόντων καὶ μεθυσκομένων καὶ σεβομένων ξόανα καὶ πάντα σχεδὸν καθ’ εἱμαρμένην φερομένων. ἔστι δὲ ἐν τῷ αὐτῷ κλίματι τῆς Ἰνδίας φυλή τις Ἰνδῶν, οἵτινες τοὺς ἐμπίπτοντας ξένους ἀγρεύοντες καὶ θύοντες ἐσθίουσι· καὶ οὔτε οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων κεκωλύκασι τούτους μὴ μιαιφονεῖν καὶ μὴ ἀθεμιτογαμεῖν οὔτε οἱ κακοποιοὶ ἠνάγκασαν τοὺς Βραχμᾶνας κακουργεῖν.

Παρὰ Πέρσαις νόμος ἦν γαμεῖν τὰς θυγατέρας καὶ τὰς ἀδελφὰς καὶ τὰς μητέρας, καὶ οὐ μόνον ἐν τῇ χώρᾳ ἐκείνῃ καὶ ἐν ἐκείνῳ τῷ κλίματι τούτους τοὺς ἀνοσίους γάμους οἱ Πέρσαι ἐποίησαν,  XXI. ἀλλὰ καὶ ὅσοι αὐτῶν τῆς Περσίδος ἐξεδήμησαν, οἵτινες καλοῦνται Μαγουσαῖοι, τὴν αὐτὴν ἀθεμιστίαν διαπράσσονται, παραδιδόντες τοὺς αὐτοὺς νόμους καὶ τὰ ἔθη τοῖς τέκνοις κατὰ διαδοχήν. ἐξ ὧν εἰσι μέχρι νῦν πολλοὶ ἐν Μηδίᾳ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Φρυγίᾳ καὶ ἐν Γαλατίᾳ. καὶ οὐ δήπου Κύπρις <σὺν Μήνῃ> ἐν ὁρίοις καὶ οἴκοις Κρόνου σὺν Κρόνῳ ἐπιμαρτυροῦντος τοῦ Ἄρεος, ἐν ταῖς τῶν πάντων γενέσεσιν εὑρίσκετο.

XXII. Παρὰ Γήλοις νόμος ἐστὶ τὰς γυναῖκας γεωργεῖν καὶ οἰκοδομεῖν καὶ πάντα τὰ ἐργατικὰ πράσσειν καὶ κοινωνεῖν οἷς ἂν βούλωνται καὶ μὴ ἐγκαλεῖσθαι ὑπὸ τῶν ἀνδρῶν μήτε καλεῖσθαί τινα μοιχαλίδα, τῷ πάσας ἐργατικὰς εἶναι καὶ πᾶσι κοινωνεῖν, μάλιστα δὲ τοῖς ξένοις. καὶ οὔτε μυρίζονται Γήλισσαι γυναῖκες, οὐχ ἱμάτια βαπτὰ φοροῦσιν, ἀνυπόδετοι δέ εἰσι πᾶσαι, καίτοι τῶν Γήλων ἀνδρῶν κοσμουμένων ἐν φορήμασι μαλακοῖς καὶ ἐν διαφόροις χρώμασι καὶ χρυσοφορούντων καὶ μυριζομένων καὶ οὐ κατά τινα ἄλλην μαλακίαν, εἰσὶ γὰρ ἀνδρεῖοι καὶ πολεμικώτατοι καὶ κυνηγετικώτατοι. καὶ οὐ πᾶσαι αἱ τῶν Γήλων γυναῖκες ἔλαχον ἐν Αἰγοκέρωτι ἢ ἐν Ὑδρηχόῳ κακοδαιμονοῦσαν τὴν Κύπριν οὔθ’ οἱ ἄνδρες αὐτῶν πάντες ἔχουσιν ἐν Κριῷ σὺν Ἄρει τὴν Παφίην, ἔνθα τοὺς ἀνδρείους καὶ σπαταλοὺς οἱ Χαλδαΐζοντες λέγουσι.

XXIII. Παρὰ Βάκτροις αἱ γυναῖκες παντὶ κόσμῳ διαφέροντι καὶ παντὶ μύρῳ χρῶνται, ὑπηρετούμεναι ὑπὸ παιδίσκων καὶ νεανίσκων μᾶλλον ἢ οἱ ἄνδρες, προερχόμεναι μετὰ πολλῆς φαντασίας ἔφιπποι, κοσμοῦσαι χρυσῷ πολλῷ καὶ λίθοις βαρυτίμοις τοὺς ἵππους, καὶ οὐ σωφρονοῦσιν, ἀλλ’ ἀδιαφόρως κοινωνοῦσι τοῖς δούλοις καὶ τοῖς ξένοις, ἄδειαν ἔχουσαι τοιαύτην, καὶ ὑπὸ τῶν ἀνδρῶν μὴ ἐγκαλούμεναι σχεδὸν κυριεύουσιν αὐτῶν. καὶ οὐ πάντως ἐν πάσῃ γενέσει τῶν ἐν Βακτρίᾳ γυναικῶν μεσουρανεῖ μετὰ Διὸς καὶ Ἄρεος ἐν Διὸς ὅροις ἡ φιλόγελως Ἀφροδίτη.

(Ἐν τῇ Ἀραβίᾳ δὲ καὶ ἐν τῇ Ὀσροηνῇ οὐ μόνον αἱ μοιχαλίδες φονεύονται, ἀλλὰ καὶ αἱ ὑποπτευόμεναι οὐκ ἀφίενται ἀτιμώρητοι.

Παρὰ Πάρθοις καὶ Ἀρμενίοις οἱ φονεῖς ἀναιροῦνται ποτὲ μὲν ὑπὸ τῶν δικαστῶν, ποτὲ δὲ ὑπὸ τῶν καθ’ αἷμα τῶν φονευθέντων. καὶ ἐάν τις φονεύσῃ γυναῖκα αὐτοῦ ἢ ἀδελφὸν ἄτεκνον ἢ ἀδελφὴν ἄγαμον ἢ υἱὸν ἢ θυγατέρα, οὐκ ἐγκαλεῖται ὑπό του, νόμου τοιούτου ὑπάρχοντος ἐν ταῖς χώραις ἐκείναις· παρ’ Ἕλλησι δὲ καὶ Ῥωμαίοις μείζονι τιμωρίᾳ ὑποβάλλονται οἱ τῶν οἰκείων καὶ συγγενῶν φονευταί.

Ἐν Ἄτροις ὁ κλέπτων τι ἄξιον ὀβολοῦ λιθάζεται· παρὰ Βάκτροις ὁ ὀλίγα κλέπτων ἐμπτύεται, παρὰ Ῥωμαίοις πληγαῖς παιδεύεται· τοιοῦτοι γὰρ οἱ νόμοι. ἀπὸ Εὐφράτου ποταμοῦ καὶ μέχρι τοῦ Ὠκεανοῦ ὡς ἐπὶ ἀνατολὰς ὁ λοιδορούμενος ὡς φονεὺς ἢ ὡς κλέπτης οὐ πάνυ ἀγανακτεῖ· ὁ δὲ ὡς ἀρσενοκοίτης λοιδορούμενος ἑαυτὸν ἐκδικεῖ μέχρι καὶ φόνου.

Παρ’ Ἕλλησι καὶ οἱ σοφοὶ ἐρωμένους ἔχοντες οὐ ψέγονται.) ἐν τῇ αὐτῇ ἀνατολῇ ὑβριζόμενοι ἐὰν γνωσθῶσιν, ὑπὸ ἀδελφῶν ἢ πατέρων καὶ συγγενῶν φονεύονται καὶ ταφῆς προδήλου οὐκ ἀξιοῦνται.

Παρὰ δὲ Γάλλοις οἱ νέοι γαμοῦνται μετὰ παρρησίας, οὐ ψόγον τοῦτο ἡγούμενοι διὰ τὸν παρ’ αὐτοῖς νόμον. καὶ οὐ δυνατόν ἐστι πάντας τοὺς ἐν Γαλλίᾳ οὕτως ἀθέως ὑβριζομένους λαχεῖν ἐν ταῖς γενέσεσι Φωσφόρον μεθ’ Ἑρμοῦ ἐν οἴκοις Κρόνου καὶ ὁρίοις Ἄρεος δύνοντα.

XXIV. Ἐν Βρεττανίᾳ πολλοὶ ἄνδρες μίαν γυναῖκα ἔχουσιν,

ἐν δὲ τῇ Παρθίᾳ πολλαὶ γυναῖκες ἕνα ἄνδρα, καὶ πᾶσαι σωφρονοῦσι πειθόμεναι αὐτῷ κατὰ τὸν νόμον.

Αἱ δὲ Ἀμαζόνες πᾶσαι ἄνδρας οὐκ ἔχουσιν, ἀλλ’ ὡς τὰ ἄλογα ζῷα ἅπαξ τοῦ ἔτους περὶ τὴν ἐαρινὴν ἰσημερίαν ὑπερβαίνουσαι τοὺς ἰδίους ὅρους κοινωνοῦσι τοῖς πλησιοχώροις, ἑορτήν τινα ταύτην ἡγουμένοις· ἐξ ὧν συλλαμβάνουσαι ὑποστρέφουσι καὶ ἀναγκαίως ἐν ἑνὶ καιρῷ κυΐσκουσι κατὰ τὸν τῆς φύσεως νόμον καὶ τοὺς μὲν γεννωμένους ἄρρενας ῥίπτουσι, τὰς δὲ θηλείας ἀνατρέφουσι· πολεμικαί τέ εἰσι καὶ γυμνασίων προνοούμεναι.

Ἑρμῆς μετὰ Ἀφροδίτης ἐν οἴκοις Ἑρμοῦ ποιεῖ πλάστας καὶ ζωγράφους καὶ τραπεζίτας, ἐν οἴκοις δὲ Ἀφροδίτης μυρεψοὺς ἢ φωνάσκους καὶ ὑποκριτὰς ποιημάτων.

καὶ παρὰ Ταιηνοῖς καὶ Σαρακηνοῖς καὶ ἐν τῇ ἀνωτέρᾳ Λιβύῃ καὶ παρὰ Μαύροις καὶ παρὰ τοῖς περὶ τὸ στόμα τοῦ Ὠκεανοῦ Νομάσι καὶ ἐν τῇ ἐξωτέρᾳ Γερμανίᾳ καὶ ἐν τῇ ἀνωτέρᾳ Σαρματίᾳ καὶ ἐν τῇ Σκυθίᾳ καὶ ἐν πᾶσι τοῖς ἐξ ἀρκτικῶν μερῶν τοῦ Πόντου ἔθνεσι καὶ ὅλῃ τῇ Ἀλανίᾳ καὶ Ἀλβανίᾳ καὶ Ὠτηνῇ καὶ ἐν Σαυνίᾳ καὶ ἐν Χρυσῇ οὐκ ἔστιν ἰδεῖν οὐ τραπεζίτην, οὐ πλάστην, οὐ ζωγράφον, οὐκ ἀρχιτέκτονα, οὐ γεωμέτρην, οὐ φώνασκον, οὐχ ὑποκριτὴν ποιημάτων, ἀλλ’ ἐστέρηται ὁ τῆς τοῦ Ἑρμοῦ καὶ τῆς Ἀφροδίτης ἐνεργείας τρόπος ἐν ὅλῳ τῷ κύκλῳ τούτῳ τῆς οἰκουμένης.

XXV. Οἱ Μῆδοι πάντες τοῖς μετὰ σπουδῆς τρεφομένοις κυσὶ τοὺς νεκροὺς ἔτι ἐμπνέοντας παραβάλλουσι, καὶ οὐ πάντες σὺν τῇ Μήνῃ τὸν Ἄρεα ἐφ’ ἡμερινῆς γενέσεως ἐν Καρκίνῳ ὑπὸ γῆν ἔχουσιν.

Ἰνδοὶ τοὺς νεκροὺς καίουσι, μεθ’ ὧν συγκαίουσιν ἑκούσας τὰς γυναῖκας, καὶ οὐ δήπου πᾶσαι αἱ καιόμεναι ζῶσαι Ἰνδῶν γυναῖκες ἔχουσιν ὑπὸ γῆν ἐπὶ νυκτερινῆς γενέσεως σὺν Ἄρει τὸν Ἥλιον ἐν Λέοντι ὁρίοις Ἄρεος.

Γερμανῶν οἱ πλεῖστοι ἀγχονιμαίῳ μόρῳ ἀποθνήσκουσι, καὶ οὐ πάντως τὸ πλῆθος τῶν Γερμανῶν τὴν Σελήνην καὶ τὴν ὥραν μεσολαβουμένας ὑπὸ Κρόνου καὶ Ἄρεος ἔχει. παντὶ ἔθνει καὶ πάσῃ ἡμέρᾳ καὶ παντὶ τ<ρ>όπῳ τῆς γενέσεως γεννῶνται ἄνθρωποι· κρατεῖ δὲ ἐν ἑκάστῃ μοίρᾳ τῶν ἀνθρώπων νόμος καὶ ἔθος διὰ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου. καὶ οὐκ ἀναγκάζει ἡ γένεσις τοὺς Σῆρας μὴ θέλοντας φονεύειν ἢ τοὺς Βραχμᾶνας κρεοφαγεῖν ἢ τοὺς Πέρσας ἀθεμίτως μὴ γαμεῖν ἢ τοὺς Ἰνδοὺς μὴ καίεσθαι ἢ τοὺς Μήδους μὴ ἐσθίεσθαι ὑπὸ κυνῶν ἢ τοὺς Πάρθους μὴ πολυγαμεῖν ἢ τὰς ἐν τῇ Μεσοποταμίᾳ γυναῖκας μὴ σωφρονεῖν ἢ τοὺς Ἕλληνας μὴ γυμνάζεσθαι γυμνοῖς τοῖς σώμασιν ἢ τοὺς Ῥωμαίους μὴ κρατεῖν ἢ τοὺς Γάλλους μὴ γαμεῖσθαι ἢ τὰ ἄλλα βάρβαρα ἔθνη ταῖς ὑπὸ τῶν Ἑλλήνων λεγομέναις Μούσαις κοινωνεῖν· ἀλλ’, ὡς προεῖπον, ἕκαστον ἔθνος καὶ ἕκαστος τῶν ἀνθρώπων χρῆται τῇ ἑαυτοῦ ἐλευθερίᾳ ὡς βούλεται καὶ ὅτε βούλεται, καὶ δουλεύει τῇ γενέσει καὶ τῇ φύσει δι’ ἣν περίκειται σάρκα, πῆ μὲν ὡς βούλεται, πῆ δὲ ὡς μὴ βούλεται. πανταχῆ γὰρ καὶ ἐν παντὶ ἔθνει εἰσὶ πλούσιοι καὶ πένητες καὶ ἄρχοντες καὶ ἀρχόμενοι καὶ ἐρρωμένοι καὶ νοσοῦντες, ἕκαστος κατὰ τοὺς τῆς γενέσεως αὐτοῦ κλήρους.

XXVI. Φημὶ αὐτῷ· Ἡμᾶς ταῦτα, ὦ Βαρδησάνη, ἄκρως πέπεικεν. οἱ δὲ ἀστρονόμοι φασὶ τὴν γῆν ταύτην μερίζεσθαι εἰς ἑπτὰ κλίματα καὶ ἄρχειν ἑκάστου κλίματος ἕνα τῶν ἑπτὰ ἀστέρων· καὶ τοὺς διαφόρους νόμους μὴ τοὺς ἀνθρώπους τεθεικέναι ἑαυτοῖς, ἀλλ’ ἑκάστου ἄρχοντος πλεονάζειν τὸ θέλημα ἐν τῇ ἰδίᾳ χώρᾳ, ὃν νόμον νενομίκασιν οἱ κρατούμενοι.

Ἀπεκρίνατο· Οὐκ ἀληθὴς ἡ διάκρισις αὕτη, ὦ Φίλιππε. εἰ γὰρ καὶ διῄρηται ἡ οἰκουμένη εἰς μέρη ἑπτά, ἀλλ’ οὖν γε ἐν μιᾷ μερίδι εὑρίσκομεν πολλὰς διαφορὰς νόμων. οὐδὲ γὰρ ἑπτὰ νόμοι εἰσὶ κατὰ τοὺς ἑπτὰ ἀστέρας οὐδὲ δώδεκα κατὰ τὰ ζῴδια οὐδὲ τριάκοντα ἓξ κατὰ τοὺς δεκανούς, ἀλλὰ μυρίοι. μνημονεύειν τε ὀφείλετε ὧν προεῖπον, ὅτι καὶ ἐν ἑνὶ κλίματι καὶ ἐν μιᾷ χώρᾳ τῶν Ἰνδῶν εἰσιν ἀνθρωποφάγοι Ἰνδοὶ καί εἰσιν οἱ ἐμψύχων ἀπεχόμενοι· καὶ ὅτι οἱ Μαγουσαῖοι οὐκ ἐν Περσίδι μόνῃ τὰς θυγατέρας γαμοῦσιν, ἀλλὰ καὶ ἐν παντὶ ἔθνει, ὅπου ἂν οἰκήσωσι, τοὺς τῶν προγόνων φυλάσσοντες νόμους καὶ τῶν μυστηρίων αὐτῶν τὰς τελετάς. ἀλλὰ καὶ πολλὰ βάρβαρα ἔθνη κατελέξαμεν, τά γε ὄντα ἐν μεσημβρίᾳ καὶ δύσει καὶ ἀνατολῇ καὶ ἄρκτῳ, τουτέστιν ἐν διαφόροις κλίμασι, μὴ μετέχοντα Ἑρμαϊκῆς ἐπιστήμης.

XXVII. Πόσοι, νομίζετε, σοφοὶ ἄνδρες παρήγαγον τοὺς κακῶς κειμένους νόμους; πόσοι δὲ νόμοι ὑπὸ τῆς ἀπορίας κατελύθησαν; πόσοι βασιλεῖς κρατήσαντες ἐθνῶν παρήγαγον τοὺς πρὸ αὐτῶν νόμους καὶ ἔθεντο τοὺς ἰδίους; καὶ οὐδεὶς τῶν ἀστέρων ἀπώλεσε τὸ ἴδιον κλίμα. χθὲς οἱ Ῥωμαῖοι τῆς Ἀραβίας κρατήσαντες τοὺς τῶν βαρβάρων νόμους ἤλλαξαν· ἕπεται γὰρ τὸ αὐτεξούσιον τῷ αὐτεξουσίῳ.

XXVIII. τὸ δὲ δυνάμενον πεῖσαι καὶ τοὺς ἀπίστους ἐκθήσομαι ὑμῖν. Ἰουδαῖοι πάντες οἱ διὰ Μωσέως δεξάμενοι νόμον τοὺς γεννωμένους ἄρρενας παῖδας ἐν τῇ ὀγδόῃ ἡμέρᾳ αἱμάσσουσι περιτέμνοντες, οὐκ ἀστέρος παρουσίαν ἀναμένοντες, οὐ κλίματος ἐξουσίαν ἐντρεπόμενοι, οὐχ ὑπὸ νόμου ἀλλοτρίας χώρας ἀγόμενοι, ἀλλ’ εἴτε ἐν Συρίᾳ τυγχάνουσιν εἴτε ἐν Γαλατίᾳ εἴτε ἐν Ἰταλίᾳ εἴτε ἐν Ἑλλάδι ἢ ἐν Παρθίᾳ ἢ ὅπου ἂν ὦσι, τοῦτο ποιοῦσιν. ὅπερ οὐκ ἔστι κατὰ γένεσιν· οὐ γὰρ δύνανται πάντες οἱ Ἰουδαῖοι μίαν γένεσιν ἔχειν. ἀλλὰ καὶ δι’ ἡμερῶν ἑπτὰ πάντες ὅπου ἂν ὦσιν ἀργοῦσιν ἐκ παντὸς ἔργου καὶ οὔτε ὁδεύουσιν οὔτε πυρὶ χρῶνται οὔτε ἀναγκάζει ἡ γένεσις Ἰουδαῖον οὐ κτίσαι οἶκον, οὐ καταλῦσαι, οὐκ ἐργάσασθαι, οὐ πωλῆσαι, οὐκ ἀγοράσαι ταῖς ἡμέραις τοῦ σαββάτου, καίτοι ἐν τῇ αὐτῇ ἡμέρᾳ γεννώντων Ἰουδαίων καὶ γεννωμένων καὶ νοσούντων καὶ ἀποθνησκόντων. ταῦτα γὰρ οὐκέτι ἐστὶ τοῦ αὐτεξουσίου.

(Ἐν τῇ Συρίᾳ καὶ ἐν τῇ Ὀσροηνῇ ἀπεκόπτοντο πολλοὶ τῇ Ῥέᾳ, καὶ ἐν τούτῳ μιᾷ ῥοπῇ ὁ βασιλεὺς Ἄβγαρος ἐκέλευσε τῶν ἀποκοπτομένων τὰ αἰδοῖα ἀποκόπτεσθαι καὶ τὰς χεῖρας, καὶ ἐκ τότε οὐδεὶς ἀπεκόψατο ἐν τῇ Ὀσροηνῇ.)

XXIX. Τί δὲ ἐροῦμεν περὶ τῆς τῶν Χριστιανῶν αἱρέσεως, ἧς ἡμεῖς οἱ δοξασταὶ πολλοὶ ὄντες καὶ ἐν διαφόροις ἀνέστημεν κλίμασιν, ἐν παντὶ ἔθνει καὶ κλίματι, οἵτινες πολλοὶ ὄντες ἑνὶ ὀνόματι κεκλήμεθα; καὶ οὔτε οἱ ἐν Παρθίᾳ Χριστιανοὶ πολυγαμοῦσι, Πάρθοι τυγχάνοντες, οὔθ’ οἱ ἐν Μηδίᾳ κυσὶ παραβάλλουσι τοὺς νεκρούς, οὐχ οἱ ἐν Περσίδι γαμοῦσι τὰς θυγατέρας αὐτῶν, Πέρσαι ὄντες, οὐ παρὰ Βάκτροις καὶ Γήλοις φθείρουσι τοὺς γάμους, οὐχ οἱ ἐν Αἰγύπτῳ θρησκεύουσι τὸν Ἆπιν ἢ τὸν κύνα ἢ τὸν τράγον ἢ αἴλουρον, ἀλλ’ ὅπου εἰσίν, οὔτε ὑπὸ τῶν κακῶς κειμένων νόμων καὶ ἐθῶν νικῶνται οὔθ’ ἡ ὑπὸ τῶν ἀρχῶν πρυτανευομένη γένεσις αὐτοὺς ἀναγκάζει τοῖς ἀπειρημένοις κακοῖς ὑπὸ τοῦ διδασκάλου αὐτῶν χρῆσθαι.

(νόσῳ δὲ καὶ πενίᾳ καὶ πάθεσι καὶ ταῖς νομιζομέναις ἀτιμίαις ὑπόκεινται. ὥσπερ γὰρ ὁ ἐλεύθερος ἡμῶν ἄνθρωπος δουλεύειν οὐκ ἀναγκάζεται κἂν ἀναγκασθῇ ἀνθίσταται τοῖς ἀναγκάζουσιν, οὕτως οὐδὲ ὁ φαινόμενος ἡμῶν δοῦλος ἄνθρωπος τῆς ὑποταγῆς ἐκφεύγειν ῥᾳδίως δύναται. εἰ γὰρ πάντα ἐδυνάμεθα, ἡμεῖς ἂν ἦμεν τὸ πᾶν, ὥστ’ εἰ μηδὲν ἐδυνάμεθα, ἄλλων ἦμεν, ὡς προεῖπον, ὄργανα, καὶ οὐχ ἑαυτῶν. θεοῦ δ’ ἐπινεύσαντος πάντα δυνατὰ καὶ ἀνεμπόδιστα· τῇ γὰρ ἐκείνου βουλήσει οὐδὲν ἀντιστῆναι δύναται. καὶ γὰρ τὰ δοκοῦντα ἀνθίστασθαι αὐτοῦ χρηστοῦ ὄντος καὶ συγχωροῦντος ἑκάστῃ φύσει ἔχειν τὴν ἰδιότητα καὶ τὸ αὐτεξούσιον τοῦ θελήματος ἀνθίσταται.)

 


 

Recognitiones
(ex Pseudo-Caesario)

Die Pseudoklementinen II. Recognitionen,
ed. B. Rehm and F. Paschke //
Die griechischen christlichen Schriftsteller 51.
Berlin: Akademie-Verlag, 1965,
s. 271, 273, 275, 277, 279, 281, 283, 287, 289,
291, 293, 295, 297, 299, 301, 303, 307, 309.

 

IX

XIX. ... οἱ τῶν ἀρχόντων νόμοι ...... ἐγγράφως ἢ ἀγράφως ὑπάρχοντες παρ’ ἡμῖν τε καὶ ἔθνεσιν, ἐν τοῖς μὲν τὸ γράμμα, ἐν τοῖς δὲ ἡ συνήθεια· νόμος γὰρ ἀνόμοις τὰ πάτρια δοκεῖ.

Ὧν πρῶτοι Σῆρες οἱ τὸ ἄκρον τῆς χέρσου οἰκοῦντες, νόμον ἔχοντες τὸ πατρῷον ἔθος μὴ ἑταιρίζεσθαι μηδὲ συλᾶν, μὴ μοιχᾶσθαι, μὴ ξοάνοις προσκυνεῖν ἢ ποτνιᾶσθαι δαίμοσι, μηδ’ ὅλως ἐν αὐτοῖς ὑπάρχειν εἴδωλον ἢ ἑταίραν ἢ μοιχαλίδα, οὐ συλήτην, οὐ φονέα, οὐ λωποδύτην· καὶ ὅμως οὐδενὸς τὸ αὐτεξούσιον ἠνάγκασεν ὁ τοῦ κατὰ σὲ πυριλαμποῦς Ἄρεος ἀστήρ, οὐδὲ ἐβιάσατό τινα αὐτῶν φασγάνῳ τὸν πέλας ἀναιρεῖν ἢ λίθῳ πατάξαι. οὐκ Ἀφροδίτη σὺν Ἄρει ἔπεισεν αὐτοὺς ἐπιλυττῆσαι τῇ γυναικὶ τοῦ γείτονος, πανημέριον μεσουρανοῦντος τοῦ Ἄρεος, καὶ ὅμως ἰσχυρότερος τῆς ἀνάγκης τῶν ἄστρων παρὰ Σηρσὶν ὁ πάτριος νόμος.

XX. Νόμος δὲ καὶ παρὰ Βακτριανοῖς ἤτοι Βραγμανοῖς ἡ ἐκ προγόνων παιδεία, μὴ μεθύειν μηδὲ ἐμψύχων ἀπογεύεσθαι, οὐκ οἴνου ἁπλοῦ ἢ νόθου μετέχειν, θεὸν τὸν ἐμὸν δεδοικότας, καίτοι τῶν παρακειμένων αὐτοῖς Ἰνδῶν μιαιφονούντων καὶ οἰνοφλυγούντων καὶ μονιῶν ἀγρίων ἢ συῶν δίκην θηλυμανούντων καὶ τῷ πάθει κραδαινομένων. ἐν δὲ τοῖς ἑσπερίοις κλίμασιν ἐνδοτέρω τῶν ἐκεῖσε Ἰνδῶν ξενοβόροι τινὲς ὑπάρχοντες τοὺς ἐπήλυδας ἀναιροῦντες ἐσθίουσι, καὶ οὐδεὶς τῶν ἀγαθοποιῶν ἀστέρων τῆς μιαιφονίας αὐτοὺς ἀποστῆσαι ἴσχυσε μέχρι τήμερον.

Ἕτερος νόμος Χαλδαίοις τε καὶ Βαβυλωνίοις μητρογαμεῖν καὶ ἀδελφοφθορεῖν καὶ ταῖς σφῶν παισὶν ἐπιμαίνεσθαι καὶ μιαιγαμεῖν, εἰ καὶ πόρρω τῆς ἐνεγκαμένης γένωνται, καὶ τοῖς σφῶν κεχρῆσθαι νόμοις, φανερῶς καὶ λεληθότως διακελευόμενος·  XXI. ἐξ ὧν τινες αὐτῶν μέχρι καὶ νῦν ὑπάρχουσιν, ἐν Μήδοις καὶ Πάρθοις καὶ Ἐλαμίταις καὶ Αἰγυπτίοις, ἐν Φρυξὶ καὶ Γαλάταις, ἔν τισι κώμαις μιαιβιοῦντες· καὶ οὐ δήπου Κύπρις σὺν Μήνῃ ἐν ὁρίοις καὶ οἴκοις Κρόνου <σὺν Κρόνῳ>, ἐπιμαρτυροῦντος τοῦ Ἄρεος, ἐν ταῖς πάντων αὐτῶν γενέσεσιν εὑρίσκεσθαι οἵα τε.

XXII. Θάτερος δὲ παρὰ Γήλαις νόμος γυναῖκας γεωργεῖν καὶ οἰκοδομεῖν καὶ τὰ ἀνδρῶν πράττειν, ἀλλὰ καὶ κοινωνεῖν οἷς ἂν βούλωνται τῶν ἐπηλύδων, οὐκ ἐπιτιμώμεναι ὑπὸ τῶν προεχόντων ἀνδρῶν οὐδὲ ζηλούμεναι. οὐ μυρίζονται δὲ οὐδὲ φυκίοις τὴν ὄψιν νοθεύονται, τὰς σφῶν παρειὰς ἐπιχρωννῦσαι, καθὼς αἱ παρ’ ἡμῖν ἀλλότριον ὑποδύνουσαι προσωπεῖον· οἱ δὲ ἄνδρες στιβάζονται ἐσθῆτι μαλακῇ καὶ ἀνθοβάφῳ περιβολῇ· ὑπάρχουσι δ’ ἐν αὐταῖς καὶ πολεμικώταται καὶ θηρῶσαι τὰ μὴ λίαν ἰσχυρὰ τῶν θηρίων. πῶς οὖν πᾶσαι αἱ Γηλῶν γυναῖκες [οὐκ] ἔλαχον <ἐν> Αἰγοκέρῳ ἢ Ὑδροχόῳ κακοδαιμονοῦσαν τὴν Κύπριν; οὔτ’ αὖ πάλιν οἱ ἄνδρες αὐτῶν ἔλαχον ἐν Κριῷ σὺν Ἄρει τὴν Ἀφροδίτην, ἔνθα τοὺς ἀνδρείους καὶ σπαταλούς φασιν οἱ τῇ γνώμῃ Χαλδαῖοι.

XXIII. Ἐν δὲ Σούσοις τῆς Βαβυλῶνος αἱ γυναῖκες παντὶ μύρῳ διαφέροντι καὶ κόσμῳ χρῶνται, ὑπηρετούμεναι καὶ φαιδρῶς προϊοῦσαι σὺν βλοσυρίᾳ καὶ διαχύσει πολλῇ· πᾶσι δὲ νεήλυσιν ἀδεῶς τε καὶ ἀναιδῶς συγκαθεύδουσιν, ἄρχουσαι μᾶλλον τῶν οἰκείων ἀνδρῶν. καὶ οὐ πάντως ἐν πάσῃ γενέσει τῶν Σουσίδων γυναικῶν μεσουρανεῖ μετὰ Διὸς καὶ Ἄρεος ἐν Διὸς ὅροις ἡ Ἀφροδίτη.

Ἐν δὲ τῇ Ἑῴᾳ οἱ ἀρρενοφθοροῦντες οἱ παρὰ Χριστιανοῖς ἐὰν γνωσθῶσιν ὑπὸ τῶν ὁμαίμων ἀφειδῶς τιμωροῦνται.

XXIV. Ἐν Βρετταννίᾳ πλεῖστοι ἄνδρες μιᾷ συγκαθεύδουσι γυναικί· ὡσαύτως καὶ πολλαὶ γυναῖκες ἑνὶ ἑταιρίζονται ἀνδρί.

Καὶ πᾶσι τοῖς πατρίοις τὰ ἔθνη ὥσπερ νόμῳ στοιχοῦσιν ἀδάκνως καὶ ἀπόνως.

Ἀμαζόνες δὲ ἄνδρας οὐκ ἔχουσιν, ἀλλ’ ὡς τὰ ἄλογα ζῷα ἅπαξ τοῦ ἔτους περὶ τὴν ἐαρινὴν ἰσημερίαν ὑπερόριοι γίνονται, μισγόμεναι τοῖς γειτνιῶσιν ἀνδράσιν, οἷον πανήγυρίν τινα καὶ ἑορτὴν τὸν καιρὸν τῆς ἑταιρείας ἡγούμεναι. ἐξ ὧν κατὰ γαστρὸς φέρουσαι παλινδρομοῦσιν οἴκαδε ἅμα πᾶσαι. τῷ δὲ καιρῷ τῆς ἀποκυήσεως τὸν μὲν ἄρρενα φθείρουσι, τὸ δὲ θῆλυ ζῳογονοῦσι καὶ τιθηνοῦσιν ἐπιμελῶς. ἄτοπον δὲ πιστεῦσαι ἐπὶ μὲν τῇ τῶν ἀρρένων σπορᾷ Ἄρεα μετὰ Κρόνου ἐπὶ τῆς ὥρας ἰσομοίρως τυχεῖν, ἐπὶ δὲ τοῦ θήλεος οὐδέποτε.

Εἰ δὲ καὶ Ἑρμῆς, ὥς φατε, μετὰ Ἀφροδίτης ἐν οἴκοις ἰδίοις ἐπιτελεῖ πλάστας, ζωγράφους, κερματιστάς, ἐν οἴκοις δὲ Ἀφροδίτης μυρεψούς, φωνάσκους, ὑποκριτάς, ποιητάς, παρὰ δὲ Ἠλείοις καὶ Σαρακηνοῖς καὶ τοῖς ἐν τῇ ἀνωτέρᾳ Λιβύῃ καὶ Μαύροις, τοῖς κατὰ τὰς ἠιόνας καὶ ὄχθας τοῦ Ὠκεανοῦ ποταμοῦ οἰκοῦσι, καὶ ἐν τῇ ἐξωτέρᾳ Γερμανίᾳ καὶ ἐν τῇ ἀνωτέρᾳ Σαρματίᾳ καὶ ἐν Σκυθίᾳ καὶ ἐν πᾶσι τοῖς ἐξωτικοῖς μέρεσι τοῦ Πόντου ἔθνεσιν οὐχ οἷόν τε εὑρεῖν κολλυβιστὴν ἢ πλάστην ἢ ζωγράφον, οὐκ ἀρχιτέκτονα, οὐ φώνασκον, οὐχ ὑποκριτὴν ποιημάτων, ὡς παρ’ ἡμῖν· διὰ τί Ἑρμῆς καὶ Ἀφροδίτη οὐ παρέσχον κατ’ ἐνιαυτὸν ἐπιτυχεῖν γεννωμένῳ τοῖς ἐκλείπουσι παρ’ αὐτοῖς ἐπιτηδεύμασιν;

XXV. Μῆδοι δὲ πάντες μετὰ σπουδῆς ἔτι ἐμπνέοντας τοὺς κάμνοντας κυσὶ βορὰν προτιθέασιν ἀναλγήτως· καὶ οὐ πάντως σὺν τῇ Μήνῃ, ὥς φατε, τὸν Ἄρεα ἐπὶ ἡμερινῆς γενέσεως ἐν Καρκίνῳ Μῆδοι ἔλαχον;

Ἰνδοὶ τοὺς νεκροὺς ἑαυτῶν τεφροποιοῦσι πυρί, μεθ’ ὧν καταφλέγουσί τινων τὰς συμβίους. καὶ οὐ δήπου πᾶσαι αἱ πυριάλωτοι Ἰνδῶν γυναῖκες [ἢ] αἱ ζῶσαι ἔλαχον ὑπὸ τῆς νυκτερινῆς συνελεύσεως τῶν γονέων σὺν Ἄρει τὸν Ἥλιον, ἐν νυκτὶ μὴ φαίνοντα ἐν μοίραις Ἄρεος.

Γερμανῶν οἱ πλείους ἀγχόνῃ τοῦ ζῆν ἀμείβονται· καὶ οὐ πάντως τὸ πλῆθος Γερμανῶν τὴν Σελήνην καὶ τὴν ὥραν μεσολαμβανομένας ὑπὸ Κρόνου καὶ Ἄρεος ἔχουσιν. ἀλλ’ ἐν παντὶ ἔθνει <καὶ> ἡμέρᾳ βροτοὶ γεννῶνται, οὐ κρείττονες ἢ χείρονες κατὰ ἄστρων συμπλοκήν, ὡς ὑμεῖς φατε, ἀλλ’ ἐν ἑκάστῃ χώρᾳ νόμοι τινὲς καὶ πάτρια ἔθη κρατεῖ, ἐξ ὧν τὸ αὐτεξούσιον καὶ τὸ ἐφ’ ἡμῖν τὰ πρακτέα ὑπάρχειν παιδευόμεθα πάντες. οὐ γὰρ οἵα τε ἡ καθ’ ὑμᾶς γένεσις ἀναγκάσαι Σῆρας ἀναιρεῖν ἢ Βραχμᾶνας κρεοβορεῖν καὶ σικεροποτεῖν ἢ Πέρσας μὴ μητρογαμεῖν καὶ ἀδελφοφθορεῖν ἢ Ἰνδοὺς μὴ πυρὶ διδόναι τοὺς νεκροὺς ἢ Μήδους μὴ κυσὶ τοὺς θνησκομένους προτιθέναι ἢ Πάρθους μὴ πολυγαμεῖν ἢ τοὺς Μεσοποταμίτας μὴ ἄκρως σωφρονεῖν ἢ Ἕλληνας μὴ σωμασκεῖσθαι ἢ τὰ βάρβαρα ἔθνη ταῖς ὑφ’ Ἑλλήνων προσαγορευομέναις <Μούσαις> κοινωνεῖν· ἀλλ’, ὡς προέφην, ἕκαστος βροτῶν χρῆται τῇ τοῦ νόμου ἐλευθερίᾳ, τὰ ἐκ τῶν ἄστρων μυθουργούμενα καθ’ Ἕλληνας παραπεμπόμενος, τῷ ἐκ τῶν νόμων δέει ἢ τῷ ἐξ ἔθνους ἔθει πατρίῳ τῶν φαύλων εἰργόμενος· αἱ μὲν γὰρ τῶν ἀρετῶν ὑπάρχουσι προαιρετικαί, αἱ δὲ περιστατικαί, ἀνάγκῃ ἐπὶ τὸ κρεῖττον χωροῦντος τοῦ ζητουμένου ὑπὸ τῶν νόμων.

XXVI. Ἀλλ’ ἑπτὰ ὄντων <τῶν> τῇ γενέσει ἡμῶν ἀνακειμένων ἀστέρων, εἰς ἑπτὰ λέγομεν κλίματα τὴν γῆν διαιρεῖσθαι, καὶ ἄρχεσθαι ἕκαστον κλίμα ὑφ’ ἑνὸς τῶν ἀστέρων, καὶ πρὸς τὰς ἐκείνων συμπλοκὰς ἄγεσθαι καὶ ἀποτελεῖσθαι τοὺς ἀρχομένους· ὅπερ νόμον τινὲς τὴν τοῦ ἄστρου ἐνέργειαν λέγουσιν.

Καὶ πῶς, εἰ ἑπταχῶς διαιρεῖται ἡ οἰκουμένη, ἐν μιᾷ μερίδι πολλοὺς καὶ διαφόρους νόμους εὑρίσκομεν; καὶ οὔτε ἑπτὰ μόνον κατὰ τοὺς ἀστέρας οὔτε δὶς ἓξ κατὰ τοὺς ζῳδιακούς, οὐδ’ αὖ πάλιν τριάκοντα ἓξ κατὰ τοὺς δεκανούς, ἀλλὰ μυρίοι μνημονεύονται νόμοι, πάλαι ἀμειφθέντες καὶ νῦν ὑπάρχοντες. πῶς δὲ ἐν ταὐτῷ τμήματι τοὺς ἀνθρωποβόρους Ἰνδοὺς καὶ τοὺς ἐμψύχων καὶ θοίνης ἁπάσης ἀπεχομένους Βραχμανοὺς οἰκοῦντας ὁρῶμεν; πῶς δὲ οἱ ἐν Βαβυλῶνι, ὅποι δ’ ἂν γίνωνται, τῇ μιαιγαμίᾳ τῶν ὁμαίμων παροινοῦσιν;

XXVII. (Καὶ πολὺς ὁ λόγος περὶ Λογγοβάρδων καὶ Νόρων καὶ Γάλλων τῶν ἑσπερίων τῶν Ἑρμαϊκῆς καὶ Κρονικῆς ἀμοιρούντων ἐπιστήμης τῶν ἄστρων.) πόσοι βασιλεῖς καὶ ἄρχοντες παρήγαγον τοὺς κακῶς κειμένους νόμους, αὐτοὶ τὸ δοκοῦν νομοθετοῦντες, ἢ αὖ πάλιν τοὺς κρείττονας οἱ ἐναντίοι ἀπώσαντο, ὑπ’ οὐδενὸς τῶν ἄστρων πρὸς τὰ αἱρεθέντα εἰργόμενοι;

XXVIII. ἓν δὲ φάναι βούλομαι, ὃ καὶ τῶν ἀπίστων πάντως ἀπορράψει τὰ στόματα. Ἰουδαῖοι πάντες, τὸν διὰ Μωσέως δεξάμενοι νόμον, πᾶν ἄρρεν λογικὸν αὐτοῖς γινόμενον τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνοντες αἱμάττουσιν. ἀπὸ δὲ τοῦ αἰῶνος οὐδεὶς Ἑλλήνων ἢ Χριστιανῶν περιτομὴν ἐδέξατο. πλείστων Ἰουδαίων καὶ Ἑλλήνων καὶ Χριστιανῶν κατὰ τοὺς αὐτοὺς μῆνας καὶ ἑβδομάδας καὶ ἡμέρας καὶ ὥρας γεννωμένων, <ποῦ> οὖν Ἄρης ἢ Ἑρμῆς ἢ Κύπρις ἢ ὁ λοιπὸς Ἑλλήνων μῦθος, ἑνὸς κύκλου ἐμπεριέχοντος τὰ πάντα καὶ μηδενὸς ὑπὸ ἀστέρων βιαζομένου; οὐ γὰρ πάντες Ἕλληνες ἢ Ἰουδαῖοι ἢ Χριστιανοὶ ἐν τῇ αὐτῇ ἡμέρᾳ ἢ ὥρᾳ ἐν τῇ μητρῴᾳ κατεβλήθησαν νηδύι, οὐδ’ αὖ πάλιν πάντες ἅμα ἀπεκυήθησαν· πῶς οὖν οἱ πλεῖστοι αὐτῶν Χριστῷ συνέθεντο, τὴν πατρῴαν ἀρνησάμενοι πλάνην, μὴ ἰσχύσαντος τοῦ ἄρχοντος ἀστέρος τῆς χερσαίου μερίδος ἐμποδίσαι αὐτοὺς πρὸς θεοσέβειαν;


Hosted by uCoz