Die Pseudoklementinen I. Homilien, 2nd ed.,
ed. B. Rehm, J. Irmscher and F. Paschke //
Die griechischen christlichen Schriftsteller 42.
Berlin: Akademie-Verlag, 1969, s. 1–2.
I. Πέτρος Ἰακώβῳ τῷ κυρίῳ καὶ ἐπισκόπῳ τῆς ἁγίας ἐκκλησίας. ὑπὸ τοῦ τῶν ὅλων πατρὸς διὰ Ἰησοῦ Χριστοῦ ἐν εἰρήνῃ πάντοτε.
Εἰδώς σε, ἀδελφέ μου, εἰς τὸ κοινῇ πᾶσιν ἡμῖν συμφέρον σπεύδοντα προθύμως, ἀξιῶ καὶ δέομαι τῶν ἐμῶν κηρυγμάτων ἃς ἔπεμψά σοι βίβλους μηδενὶ τῶν ἀπὸ τῶν ἐθνῶν μεταδοῦναι μήτε ὁμοφύλῳ πρὸ πείρας, ἀλλ' ἐάν τις δοκιμασθεὶς ἄξιος εὑρεθῇ, τότε αὐτῷ κατὰ τὴν ἀγωγὴν παραδοῦναι, καθ' ἣν καὶ τοῖς ἑβδομήκοντα ὁ Μωυσῆς παρέδωκε τοῖς τὴν καθέδραν αὐτοῦ παρειληφόσιν. διὰ τοῦτο καὶ ὁ καρπὸς τῆς ἀσφαλείας μέχρι τοῦ δεῦρο φαίνεται. τὸν γὰρ αὐτὸν οἱ πανταχῆ ὁμόεθνοι τῆς μοναρχίας καὶ πολιτείας φυλάσσουσι κανόνα, κατὰ μηδένα τρόπον ἄλλως φρονεῖν ὑπὸ τῶν πολλὰ νευρουσῶν γραφῶν ἐξοδευθῆναι δυνηθέντες. κατὰ γὰρ τὸν παραδοθέντα αὐτοῖς κανόνα τὰ τῶν γραφῶν ἀσύμφωνα πειρῶνται μεταρρυθμίζειν, εἰ δή τις· τυχὸν μὴ εἰδὼς τὰς παραδόσεις ναρκᾷ πρὸς τὰς τῶν προφητῶν πολυσήμους φωνάς. οὗ ἕνεκεν οὐδενὶ διδάσκειν ἐπιτρέπουσιν, ἐὰν μὴ πρότερον μάθῃ πῶς δεῖ ταῖς γραφαῖς χρῆσθαι. διὰ τοῦτο παρ' αὐτοῖς εἷς θεός, εἷς νόμος, μία ἐλπίς. II. ἵνα γοῦν τὸ ὅμοιον καὶ παρ' ἡμῖν γένηται, τοῖς ἑβδομήκοντα ἡμῶν ἀδελφοῖς τὰς βίβλους μου τῶν κηρυγμάτων δὸς μετὰ τοῦ ὁμοίου τῆς ἀγωγῆς μυστηρίου, ἵνα καὶ τοὺς βουλομένους τὸ τῆς διδασκαλίας ἀναδέξασθαι μέρος ἐφοδιάζειν ἐφοδιάζωσιν· ἐπεὶ ἐὰν μὴ οὕτως γένηται, εἰς πολλὰς γνώμας ὁ τῆς ἀληθείας ἡμῶν διαιρεθήσεται λόγος. τοῦτο δὲ οὐχ ὡς προφήτης ὢν ἐπίσταμαι, ἀλλ' ἤδη αὐτοῦ τοῦ κακοῦ τὴν ἀρχὴν ὁρῶν. τινὲς γὰρ τῶν ἀπὸ ἐθνῶν τὸ δι' ἐμοῦ νόμιμον ἀπεδοκίμασαν κήρυγμα, τοῦ ἐχθροῦ ἀνθρώπου ἄνομόν τινα καὶ φλυαρώδη προσηκάμενοι διδασκαλίαν. καὶ ταῦτα ἔτι μου περιόντος ἐπεχείρησάν τινες ποικίλαις τισὶν ἑρμηνείαις τοὺς ἐμοὺς λόγους μετασχηματίζειν εἰς τὴν τοῦ νόμου κατάλυσιν, ὡς καὶ ἐμοῦ αὐτοῦ οὕτω μὲν φρονοῦντος, μὴ ἐκ παρρησίας δὲ κηρύσσοντος. ὅπερ ἀπείη. τὸ γὰρ τοιοῦτο ἀντιπράσσειν ἐστὶ τῷ τοῦ θεοῦ νόμῳ τῷ διὰ Μωυσέως ῥηθέντι καὶ ὑπὸ τοῦ κυρίου ἡμῶν μαρτυρηθέντι περὶ τῆς ἀιδίου αὐτοῦ διαμονῆς. ἐπεὶ οὕτως εἶπεν· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου». τοῦτο δὲ εἴρηκεν, «ἵνα τὰ πάντα γίνηται». οἱ δὲ οὐκ οἶδα πῶς τὸν ἐμὸν νοῦν ἐπαγγελλόμενοι, οὓς ἤκουσαν ἐξ ἐμοῦ λόγους, ἐμοῦ τοῦ εἰπόντος αὐτοὺς φρονιμώτερον ἐπιχειροῦσιν ἑρμηνεύειν, λέγοντες τοῖς ὑπ' αὐτῶν κατηχουμένοις τοῦτο εἶναι τὸ ἐμὸν φρόνημα, ὃ ἐγὼ οὐδὲ ἐνεθυμήθην. εἰ δὲ ἐμοῦ ἔτι περιόντος τοιαῦτα τολμῶσιν καταψεύδεσθαι, πόσῳ γε μᾶλλον μετ' ἐμὲ ποιεῖν οἱ μετ' ἐμὲ τολμήσουσιν; III. ἵνα οὖν μὴ τοιοῦτόν τι γένηται, τούτου ἕνεκα ἠξίωσα καὶ ἐδεήθην τῶν ἐμῶν κηρυγμάτων ἃς ἔπεμψά σοι βίβλους μηδενὶ μεταδοῦναι μήτε ὁμοφύλῳ μήτε ἀλλοφύλῳ πρὸ πείρας, ἀλλ' ἐάν τις δοκιμασθεὶς ἄξιος εὑρεθῇ, τότε αὐτῷ κατὰ τὴν Μωυσέως ἀγωγὴν παραδοῦναι, καθ' ἣν τοῖς ἑβδομήκοντα παρέδωκεν τοῖς τὴν καθέδραν αὐτοῦ παρειληφόσιν, ἵνα οὕτως τὰς πίστεις φυλάξωσιν καὶ πανταχῆ τὸν τῆς ἀληθείας κανόνα παραδῶσιν, ἑρμηνεύοντες τὰ πάντα πρὸς τὴν παράδοσιν ἡμῶν, καὶ μὴ αὐτοὶ ὑπὸ ἀμαθείας κατασπώμενοι, ὑπὸ τῶν κατὰ τὴν ψυχὴν στοχασμῶν εἰς πλάνην ἑλκόμενοι, ἄλλους εἰς τὸν ὅμοιον τῆς ἀπωλείας ἐνέγκωσιν βόθυνον. καὶ τὰ μὲν ἐμοὶ δόξαντα καλῶς ἐσήμανά σοι, τὸ δὲ σοὶ δοκοῦν, κύριέ μου, πρεπόντως ἐπιτέλει. ἔρρωσο.