Homiliae - Greek

 

Ομιλια κ’

I. Νύκτωρ δὲ διαναστὰς καὶ διυπνίσας ἡμᾶς, καθεσθεὶς συνήθως ἔφη· Πυνθάνεσθέ μου περὶ ὧν βούλεσθε. καὶ ὁ Σοφονίας αὐτῷ πρῶτος ἤρξατο· Πῶς ὄντως ὁ περὶ πονηροῦ λόγος ἔχει, ἐπιθυμοῦσιν ἡμῖν μαθεῖν ὑφήγησαι. καὶ ὁ Πέτρος· Ἤδη μέν, ἔφη, καὶ διὰ τῆς πρὸς Σίμωνα διαλέξεως ἐξέφηνα, τῷ δὲ σὺν ἑτέροις κεφαλαίοις τὰ περὶ αὐτοῦ εἰρηκέναι οὐ πάνυ σαφῶς ἐφωτίσθη. πολλὰ γὰρ κεφάλαια ἰσοδυναμεῖν δοκοῦντα τῷ ἀληθεῖ αὐτοῦ τοῦ ἀληθοῦς τοῖς πλείοσι παρέχει τινὰ γνῶσιν· ὥστε, ἐὰν νῦν ὑμῖν εἴπω ἃ τότε μετὰ πολλῶν εἰρήκειν κεφαλαίων τῷ Σίμωνι, μὴ οἰηθῆτε ἴσῃ αὐτῷ τιμῇ τετιμῆσθαι. καὶ ὁ Σοφονίας· Ὀρθῶς, ἔφη, λέγεις· εἰ νῦν γὰρ ἡμῖν ἐκ πολλῶν τῶν τότε εἰρημένων κεφαλαίων ἀφορίζεις αὐτὸ τὸ ἀληθές, ποιήσεις φανερώτερον.  II. καὶ ὁ Πέτρος· Ἀκούσατε, ἔφη, τοιγαροῦν τῆς περὶ τοῦ πονηροῦ ἁρμονίας τὴν ἀλήθειαν. ὁ θεὸς δύο βασιλείας ὁρίσας καὶ δύο αἰῶνας συνεστήσατο, κρίνας τῷ πονηρῷ δεδόσθαι τὸν παρόντα κόσμον διὰ τὸ μικρόν τε αὐτὸν εἶναι καὶ παρέρχεσθαι ὀξέως, τῷ δὲ ἀγαθῷ δώσειν ὑπέσχετο τὸν μέλλοντα αἰῶνα, ἅτε δὴ μέγαν ὄντα καὶ ἀίδιον. τὸν οὖν ἄνθρωπον αὐτεξούσιον ἐποίησεν, ἐπιτηδειότητα ἔχοντα νεύειν πρὸς ἃς βούλεται πράξεις. καὶ τὸ μὲν σῶμα αὐτοῦ ἐστι τριμερές, ἐκ θηλείας ἔχον τὴν γένεσιν· ἔχει γὰρ ἐπιθυμίαν, ὀργήν, λύπην καὶ τὰ τούτοις ἑπόμενα – τὸ δὲ πνεῦμα (καὶ αὐτὸ οὐ τριτογενὲς ὄν, ἀλλὰ τριμερές) ἐκ τοῦ ἄρρενος ἔχει τὴν γένεσιν καὶ δεκτικόν ἐστι λογισμοῦ, γνώσεως, φόβου καὶ τῶν τούτοις ἑπομένων. ἑκατέρα δὲ τῶν τριάδων μίαν ἔχει τὴν ῥίζαν, ὡς εἶναι τὸν ἄνθρωπον ἐκ φυραμάτων δύο, θηλείας τε καὶ ἄρρενος. διὸ δὴ καὶ δύο αὐτῷ ὁδοὶ προετέθησαν, νόμου τε καὶ ἀνομίας – δύο τε βασιλεῖαι ὡρίσθησαν, [<ἡ μὲν τῶν>] οὐρανῶν λεγομένη, ἡ δὲ τῶν ἐπὶ γῆς νῦν βασιλευόντων. ἀλλὰ καὶ δύο βασιλεῖς ἐτάχθησαν, ὧν ὁ μὲν τοῦ παρόντος καὶ προσκαίρου κόσμου νόμῳ βασιλεύειν χειροτονεῖται, ὃς καὶ ἐπ’ ὀλέθρῳ πονηρῶν χαίρειν ἐκράθη – ὁ δὲ ἕτερος, καὶ αὐτὸς βασιλεὺς ὑπάρχων (τοῦ ἐσομένου αἰῶνος), στέργει πᾶσαν ἀνθρώπων φύσιν, ἐν τοῖς παροῦσι τὴν παρρησίαν ἔχειν οὐ δυνάμενος ..... ὥς, τίς ποτ’ ἔστι λανθάνειν πειρώμενος τὰ συμφέροντα συμβουλεύει.  III. τῶν δὲ δύο τούτων [<ὁ ἕτερος>] τὸν ἕτερον ἐκβιάζεται, θεοῦ κελεύσαντος. ἕκαστος δὲ τῶν ἀνθρώπων ἐξουσίαν ἔχει ...........ω αὐτῶν ᾧ βούλεται πείθεσθαι πρὸς τὸ πράσσειν ἀγαθὰ ἢ κακά· πλὴν ἐὰν τὰ ἀγαθά τις πράσσειν ἕληται, τοῦ ἐσομένου ἀγαθοῦ βασιλέως γίνεται κτῆμα – εἰ δὲ φαῦλα πράξειέ τις, τοῦ παρόντος γίνεται πονηροῦ ὑπηρέτημα, ὃς δι’ ἁμαρτίας κρίσει δικαίᾳ τὴν κατ’ αὐτοῦ λαβὼν ἐξουσίαν καὶ πρὸ τοῦ μέλλοντος αἰῶνος θελήσας ἐν τῷ νῦν βίῳ κολάζων ἥδεται καὶ ὡς ἰδίᾳ χαριζόμενος ἐπιθυμίᾳ τὴν τοῦ θεοῦ βούλησιν ἐκτελεῖ. ὁ δὲ ἕτερος ἐπὶ δικαίων ἐξουσίᾳ χαίρειν δημιουργηθείς, δίκαιον εὑρὼν μεγάλως εὐφραίνεται, σῴζων αὐτὸν ἀιδίῳ ζωῇ, καὶ αὐτὸς δὲ ὡς ἑαυτῷ χαριζόμενος, τὴν ὑπὲρ τούτων εἰς θεὸν ἀναφέρει χάριν. ἔξεστι δὲ παντὶ ἀδίκῳ μεταμεληθέντι σῴζεσθαι καὶ παντὶ δικαίῳ ἀνδρὶ ἐπὶ τελευταίας ἁμαρτίας δίκην ὑπέχειν. πλὴν οἱ δύο ἡγεμόνες οὗτοι ταχεῖαι χεῖρές εἰσι θεοῦ προλαμβάνειν ἐπιθυμοῦσαι τὸ αὐτοῦ θέλημα ἐπιτελεῖν. ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, εἴρηται καὶ τῷ νόμῳ ἐκ προσώπου τοῦ θεοῦ· «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι». ἀληθῶς γὰρ ἀποκτέννει καὶ ζωογονεῖ, ἀποκτέννει μὲν διὰ τῆς ἀριστερᾶς, τουτέστι διὰ τοῦ ἐπὶ κακώσει τῶν ἀσεβῶν χαίρειν κραθέντος πονηροῦ – σῴζει δὲ καὶ εὐεργετεῖ διὰ τῆς δεξιᾶς, τουτέστι διὰ τοῦ ἐπ’ εὐεργεσίᾳ καὶ σωτηρίᾳ δικαίων χαίρειν δημιουργηθέντος ἀγαθοῦ. εἰσὶ δὲ οὗτοι τὰς οὐσίας ἔχοντες οὐκ ἔξωθεν τοῦ θεοῦ· οὐδὲ γὰρ ἔστιν ἑτέρα τις ἀρχή. οὐ μὴν ὑπὸ τοῦ θεοῦ ὡς ζῷα προεβλήθησαν (ὁμόδοξοι γὰρ αὐτῷ ἦσαν) οὔτε συμβεβήκασιν, αὐτομάτως παρὰ τὴν αὐτοῦ βουλὴν γεγονότες (ἐπεὶ τὸ τῆς δυνάμεως αὐτοῦ μέγιστον ἀνῄρητο ἄν), ἀλλὰ ἀπὸ τοῦ θεοῦ μὲν προβέβληνται τὰ πρώτιστα στοιχεῖα τέσσαρα, τό τε θερμὸν καὶ ψυχρὸν ὑγρόν τε καὶ ξηρόν. ὅθεν δὴ καὶ πατὴρ τυγχάνει πάσης οὐσίας <...> οὔσης γνώμης τῆς μετὰ τὴν κρᾶσιν· ἔξω γὰρ κραθεῖσιν αὐτοῖς ὡς τέκνον ἡ προαίρεσις ἐγεννήθη. ὁ οὖν πονηρὸς πρὸς τῷ τοῦ ἐνεστῶτος κόσμου τέλει ὑπουργήσας ἀμέμπτως τῷ θεῷ, ἅτε δὴ οὐ μιᾶς οὐσίας ὢν τῆς πρὸς κακίαν μόνης, μετασυγκριθεὶς ἀγαθὸς γενέσθαι δύναται. οὐδὲ γὰρ νῦν κακόν τι ποιεῖ, καίτοι κακὸς ὤν, νομίμως κακουχεῖν εἰληφὼς τὴν ἐξουσίαν.

IV. Ταῦτα τοῦ Πέτρου εἰπόντος Μιχαίας, καὶ αὐτὸς τῶν ἀκολούθων τις ὤν, ἐπύθετο· Πόθεν οὖν τοῖς ἀνθρώποις τὸ ἁμαρτάνειν; καὶ ὁ Πέτρος ἔφη· Ἐκ τοῦ ἀγνοεῖν ὅτι περὶ ὧν πράσσουσι κακῶς κρί[<σεως γε>]νομένης πάντως κολασθῆναι ἔχουσιν· ὅθεν καὶ τὴν ἐπιθυμίαν, ὡς ἄλλοτε εἶ[<πον, εἰς>] διαδοχὴν βίου ἔχοντες, ταύτην πληροφοροῦσιν ὡς ἔτυχεν, ἢ μ[<οιχείᾳ ἢ>] παίδων φθορᾷ ἢ ἄλλῃ τινὶ κολακευούσῃ ἁμαρτίᾳ. τῷ γὰρ ἀγνοεῖν ὅτι κρίνονται, ὡς φθάσας εἶπον, διὰ τὸ ἄφοβον τὴν ἐπιθυμίαν οὐ νομίμως πληροῦν ἐπείγονται. ὥστε οὐχ ὁ θεὸς κακός, ὁ καλῶς θεὶς τὴν ἐπιθυμίαν, ἵνα διαδοχὴ βίου γένηται, ἀλλ’ αὐτοὶ ἀσεβέστατοι οἱ τῷ καλῷ τῆς ἐπιθυμίας χρησάμενοι κακῶς. οὕτω δὴ καὶ ἐπὶ τῆς ὀργῆς ἔστι λογίσασθαι, ὅτι δικαίως μὲν αὐτῇ τις χρησάμενος ὡς ἔξεστιν, εὐσεβεῖ – παρὰ δὲ τὸ μέτρον ἐξελθὼν καὶ ἑαυτῷ τὴν κρίσιν λαβὼν ἀσεβεῖ.

V. Καὶ ὁ Σοφονίας πάλιν ἔφη· Ἡ μακροθυμία σου, κύριέ μου Πέτρε, παρρησίαν ἡμῖν χαρίζεται ἀκριβείας χάριν κατὰ πολλὰ πυνθάνεσθαί σου· διὸ θαρροῦντες παντὶ τρόπῳ τὴν ἐξέτασιν ποιούμεθα. μέμνημαι τοίνυν ὡς χθὲς Σίμων πρὸς σὲ τὴν ζήτησιν ἔχων ἔφη ὅτι ὁ πονηρός, εἰ ἀπὸ τοῦ θεοῦ γεγέννηται, ἀκολούθως τῆς αὐτῆς τῷ προβαλόντι τυγχάνει οὐσίας καὶ ἀγαθὸς ὤφειλεν εἶναι καὶ οὐχὶ κακός. σὺ δὲ ἀπεκρίνω μὴ πάντως οὕτως ἔχειν, καθότι πολλοὶ ἐξ ἀγαθῶν κακοὶ γεννῶνται, ὥσπερ ἐκ τοῦ Ἀδὰμ ὁποῖοί τινες ὄντες δύο ἐγεννήθησαν, ὧν ὁ μὲν ἦν κακός, ὁ δ’ ἀγαθός. τοῦ δὲ Σίμωνος αἰτιασαμένου ὅτι ἀνθρωπίνοις ἐχρήσω παραδείγμασιν, ἀπεκρίνω ὅτι τούτῳ τῷ λόγῳ οὐδὲ τὸ γεννῆσαι θεὸν παραδέξασθαι δεῖ· ἀνθρώπινον γὰρ καὶ τοῦτο τὸ παράδειγμα. ἐγὼ δὲ Σοφονίας τὸ μὲν γεννῆσαι θεὸν παραδέχομαι, τὸ δὲ κακὸν γεννῆσαι οὐ προσίεμαι, κἂν τῶν ἀνθρώπων οἱ ἀγαθοὶ κακοὺς γεννῶσι. καὶ μήτοι νομίσῃς με ἀλόγως τῶν ἀνθρώποις διαφερόντων ἔνια μὲν τῷ θεῷ ἀποδιδόναι, ἔνια δὲ οὔ, ἐπειδὴ τὸ μὲν γεννῆσαι δίδωμι, τὸ δὲ ἀνόμοιον αὐτοῦ γεννῆσαι οὐκ ἀποδίδωμι. οἱ μὲν γὰρ ἄνθρωποι κατὰ τὸ εἰκὸς ἀνομοίους ταῖς ἑαυτῶν γνώμαις γεννῶσιν υἱοὺς διὰ τοιαύτην αἰτίαν· ἐκ τεσσάρων γὰρ συνεστῶτες μερῶν κατὰ τὰς διαφόρους τροπὰς διαφόρως τρέπονται τὰ σώματα καὶ ὡς ἐν ἀνθρωπείῳ σώματι καθ’ ἕκαστον καιρὸν τὸ τῆς τροπῆς ἴδιον αὐξανόμενον ἢ ἐλαττούμενον τὴν σύμμετρον κρᾶσιν ἀθετεῖ. τῶν γὰρ συγκραμάτων οὐχ ὡσαύτως ἀεὶ διαμενόντων τὰ σπέρματα ἄλλοτε ἄλλην ἔχοντα κρᾶσιν ἀποκρίνονται, οἷς πρὸς τὴν τοῦ καιροῦ κρᾶσιν καὶ αἱ γνῶμαι ἕπονται εἴτε ἀγαθαὶ εἴτε κακαί. ἐπὶ δὲ τοῦ θεοῦ οὐκ ἔστι τι τοιοῦτον λογίσασθαι· ἄτρεπτον γὰρ καὶ ἀεὶ ὤν, ὁπ[<ότε>] προβάλλειν βουληθείη, ἀνάγκη πᾶσα τὸ προβαλλόμενον αὐτῷ ὡσαύτως [<ἔχειν>] τὰ πάντα τῷ γεγεννηκότι τήν τε οὐσίαν λέγω καὶ τὴν γνώμην. εἰ [<δὲ θελής>]ειέ τις καὶ αὐτὸν τρεπτὸν λέγειν, οὐκ οἶδα πῶς καὶ ἀθάνατον εἰπεῖν δύναται αὐτόν.

VI. Ταῦτα ὁ Πέτρος ἀκούσας καὶ βραχὺ ἐπὶ συννοίας γενόμενος ἔφη· Οὐκ οἶμαί τινα δύνασθαι περὶ πονηροῦ διαλεγόμενον μὴ αὐτοῦ τοῦ πονηροῦ τὸ θέλημα ποιεῖν. ὅθεν τοῦτο αὐτὸ εἰδὼς οὐκ οἶδα τί πράξω, πότερον σιωπήσω ἢ λαλήσω. εἰ μὲν σιωπήσαιμι, γέλωτα πρὸς τοὺς πολλοὺς ὀφλήσαιμι ἄν, ὅτι ἀλήθειαν ἐπαγγελλόμενος κηρύσσειν τὸν περὶ κακίας λόγον ἀγνοῶ – εἰ δὲ εἴποιμι, φοβοῦμαι μὴ ἄρα οὐκ ἀρέσκῃ θεῷ ζητεῖσθαι τὸ κακόν, ἀλλὰ τὸ ἀγαθὸν μόνον. πλὴν καὶ ὑμῖν εἰς τὸν Σοφονίου λόγον τὰς ἐμὰς ὑπολήψεις ποιήσω φανερωτέρας. συντίθεμαι κἀγὼ ὅτι οὐ πάντα τὰ ἀνθρώπων ἀποδιδόναι δεῖ τῷ θεῷ. αὐτίκα γοῦν οἱ ἄνθρωποι οὐκ ἔχοντες τὰ σώματα τρεπτὰ οὐ τρέπονται, ἀλλὰ χρόνῳ ὑπὸ τῶν τροπῶν ἀλλοιοῦσθαι φύσιν ἔχουσιν. ὁ δὲ θεὸς οὐχ οὕτως· ὑπὸ γὰρ τοῦ ἐμφύτου πνεύματος αὐτοῦ ἀπορρήτῳ δυνάμει ὁποῖον ἂν βούληται, γίνεται τὸ σῶμα. καὶ ταύτῃ μᾶλλον ἔστι πιστεῦσαι, ᾗ καὶ ὁ ἀὴρ παρ’ αὐτοῦ τοιαύτην εἰληφὼς φύσιν ὑπὸ τοῦ αὐτὸν διήκοντος ἀσωμάτου νοῦ εἰς δρόσον τραπεὶς καὶ παχυνθεὶς γίνεται ὕδωρ, ὕδωρ δὲ παγὲν λίθοι καὶ γῆ, καὶ λίθοι δὲ συρρήξαντες πῦρ ἐξάπτουσι. τοσοῦτον κατὰ μεταβολὴν καὶ τροπὴν ὁ ἀὴρ ὕδωρ τὰ πρῶτα γεγονὼς εἰς πῦρ ἔληξε διὰ τῶν τροπῶν καὶ τὸ ὑγρὸν εἰς τὴν ἐναντίαν φύσιν μετετράπη. τί δέ; οὐχὶ καὶ τὴν Μωυσέως ῥάβδον ὁ θεὸς ἔτρεψεν εἰς ζῷον, ποιήσας ὄφιν, ὃν πάλιν μετέτρεψεν εἰς ῥάβδον; καὶ δι’ αὐτῆς δὲ τῆς τραπείσης ῥάβδου τὸ Νείλου ὕδωρ ἔτρεψεν εἰς αἷμα, ὃ καὶ πάλιν μετέτρεψεν εἰς ὕδωρ. ἀλλὰ καὶ τὸν ἄνθρωπον, χοῦν ὄντα, ἐμφυσήματι πνοῆς μετέτρεψεν εἰς σάρκα καὶ πάλιν μετέτρεψεν εἰς χοῦν. οὐχὶ δὲ Μωυσῆς, αὐτὸς σὰρξ ὤν, εἰς μέγιστον ἐτράπη φῶς, ὡς μὴ δυνηθῆναι τοὺς υἱοὺς Ἰσραὴλ ἀντιβλέψαι αὐτῷ; πολλῷ οὖν μᾶλλον ὁ θεὸς ἑαυτὸν τρέπειν εἰς ὃ βούλεται δυνατώτατός ἐστιν.  VII. ἀλλ’ ἴσως τις ὑμῶν ἐνενόησεν ὅτι ἄλλος μὲν ὑπ’ ἄλλου γενέσθαι τι δύναται, αὐτὸς δέ τις ἑαυτὸν εἰς ὃ βούλεται μετατρέπειν οὐ δύναται καὶ ὅτι τὸ τρέπεσθαι τοῦ γηρῶντός ἐστι καὶ ἀποθανεῖν [<φύσιν>] ἔχοντος. ἀλλὰ περὶ ἀθανάτων τοῦτο οὐ χρὴ νομίζειν. ἢ γὰρ οὐκ ἄγγελοι ἀγήρως [<ὄντες>] καὶ πυρώδους οὐσίας εἰς σάρκα μετετράπησαν, καὶ οἱ παρὰ τῷ Ἀβραάμ [<ποτε ξενι>]σθέντες, ὧν καὶ τοὺς πόδας ὡς ὁμοουσίων ἀνθρώπων ἄνθρωποι ἔνιψαν; ἀλλὰ καὶ τῷ Ἰακὼβ ἀνθρώπῳ ὄντι ἄγγελος ἐπάλαισεν, εἰς σάρκα τραπείς, ἵνα αὐτῷ συγχρωτισθῆναι δυνηθῇ. καὶ ὁμῶς παλαίσας ἐπὶ τὴν ἰδίαν αὐτοῦ φύσιν βουληθεὶς ἐτράπη. ἤδη εἰς πῦρ μεταβαλόμενος τοῦ Ἰακὼβ τὸ πλατὺ νεῦρον οὐκ ἔκαυσε μέν, ἔφλεξε δέ, καὶ χωλὸν ἐποίησεν. ὁ δὲ ἕτερόν τι γενέσθαι ὅτε θέλει μὴ δυνάμενος, ὡς ὑποκείμενος τῇ αὐτοῦ φύσει θνητός ἐστι· δυνάμενος δέ τις γενέσθαι ὅτε θέλει ὃ θέλει ὡς αὐτῆς τῆς φύσεως δεσποτεύων εἰς τὸ νεάζειν ὑποστρέφων ἀθάνατός ἐστιν. ὅθεν πολὺ μᾶλλον ἡ τοῦ θεοῦ δύναμις ὅτε θέλει τοῦ σώματος τὴν οὐσίαν εἰς ὃ θέλει μετατρέπει, καὶ ὁμοούσιον τῇ παρούσῃ τροπῇ προβάλλει, ἰσοδύναμον δὲ οὔ. ὅτι ὁ μὲν προβάλλων καὶ εἰς ἑτέραν πάλιν οὐσίαν † ἐφ’ ἑαυτοῦ τραπέντος † δύναται, ὁ δὲ προβληθεὶς τῆς ἐξ ἐκείνου τροπῆς τε καὶ τέκνον ὑπάρχων ἄνευ τοῦ προβαλόντος βουλῆς ἄλλο τι γενέσθαι οὐ δύναται, εἰ μὴ ἐκεῖνος θέλει.

VIII. Ταῦτα τοῦ Πέτρου εἰπόντος Μιχαίας, καὶ αὐτὸς εἷς ὢν τῶν ἑπομένων ἑταίρων· Ἐβουλόμην, ἔφη, καὶ αὐτὸς μαθεῖν παρὰ σοῦ, εἰ ὥσπερ ὁ πονηρὸς γέγονεν, οὕτω γεγένηται καὶ ὁ ἀγαθός. εἰ δὲ ὁμοίως γεγόνασιν, ἀδελφοὶ εἶναί μοι δοκεῖ. καὶ ὁ Πέτρος· Οὐχ ὁμοίως γεγόνασιν, εἴπερ μέμνησαι ὧν ἐν ἀρχῇ εἶπον, ὅτι τοῦ πονηροῦ ἡ τετραγενὴς τοῦ σώματος οὐσία πεφιλοκρινημένη ὑπὸ τοῦ θεοῦ προεβλήθη, ἔξω δὲ αὐτῆς κατὰ τὴν τοῦ προβαλόντος βουλὴν κραθείσης πρὸς τὴν κρᾶσιν <...>, ἡ κακοῖς χαίρουσα προαίρεσις ὡς νοεῖν ὅτι θεοῦ μὲν τέκνον ἡ τετραγενὴς ἐξ αὐτοῦ προβληθεῖσα οὐσία, ἡ καὶ αὐτὴ οὖσα ἀεί, τῆς δὲ ἔξω ὑπ’ αὐτοῦ κραθείσης οὐσίας ἡ συμβεβηκυῖα κακοῖς χαίρουσα προαίρεσις ἐπεγένετο. καὶ οὕτως οὔτε ὑπὸ τοῦ θεοῦ γεγέννηται οὔτε ὑφ’ ἑτέρου τινός, ἀλλ’ οὐδὲ ὑπ’ αὐτοῦ προβέβληται οὔτε αὐτομάτως προελήλυθεν οὔτε ἀεὶ ἦν (ὡς ἡ πρὸ τῆς συγκράσεως οὐσία), ἀλλὰ κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἔξω τῇ κράσει συμβέβηκε. καὶ ὅτι ἀνάγκη τοῦθ’ οὕτως ἔχειν, πολλάκις εἰρήκαμεν. ὁ δὲ ἀγαθὸς ἐκ τῆς τοῦ θεοῦ καλλίστης τροπῆς γεννηθεὶς καὶ οὐκ ἔξω κράσει συμβεβηκὼς τῷ ὄντι υἱός ἐστι. πλὴν ἐπεὶ ταῦτα ἄγραφα τυγχάνει καὶ στοχασμοῖς πεπιστωμένα, μὴ πάντως ἡ [<ἀλήθεια>] οὕτως ἔχειν βεβαιούσθω. εἰ δὲ μήγε, ὁ νοῦς ὡς πάντως προειληφὼς [<τὸ ἀληθ>]ὲς τοῦ ζητεῖν παύεται. κἀκεῖνά μοι μνημονεύετε ὅτι τὰ τοιαῦτα [<πᾶσι μὲ>]ν οὐ δεῖ λέγειν, ἀλλὰ τοῖς μετὰ πεῖραν δοκιμωτάτοις. οὐδὲ πρὸς ἀλλήλους ῥᾳδίως ἰσχυρίζεσθαι δεῖ τὰ τοιαῦτα οὐδὲ τολμᾶν ὀφείλετε λέγειν ὡς ἀκριβοῦντες τὴν τῶν ἀπορρήτων εὕρεσιν, ἀλλὰ σιωπῶντας χρὴ ἐνθυμεῖσθαι μόνον· ἐν γὰρ τῷ λέγειν ἴσως οὐχ ὡς ἔχον ὁ φθεγξάμενος ἁμαρτήσεται καὶ δίκην ὑφέξει ὡς τολμήσας (κἂν πρὸς ἑαυτόν) φθέγξασθαι τὰ σιγῇ τετιμημένα.

IX. Ταῦτα τοῦ Πέτρου εἰπόντος Λάζαρός τις τῶν ἀκολούθων καὶ αὐτὸς ἔφη· Τὴν συμφωνίαν ἡμῖν εἰπέ, πῶς δυνατὸν εὔλογον εἶναι τὸν ὑπὸ θεοῦ δικαίου καταστάντα πονηρὸν ὥστε τῶν ἀσεβησάντων εἶναι τιμωρόν, τοῦτον αὐτὸν ὕστερον μετὰ τῶν αὐτοῦ ἀγγέλων σὺν τοῖς ἁμαρτωλοῖς εἰς τὸ σκότος τὸ κατώτερον πέμπεσθαι; καὶ γὰρ καὶ τοῦτο μέμνημαι εἰρηκότος αὐτοῦ τοῦ διδασκάλου. καὶ ὁ Πέτρος· Κἀγώ, ἔφη, ὁμολογῶ ὅτι ὁ πονηρὸς πονηρὸν οὐδὲν ποιεῖ κατὰ τοῦτο, καθὸ τὸν δοθέντα αὐτῷ νόμον ἐκτελεῖ. καίτοι προαίρεσιν ἔχων κακήν, ὅμως φόβῳ τῷ πρὸς τὸν θεὸν οὐδὲν ἀδίκως πράσσει, διαβάλλων δὲ διδασκάλους ἀληθείας εἰς ἐνέδραν τῶν ἀκρίτων καὶ διάβολος ὁ αὐτὸς ὀνομάζεται. τὸ δὲ τὸν ἀψευδῆ διδάσκαλον ἡμῶν εἰπεῖν αὐτόν τε καὶ τοὺς ἀγγέλους αὐτοῦ σὺν τοῖς ἀπατηθεῖσιν ἁμαρτωλοῖς εἰς τὸ σκότος τὸ κατώτερον ἀπελθεῖν, τοιοῦτόν τινα ἔχει λόγον. ὁ πονηρὸς σκότῳ χαίρουσαν τὴν κρᾶσιν λελογχώς, μετὰ τῶν ὁμοδούλων ἀγγέλων εἰς τὸ τοῦ Ταρτάρου σκότος κατελθὼν ἥδεται· φίλον γὰρ πυρὶ τὸ σκότος. αἱ δὲ τῶν ἀνθρώπων ψυχαὶ φωτὸς καθαροῦ σταγόνες οὖσαι, ὑπὸ ἀλλοφύλου πυρὸς οὐσίας συμπινόμεναι καὶ φύσιν τοῦ ἀποθανεῖν οὐκ ἔχουσαι, κατ’ ἀξίαν κολάζονται. εἰ δὲ ὁ τῆς κακίας ἡγεμὼν ἄνθρωπος ὢν οὐ πέμπεται εἰς τὸ σκότος ὡς μὴ τούτῳ χαίρων, τότε δύναται ἡ κακοῖς αὐτοῦ χαίρουσα κρᾶσις μετασυγκριθῆναι εἰς ἀγαθοῦ προαίρεσιν καὶ οὕτως ἀγαθὸς συνεῖναι κριθήσεται ταύτῃ μᾶλλον ὅτι κακοῖς χαίρουσαν λελογχὼς κρᾶσιν, αἰτίᾳ τοῦ πρὸς τὸν θεὸν φόβου οὐδὲν παρὰ τὸ δοκοῦν τῷ τοῦ θεοῦ νόμῳ διεπράξατο. καὶ μήτιγε τὸ τὴν τοῦ ἀρχιερέως Ἀαρὼν ῥάβδον γενέσθαι ὄφιν καὶ πάλιν ἀντιτραπῆναι εἰς ῥάβδον, τοῦτο εἰς τὴν τοῦ πονηροῦ ὕστερον γενησομένην τῆς τροπῆς μετασύγκρισιν μυστηριωδῶς ἡ γραφὴ [ἐσομένην] προεδήλωσε;

X. Μετὰ δὲ τὸν Λάζαρον Ἰώσηφος (καὶ αὐτὸς εἷς τῶν ἀκολούθων) ἔφη· Ὀρθῶς πάντα εἴρ[<ηκας. νῦν δὲ>] κἀμοὶ τοῦτο βουλομένῳ μαθεῖν παράσχου διὰ τί πᾶσι τῶν αὐτῶν λόγων [<κηρυσσομένων>] οἱ μὲν πείθονται, οἱ δὲ ἀπειθοῦσι. καὶ ὁ Πέτρος· Οὐ γάρ εἰσιν, ἔφη, οἱ λόγοι ἐπῳδαί, ἵνα πάντως ἀκούσας τις πιστεύσῃ. τῷ δέ τινας μὲν πείθεσθαι, τινὰς δὲ μή, συνετῶς δείκνυται τὸ αὐτεξούσιον. ταῦτα εἰπόντα οἱ πάντες εὐλογήσαμεν.

XI. Καὶ δὴ μέλλουσιν ἡμῖν ἑστιᾶσθαι ὑπεισέδραμέ τις λέγων· Ἀππίων ὁ πλειστονίκης σὺν Ἀννουβίωνι ἧκεν ἀρτίως ἀπὸ Ἀντιοχείας καὶ ξενίζεται παρὰ Σίμωνι. ὁ δὲ πατὴρ ἀκούσας καὶ χαρεὶς ἔφη Πέτρῳ· Εἴ μοι ἐπιτρέπεις, πορεύομαι προσαγορεύσων Ἀππίωνα καὶ Ἀννουβίωνα ἐκ πρώτης ἡλικίας φίλους μοι γεγενημένους. τυχὸν γὰρ Ἀννουβίωνα πείσω Κλήμεντι διαλεχθῆναι περὶ γενέσεως. καὶ ὁ Πέτρος· Ἐπιτρέπω, ἔφη, καὶ ἐπαινῶ τὰ φίλων σε πληροῦντα μέρη, πλὴν ἐννόει μοι ὡς κατὰ πρόνοιαν θεοῦ πανταχόθεν συντρέχει τὰ πρὸς τὴν σὴν πληροφορίαν οἰκείαν ἀποτελοῦντα τὴν ἁρμονίαν. τοῦτο δὲ εἶπον διὰ τὴν Ἀννουβίωνος χρησίμως σοι γενομένην ἐπιδημίαν. καὶ ὁ πατήρ· Ἀληθῶς συνορῶ τοῦτο οὕτως ἔχον. καὶ ταῦτα εἰπὼν ἐπορεύθη πρὸς Σίμωνα.  XII. ἡμεῖς δὲ οἱ συνόντες τῷ Πέτρῳ δι’ ὅλης νυκτὸς ἐπαλλήλως πυνθανόμενοι ὑπό τε ἡδονῆς καὶ χαρᾶς τῶν λεγομένων νήφοντες ἐνυκτερεύσαμεν. ἤδη δέ πως νυκτὸς ὑπαυγαζομένης Πέτρος ἐμβλέψας ἐμοί τε καὶ τοῖς ἀδελφοῖς μου ἔφη· Διαπορῶ τί ἔδοξε τῷ ὑμετέρῳ πατρί. καὶ λέγοντος τοῦτο ἧκεν ὁ πατὴρ αὐτόθι, τὸν Πέτρον ἡμῖν περὶ αὐτοῦ διαλεγόμενον καταλαβών· καὶ ἀθυμοῦντα ἰδὼν προσαγορεύσας ἀπελογήσατο δι’ ἣν αἰτίαν ἔξω κεκοίμηται. ἡμεῖς δὲ ἐμβλέποντες αὐτῷ ἐξειστήκειμεν, τὸ εἶδος Σίμωνος ὁρῶντες, φωνῆς δὲ τοῦ πατρὸς ἡμῶν ἀκούοντες Φαύστου. καὶ δὴ φευγόντων ἡμῶν αὐτὸν καὶ στυγνούντων ἐξεπέπληκτο ὁ πατὴρ ἐπὶ τῷ οὕτως ἀπηνῶς καὶ ἐχθρῶς αὐτῷ χρῆσθαι. μόνος δὲ Πέτρος τὴν κατὰ φύσιν αὐτοῦ ὁρῶν μορφὴν πρὸς ἡμᾶς ἔφη· Τίνος ἕνεκα βδελυσσόμενοι ἀπωθεῖσθε τὸν ὑμέτερον πατέρα; ἡμεῖς δὲ καὶ ἡ μήτηρ ἔφαμεν· Σίμων ἡμῖν οὗτος φαίνεται φωνὴν ἔχων τοῦ ἡμετέρου πατρός. καὶ ὁ Πέτρος ἔφη· Ὑμῖν μὲν ἡ ἀμάγευτος αὐτοῦ φωνὴ μόνη γνώριμός ἐστιν, ἐμοῦ δὲ τοῖς ἀμαγεύτοις ὀφθαλμοῖς καὶ τὸ εἶδος αὐτοῦ ὡς ἔστιν ὁρατὸν ὅτι μή ἐστι Σίμων, ἀλλὰ Φαῦστος ὁ ὑμέτερος πατήρ. τότε δὴ προσεμβλέψας καὶ τῷ πατρὶ ἔφη· [Τὸ γνήσι]όν σου εἶδος αὐτοῖς οὐ φαίνεται, ἀλλὰ Σίμωνος τοῦ ἀσεβεστάτου καὶ ἡμῖν [ἐχθίστου.]

XIII. Ταῦτα τοῦ Πέτρου διαλεγομένου ἐπεισῄει τις τῶν προόδων ἀπὸ τῆς Ἀντιοχείας [ἐληλυθὼς] λέγων Πέτρῳ· Εἰδέναι σε θέλω, κύριέ μου, ὅτι Σίμων ἐν τῇ Ἀντιοχείᾳ δημοσίᾳ πολλὰ τεράστια ποιῶν οὐδὲν ἄλλο προσδιελέγετο ἤ σε πρὸς αὐτοὺς πρὸς μῖσος ποιῶν μάγον τε ὀνομάζων καὶ γόητα καὶ μιαιφόνον, καὶ πρὸς τοσοῦτον αὐτοὺς μῖσος παρεσκεύασεν ὡς γλίχεσθαι πάντα ἄνθρωπον τῶν ἐκεῖ ἐπιδημησάντων σαρκῶν αὐτῶν ἀπογεύσασθαί σου. ὅθεν ἡμεῖς οἱ πρόοδοι μετὰ τῶν ὑπὸ σοῦ τῷ Σίμωνι ὑποβεβλημένων ἀδελφῶν ἡμῶν πολὺ κατὰ σοῦ βρύχουσαν τὴν πόλιν ἑωρακότες, κρύφα εἰς τὸ αὐτὸ γενόμενοι σκοποῦμεν τί χρὴ ποιεῖν. καὶ δὴ ἐν ἀπορίᾳ ἡμῶν ὄντων ἐπεδήμησε Κορνήλιος ἑκατόνταρχος ὑπὸ Καίσαρος πεμφθεὶς πρὸς τὸν τῆς ἐπαρχίας ἡγούμενον, ὃν ἐν Καισαρείᾳ δαιμονῶντα ἰάσατο ὁ κύριος. οὗτος μεταπεμφθεὶς ὑφ’ ἡμῶν κρύφα καὶ τῆς ἀθυμίας τὴν αἰτίαν παρ’ ἡμῶν μαθὼν καὶ βοηθεῖν ἀξιωθεὶς προθυμότατα ὑπέσχετο φοβήσας φυγαδεύειν αὐτόν, ἐάν γε αὐτοῦ τῷ ἐγχειρήματι ὑπουργήσωμεν. ἡμῶν δὲ ἑτοίμως πάντα ποιήσειν ὑποσχομένων ἔφη· Ἐμοῦ διὰ πολλῶν φίλων κρύφα εἰς σύλληψιν αὐτοῦ ἐληλυθέναι † περισκοποῦντος † καὶ ζητεῖν αὐτὸν φάσκοντος, καθότι Καῖσαρ πολλοὺς μάγους ἀνελὼν καὶ τὰ κατ’ αὐτὸν μαθὼν ἐμὲ ἐπὶ τὴν αὐτοῦ ζήτησιν ἔπεμψεν, ὅπως καὶ αὐτὸν ὡς καὶ τοὺς πρὸ αὐτοῦ μάγους κολάσῃ, καὶ οἱ ὑμέτεροι οἱ συνόντες αὐτῷ ὡς δὴ κρύφα ποθὲν ἀκηκοότες προσαναφερέτωσαν ὡς ἐμοῦ ἕνεκα τοῦ συλλαβεῖν αὐτὸν ἀπεσταλμένου, καὶ τυχὸν ἀκούσας φοβηθεὶς φεύξεται. ἐπεὶ τοίνυν ἕτερόν τι ποιεῖν † ἐπενοήσαμεν †. ὁμῶς οὕτως ἐγένετο. ὑπό τε γὰρ πολλῶν τῶν ἔξω ὡς τὰ μεγάλα αὐτῷ χαριζομένων λάθρα λεγόντων, ἔτι δὲ καὶ τῶν ἔνδον ὑποβλητῶν ἡμετέρων ἀκηκοὼς καὶ ὡς παρ’ ἰδίων γνώμην εἰληφὼς ὑποστέλλεσθαι ἔγνω. ἀποδρὰς οὖν τῆς Ἀντιοχείας μετὰ Ἀθηνοδώρου ἐνθάδε ἐλήλυθεν ὡς ἀκηκόαμεν. διὸ συμβουλεύομέν σοι μήπω ἐπιβῆναι τῆς πόλεως ἐκείνης, μέχρις ἂν εἰδῶμεν εἰ τῆς κατὰ σοῦ διαβολῆς ἐκείνου ἀπόντος ὑπολῆσαι δυνήσονται.

XIV. Ταῦτα τοῦ προόδου ἀπαγγείλαντος ὁ Πέτρος τῷ πατρὶ προσεμβλέψας ἔφη· Ἀκούεις, Φαῦστε, ὑπὸ Σίμωνος τοῦ μάγου ἡ μεταμόρφωσίς σου γέγονεν, ὡς ἤδη φαίνεται. Καίσαρα γὰρ νομίσας ἐπὶ κακῷ αὐτὸν ζητεῖν φοβηθεὶς ἔφυγε, τὴν ἑαυτοῦ σοὶ περιθεὶς μορφήν, ὅπως ἀποθανόντος σου τοῖς σοῖς τέκνοις ἡ λύπη γένηται. ταῦτα ὁ πατὴρ ἀκούων κλαίων καὶ ὀδυρόμενος ἔφη· Ὀρθῶς ἐστοχάσω, Πέτρε. Ἀννουβίων [......] μού με φιλῶν μυστηριωδῶς τὴν ἐπιβουλὴν ἐξέφηνε, καὶ οὐκ ἐπίστευ[<ον ὁ τάλας>], ἐπειδὴ τοῦ παθεῖν ἤμην ἄξιος.  XV. ταῦτα τοῦ πατρὸς εἰπόντος μετ’ οὐ πολὺ [<Ἀννουβίων ἦλθε>] πρὸς ἡμᾶς τὴν Σίμωνος ἡμῖν δηλῶν φυγὴν καὶ ὡς αὐτῆς νυκτὸς ἐπὶ Ἰουδαίαν ὥρμησεν. εὗρε δὲ τὸν πατέρα ἡμῶν κοπτόμενον καὶ μετὰ ὀδυρμῶν λέγοντα· Οἶμοι ὁ τάλας, μάγον αὐτὸν ἀκούων ἠπίστουν ὁ ταλαίπωρος· πρὸς μίαν ἡμέραν ἐπιγνωσθεὶς συμβίῳ καὶ τέκνοις ταχέως ἐπὶ τὴν προτέραν τῆς ἀγνοίας ἦλθον συμφοράν. καὶ ἡ μήτηρ ὀδυρομένη τὰς τρίχας κατέτιλλεν, ἡμεῖς δὲ περὶ τῆς τοῦ πατρὸς ἀλλοιώσεως ἀδημονοῦντες ἐστένομεν, ὅτι ποτὲ ἦν συννοῆσαι μὴ δυνάμενοι. Ἀννουβίων δὲ ταῦτα ἀκούων καὶ ὁρῶν ἀχανὴς ἔστη. ὁ δὲ Πέτρος ἡμῖν τοῖς τέκνοις ἐπὶ πάντων ἔφη· Πιστεύσατέ μοι, οὗτός ἐστι Φαῦστος ὁ πατὴρ ὑμῶν. διὸ δὴ κελεύω ὑμῖν ὡς πατρὶ προσέχειν· παρέξει γὰρ ὁ θεὸς πρόφασίν τινα, δι’ ἧς τὴν Σίμωνος ἀποδυσάμενος μορφὴν τὴν τοῦ πατρὸς ὑμῶν προδήλως ἀναδείξει πάλιν. ταῦτα ἡμῖν εἰπὼν καὶ τῷ πατρὶ προσβλέψας ἔφη· Ἐγώ σοι ἐπέτρεψα προσαγορεῦσαι Ἀππίωνα καὶ Ἀννουβίωνα, ἐπειδὴ ἐκ παίδων σοι φίλους εἶναι ὁμολογεῖς, οὐχὶ Σίμωνι τῷ μάγῳ συνομιλεῖν.  XVI. καὶ ὁ πατήρ· Ἥμαρτον, ἔφη, ὁμολογῶ. καὶ Ἀννουβίων· Καὶ αὐτὸς ἐγώ, ἔφη, σὺν αὐτῷ δέομαί σου συγγνῶναι γέροντι εὐγενεῖ καὶ ἀγαθῷ ἠπατημένῳ· παίγνιον γὰρ γέγονεν ὁ δυστυχὴς τοῦ περιβοήτου. πλὴν ὡς γέγονε φράσω. ὁ ἀγαθὸς οὗτος γέρων ἦλθε προσαγορεύσων ἡμᾶς. ἐτυγχάνομεν δὲ αὐτῆς ὥρας κατὰ ταὐτὸν οἱ ἐκεῖ παρόντες ἀκούοντες Σίμωνος, ὃς ἀποδιδράσκειν ἤθελεν αὐτῇ νυκτί, ἀκηκοὼς ἐπιδημήσειν ποθέν τινας ἐνταῦθα τῇ Λαοδικείᾳ ἐκ προσταγῆς βασιλικῆς ζητοῦντας αὐτόν. Φαύστῳ δὲ εἰσιόντι τὸν ἴδιον θυμὸν <...> φήσας οὕτως πρὸς ἡμᾶς· Ἁλῶν αὐτὸν ἐλθόντα συμμετασχεῖν ὑμῖν ποιήσατε, ἐγὼ δὲ μύρον τι σκευάσω, ἵνα δειπνήσας καὶ ἀναλαβὼν τὸ ἴδιον χρίσας πρόσωπον τὴν ἐμὴν πᾶσιν ἔχειν δόξῃ μορφήν. ὑμεῖς δὲ βοτάνης τινὸς χυλοῖς προεναλειψάμενοι ὑπ’ ἐμοῦ, οὐκ ἀπατηθήσεσθε ὑπὸ τῆς ξένης αὐτοῦ μορφῆς, πλὴν τοῖς ἄλλοις πᾶσιν ὁ Φαῦστος δόξει εἶναι Σίμων.  XVII. ἐκείνου δὲ ταῦτα προλέγοντος ἔφην· Τί νῦν σοὶ ἐκ τῆς τοιαύτης μηχανῆς ἐστι κέρδος; καὶ ὁ Σίμων ἔφη· Πρῶτον μὲν συλλαβόντες αὐτὸν οἱ ἐμὲ ζητοῦντες παύσονται τῆς κατ’ ἐμοῦ ζητήσεως. εἰ δὲ καὶ ὑπὸ βασιλικῆς χειρὸς ἀναιρεθείη, μέγιστον πένθος ἕξουσιν οἱ τούτου παῖδες, οἵτινες ἐμὲ καταλιπόντες προσφυγόντ[ες τῷ Πέτρῳ] συνεργοῦσι. νῦν γὰρ σοί, ὦ Πέτρε, ὁμολογῶ τὰ ἀληθῆ ὅτι ἐφοβούμην τότ[<ε τῷ Φαύ>]στῳ τοῦτο μηνύειν. ἀλλ’ οὐδὲ καιρὸν ἡμῖν ὁ Σίμων ἐδίδου πρὸς τὸ ἰδιάζειν, [<ἵνα τις ἡ>]μῶν αὐτῷ τὴν ἐκ τοῦ Σίμωνος κακὴν ἐκφάνῃ βουλήν. πλὴν ἐν μέσῃ γε νυκτὶ ἀναστὰς ὁ Σίμων τὴν ἐπὶ Ἰουδαίαν ἐποιεῖτο φυγήν, προπεμπόμενος ὑπό τε Ἀππίωνος καὶ Ἀθηνοδώρου. τότε ἐγὼ δυσαρέστως ἔχειν τὸ σῶμα ὑπεκρινάμην, ὅπως μείνας μετὰ τὸ ἐκείνους πορευθῆναι εὐθὺς αὐτὸν ἐπὶ τὰ ἑαυτοῦ ἐπανελθεῖν ποιήσω, εἴ που δύναιτο παρ’ ὑμῖν κρυπτόμενος λανθάνειν, μήπως ὑπὸ τῶν Σίμωνος ζητούντων ὡς Σίμων ληφθεὶς ὑπὸ βασιλικῆς ὀργῆς ἀποθάνῃ. ἀωρίας οὖν αὐτὸν ἐξαπέστειλα πρὸς ὑμᾶς καὶ κηδόμενος αὐτοῦ νύχιος ἦλθον ὀψόμενός τε αὐτὸν καὶ τάχιον ἀπελευσόμενος, πρὶν τοὺς πέμψαντας [<τὸν Σίμωνα>] ἐπανελθεῖν. καὶ προσβλέψας ἡμῖν ἔφη· Ἐγὼ Ἀννουβίων τὴν τοῦ πατρὸς ὑμῶν ἀληθῆ μορφὴν ὁρῶ ἐναλειψάμενος ὑπ’ αὐτοῦ τοῦ Σίμωνος ὡς προδιηγησάμην, ἵνα τοῖς ἐμοῖς ὀφθαλμοῖς ἡ ἀληθὴς Φαύστου φαίνηται μορφή. ἐκπεπληγμένος οὖν σφόδρα θαυμάζω τὴν Σίμωνος μαγείαν, ὅτι ἑστῶτες τὸν ὑμέτερον οὐ γνωρίζετε πατέρα. κλαιόντων δὲ τοῦ τε πατρὸς καὶ τῆς μητρὸς καὶ ἡμῶν αὐτῶν, ἐπὶ τῇ κοινῇ πάντων ἡμῶν συμφορᾷ συμπαθήσας καὶ ὁ Ἀννουβίων ἐδάκρυσε.  XVIII. τότε καὶ ὁ Πέτρος τῆς τοῦ πατρὸς μορφῆς τὴν ἀποκατάστασιν ἡμῖν ἐπηγγείλατο εἰπὼν πρὸς αὐτόν· Ἤκουσας, ὦ Φαῦστε, τὰ καθ’ ἡμᾶς. ὅταν οὖν ἡμῖν χρήσιμος ἡ περικειμένη σοι πλάνος μορφὴ γένηται καὶ ὑπουργήσῃς ἡμῖν πρὸς ἃ κελεύομεν, τότε κἀγώ σοι τὴν ἀληθινήν σου μορφὴν ἀποδώσω πρότερον ποιήσαντι τὰ παρ’ ἐμοῦ σοι λεγόμενα. τοῦ δὲ πατρὸς εἰπόντος· Πᾶν ὅτι ἄν μοι δυνατὸν ᾖ, προθυμότατον ποιήσω, μόνον τὴν ἐμὴν τοῖς ἐμοῖς ἀπόδος μορφήν, ὁ Πέτρος ἀπεκρίνατο· Αὐτὸς ἰδίοις ὠσὶν ἀκήκοας τῶν προόδων μου ἀπὸ Ἀντιοχείας ἐληλυθότων καὶ εἰπόντων ὡς ἐκεῖ γεγονὼς ὁ Σίμων ἰσχυρῶς τοὺς ὄχλους κατ’ ἐμοῦ παρώξυνε, μάγον καὶ μιαιφόνον πλάνον τε καὶ γόητα ἀποκαλῶν, ἐπὶ τοσοῦτον ὡς γλίχεσθαι πάντας τοὺς ἐκεῖ τῶν ἐμῶν ἀπογεύσασθαι σαρκῶν. ποιήσεις οὖν ὡς ἐγὼ λέγω, καταλιπὼν Κλήμεντα παρ’ ἐμοὶ καὶ προαγαγὼν ἡμᾶς εἰς Ἀντιόχειαν μετὰ τῆς συμβίου σου, ἔτι δὲ Φαυστίνου καὶ Φαυστινιανοῦ τῶν υἱῶν σου. συνέσονται δέ σοι καὶ ἄλλοι τινές, οὓς ἐγὼ κρίνω δυνατοὺς ὑπουργῆσαι τῷ ἐμῷ θελήματι.  XIX. μετὰ τούτων ἐν τῇ Ἀντιοχείᾳ [γενόμενος] ἐν ὅσῳ ὡς Σίμων φαίνῃ, δημοσίᾳ κήρυξον τὴν σεαυτοῦ μετά[νοιαν <λέγων·>] Ἐγὼ Σίμων ταῦτα ὑμῖν κηρύσσω. ὁμολογῶ ἀδίκως καταψεύ[σασθαι Πέτρου· οὐκ] ἔστι πλάνος, οὐ μιαιφόνος, οὐ γόης οὐδὲ ὅσα ποτὲ φαῦλα περὶ αὐτοῦ λέγων ἔφθανον ὑπὸ θυμοῦ ἐλαυνόμενος. δέομαι ὑμῶν αὐτὸς ἐγὼ ὁ τοῦ πρὸς ὑμᾶς μίσους αἴτιος αὐτῷ γεγονώς, παύσασθε μισοῦντες αὐτόν· τοῦ γὰρ ὑπὸ θεοῦ πρὸς σωτηρίαν κόσμου ἀπεσταλμένου ἀληθοῦς προφήτου ἀληθής ἐστιν ἀπόστολος. διὸ καὶ αὐτὸς συμβουλεύω αὐτῷ ὑμᾶς πείθεσθαι περὶ ὧν κηρύσσει, ἐπεὶ πᾶσα ὑμῶν ἡ πόλις ἄρδην ἀπολεῖται. δι’ ἣν δὲ αἰτίαν ὑμῖν ταῦτα ὡμολόγησα, εἰδέναι ὑμᾶς θέλω. ταύτης τῆς νυκτὸς ἄγγελοί με τοῦ θεοῦ τὸν ἀσεβῆ ὡς ἐχθρὸν ὄντα τῷ τῆς ἀληθείας κήρυκι δεινῶς ἐμαστίγουν. παρακαλῶ οὖν, μηδ’ ἂν αὐτὸς ἐγὼ ἄλλοτε ἐπελθὼν κατὰ Πέτρου ἐπιχειρῶ λέγειν, μὴ ἀποδέξησθέ με. ἐξομολογοῦμαι γὰρ ὑμῖν· Ἐγὼ μάγος, ἐγὼ πλάνος, ἐγὼ γόης, ἀλλὰ μετανοῶ· ἔξεστι γὰρ ἴσως μετανοίᾳ ἀπολῦσαι τὰ προπεπραγμένα μοι ἁμαρτήματα.  XX. ταῦτα τοῦ Πέτρου ὑποτιθεμένου· Οἶδα, ἔφη ὁ πατήρ, ὅτι βούλει· διὸ μὴ κάμνε. ἐμοὶ γὰρ οὐχ ἧττον μελήσει ἐκεῖσε ἐλθόντι διαλεχθῆναι ἃ χρὴ περὶ σοῦ διαλέγεσθαι. καὶ ὁ Πέτρος πάλιν ὑπετίθετο· Ὅταν οὖν νοήσῃς τὴν πόλιν μεταβαλομένην τοῦ μίσους, ἐπιθυμοῦσαν δὲ ἰδεῖν ἡμᾶς, πέμψας δήλωσόν μοι, καὶ αὐτόθι ἐπικαταληψόμεθά σε. γενόμενος δὲ ἐκεῖ αὐθήμερον τὴν ἀλλοτρίαν σου μορφὴν ἀπελάσας τὴν σὴν τοῖς σοῖς καὶ πᾶσι τοῖς ἄλλοις ἀπλανῶς φαίνεσθαι ποιήσω. ταῦτα εἰπὼν συνεῖναι αὐτῷ τοὺς υἱούς, ἀδελφοὺς δὲ ἐμούς, ἐποίησε καὶ Ματτιδίαν τὴν μητέρα ἡμῶν καὶ τῶν γνησιωτέρων τινὰς συναπέρχεσθαι ἐκέλευσεν. ἡ δὲ μήτηρ συναπελθεῖν αὐτῷ ὀκνηρῶς εἶχεν· Μοιχὰς γὰρ εἶναι δοκῶ τῇ Σίμωνος συνοῦσα μορφῇ. εἰ δ’ ἄρα συναπέρχεσθαι αὐτῷ ἀναγκασθήσομαι, ἀδύνατον ἐπὶ τῆς αὐτῆς κλίνης συγκατακλιθήσεσθαι. οὐκ οἶδα δέ, εἰ καὶ συναπελθεῖν αὐτῷ πεισθήσομαι. ὀκνοῦσαν δὲ αὐτὴν ἀπελθεῖν ὁ Ἀννουβίων προέτρεψεν αὐτὴν εἰπών· Πείσθητι ἐμοί τε καὶ Πέτρῳ καὶ αὐτῇ δὲ τῇ φωνῇ ὅτι [<Φαῦστός>] ἐστιν ὁ σὸς σύμβιος, ὃν οὐκ ἔλαττόν σου ἀγαπῶ. καὶ αὐτὸς αὐτῷ συμ[<πορεύσομαι>]. ταῦτα τοῦ Ἀννουβίωνος εἰπόντος ἡ μήτηρ συνελθεῖν ὑπέσχετο.  XXI. ὁ δὲ Πέτρος [<ἔφη· Ἁρμο>]διώτατα ὁ θεὸς τὰ πράγματα ἡμῶν οἰκονομεῖ. ἔχομεν γὰρ μεθ’ ἡμῶν Ἀννουβίων[<α τὸν ἀστρολ>]όγον. οὗτος γὰρ ἡμῖν ἐπιδημήσασι τῇ Ἀντιοχείᾳ περὶ γενέσεως τοῦ λοιποῦ ὡς φίλος γνησιώτερον διαλεχθήσεται.

Καὶ δὴ τοῦ πατρὸς ὑπὸ νύκτα μεθ’ ὧν ἐκέλευσε Πέτρος σὺν τῷ Ἀννουβίωνι ὁρμήσαντος ἐπὶ τὴν πλησίον Ἀντιόχειαν, ὄρθρου τῆς ἄλλης ἡμέρας πρὶν προελθεῖν Πέτρον ἐπὶ τῷ διαλέγεσθαι ἐπανῆλθον εἰς τὴν Λαοδίκειαν τὸν Σίμωνα προπέμψαντες Ἀππίων καὶ Ἀθηνόδωρος ἐπιζητοῦντες τὸν πατέρα. ὁ δὲ <Πέτρος> μαθὼν ἐκέλευσεν αὐτοὺς εἰσέρχεσθαι. εἰσβάντων δὲ καὶ καθεσθέντων καί· Ποῦ Φαῦστος; εἰπόντων, ἀπεκρίνατο Πέτρος· Οὐκ ἴσμεν· αὐτῆς γὰρ ἑσπέρας πρὸς ὑμᾶς ἐλθὼν οὐκέτι τοῖς οἰκείοις ἐφάνη, χθὲς δὲ ὄρθρου καὶ Σίμων αὐτὸν ἐζήτησε, καὶ ἐπεὶ μηδὲν ἀπεκρινάμεθα πρὸς αὐτόν, οὐκ οἶδα τί δόξαν αὐτῷ, Φαῦστον ἑαυτὸν εἰπὼν μὴ πιστευθεὶς δακρύων καὶ κοπτόμενος ἀποκτέννειν ἑαυτὸν ἀπειλήσας ὡς ἐπὶ θάλασσαν ὥρμησε.  XXII. ταῦτα ἀκούοντες ὅ τε Ἀππίων καὶ οἱ σὺν αὐτῷ ἐπολολύξαντες ἐκόψαντο λέγοντες· Διὰ τί οὐ παρεδέξασθε αὐτόν; καὶ ἅμα τῷ βούλεσθαι τὸν Ἀθηνόδωρον εἰπεῖν μοι· Φαῦστος ἦν, ὁ πατήρ σου, ὁ Ἀππίων ὑποφθάσας αὐτὸν εἶπεν· Ἐμάθομεν παρά τινος ὅτι εὑρὼν αὐτὸν ὁ Σίμων ἐξώρμησε, τὰ ἀληθῆ αὐτοῦ Φαύστου παρακαλέσαντος αὐτόν, ὅτι μὴ ἤθελεν ὁρᾶν τοὺς αὑτοῦ υἱοὺς Ἰουδαίους γεγενημένους. ἡμεῖς δὲ ταῦτα ἀκούσαντες τούτου ἕνεκεν ἤλθομεν ζητοῦντες αὐτόν. ἐπειδὴ δὲ ἐνταῦθα οὐκ ἔστι, φαίνεται ἀληθεύσας ὁ εἰπὼν ἡμῖν. ὡς οὖν παρ’ αὐτοῦ ἀκούσαντες εἰρήκαμεν ὑμῖν. ἐγὼ δὲ Κλήμης συννοήσας τὴν τοῦ Πέτρου προαίρεσιν ὅτι ὑπόνοιαν αὐτοῖς ἐνσπεῖραι θέλει ὡς τὸν γέροντα ζητεῖν μέλλων παρ’ αὐτοῖς, ἵνα φοβηθέντες φύγωσι, συνέδραμον αὐτοῦ τῷ βουλήματι καὶ πρὸς τὸν Ἀππίωνα· Ἄκουσον, ἔφην, φίλτατέ μοι Ἀππίων· ἡμεῖς τὰ νομισθέντα ἡμῖν καλὰ ὡς πατρὶ δοῦναι ἐσπεύσαμεν· εἰ δὲ αὐτὸς οὐκ ἐβουλήθη λαβεῖν, ἀλλὰ τοὐναντίον βδελυξάμενος ἡμᾶς ἔφυγε, (τραχύτερόν τι ἐρῶ) οὐδὲ ἡμεῖς αὐτοῦ φροντίζομεν. ἐμοῦ ταῦτα εἰπόντος, ὡς ἐπ’ ὠμότητι δυσχεράναντες ἀπῄεσαν καί (ὡς ἐμάθομεν τῆς ἄλλης) ἡμῶν [.......] κατ’ ἴχνη Σίμωνος ἐπὶ τὴν Ἰουδαίαν ὥρμησαν.

XXIII. Πλὴν ἡμερῶν δέκα διελθουσῶν [<ἦλθέ τις>] ἐκ τῆς Ἀντιοχείας παρὰ τοῦ πατρὸς ἀγγέλλων ἡμῖν πῶς ὁ πατὴρ δημο[<σίᾳ στὰς τῆς>] αὐτοῦ μορφῆς κατηγορῶν, Πέτρον εὐλογῶν τὴν πᾶσαν Ἀντιοχέων πόλιν εἰς πόθον μετέθηκεν, καὶ ἐκ τούτου πάντες ἐπιθυμεῖν αὐτὸν ἰδεῖν ἀπήγγελλον. ἐνίους δὲ καὶ χαλεπαίνοντας αὐτῷ ὡς Σίμωνι διὰ τὴν πρὸς Πέτρον ὑπερβάλλουσαν στοργὴν καὶ χεῖρας θέλειν ἐπιβαλεῖν τῷ Φαύστῳ ὡς Σίμωνι· διὸ μήπως ἀναιρεθῇ δεδοικότα, ἐξαυτῆς ἐλθεῖν πέμψαντα ἀξιοῦν τὸν Πέτρον, ὅπως αὐτὸν ζῶντα ἐπικαταλάβῃ καὶ τῇ πόλει ἀκμαζούσῃ πόθῳ τῷ πρὸς αὐτὸν εὐκαίρως ἐπιφανῇ. Πέτρος δὲ ταῦτα ἀκούσας πρὸς τὸ ἐκκλησιάζειν πλείστους συναγαγὼν καὶ ἐπίσκοπον ἐκ τῶν ἀκολούθων καταστήσας, βαπτίσας καὶ ἰασάμενος ἡμερῶν ἐπιμείνας τριῶν τῇ Λαοδικείᾳ ἐπὶ τὴν πλησίον ὁρμήσειν Ἀντιόχειαν ἔσπευσεν.

 


 

Index


Hosted by uCoz