Homiliae - Greek

 

Ομιλια ιη’

I. Ὄρθρου δὲ προελθόντος τοῦ Πέτρου εἰς τὸ διαλεχθῆναι ὁ Σίμων προλαβὼν ἔφη· Ἐχθὲς ἀπαλλασσόμενος εἰς τὴν σήμερον ὑπεσχόμην σοι ἐπανελθὼν καὶ συζητήσας δεῖξαι ὅτι οὐκ ἔστιν ὁ τὸν κόσμον δημιουργήσας ἀνώτατος θεός, ἀλλ’ ἕτερος, ὃς καὶ μόνος ἀγαθὸς ὢν καὶ μέχρι τοῦ δεῦρο ἄγνωστός ἐστιν. αὐτίκα γοῦν τὸν δημιουργὸν αὐτὸν καὶ νομοθέτην φὴς εἶναι ἢ οὔ; εἰ μὲν οὖν νομοθέτης ἐστίν, δίκαιος τυγχάνει, δίκαιος δὲ ὢν ἀγαθὸς οὐκ ἔστιν. εἰ δὲ οὐκ ἔστιν, ἕτερον ἐκήρυσσεν ὁ Ἰησοῦς τῷ λέγειν· «Μή με λέγε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς». οὐ συμφωνεῖ δὲ τῷ νομοθέτῃ δικαίῳ ὄντι καὶ ἀγαθῷ. καὶ ὁ Πέτρος ἔφη· Πρῶτον ἡμῖν εἰπέ, ἐπὶ ποίαις πράξεσιν δοκεῖ σοι ὁ ἀγαθὸς ἀγαθὸς εἶναι, ἐπὶ ποίαις δὲ καὶ ὁ δίκαιος δίκαιος, ἵνα οὕτως κατὰ σκοποῦ τοὺς λόγους πέμπωμεν. καὶ ὁ Σίμων· Σὺ πρῶτον εἰπὲ τί σοι δοκεῖ τὸ ἀγαθόν;  II. ἢ καὶ τὸ δίκαιον; καὶ ὁ Πέτρος· Ἵνα μὴ ἐριστικώτερον διαλεγόμενος δαπανῶ τοὺς χρόνους, ἀπαιτῶν δικαίως τῶν ἐμῶν προτάσεών σε τὰς ἀποκρίσεις ποιεῖσθαι, ὡς σοὶ δοκεῖ αὐτὸς ὧν ἐπυθόμην ποιήσομαι τὰς ἀποκρίσεις. ἐγώ φημι ἀγαθὸν εἶναι τὸν παρεκτικόν, οἷον ὡς αὐτὸν ὁρῶ ποιοῦντα τὸν δημιουργόν, παρέχοντα τὸν ἥλιον ἀγαθοῖς καὶ κακοῖς καὶ τὸν ὑετὸν δικαίοις καὶ ἀδίκοις. καὶ ὁ Σίμων ἔφη· Τοῦτο ἀδικώτατον ὅτι τὰ αὐτὰ δικαίοις καὶ ἀδίκοις παρέχει. καὶ ὁ Πέτρος· Σὺ οὖν ἡμῖν τοῦ λοιποῦ λέγε πῶς ποιῶν ἀγαθὸς ἂν ἦν. καὶ ὁ Σίμων· Σὲ δεῖ λέγειν. καὶ ὁ Πέτρος· Ἐγὼ λέξω. εἰ μὲν τὰ αὐτὰ παρέχων ἀγαθοῖς καὶ δικαίοις, ἔτι τε κακοῖς καὶ ἀδίκοις, κατὰ σὲ οὐδὲ δίκαιός ἐστιν, καὶ εἰ ἀγαθοῖς ἀγαθὰ παρεῖχεν, κακοῖς τε κακά, δίκαιον ἂν αὐτὸν εὐλόγως ἔλεγες. ποίᾳ οὖν ἔτι πράξει χρώμενος ἂν ἦν, εἰ μὴ ταύτῃ χρῆται ὁδῷ, κακοῖς μὲν παρέχων τὰ πρόσκαιρα (ἐὰν ἄρα μεταβάλλωνται), ἀγαθοῖς δὲ αἰώνια (ἐάν γε ἐμμείνωσιν); καὶ οὕτως τῷ μὲν πᾶσιν παρέχειν, διαφόροις δὲ χαρίζεσθαι τὸ δίκαιον αὐτοῦ ἀγαθόν ἐστιν καὶ μακρόθυμον ταύτῃ μᾶλλον, εἰ ἁμαρτωλοῖς μὲν μετανοοῦσιν χαρίζεται τὰ ἁμαρτήματα, εὖ πράξασιν δὲ καὶ ζωὴν αἰώνιον ὑπογράφει. κρίνων δὲ εἰς τέλος καὶ τὸ κατ’ ἀξίαν ἀπονέμων ἑκάστῳ δίκαιός ἐστιν. εἰ μὲν οὖν ταῦτα ὀρθῶς οὕτως ἔχει, ὁμολόγησον· εἰ δὲ οὐ δοκεῖ σοι ὀρθῶς ἔχειν, διέλεγξον.  III. καὶ ὁ Σίμων ἔφη· Ἅπαξ ἔφην· Πᾶς νομοθέτης, εἰς τὸ δίκαιον ἀφορῶν, δίκαιός ἐστιν. καὶ ὁ Πέτρος· Εἰ ἀγαθοῦ ἐστιν μὴ θεῖναι νόμον, δικαίου δὲ τὸ θέσθαι, καὶ οὕτως ὁ δημιουργὸς ἀγαθός ἐστιν καὶ δίκαιος· ἀγαθὸς μέν, ὅτι ἀπὸ τῶν χρόνων Ἀδὰμ μέχρι Μωυσέως ἐγγράφως οὐ φαίνεται τεθεικὼς τὸν νόμον – ἀπὸ δὲ Μωυσέως εἰς τοὺς δεῦρο χρόνους ὡς γέγραπται καὶ δίκαιός ἐστιν. καὶ ὁ Σίμων· Ἀπὸ τῶν τοῦ διδασκάλου σου φωνῶν δεῖξον ὅτι τοῦ αὐτοῦ ἐστιν ἀγαθῷ εἶναι καὶ δικαίῳ. ἐμοὶ γὰρ ἀδύνατον φαίνεται τὸν νομοθέτην ἀγαθὸν ὄντα τὸν αὐτὸν καὶ δίκαιον εἶναι. καὶ ὁ Πέτρος· Ὅτι τὸ ἀγαθὸν αὐτὸ καὶ δίκαιόν ἐστιν, ἐπάκουσον. αὐτὸς ὁ διδάσκαλος ἡμῶν τῷ εἰπόντι Φαρισαίῳ· «Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» πρῶτον ἔφη· «Μή με λέγε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς»· εὐθὺς ἐπάξας λέγει· «Εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς». τοῦ δὲ εἰπόντος· «Ποίας;» ἐπὶ τὰς τοῦ νόμου ἔπεμψεν. οὐκ ἂν δὲ ἕτερόν τινα ἀγαθὸν σημαίνων ἐπὶ τὰς τοῦ δικαίου ἀνέπεμπεν ἐντολάς. ὅτι δὲ τὸ δίκαιον ἄλλο ἐστὶν καὶ τὸ ἀγαθὸν ἕτερον, καὶ αὐτὸς ὁμολογῶ, ἀλλ’ ὅτι τοῦ αὐτοῦ ἐστιν τὸ ἀγαθῷ εἶναι καὶ δικαίῳ, ἀγνοεῖς. ἀγαθὸς γάρ ἐστιν μετανοοῦσι μὲν νῦν μακροθυμῶν καὶ ἀποδεχόμενος αὐτούς, δίκαιος δέ ἐστιν, ὅταν κρίνων τὸ κατ’ ἀξίαν ἑκάστῳ ἀπονέμῃ.  IV. καὶ ὁ Σίμων ἔφη· Πῶς οὖν ἐγνωσμένου τοῦ δημιουργοῦ, τοῦ καὶ τὸν Ἀδὰμ πλάσαντος καὶ τοῖς κατὰ νόμον δικαίοις ἐγνωσμένου, προσέτι δὲ δικαίοις καὶ ἀδίκοις καὶ ὅλῳ τῷ κόσμῳ, ὁ διδάσκαλός σου μετὰ πάντας ἐκείνους ἐληλυθὼς λέγει· «Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι»; ταῦτα δὲ οὐκ ἂν ἔλεγεν, εἰ μὴ πατέρα τινὰ ἐν ἀπορρήτοις ὄντα ἀνήγγελλεν, ὃν καὶ ὕψιστον ὁ νόμος λέγει, ἀφ’ οὗ οὔτε ἀγαθὴ οὔτε κακὴ ἠκούσθη φωνή (ὡς ἐν τοῖς θρήνοις καὶ Ἱερεμίας μαρτυρεῖ), ὅστις κατὰ ἀριθμὸν τῶν υἱῶν Ἰσραήλ, οἳ εἰσῆλθον εἰς Αἴγυπτον, οἵ εἰσιν ἑβδομήκοντα, καὶ πρὸς τὰ ὅρια τῶν ἐθνῶν περιγράψας γλώσσαις ἑβδομήκοντα, τῷ αὑτοῦ υἱῷ τῷ καὶ «κυρίῳ» λεγομένῳ καὶ οὐρανὸν καὶ γῆν διακοσμήσαντι, τοὺς Ἑβραίους ἔδωκεν μερίδα καὶ αὐτὸν θεὸν θεῶν εἶναι διώρισεν, θεῶν δὲ λέγω, οἵτινες τὰς ἄλλας τῶν ἐθνῶν εἰλήφασιν μερίδας. νόμοι οὖν προῆλθον ἀπό τε πάντων τῶν λεχθέντων θεῶν ταῖς αὐτῶν μερίσιν (ἅτινά ἐστιν τὰ λοιπὰ ἄλλα ἔθνη), ὁμοίως δὲ καὶ ἀπὸ τοῦ υἱοῦ τοῦ πάντων κυρίου ὁ παρὰ Ἑβραίοις κείμενος προῆλθε νόμος. τοῦτο δὲ οὕτως ἔχειν ὡρίσθη, ἵνα, εἴ τις νόμῳ τινὸς προσφύγῃ, ἀπὸ τῆς ἐκείνου γένηται μερίδος, οὗ δὴ καὶ τὸν νόμον πράττειν ἀνεδέξατο. οὐδεὶς ἔγνω τὸν ἐν ἀπορρήτοις ὕψιστον πατέρα ὄντα, ὡς οὐδὲ τὸν τούτου υἱὸν ὅτι υἱός ἐστιν. αὐτίκα γοῦν σὺ τὰ τοῦ ἀπορρήτου ὑψίστου ἴδια διδοὺς τῷ υἱῷ οὐκ οἶδας ὅτι υἱός ἐστιν, πατὴρ ὑπάρχων τοῦ Ἰησοῦ τοῦ καθ’ ὑμᾶς λεγομένου Χριστοῦ.  V. ταῦτα τοῦ Σίμωνος εἰπόντος ὁ Πέτρος ἔφη πρὸς αὐτόν· Δύνασαι αὐτὸν ἐκεῖνον διαμαρτύρασθαι ὅτι οὕτως πιστεύεις, οὐχ ὃν νῦν ἐν ἀπορρήτοις λέγεις, ἀλλ’ ὃν σὺ πιστεύων οὐχ ὁμολογεῖς; ἄλλα γὰρ ἀντ’ ἄλλων ὁρίζων φλυαρεῖς· διὸ ἐὰν διαμαρτύρῃ ὅτι ἃ λαλεῖς ταῦτα πιστεύεις, ἀποκρίνομαί σοι – εἰ δὲ ἕστηκας συζητῶν ἐμοὶ ἃ μὴ πιστεύεις, κατὰ κενοῦ με παίειν ἀναγκάζεις. καὶ ὁ Σίμων ἔφη· Παρά τινος τῶν σῶν μαθητῶν ἀκήκοα. καὶ ὁ Πέτρος ἔφη· Μὴ ψευδομαρτύρει. καὶ ὁ Σίμων ἔφη· Μή με λοιδόρει, προπετέστατε. καὶ ὁ Πέτρος· Μέχρις ἂν εἴπῃς τὸν εἰπόντα, ψεύστης εἶ. καὶ ὁ Σίμων· Νόμιζε ἐμὲ ταῦτα πλάσαι ἢ καὶ παρὰ ἄλλου ἀκηκοέναι· πρὸς ταῦτά μοι ἀπόκριναι. ἐὰν γὰρ ἀνατραπῆναι μὴ δυνηθῇ, ἔμαθον τοῦτο εἶναι τὴν ἀλήθειαν. καὶ ὁ Πέτρος· Εἰ ἀνθρώπινόν ἐστιν πλάσμα, οὐκ ἀποκρίνομαι εἰς αὐτό· εἰ δὲ ὑπονοίᾳ αὐτοῦ κεκράτησαι ὡς ἀληθοῦς, τοῦτο αὐτό μοι ὁμολόγησον, καὶ ἔχω τι καὶ αὐτὸς περὶ τούτου λέγειν. καὶ ὁ Σίμων· Ἅπαξ μοι δοκεῖ τοῦτο οὕτως ἔχειν. σὺ πρὸς ταῦτα εἰ ἔχεις τι λέγειν, ἀπόκριναι.  VI. καὶ ὁ Πέτρος ἔφη· Εἰ τοῦτο οὕτως ἔχει, τὰ μέγιστα ἀσεβεῖς. εἰ γὰρ υἱοῦ ἐστιν τοῦ οὐρανὸν καὶ γῆν διακοσμήσαντος τὸ ᾧ βούλεται ἀποκαλύπτειν τὸν ἐν ἀπορρήτοις αὐτοῦ πατέρα, σὺ μέγιστα (ὡς ἔφην) ἀσεβεῖς ἀποκαλύπτων οἷς ἐκεῖνος οὐκ ἀπεκάλυψεν. καὶ ὁ Σίμων· Ἀλλὰ αὐτός με βούλεται ἀποκαλύπτειν. καὶ ὁ Πέτρος· Οὐ νοεῖς ἃ λέγω, Σίμων· πλὴν ἀκούσας σύνες. τὸ εἰπεῖν «οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψει» οὐ διδασκαλίᾳ τινὰ τοιοῦτον μαθεῖν λέγει, ἀλλὰ ἀποκαλύψει μόνον. ἀποκάλυψίς ἐστιν τὸ ἐν πάσαις καρδίαις ἀνθρώπων ἀπορρήτως κείμενον κεκαλυμμένον, ἄνευ φωνῆς τῇ αὐτοῦ βουλῇ ἀποκαλυπτόμενον. καὶ οὕτως γίνεται γνῶναι οὐ διδαχθέντα, ἀλλὰ συνέντα. τῷ μέντοι συνέντι οὐκ ἔξεστιν ἄλλῳ τοῦτο ἀποδεῖξαι (ἐπεὶ μηδὲ αὐτὸς ἐδιδάχθη) οὔτε ἀποκαλύψαι δύναται (ἐπεὶ μὴ αὐτός ἐστιν ὁ υἱός), ἐκτὸς εἰ μὴ ἑαυτὸν λέγει εἶναι τὸν υἱόν. σὺ δὲ οὐκ εἶ ὁ ἑστὼς υἱός. εἰ γὰρ υἱὸς ἦς, πάντως ἂν ᾔδεις τῆς τοιαύτης ἀποκαλύψεως τοὺς ἀξίους. σὺ δὲ οὐκ οἶδας. εἰ γὰρ ἠπίστασο, τὰ τῶν ἐπισταμένων ἂν ἐποίεις.  VII. καὶ ὁ Σίμων ἔφη· Ὁμολογῶ, οὐ συνῆκα πῶς λέγεις· Τὰ τῶν ἐπισταμένων ἂν ἐποίεις. καὶ ὁ Πέτρος· Εἰ οὐ συνῆκας, οὐδὲ τὸν ἑκάστου νοῦν εἰδέναι δύνῃ – καὶ εἰ ἀγνοεῖς, οὐδὲ τοὺς ἀξίους τῆς ἀποκαλύψεως ἐπίστασαι· εἰ δὲ οὐκ ἐπίστασαι, οὐκ εἶ υἱός· ὁ δὲ υἱὸς οἶδεν· διὸ οἷς βούλεται ὡς ἀξίοις οὖσιν ἀποκαλύπτει. καὶ ὁ Σίμων ἔφη· Μὴ ἀπατῶ· οἶδα τοὺς ἀξίους καὶ υἱὸς οὔκ εἰμι. τοῦτο μέντοι τί ποτ’ ἔστιν «οἷς βούλεται ἀποκαλύπτει», οὐ συνῆκα ὡς λέγεις· τὸ δὲ μὴ συνιέναι οὐχ ὡς μὴ εἰδὼς εἶπον, ἀλλ’ ὡς εἰδὼς ὅτι οἱ παρεστῶτες οὐ συνῆκαν, ἵνα αὐτὸ σαφέστερον εἴπῃς, ὅπως νοήσωσιν ὧν ἕνεκεν καὶ τὴν ζήτησιν ποιούμεθα. καὶ ὁ Πέτρος· Ἐγὼ σαφέστερον αὐτὸ εἰπεῖν οὐ δύναμαι, σὺ αὐτὸς ὡς νοήσας φράσον. καὶ ὁ Σίμων· Ἐγὼ τὰ σὰ οὐκ ἀνάγκην ἔχω λέγειν. καὶ ὁ Πέτρος· Φαίνῃ μοι, Σίμων, μὴ συνιεὶς αὐτὸ καὶ ὁμολογεῖν μὴ θέλων, ἵνα μὴ ἐν ἀγνοίᾳ φωραθεὶς ἐλεγχθῇς μὴ ὢν σὺ ὁ ἑστὼς υἱός. τοῦτο γὰρ αἰνίσσῃ, κἂν σαφῶς αὐτὸ εἰπεῖν μὴ θέλῃς· ὥστε ἐγὼ μὲν τὰς σὰς βουλὰς ἐξ ὧν αἰνίσσῃ ἐπίσταμαι, προφήτου ἀληθοῦς μαθητὴς ὤν, οὐ προφήτης. σὺ δὲ καὶ τὰ σαφῶς λεγόμενα μὴ συνιὼν υἱὸν ἑαυτὸν εἰπεῖν θέλεις, ἀνθεστὼς ἡμῖν. καὶ ὁ Σίμων· Ἀρῶ σου πᾶσαν πρόφασιν· ὁμολογῶ, αὐτὸ οὐ συνῆκα τί ποτ’ ἔστιν «καὶ οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύπτει». λέγε τοίνυν αὐτὸ σαφέστερον.  VIII. καὶ ὁ Πέτρος· Ἐπειδὴ κἂν σχήματι αὐτὸ ὡμολόγησας μὴ συνιέναι, πρὸς ὃ πυνθάνομαί σου ἀπόκριναί μοι, καὶ μαθήσῃ. λέγε μοι· φὴς τὸν υἱὸν δίκαιον εἶναι, ὅστις ποτ’ ἔστιν, ἢ οὔ; καὶ ὁ Σίμων ἔφη· Δικαιότατον. καὶ ὁ Πέτρος· Δίκαιος δὲ ὢν διὰ τί μὴ πᾶσιν ἀποκαλύπτει, ἀλλ’ οἷς βούλεται; καὶ ὁ Σίμων· Ὅτι δίκαιος ὢν τοῖς ἀξίοις ἀποκαλύπτειν βούλεται. καὶ ὁ Πέτρος· Οὐκοῦν ἀνάγκη αὐτὸν εἰδέναι τὸν ἑκάστου νοῦν, ἵνα ἀξίοις ἀποκαλύπτῃ; καὶ ὁ Σίμων· Ἀνάγκη πᾶσα οὕτως ἔχειν. καὶ ὁ Πέτρος· Οὐκοῦν αὐτὸς μόνος εὐλόγως ἀποκαλύπτειν ὡρίσθη, μόνος τὸν ἑκάστου νοῦν εἰδώς, καὶ οὐ σὺ ὁ μηδὲ τὰ ὑφ’ ἡμῶν λεγόμενα δυνάμενος συνιέναι.

IX. Τοῦτο τοῦ Πέτρου εἰπόντος ἀπὸ μὲν τῶν ὄχλων ἔπαινος ἐγένετο. ὁ δὲ Σίμων κατάφωρος γεγονώς, αἰδεσθεὶς ἠρυθρίασεν καὶ τὸ μέτωπον τρίψας ἔφη· Ἀλλ’ ἐμὲ μάγον λέγουσιν ὑπὸ Πέτρου νικώμενον, ἀλλὰ καὶ συλλογιζόμενον. οὐκ εἴ τις δὲ συλλογισθείη, συναρπασθεὶς τὴν ἐν αὐτῷ ἀλήθειαν νενικημένην ἔχει· οὐ γὰρ ἡ ἀσθένεια τοῦ νικωμένου ἀλήθειά ἐστιν τοῦ ἐκδικοῦντος. πλὴν φημί σοι ὅτι ἐγὼ τοὺς παρεστῶτας πάντας ἀξίους ἔκρινα γνῶναι τὸν ἐν ἀπορρήτοις πατέρα. διὸ δημοσίᾳ μου αὐτοῖς ἀποκαλύπτοντος σὺ αὐτοῖς διὰ φθόνον ἐμοὶ τῷ εὐεργετεῖν αὐτοὺς θέλοντι χαλεπαίνεις.  X. καὶ ὁ Πέτρος ἔφη· Ἐπειδὴ ἀρεσκόντως τοῖς παροῦσιν ὄχλοις οὕτως ἔφης, ἐγὼ ἐρῶ οὐκ ἀρεσκόντως, ἀλλὰ ἀληθῶς. λέγε μοι, πῶς ἀξίους ἐπίστασαι τοὺς παρεστῶτας πάντας, ὅπου σοι ἐκφαίνοντι οὐδὲ εἷς συνέθετο; τὸ γὰρ ἐμοὶ ποιήσασθαι κατὰ σοῦ τὸν ἔπαινον οὐκ ἔστιν συνκαταθεμένων σοί, ἀλλὰ ἐμοί, ᾧ καὶ τὸν ἔπαινον ὡς ὀρθῶς εἰρηκότι ἀπένειμαν. ἀλλ’ ἐπειδὴ ὁ θεὸς δίκαιος ὢν βραβεύει τὸν ἑκάστου νοῦν, ὃ φὴς ἀληθὲς εἶναι, οὐκ ἂν ἐβουλήθη διὰ τῆς ἀριστερᾶς τοῖς δεξιοῖς τοῦτο δοθῆναι, ᾧ λόγῳ ὁ παρὰ κλέπτου τι λαβὼν καὶ αὐτὸς ὑπεύθυνός ἐστιν. ὥστε τούτου ἕνεκεν τὸ ὑπὸ σοῦ φερόμενον οὐκ ἠθέλησεν αὐτοὺς λαβεῖν, ἀλλὰ διὰ τοῦ εἰς τὸ ἀποκαλύπτειν ὡρισμένου υἱοῦ. τίνι γὰρ εὔλογόν ἐστιν ἀποκαλύπτειν τὸν πατέρα ἢ υἱῷ μόνῳ διὰ τὸ εἰδέναι τῆς τοιαύτης ἀποκαλύψεως τὸν ἄξιον; οὕτως οὐκ ἔστιν τοῦτο διδάξαι ἢ διδαχθῆναι, ἀλλ’ ἀφράστῳ χειρὶ ἀποκαλυφθῆναι τῷ τοῦτο εἰδέναι ἀξίῳ.

XI. Καὶ ὁ Σίμων ἔφη· Πολὺ συμβάλλεται πρὸς νίκην τῷ πολεμοῦντι τὸ ἰδίοις χρήσασθαι ὅπλοις. ὃ γὰρ φιλεῖ τις καὶ γνησίως ἐκδικεῖν δύναται, γνησίως δὲ ἐκδικούμενον οὐ τὴν τυχοῦσαν ἰσχὺν ἔχει. διὸ τοῦ λοιποῦ ὅπερ ὄντως φρονῶ ἐκθήσομαι. φημί τινα δύναμιν ἐν ἀπορρήτοις εἶναι ἄγνωστον πᾶσι, καὶ αὐτῷ τῷ δημιουργῷ (ὡς καὶ αὐτὸς ὁ Ἰησοῦς εἴρηκεν, οὐκ ἐπιστάμενος ὃ ἐφθέγξατο· ἐκ πολυλαλίας γὰρ ἐνίοτε εὐστοχεῖ τις πρὸς τὸ ἀληθές, οὐκ εἰδὼς ὃ λέγει). λέγω δὲ καὶ περὶ τούτου οὗ εἴρηκεν· «Οὐδεὶς ἔγνω τὸν πατέρα». καὶ ὁ Πέτρος· Σὺ τὰ ἐκείνου εἰδέναι μηκέτι ἐπαγγέλλου. καὶ ὁ Σίμων· Τὰ ἐκείνου οὐκ ἐπαγγέλλομαι πιστεύειν, εἰς δὲ τὰ ἐπιτευχθέντα αὐτῷ διαλέγομαί σοι. καὶ ὁ Πέτρος· Ἵνα μή σοι δῶ πρόφασιν εἰς φυγήν, ζητήσω σοι ὡς θέλεις· πλὴν μαρτύρομαι πάντας ὅτι οὐδὲ ὃν νῦν ἔφης λόγον, οὐ πιστεύεις. οἶδα γὰρ ἃ φρονεῖς. καὶ ἵνα μή με δόξῃς ψεύδεσθαι, αἰνίξομαί σοι τὰ σά, ἵνα εἰδῇς ὅτι πρὸς εἰδότα διαλέγῃ.  XII. ἡμεῖς, ὦ Σίμων, ἐκ τῆς μεγάλης δυνάμεως, ἔτι τε καὶ τῆς κυρίας λεγομένης, οὐ λέγομεν δύο ἀπεστάλθαι ἀγγέλους, τὸν μὲν ἐπὶ τῷ κτίσαι κόσμον, τὸν δὲ ἐπὶ τῷ θέσθαι τὸν νόμον – οὐδὲ ὅτι ἑαυτὸν ἕκαστος, ἐλθὼν ἐφ’ οἷς ἐποίησεν ὡς αὐτὸς ὢν αὐθέντης, αὐτὸς ἤγγειλεν – οὐδὲ ὁ ἑστὼς στησόμενος ἀντικείμενος. μάθε πῶς ἀπιστεῖς καὶ τὴν ὑπόθεσιν ταύτην. ἣν φὴς δύναμιν ἐν ἀπορρήτοις εἶναι, ἀγνοίας γέμει· τὴν γὰρ ἀγνωμοσύνην τῶν ὑπ’ αὐτῆς ἀποσταλέντων ἀγγέλων οὐ προεγίνωσκεν. καὶ ὁ Σίμων τοῦ Πέτρου ταῦτα λέγοντος μεγάλως ὀργισθεὶς ἐπέκοψεν λέγοντα εἰπών· Τί φλυαρεῖς, τολμηρὲ καὶ πάντων προπετέστατε, ἐπ’ ὄχλων ἀμαθῶν ἐκφαίνων ἀτέχνως τὰ ἀπόρρητα; καὶ ὁ Πέτρος· Τί φθονεῖς εὐεργετεῖσθαι τοὺς παρόντας ἀκροατάς; καὶ ὁ Σίμων· Οὐκοῦν ὁμολογεῖς τὴν τοιαύτην ἐπίγνωσιν εὐεργεσίαν εἶναι; καὶ ὁ Πέτρος· Ὁμολογῶ· τὸ γὰρ ψεῦδος γνωσθὲν εὐεργετεῖ ἀγνοίας αἰτίᾳ μὴ περιπεσεῖν αὐτῷ. καὶ ὁ Σίμων· Φαίνῃ μοι μὴ δυνάμενος εἰπεῖν εἰς ἃ προέτεινά σοι. λέγω δὲ ὅτι καὶ ὁ διδάσκαλός σου ἐν ἀπορρήτοις τινὰ λέγει εἶναι πατέρα.

XIII. Καὶ ὁ Πέτρος ἔφη· Ἀποκρινοῦμαι εἰς ὃ θέλεις, περὶ τοῦ· «Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός – οὐδὲ τὸν υἱόν τις οἶδεν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι». πρῶτον μὲν θαυμάζω πῶς τοῦ λόγου τούτου μυρίας ἔχοντος ἐκδοχὰς σὺ τὸ ἐπικινδυνότερον ἐξελέξω μέρος, πρὸς ἀγνωσίαν τοῦ δημιουργοῦ καὶ τῶν ὑπ’ αὐτοῦ πάντων φήσας εἰρῆσθαι τὸν λόγον. πρῶτον μὲν γὰρ δύναται ὁ λόγος εἰρῆσθαι πρὸς πάντας Ἰουδαίους, τοὺς πατέρα νομίζοντας εἶναι Χριστοῦ τὸν Δαυὶδ καὶ αὐτὸν δὲ τὸν Χριστὸν υἱὸν ὄντα καὶ υἱὸν θεοῦ μὴ ἐγνωκέναι. διὸ καὶ οἰκείως εἴρηται· «Οὐδεὶς ἔγνω τὸν πατέρα», ἐπεὶ ἀντὶ τοῦ θεοῦ τὸν Δαυὶδ πάντες ἔλεγον. τὸ δὲ ἐπάξαντα εἰπεῖν ὡς «οὐδὲ τὸν υἱόν τις οἶδεν», ἐπεὶ αὐτὸν υἱὸν ὄντα οὐκ ᾔδεισαν, καὶ τὸ εἰπεῖν «οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι» ὀρθῶς εἴρηται· ὁ γὰρ ἀπ’ ἀρχῆς ὢν υἱὸς μόνος ὡρίσθη, ἵνα οἷς βούλεται ἀποκαλύψῃ. καὶ οὕτως δύναται Ἀδὰμ ὁ πρωτόπλαστος αὐτὸν μὴ ἀγνοεῖν οὐδὲ Ἐνὼχ ὁ εὐαρεστήσας μὴ εἰδέναι οὔτε Νῶε ὁ δίκαιος μὴ ἐπίστασθαι οὔτε Ἀβραὰμ ὁ φίλος μὴ συνιέναι, οὐκ Ἰσαὰκ μὴ νενοηκέναι, οὐκ Ἰακὼβ ὁ παλαίσας μὴ πεπιστευκέναι, καὶ πᾶσιν τοῖς ἐν τῷ λαῷ ἀξίοις μὴ ἀποκεκαλύφθαι.  XIV. εἰ δέ (ὡς φής) ἔσται διὰ τὸ εἰδέναι διὰ τοῦ Ἰησοῦ νῦν πᾶσιν ἀποκαλύπτεσθαι, πῶς οὐκ ἀδικώτατον λέγεις ἐκείνους μὲν μὴ ἐγνωκέναι, ἑπτὰ στύλους ὑπάρξαντας κόσμῳ καὶ δικαιοτάτῳ θεῷ εὐαρεστῆσαι δυναμένους, καὶ τοσούτους δὲ νῦν ἀπὸ τῶν ἐθνῶν ἀσεβεῖς ὄντας κατὰ πάντα γνῶναι; οὗτοι παντὸς κρείττονες γνῶναι οὐ κατηξιώθησαν; καὶ πῶς ἐστι τοῦτο ἀγαθόν, ὃ μὴ δίκαιόν ἐστιν; ἐκτὸς εἰ μὴ ἀγαθὸν θέλεις λέγειν οὐ τὸν εὐεργετοῦντα τοὺς δικαιοπραγήσαντας, ἀλλὰ τὸν ἀγαπῶντα τοὺς ἀδίκους κἂν μὴ πιστεύωσιν, οἷς καὶ τὰ ἀπόρρητα ἀποκαλύπτει, ἃ δικαίοις ἀποκαλύψαι οὐκ ἠθέλησεν. τὸ γὰρ τοιοῦτον οὔτε ἀγαθῷ οὔτε δικαίῳ προσήκει, ἀλλὰ τῷ εὐσεβεῖς μεμισηκότι. μήτι σὺ εἶ, Σίμων, ὁ ἑστώς, ὁ ταῦτα οὕτως μήποτε ῥηθέντα εἰπεῖν ἀποθρασυνόμενος;

XV. Καὶ ὁ Σίμων ἐπὶ τούτῳ ἀγανακτήσας ἔφη· Τὸν σὸν διδάσκαλον αἰτιῶ εἰπόντα· «Ἐξομολογοῦμαί σοι, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι, ἅπερ ἦν κρυπτὰ σοφοῖς, ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν». καὶ ὁ Πέτρος· Οὕτω μέν, ἔφη, ὁ λόγος οὐκ ἐλέχθη· ἐρῶ δὲ πρῶτον, ὡς οὕτως εἰρημένον ὥσπερ σοι ἔδοξεν. ὁ κύριος ἡμῶν, εἴπερ καὶ εἰρήκει· «Ἅτινα ἦν κρυπτὰ σοφοῖς, ταῦτα νηπίοις ἀπεκάλυψεν ὁ πατήρ», οὐδὲ οὕτως ἄλλον θεὸν καὶ πατέρα σημαίνειν ἐνομίζετο παρὰ τὸν κτίσαντα τὸν κόσμον. ἐνδέχεται γὰρ αὐτοῦ εἶναι τοῦ δημιουργοῦ τὰ κρυπτὰ ἃ ἔλεγεν, τῷ καὶ τὸν Ἠσαίαν εἰπεῖν· «Ἀνοίξω τὸ στόμα μου ἐν παραβολαῖς καὶ ἐξερεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου». τὸν οὖν προφήτην ὁμολογεῖς, ὃς τὰ κεκρυμμένα οὐκ ἠγνόει, ἅτινα ὁ Ἰησοῦς ἀπὸ σοφῶν κεκρύφθαι λέγει, νηπίοις δὲ ἀποκεκαλύφθαι; πῶς δὲ ὁ δημιουργὸς ἠγνόει τοῦ προφήτου αὐτοῦ μὴ ἀγνοοῦντος Ἠσαίου; ὁ δὲ Ἰησοῦς ἡμῶν τῷ ὄντι οὐκ εἶπεν· «Ἅτινα [οὐκ] ἦν κρυπτά», ἀλλὰ τὸ δοκοῦν τραχύτερον εἴρηκεν· εἶπεν γάρ· «Ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν». τὸ δὲ εἰπεῖν «ἀπέκρυψας», ὥς ποτε ἐγνωσμένων αὐτοῖς. παρ’ αὐτοῖς γὰρ ἡ κλεὶς τῆς βασιλείας τῶν οὐρανῶν ἀπέκειτο, τουτέστιν ἡ γνῶσις τῶν ἀπορρήτων.  XVI. καὶ μὴ λέγε· Ἠσέβησεν εἰς τοὺς σοφοὺς κρύψας αὐτὰ ἀπ’ αὐτῶν. μὴ γένοιτο τοῦτο ὑπολαβεῖν. οὐ γὰρ ἠσέβησεν, ἀλλ’ ἐπειδὴ ἀπέκρυπτον τὴν γνῶσιν τῆς βασιλείας καὶ οὔτε αὐτοὶ εἰσῆλθαν οὔτε τοῖς βουλομένοις εἰσελθεῖν παρέσχον, τούτου ἕνεκεν κατὰ τὸ δίκαιον, ὡς ἀπέκρυψαν αὐτοὶ τὰς ὁδοὺς ἀπὸ τῶν θελόντων, οὕτω καὶ ἀπ’ αὐτῶν ἀπεκρύβη τὰ ἀπόρρητα, ἵνα ὡς ἐποίησαν, ὁμοίως καὶ αὐτοῖς γένηται καὶ ᾧ μέτρῳ ἐμέτρησαν, μετρηθῇ αὐτοῖς τῷ ἴσῳ. τῷ γὰρ ἀξίῳ τὸ γνῶναι ὃ μὴ οἶδεν ὀφείλεται, τοῦ δὲ μὴ ἀξίου (κἂν δοκῇ ἔχειν) ἀφαιρεῖται (κἂν ἐν τοῖς ἄλλοις ᾖ σοφός) καὶ δίδοται τοῖς ἀξίοις (κἂν ἐν τοῖς χρόνοις τῆς μαθητείας ὦσιν νήπιοι).  XVII. εἰ δέ τις ἐρεῖ· Οὐδὲν ἦν ἀπόκρυφον τοῖς υἱοῖς Ἰσραὴλ διὰ τὸ γεγράφθαι· «Οὐδέν σε ἔλαθεν, Ἰσραήλ· μὴ γὰρ εἴπῃς, Ἰακώβ· Ἀπεκρύβη ἡ ὁδὸς ἀπ’ ἐμοῦ», συνιέναι ὀφείλει τις ὅτι τὰ διαφέροντα τῇ βασιλείᾳ ἀποκέκρυπτο ἀπ’ αὐτῶν, ἡ δὲ εἰσφέρουσα εἰς τὴν βασιλείαν ὁδός, ἥτις ἐστὶν πολιτεία, οὐκ ἀποκέκρυπτο. διὰ τοῦτο γὰρ καὶ λέγει· «Μὴ γὰρ εἴπῃς ὅτι ἀπεκρύβη ἀπ’ ἐμοῦ ἡ ὁδός». ὁδὸς δὲ ἡ πολιτεία ἐστὶν τῷ καὶ τὸν Μωυσῆν λέγειν· «Ἰδοὺ τέθεικα πρὸ προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου». καὶ ὁ διδάσκαλος συμφώνως εἶπεν· «Εἰσέλθετε διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, δι’ ἧς εἰσελεύσεσθε εἰς τὴν ζωήν». καὶ ἀλλαχοῦ που, ἐρωτήσαντός τινος· «Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» τὰς τοῦ νόμου ἐντολὰς ὑπέδειξεν. ἐκ δὲ τοῦ εἰπεῖν τὸν Ἠσαίαν ἐκ προσώπου τοῦ θεοῦ·  XVIII. «Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν» οὐ παρὰ τοῦτο καὶ ὁ Ἠσαίας ἄλλον παρὰ τὸν ἐγνωσμένον δημιουργὸν ᾐνίσσετο θεόν, ἀλλὰ τὸν ἐγνωσμένον ἄγνωστον ἔλεγεν ἑτέρῳ αἰνίγματι, ὡς τὴν διάθεσιν τὴν δικαίαν τοῦ ἐγνωσμένου θεοῦ ὁ λαὸς ἀγνοῶν ἡμάρτανεν καὶ ὑπὸ τοῦ ἀγαθοῦ θεοῦ κριθήσεσθαι οὐχ ὑπελάμβανεν. διὰ τοῦτο μετὰ τὸ εἰπεῖν· «Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν» ἐπαγαγὼν λέγει· «Οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν». τῇ γὰρ πρὸς τὸ δίκαιον αὐτοῦ ἀγνωσίᾳ (ὡς ἔφην) μὴ φοβούμενοι πλήρεις ἐγένοντο ἁμαρτιῶν, μόνον ἀγαθόν (ὡς μὴ ἐπεξερχόμενον αὐτῶν τὰς ἁμαρτίας) εἶναι ὑπειληφότες.  XIX. καί τινες μὲν οὕτως ἡμάρτανον ἐκ τῆς διὰ τὸ ἀγαθὸν ἀκρίτου ὑπολήψεως, ἕτεροι δὲ ἐκ τῶν ἐναντίων. τὰς γὰρ κατὰ τοῦ θεοῦ τῶν γραφῶν φωνάς, ἀδίκους οὔσας καὶ ψευδεῖς, ἀληθεῖς ὑπολαμβάνοντες τὴν ὄντως αὐτοῦ θειότητα καὶ δύναμιν οὐκ ᾔδεισαν. διόπερ ὡς ἀγνοοῦντος αὐτοῦ καὶ φόνοις χαίροντος καὶ θυσιῶν δώροις τοὺς πονηροὺς ἀφιέντος, ἔτι δὲ καὶ ἀπατῶντος καὶ ψευδομένου καὶ πάντα ἄδικα ποιοῦντος, αὐτοὶ ὡς ὅμοια θεοῦ ποιήσαντες, ἁμαρτάνοντες ἰσχυρίζοντο εὐσεβεῖν. διὸ καὶ ἀμετάθετοι εἰς τὸ κρεῖττον ἦσαν καὶ νουθετούμενοι οὐκ ἐπεστρέφοντο. οὐ γὰρ ἐφοβοῦντο, ὡς τῷ θεῷ διὰ τῶν τοιούτων πράξεων ἐξομοιούμενοι.  XX. πρὸς δὲ τοὺς τοιοῦτον αὐτὸν νομίζοντας εἶναι εὐλόγως ἄν τις λέγοι εἰρῆσθαι· «Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν εἰ μὴ ὁ πατήρ». καὶ εἰκότως. εἰ γὰρ ἠπίσταντο, οὐκ ἂν ταῖς ὄντως πρὸς πειρασμὸν κατὰ τοῦ θεοῦ γραφείσαις βίβλοις πιστεύοντες ἡμάρτανον. ἀλλὰ καὶ ἀλλαχῆ που λέγει, θέλων σαφέστερον αὐτοῖς τὴν αἰτίαν τῆς πλάνης αὐτῶν ὑποδεῖξαι· «Διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰ ἀληθῆ τῶν γραφῶν, οὗ εἵνεκεν ἀγνοεῖτε καὶ τὴν δύναμιν τοῦ θεοῦ». διὸ δεῖ πάντα ἄνθρωπον σωθῆναι θέλοντα γενέσθαι, ὡς ὁ διδάσκαλος εἶπεν, κριτὴν τῶν πρὸς πειρασμὸν γραφεισῶν βίβλων. οὕτως γὰρ εἶπεν· «Γίνεσθε τραπεζῖται δόκιμοι». τραπεζιτῶν δὲ χρεία, ὅτι τοῖς δοκίμοις καὶ τὰ κίβδηλα ἀναμεμιγμένα.

XXI. Ταῦτα τοῦ Πέτρου εἰπόντος ὁ Σίμων ἐπὶ τοῖς ῥηθεῖσιν περὶ τῶν γραφῶν προσποιησάμενος ἐκπεπλῆχθαι ὡς πτοηθεὶς ἔφη· Ἀπείη μοι καὶ τοῖς ἐμὲ φιλοῦσιν τῶν σῶν ἐπακούειν λόγων. καὶ μέχρι μὲν ὅτε οὐκ ᾔδειν σε ταῦτα περὶ τῶν γραφῶν φρονοῦντα, ἠνειχόμην καὶ διελεγόμην, νῦν δὲ ἀφίσταμαι. ἔδει μέντοι τὴν ἀρχὴν ὑποχωρῆσαί με, ὅτι ἤκουσά σου λέγοντος· Ἐγὼ κατὰ τοῦ κτίσαντος τὸν κόσμον οὐδὲν οὐδενὶ πιστεύω λέγοντι, οὔτε ἀγγέλοις οὔτε προφήταις, οὐ γραφαῖς, οὐχ ἱερεῦσιν, οὐ διδασκάλοις, οὐκ ἄλλῳ οὐδενί, κἂν σημεῖά τις καὶ τέρατα ποιῇ, κἂν ἐν ἀέρι ἐπιφανῶς ἀστράπτῃ ἢ δι’ ὁραμάτων ἢ δι’ ἐνυπνίων ἀποκαλύπτῃ. τίς οὖν σε μεταπεῖσαι δύναται εἴτε καλῶς εἴτε κακῶς ἕτερόν τι φρονεῖν παρὰ τὰ δόξαντά σοι, ἰσχυρῶς οὕτως καὶ ἀκινήτως τῇ σεαυτοῦ γνώσει ἐνδιαμένοντα;

XXII. Καὶ ὁ Πέτρος ταῦτα εἰπόντι τῷ Σίμωνι, ἐκβαίνειν μέλλοντι, ἔφη· Ἔτι τοῦτό μου ἄκουσον καὶ πορεύου ὅπου θέλεις. τοῦ δὲ Σίμωνος ἐπιστραφέντος καὶ ἐπιμείναντος ὁ Πέτρος ἔφη· Οἶδα πῶς τότε ἀκούων κατεπλάγης, ὅτε εἶπον· Ὅστις ποτ’ ἂν ᾖ κατὰ τοῦ τὸν κόσμον κτίσαντος θεοῦ λέγων ὁτιοῦν, οὐ πιστεύω. τὸ δὲ ἐπὶ τούτου μεῖζον νῦν ἄκουσον. ἐὰν τῷ ὄντι ὁ τὸν κόσμον κτίσας θεὸς τὴν γνώμην τοιοῦτος ὢν τυγχάνῃ, ὁποῖον αἱ γραφαὶ καταλέγουσιν – καὶ εἰ ἄλλως πως ἀπαραβλήτως κακός ἐστιν, ὡς οὔτε αἱ γραφαὶ εἰπεῖν ἴσχυσαν οὔτε ἄλλος τις κἂν ἐννοῆσαι δυνατός ἐστιν, ὁμοίως ἐγὼ οὐκ ἀποστήσομαι τοῦ αὐτὸν μόνον σέβειν καὶ τὸ αὐτοῦ βούλημα ποιεῖν. εἰδέναι γάρ σε θέλω καὶ πεπεῖσθαι ὅτι ὁ εἰς τὸν αὑτοῦ ποιητὴν οὐκ ἔχων στοργὴν οὐδὲ εἰς ἕτερον ἔχειν ποτὲ δύναται. εἰ δὲ ἔχει πρὸς ἕτερον, παρὰ φύσιν ἔχων, ἐκ πονηροῦ τὸν τῶν ἀδίκων ἔρωτα ἔχων ἀγνοεῖ, ὡς μηδὲ ἐκεῖνον βεβαίως φυλάξαι δυνάμενος. καὶ εἰ ἄρα ἐστίν τις ἕτερος ὑπὲρ τὸν δημιουργόν, ἀποδέξεταί με ὡς ἀγαθὸς ταύτῃ μᾶλλον, ὅτι τὸν ἐμὸν ἀγαπῶ πατέρα, σὲ δὲ οὐκ ἀποδέξεται εἰδὼς ὅτι τὸν φύσει σου ποιητήν (οὐ γὰρ λέγω πατέρα) κατέλιπες ἐπ’ ἐλπίδι μείζονι, οὐ φροντίσας τοῦ εὐλόγου. οὕτως εἰ καὶ αὐτοῦ κρείττονα εὑρήσεις, οἶδεν ὅτι καὶ αὐτὸν καταλείψεις ποτέ, καὶ μᾶλλον ὅτι μὴ γέγονέν σου πατήρ, ὁπότε καὶ τὸν ὄντως σου πατέρα κατέλιπες.  XXIII. ἀλλ’ ἐρεῖς· Οἶδεν ὅτι οὐκ ἔστιν ἕτερος ὑπὲρ αὐτόν, καὶ διὰ τοῦτο καταλειφθῆναι οὐ δύναται. χάρις οὖν τῷ μὴ εἶναι· τὰ δὲ τῆς γνώμης οἶδεν ἕτοιμα πρὸς ἀγνωμοσύνην. εἰ δὲ εἰδὼς ἀγνώμονά σε ἀποδέχεται, ἐμὲ δὲ εὐγνώμονα ἐπιστάμενος οὐ προσίεται, ἀλόγιστός ἐστι κατὰ τὸν σὸν λόγον, τῷ εὐλόγῳ μὴ κεχρημένος. οὕτω πονηρίας, ὦ Σίμων, ὑπουργὸς ὢν ἀγνοεῖς. καὶ ὁ Σίμων ἀπεκρίνατο· Πόθεν οὖν τὸ πονηρὸν πέφυκεν, εἰπὲ ἡμῖν. καὶ ὁ Πέτρος· Ἐπειδὴ σήμερον, ἔφη, ἐκβαίνειν ἔφθασας καὶ ἔφης τοῦ λοιποῦ ὡς βλασφήμου μὴ ἀκούειν ἐμοῦ, αὔριον εἴγε θέλεις μαθεῖν ἐλθόντι ὑφηγήσομαι καὶ ὡς θέλεις ἐξετασθῆναί με συγχωρήσω ἄνευ φιλονεικίας. καὶ ὁ Σίμων ἔφη· Ὡς ἄν μοι δόξῃ ποιήσω. καὶ τοῦτ’ εἰπὼν ἐπορεύθη. τῶν δὲ συνεισελθόντων αὐτῷ οὐδεὶς συνεξῆλθεν, ἀλλὰ τοῖς ποσὶν προσπεσόντες Πέτρου ἠξίουν ἐπὶ τῷ συνηρπάσθαι τῷ Σίμωνι συγγνώμης τυγχάνειν καὶ ἀποδεχθῆναι μετανοοῦντας. ὁ δὲ Πέτρος προσέμενος αὐτούς τε τοὺς μεταμελομένους καὶ τοὺς ἄλλους ὄχλους, ἐπέθηκεν τὰς χεῖρας εὐχόμενος καὶ ἰώμενος αὐτῶν τοὺς πάσχοντας, καὶ οὕτως ἀπολύων παρήγγελλεν αὐτοῖς περὶ τὸν ὄρθρον ταχύνειν. καὶ τοῦτ’ εἰπὼν καὶ εἰσελθὼν μετὰ τῶν συνήθων τὰ εἰωθότα πρὸς τὴν ἐπείγουσαν ἡσυχίαν ἐποίησεν καταλαβούσης ἑσπέρας.

 


 

Index


Hosted by uCoz