Homiliae - Greek

 

Ομιλια ιβ’

I. Ἐκβάντες οὖν τὴν Τρίπολιν τῆς Φοινίκης ὡς ἐπὶ Ἀντιόχειαν τῆς Συρίας ἐλθεῖν, αὐτῆς ἡμέρας ἐν Ὀρθωσίᾳ ἐμείναμεν ἐλθόντες. καὶ διὰ τὸ πλησίον εἶναι ἧς ἐξήλθομεν πόλεως, πάντων σχεδὸν προακηκοότων τοῦ κηρύγματος, μιᾶς ἡμέρας ἐκεῖ μείναντες ἀπήραμεν εἰς Ἀντάραδον. πολλῶν δὲ τῶν συνοδοιπορούντων ἡμῖν ὄντων, ὁ Πέτρος Νικήτῃ καὶ Ἀκύλᾳ προσωμίλει λέγων· Ἐπειδὴ πολὺς ὄχλος τῶν συνοδοιπορούντων οὐ μικρὸν φθόνον ἡμῖν εἰσιοῦσιν κατὰ πόλιν ἐπισπᾶται, ἀναγκαίως ἐσκεψάμην φροντίσαι πῶς μήτε οὗτοι λυπηθῶσιν κωλυθέντες συνεῖναι ἡμῖν μήτε ἡμεῖς περίβλεπτοι γινόμενοι φθόνῳ τῷ τῆς κακίας ὑποπέσωμεν. τούτου ἕνεκεν βούλομαί σε τὸν Νικήτην καὶ Ἀκύλαν προοδεύειν μου κατὰ συστήματα δύο σποράδην † μανθάνοντες † τὰς τῶν ἐθνῶν εἰσέρχεσθαι πόλεις.  II. οἶδα δὲ ὅτι ἀθυμεῖτε τοῦτο ποιεῖν ἀκηκοότες, ἀπολειπόμενοί μου διάστημα οὐδ’ ὅλων ἡμερῶν δύο. εἰδέναι οὖν ὑμᾶς θέλω ὅτι πολλαπλάσιον ἀγαπῶμεν ἡμεῖς οἱ πείσαντες ὑμᾶς τοὺς πεισθέντας ἤπερ ὑμεῖς ἡμᾶς τοὺς πεπεικότας. ἀλλήλους οὖν στέργοντες, τῷ μὴ ἀλόγως ποιεῖν ἃ θέλομεν τῆς ὠφελείας ὅσον τὸ ἐφ’ ἡμῖν φροντίζωμεν. πρὸς τούτοις δὲ οὐδεμιᾶς ἡμέρας διαλεγομένου μου ἀπολιμπάνεσθε. εἰς γὰρ τὰς ἐπισημοτέρας τῶν ἐπαρχιῶν πόλεις προῄρημαι (ὡς ἴστε καὶ ὑμεῖς) ἡμερῶν ἐπιμένειν καὶ διαλέγεσθαι. καὶ τὸ νῦν εἰς τὴν ἐγγυτέραν ἡμῖν Λαοδίκειαν προάξατε καὶ μεθ’ ἡμέρας δύο ἢ τρεῖς (ὅσον ἐπὶ τῇ ἐμῇ προαιρέσει) καταλήψομαι ὑμᾶς. ἐπὶ δὲ τῶν πυλῶν ἐκδέξασθέ με, ὑμεῖς μόνοι διὰ τὸν θρῦλον, ἵνα οὕτως ἀψοφητὶ συνεισελθόντες ἅμα ὑμῖν ὦμεν. κἀκεῖθεν ὁμοίως μετὰ τὸ ἐπιμεῖναι ἡμερῶν ἄλλοι ἀνθ’ ὑμῶν εἰς τὰ ἐπέκεινα κατὰ ἐφημερίας προάξωσιν τὰς ξενίας ἑτοιμάζοντες.  III. ταῦτα τοῦ Πέτρου εἰπόντος ἠναγκάσθησαν συνθέσθαι λέγοντες· Οὐ πάνυ ἡμᾶς, κύριε, λυπεῖ τοῦτο πράττειν διὰ τὸ ὑπὸ σοῦ κελεύεσθαι. πρῶτον μέν, ὅτι πάντα καλῶς νοεῖν τε καὶ συμβουλεύειν ἄξιος ὢν ὑπὸ τῆς τοῦ θεοῦ προνοίας ἐξελέγης· πρὸς τούτοις δέ, ἐπὶ τὸ πολὺ ἡμερῶν δύο ἀνάγκῃ τοῦ προάγειν ἀπολιμπανόμεθά σου. καὶ αὗται μὲν πολλαὶ πρὸς τὸ μὴ σὲ τὸν κύριον ἡμῶν ὁρᾶν Πέτρον, πλὴν λογιζόμεθα ὅτι πλεῖον λυπηθήσονται οἱ πολὺ μακρὰν προπεμπόμενοι ὡς ἐπὶ πλεῖον ἀναμένειν σε κατὰ πόλιν κεκελευσμένοι, ἀνιώμενοι ἐν τῷ ἐπὶ πλεῖον ἐστερῆσθαι τοῦ ὁρᾶν σου τὸ περιπόθητον πρόσωπον. καὶ ἡμεῖς οὐκ ἐλάττονα ἐκείνων ἀθυμοῦντες ὡς κελεύεις διὰ τὸ συμφέρον ποιεῖν οὐκ ἀντιλέγομεν. ὁμῶς ταῦτα εἰπόντες προῆξαν ἐντολὴν ἔχοντες ἐν τῷ πρώτῳ πανδοχείῳ προσομιλῆσαι τῷ συνοδοιποροῦντι ὄχλῳ, ὅπως σποράδην ἀλλήλων γενόμενοι εἰς τὰς πόλεις εἰσέρχωνται.

IV. Πορευθέντων οὖν αὐτῶν ἐγὼ Κλήμης μεγάλως ἔχαιρον ὅτι σὺν αὐτῷ με ἐκέλευσεν εἶναι. καὶ ἀποκριθεὶς εἶπον· Εὐχαριστῶ τῷ θεῷ ὅτι με οὐκ ἐξαπέσταλκας ὡς τοὺς ἑταίρους, ἐπειδὴ ὀδυνώμενος ἂν διαπεφωνήκειν. ὁ δὲ ἔφη· Τί δέ; εἰ καὶ χρεία τις ἔσται πεμφθῆναί σέ που μαθημάτων χάριν, σὺ διὰ τὸ πρὸς ὀλίγον ἀπολιμπάνεσθαί μου συμφερόντως, διὰ τοῦτο τεθνήξει; οὐχὶ δὲ προσομιλήσας σεαυτῷ φέρειν τὰ διὰ τὴν ἀνάγκην σοι προσταγέντα εὐθύμως ὑποσταίης; ἢ οὐκ οἶσθα ὅτι σύνεισιν αἰεὶ φίλοι ταῖς μνήμαις, κἂν τοῖς σώμασιν ἀπολιμπάνωνται; ὡς ἔνιοι συνόντες τοῖς σώμασιν ἀμνημοσύνης αἰτίᾳ τὰς ψυχὰς ἀποδημοῦσιν τοῖς φίλοις.  V. κἀγὼ ἀπεκρινάμην· Μὴ τοίνυν νομίσῃς, κύριε, ὅτι τὰ λύπης πάσχειν ἤμελλον ἀνοήτως, ἀλλὰ καὶ πάνυ ὀρθῷ τινι λογισμῷ. ἐπεὶ γὰρ σέ, κύριέ μου, ἀντὶ πάντων ἔχω, πατρός τε καὶ μητρὸς καὶ ἀδελφῶν καὶ συγγενῶν, αἴτιόν μοι γενόμενον διὰ τὸν θεὸν τῆς σῳζούσης ἀληθείας, ἀντὶ πάντων ἔχων σε παραμυθίας τῆς μεγίστης τυγχάνω. πρὸς τούτοις δεδιώς μου καὶ τῆς ἀκμῆς τὴν ἐκ φύσεως ἐπιθυμίαν, ἠγωνίων μήπως ἀπολειφθείς σου, ἄνθρωπος ὢν νεώτερος, † ὅπερ νῦν οὕτως ἐνστάσεως ἔχω, κἂν κατά τινα χόλον θεοῦ ἀποστῆναί σου ἀδύνατον, εἰ † ἥττων ἐπιθυμίας ἔσομαι. ἀλλ’ ἐπειδὴ πολλῷ ἄμεινον καὶ ἀσφαλέστερον συνεῖναί με σοί, † τούτῳ ᾧ † ὁ νοῦς μου αἰδεῖσθαι εὐλόγως προείληφεν, διὸ πάντοτέ σοι συνεῖναι εὔχομαι. πρὸς τούτοις δὲ μέμνημαί σου ἐν Καισαρείᾳ εἰπόντος· Εἴ τις βούλεταί μοι συνοδεῦσαι, εὐσεβῶς συνοδευέτω. εὐσεβῶς δὲ ἔφης τὸ μηδένα λυπεῖν κατὰ θεόν, οἷον ἀπολιπὼν γονεῖς, γυναῖκα ὁμόφρονα ἢ ἑτέρους τινὰς τῇ θεοσεβείᾳ προσκειμένους. ὅθεν ἐγὼ κατὰ πάντα ἐπιτήδειός εἰμί σοι συνοδοιπόρος, ᾧ εἰ καὶ τὰ μέγιστα χαρίζῃ, τὰς δούλων μοι ὑπηρεσίας συγχωρεῖς ποιεῖν.  VI. καὶ ὁ Πέτρος ἀκούσας γελοιάζων ἔφη· Τί οὖν οἴει, Κλήμης; μὴ ὑπ’ αὐτῆς ἀνάγκης σε εἰς δούλων μοι ταγῆναι τόπον; ἐπεὶ τίς τὰς καλὰς καὶ πολλὰς σινδόνας μετὰ τῶν ἑπομένων μοι δακτυλίων καὶ ὑποδήσεων φυλάξει; τίς δὲ καὶ τὰ ἡδέα καὶ πολυτελῆ ὄψα προετοιμάσει, ἅτινα ποικίλα ὄντα πολλῶν καὶ τεχνιτῶν δεῖται μαγείρων, καὶ πάντα ἐκεῖνα ὅσα ἐκτεθηλυμμένων ἀνθρώπων ὡς θηρίῳ μεγάλῳ τῇ ἐπιθυμίᾳ ἐκ πάσης πλεονεξίας πορισθέντα ἑτοιμάζεται; πλὴν ἡ τοιαύτη σε προαίρεσις ὑπεισῆλθεν ἴσως μὴ συνέντα καὶ τὸν ἐμὸν ἀγνοοῦντα βίον ὅτι ἄρτῳ μόνῳ καὶ ἐλαίαις χρῶμαι καὶ σπανίως λαχάνοις – καὶ ὅτι ἱμάτιόν μοι καὶ τριβώνιον ὑπάρχει τοῦτ’ αὐτὸ ὃ περιβέβλημαι καὶ ἑτέρου χρείαν οὐκ ἔχω οὐδὲ ἄλλων τινῶν· ἐν γὰρ τούτοις καὶ περισσεύομαι. ὁ νοῦς γάρ μου τὰ ἐκεῖ πάντα ὁρῶν αἰώνια ἀγαθὰ οὐδὲν τῶν ἐνταῦθα περιβλέπεται. πλήν σου μὲν τὴν ἀγαθὴν προαίρεσιν ἀποδέχομαι καὶ θαυμάζων ἐπαινῶ πῶς ἀνὴρ ἐκ πολυτελῶν ἐθῶν ὑπάρχων ῥᾳδίως τοῖς ἀναγκαίοις τὸν σεαυτοῦ ὑπήλλαξας βίον. ἡμεῖς γὰρ ἐκ παίδων (ἐγώ τε καὶ Ἀνδρέας ὁ σύναιμος καὶ κατὰ θεὸν ἀδελφὸς ὢν ἐμός) οὐ μόνον ἐν ὀρφανίᾳ ἀνατραφέντες. ἀλλὰ καὶ ὑπὸ πενίας καὶ κακουχίας εἰς ἐργατείαν ἐθισθέντες, εὐμαρῶς νῦν τὰς τῶν ὁδῶν φέρομεν σκύλσεις. ὅθεν εἰ ἐπείθου μοι, ἐμοὶ ἂν συγκεχωρήκεις, ἀνδρὶ ἐργάτῃ, σοὶ τὰ δούλων ἀποπληροῦν μέρη.  VII. ἐγὼ δὲ ἀκούσας σύντρομος ἐγενόμην καὶ ἐπίδακρυς οἷον λόγον εἶπεν ἀνήρ, οὗ πάντες οἱ τῆς νῦν γενεᾶς ἄνθρωποι τῷ τῆς γνώσεως καὶ εὐσεβείας λόγῳ ἥττους τυγχάνουσιν. ὁ δὲ ἰδών με σύνδακρυν τῶν δακρύων ἐπύθετο τὴν αἰτίαν. κἀγὼ ἔφην· Τί τοιοῦτον ἥμαρτον, ἵνα μοι τοιοῦτον εἴπῃς λόγον; καὶ ὁ Πέτρος ἀπεκρίνατο· Εἰ μὲν κακῶς εἴρηκα τὸ δουλεῦσαί σοι, σὺ πρῶτος ἥμαρτες, τοῦτ’ ἐμοὶ ποιῆσαι ἀξιώσας. κἀγὼ ἔφην· Οὐχ ὅμοιόν ἐστιν· ἐμοὶ μὲν γὰρ τοῦτο ποιεῖν πρέπει πάνυ, σοὶ δὲ τῷ τοῦ θεοῦ κήρυκι τὰς ἡμετέρας σῴζοντι ψυχὰς χαλεπὸν τοῦτο ποιεῖν ἐμοί. καὶ ὁ Πέτρος ἀπεκρίνατο· Συνεθέμην ἄν σοι, ἐπεὶ ὁ κύριος ἡμῶν ὁ ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου ἐληλυθώς, μόνος ὑπὲρ πάντας εὐγενὴς ὤν, δουλείαν ὑπέμεινεν, ἵνα ἡμᾶς πείσῃ μὴ αἰδεῖσθαι τοῖς ἀδελφοῖς ἡμῶν τὰς δούλων ποιεῖν ὑπηρεσίας, κἂν πάνυ εὐγενεῖς τυγχάνωμεν. κἀγὼ ἔφην· Εἰ μὲν νομίζω σε νικῆσαι λόγῳ, ἀνόητός εἰμι· πλὴν χάριν ἔχω τῇ τοῦ θεοῦ προνοίᾳ ὅτι σε εἰς γονέων τόπον ἔχειν κατηξιώθην.  VIII. καὶ ὁ Πέτρος ἐπυνθάνετο· Οὐδεὶς δέ σου ἀληθῶς πρὸς γένους ὑπάρχει; κἀγὼ ἀπεκρινάμην· Εἰσὶν μὲν πολλοὶ καὶ μεγάλοι ἄνδρες, Καίσαρος πρὸς γένους ὄντες. ὅθεν τῷ ἐμῷ πατρὶ ὡς καὶ συντρόφῳ αὐτὸς Καῖσαρ συγγενίδα συνηρμόσατο γυναῖκα, ἀφ’ ἧς τρεῖς ἐγενόμεθα υἱοί, δύο μὲν πρὸ ἐμοῦ, οἳ καὶ δίδυμοι ὄντες πάνυ ὅμοιοι ἀλλήλοις ἐτύγχανον, ὡς αὐτὸς ὁ πατὴρ ἔλεγέν μοι. ἐγὼ γὰρ οὔτε αὐτοὺς οὔτε τὴν τεκοῦσαν πάνυ ἐπίσταμαι, ἀλλ’ ὥσπερ δι’ ὀνείρων ἀμαυρὸν αὐτῶν τὸ εἶδος ἀναφέρω. ἡ μὲν οὖν μήτηρ μου Ματτιδία ἐλέγετο, ὁ δὲ πατὴρ Φαῦστος, τῶν δὲ ἀδελφῶν καὶ αὐτῶν ὁ μὲν Φαυστῖνος ἐκαλεῖτο, ὁ δὲ Φαυστινιανὸς ἐλέγετο. ἐμοῦ οὖν τρίτου ἐπιγεννηθέντος αὐτοῖς ἡ μήτηρ ὄνειρον ἑωράκει (ὥσπερ ὁ πατήρ μου ὑφηγεῖτο) ὅτι, ἐὰν μὴ τοὺς διδύμους υἱοὺς αὐτῆς ἐξαυτῆς παραλαβοῦσα τὴν Ῥωμαίων πρὸς ἀποδημίαν ἐξέλθῃ πόλιν ἐπ’ ἔτη δέκα, πανολεθρίῳ μόρῳ ἅμα αὐτοῖς ἀποθανεῖν ἔχει.  IX. ὁ μὲν οὖν πατὴρ φιλότεκνος ὢν σύν τε δούλοις καὶ δούλαις ἐφοδιάσας ἱκανῶς καὶ εἰς πλοῖον ἐνβαλόμενος εἰς τὰς Ἀθήνας ἅμα παιδευθησομένους ἐξέπεμψεν, ἐμὲ δὲ μόνον υἱὸν εἰς παραμυθίαν ἔσχεν μεθ’ ἑαυτοῦ. καὶ ἐπὶ τούτῳ εὐχαριστῶ πολλά, ὅτι κἀμὲ ὁ ὄνειρος μὴ κεκελεύκει ἅμα τῇ μητρὶ τὴν Ῥωμαίων ἐκβῆναι πόλιν. περαιωθέντος οὖν ἐνιαυτοῦ ὁ πατὴρ ἔπεμψεν εἰς Ἀθήνας χρήματα τοῖς αὑτοῦ ἅμα τε καὶ μαθεῖν τὸ πῶς διάγουσιν. οἱ δὲ ἀπελθόντες οὐχ ὑπέστρεψαν. τρίτῳ δὲ ἐνιαυτῷ ὁ πατὴρ ἀθυμῶν ἑτέρους ἔπεμψεν ὁμοίως μετὰ ἐφοδίων, οἵτινες τετάρτῳ ἐνιαυτῷ ἦλθον ἀγγέλλοντες μήτε μου τὴν τεκοῦσαν ἢ τοὺς ἀδελφοὺς ἑωρακέναι, μήτε μὴν αὐτοὺς ταῖς Ἀθήναις ἐπιδεδημηκέναι μηδὲ ἄλλου τινὸς τῶν σὺν αὐτοῖς ἀπεληλυθότων κἂν ἴχνος εὑρηκέναι.  X. ὁ μὲν οὖν πατὴρ ταῦτα ἀκούσας καὶ ὑπὸ πολλῆς λύπης ἔκθαμβος γενόμενος καὶ οὐκ εἰδὼς ποῦ ὁρμήσας ἐπὶ ζήτησιν αὐτῶν γένηται, ἐμέ τε παραλαβὼν καὶ εἰς Πόρτον καταβὰς πολλῶν πυκνότερον ἐπυνθάνετο ποῦ ἕκαστος αὐτῶν εἶδεν ἢ ἤκουσεν ἀπὸ τεσσάρων ἐτῶν γενόμενον ναυφράγιον. καὶ ἄλλος ἀλλαχῆ ἔλεγεν. ὁ δὲ ἀντεπυνθάνετο εἰ ἑωράκασιν σῶμα γυναικὸς μετὰ βρεφῶν ἐκβεβρασμένον. τῶν οὖν πολλὰ λεγόντων ἑωρακέναι πτώματα κατὰ πολλοὺς τόπους, ὁ πατὴρ ἀκούων ἐστέναζεν· πλὴν ὑπὸ σπλάγχνων θορυβούμενος ἀλόγιστα ἐπυνθάνετο, ὅτι τοσοῦτον μέγεθος θαλάττης ἐρευνᾶν ἐπειρᾶτο. πλὴν συνγνωστὸς ἦν, ὅτι τῇ πρὸς τοὺς ζητουμένους στοργῇ ἐλπίσιν ἐβουκολεῖτο κεναῖς. καὶ δή ποτε ὑπὸ φροντιστὰς ποιήσας με καὶ εἰς Ῥώμην καταλείψας δωδεκαετῆ, αὐτὸς δακρύων εἰς Πόρτον κατελθὼν καὶ εἰς πλοῖον ἐνβάς, ἀναχθεὶς ἐπὶ τὴν ζήτησιν ἐπορεύθη. καὶ ἔκτοτε εἰς τὴν σήμερον ἡμέραν οὔτε γράμματα ἐδεξάμην παρ’ αὐτοῦ οὔτε εἰ ζῇ ἢ τέθνηκεν σαφῶς ἐπίσταμαι. μᾶλλον δὲ ὑπονοῶ ὅτι καὶ αὐτὸς τέθνηκέν που, ἢ ὑπὸ λύπης νικηθεὶς ἢ ναυφραγίῳ περιπεσών. τούτου δὲ δεῖγμα ὅτι ἤδη λοιπὸν ἔκτοτε εἰκοστὸν ἔτος ἐστίν, ἀφ’ ἧς οὐδεμίαν τινὰ περὶ αὐτοῦ ἀλήθειαν ἤκουσα.  XI. ὁ δὲ Πέτρος ἀκούων ταῦτα ὑπὸ συμπαθείας ἐδάκρυσεν καὶ εὐθέως τοῖς συνοῦσιν γνησίοις ἔφη· Ταῦτα εἴ τις πεπόνθει ἐν θεοσεβείᾳ, οἷα ὁ τούτου πέπονθεν πατήρ, εὐθέως τῷ τῆς θεοσεβείας λόγῳ τὴν αἰτίαν προσῆπτεν ἐπιγράφων τὸν πονηρόν· οὕτω καὶ τοῖς ταλαιπώροις ἔθνεσιν συμβαίνει πάσχειν, καὶ ἀγνοοῦμεν οἱ θεοσεβεῖς. ταλαιπώρους δὲ αὐτοὺς εὐλόγως εἴρηκα, ὅτι ἐνταῦθα ἀλῶνται καὶ τῆς ἐκεῖ ἐλπίδος οὐ τυγχάνουσιν. οἱ γὰρ ἐν θεοσεβείᾳ πάσχοντες τὰ θλιβερὰ εἰς ἔκπραξιν παραπτωμάτων πάσχουσιν.

XII. Ταῦτα τοῦ Πέτρου εἰπόντος εἷς τις τῶν ἐν ἡμῖν τολμήσας ἀντὶ πάντων παρεκάλεσεν αὐτὸν αὔριον ὀρθρίτερον εἰς Ἄραδον τὴν κατέναντι νῆσον εἰσπλεῦσαι, τριάκοντα οἶμαι οὐδ’ ὅλους ἀπέχουσαν σταδίους, ὡς ἐπὶ ἱστορίᾳ τῶν ἐκεῖ ἀμπελίνων δύο στύλων μέγιστα ἐχόντων πάχη. ὁ οὖν πειθήνιος Πέτρος συνεχώρησεν εἰπών· Ἐπὰν τοῦ πλοίου ἐκβῆτε, μὴ ἅμα οἱ πάντες εἰσέρχεσθε εἰς τὴν θεωρίαν ὧν ἐπιθυμεῖτε· οὐ γὰρ βούλομαι στρέμματα γίνεσθαι εἰς ὑμᾶς τῶν πολιτῶν. καὶ οὕτως πλεύσαντες ῥοπῇ ὥρας κατήχθημεν εἰς τὴν νῆσον. ἐκβάντες δὲ τοῦ σκάφους εἰσῄειμεν, ἔνθα οἱ ἀμπέλινοι στῦλοι ἦσαν· ὁμῶς ἅμα αὐτοῖς ἄλλος ἄλλο τι τῶν Φειδίου ἔργων ἐθεώρει.

XIII. Πέτρος δὲ μόνος οὐκ ἀναγκαῖον ἡγήσατο ἐπὶ τὴν τῶν ἐκεῖ ἱστορίαν γενέσθαι, γυναικὶ δέ τινι ἔξω πρὸ τῶν θυρῶν καθεζομένῃ καὶ τροφῆς χάριν μεταιτούσῃ πυκνὰ κατανοήσας ἔφη· Γύναι, τί σοι τῶν μελῶν λείπει, ὅτι τοσαύτην ὕβριν ἀνεδέξω (λέγω δὴ τὸ προσαιτεῖν) καὶ μὴ μᾶλλον ταῖς ὑπὸ τοῦ θεοῦ σοι δεδωρημέναις χερσὶν ἐργαζομένη τὰς ἐφημέρους πορίζῃ τροφάς; ἡ δὲ στενάξασα ἀπεκρίνατο· Εἴθε γὰρ ἦσάν μοι χεῖρες ὑπουργεῖν δυνάμεναι· νῦν δέ μοι σχῆμα μόνον χειρῶν φυλάσσουσιν, νεκραὶ τυγχάνουσαι, ὑπὸ δηγμάτων ἐμῶν βεβασανισμέναι. καὶ ὁ Πέτρος ἐπύθετο· Τίς δὲ ἡ αἰτία τοῦ σὲ τὸ χαλεπὸν τοῦτο πεπονθέναι; ἡ δὲ ἀπεκρίνατο· Ψυχῆς ἀσθένεια καὶ πλέον οὐθέν· εἰ γὰρ ἀνδρεῖον εἶχον φρόνημα, ἦν κρημνὸς ἢ βυθός, ὅθεν ἐμαυτὴν ῥίψασα τῶν ὀδυνώντων με παύσασθαι ἠδυνάμην κακῶν.  XIV. καὶ ὁ Πέτρος ἔφη· Τί οὖν οἴει, γύναι; ὅτι πάντως οἱ ἀναιροῦντες ἑαυτοὺς κολάσεως ἀπαλλάσσονται ἢ μὴ τῇ χείρονι κολάσει ἐν ᾅδῃ αἱ τῶν οὕτως θνῃσκόντων ψυχαὶ περὶ τῆς αὐτοκτονίας κολάζονται; ἡ δὲ ἔφη· Εἴθε ἐπεπείσμην, ὅτι ὄντως ἐν ᾅδῃ ψυχαὶ εὑρίσκονται ζῶσαι, καὶ ἠγάπων τῆς κολάσεως καταφρονήσασα θανεῖν, ὅπως τοὺς ἐμοὺς περιποθήτους ἴδω κἂν μίαν ὥραν. καὶ ὁ Πέτρος ἔφη· Τί ἄρα ἐστὶν τὸ λυποῦν σε, μαθεῖν ἤθελον, γύναι. ἐὰν γάρ με διδάξῃς, ἀντὶ ταύτης τῆς χάριτος πληροφορήσω σε, ὅτι ἐν ᾅδῃ ζῶσιν αἱ ψυχαί, καὶ ἀντὶ κρημνοῦ ἢ βυθοῦ φάρμακον δώσω, ὅπως ἀβασανίστως τοῦ ζῆν τὸν βίον μεταλλάξαι δυνηθῇς.

XV. Καὶ ἡ γυνὴ τὸ ἀμφιβόλως ῥηθὲν μὴ συνεῖσα, ἐπὶ τῇ ὑποσχέσει πεισθεῖσα τοῦ λέγειν ἤρξατο οὕτως· Γένος μὲν καὶ πατρίδα εἰπεῖν οὐκ οἴομαι πεῖσαί ποτε δυνηθῆναί τινα. πλὴν καὶ σοὶ τί διαφέρει τοῦτο μαθεῖν ἢ μόνην τὴν αἰτίαν, ἧς ἕνεκεν ὀδυνωμένη δήγμασιν τὰς ἐμὰς ἐνέκρωσα χεῖρας; πλὴν τὰ κατ’ ἐμαυτὴν ὡς δυνατὸν ἀκοῦσαί σε, διηγήσομαι. ἐγὼ πάνυ εὐγενὴς ὑπάρχουσα δυνάστου τινὸς προσταγῇ ἀνδρὶ πρὸς γένους αὐτῷ ὑπάρχοντι ἐγενόμην γυνή. καὶ μετὰ δίδυμα τέκνα ἔσχον ἕτερον υἱόν. ὁ δὲ τοῦ ἐμοῦ ἀνδρὸς ἀδελφὸς μανεὶς οὐκ ἔλαττον ἠράσθη μου τῆς ταλαιπώρου, σφόδρα σωφρονεῖν ἀγαπώσης. καὶ βουλομένη μήτε τῷ ἐραστῇ συνθέσθαι μήτε τῷ ἐμῷ ἀνδρὶ ἀναθέσθαι τὸν τοῦ ἀδελφοῦ αὐτοῦ πρὸς ἐμὲ ἔρωτα, ἐλογισάμην, ἵνα μήτε μοιχησαμένη ἐμαυτὴν μιάνω μήτε τοῦ ἐμοῦ ἀνδρὸς τὴν κοίτην ὑβρίσω μήτε τῷ ἀδελφῷ τὸν ἀδελφὸν πολέμιον καταστήσω μήτε ὅλον γένος μέγα ὂν εἰς ὀνειδισμὸν πᾶσιν ὑποβάλω – ὡς ἔφην, ἐλογισάμην τὴν πόλιν μετὰ τῶν ἐμῶν διδύμων παίδων ἐκβῆναι ἐπὶ χρόνον τινά, ἕως ἂν καὶ ὁ μιαρὸς ἔρως παύσηται τοῦ ἐπὶ τῇ ἐμῇ ὕβρει κολακεύοντός με. τὸν μέντοι ἕτερον υἱὸν παρὰ τῷ πατρὶ μεῖναι εἰς παραμυθίαν κατέλιπον.  XVI. πλὴν ἵνα οὕτως ταῦτα γένηται, ἐπενόησα ὄνειρον πλάσασθαι ὡς δή τινος νύκτωρ ἐπιστάντος μοι καὶ εἰρηκότος· Γύναι, ἐξαυτῆς ἅμα τοῖς διδύμοις σου τέκνοις ἐπὶ χρόνον τινά, μέχρις ὅτε μηνύσω ἐπανελθεῖν σε ἐνταῦθα, ἔκβηθι τὴν πόλιν, ἐπεὶ ἅμα ἀνδρὶ καὶ πᾶσίν σου τοῖς τέκνοις αἰφνιδίως κακῶς τελευτήσεις. ὁμῶς οὕτως ἐποίησα. ἅμα γὰρ τῷ τὸν ὄνειρον ψεύσασθαί με τῷ ἀνδρὶ αὐτὸς περίφοβος γενόμενος μετὰ τῶν δύο υἱῶν δούλων τε καὶ παιδισκῶν καὶ χρημάτων συχνῶν κατὰ πλοῦν εἰς Ἀθήνας με ἐξέπεμψεν ἐκπαιδεῦσαι τοὺς υἱούς, μέχρις ἄν (ἔφη) τῷ χρηματίσαντι δόξῃ ἐπανιέναι σε πρὸς ἐμέ. ὁμῶς ἅμα τέκνοις ἡ τάλαινα πλέουσα ὑπὸ ἀνέμων ἀταξίας εἰς τούτους ἀπορριφεῖσα τοὺς τόπους, νυκτὸς τῆς νηὸς διαλυθείσης, ναυφραγίῳ περιέπεσα. πάντων δὲ θανόντων ἡ ἀτυχὴς ἐγὼ μόνη ὑπὸ σφοδροῦ κύματος ῥιπισθεῖσα ἐπὶ πέτρας ἐρρίφην, ἐφ’ ἧς καθεσθεῖσα ἡ ἀθλία ἐλπίδι τοῦ τὰ τέκνα με ζῶντα εὑρεῖν εἰς τὸν βυθὸν ἐμαυτὴν οὐκ ἔρριψα τότε ὅτε τὴν ψυχὴν μεμεθυσμένην τοῖς κύμασιν ἔχουσα τοῦτο ποιῆσαι ῥᾳδίως ἐδυνάμην.  XVII. πλὴν ἐπειδὴ ὄρθρος ἐγένετο, μεγάλα βοῶσα καὶ γοερὰ κωκύουσα περιεβλεπόμην, ζητοῦσα τῶν ἐμῶν ταλαιπώρων βρεφῶν τὰ νεκρὰ σώματα. ἐλεήσαντες οὖν με οἱ ἐπιχώριοι, γυμνὴν ἰδόντες ἐνδύσαντές με τὸ πρῶτον, τὸν βυθὸν ἀνηραύνων, τὰ ἐμὰ ζητοῦντες τέκνα. καὶ ἐπεὶ μηδὲν ηὕρισκον ὧν ἐζήτουν, παραμυθίας χάριν τινὲς τῶν φιλοξένων γυναικῶν προσελθοῦσαι διηγοῦντο ἑκάστη τὰ ἑαυτῆς κακά, ἵνα τῇ τῶν ὁμοίων συμφορᾷ παραμυθίας τύχω, ὃ δὴ μᾶλλόν με ἐλύπει. οὐ γὰρ ἔφην οὕτω κακὴ εἶναι ὡς ταῖς ἄλλων συμφοραῖς παραμυθίας τύχω. καὶ δὴ εἰς ξενίαν πολλῶν με ἄγειν ἀξιουσῶν μία τις τῶν ἐνταῦθα πενιχρὰ πολὺ βιασαμένη εἰς τὸ ἑαυτῆς ἐλθεῖν ἠνάγκασε σκήνωμα, εἰποῦσά μοι· Θάρρει, γύναι· καὶ γὰρ ὁ ἐμὸς ἀνὴρ ναύτης ὢν κατὰ θάλασσαν τέθνηκεν, ἐν τῇ νεαζούσῃ τυγχάνων ἡλικίᾳ· καὶ ἔκτοτε πολλῶν με ἀξιούντων πρὸς γάμον ἐγὼ χηρεύειν εἱλόμην, τὸν ἐμὸν ποθοῦσα ἄνδρα. ἔσται δὲ ἡμῖν κοινὰ ἃ διὰ χειρῶν ἀμφότεραι πορίζειν δυνάμεθα.  XVIII. καὶ ἵνα μή σοι μηκύνω τοὺς οὐκ ἀναγκαίους λόγους, συνῴκησα αὐτῇ διὰ τὴν φιλανδρίαν. καὶ μετ’ οὐ πολὺ ἐμοῦ τῆς ταλαιπώρου αἱ χεῖρες ὑπὸ τῶν δηγμάτων παρείθησαν, καὶ ἡ ὑποδεξαμένη με γυνὴ ὅλη ὑπὸ πάθους τινὸς συνδεθεῖσα ἐπὶ τῆς οἰκίας ἔρριπται. ἐπεὶ οὖν ὁ πάλαι τῶν γυναικῶν ἔλεος παρήκμασεν, ἐγὼ δὲ καὶ ἡ κατ’ οἶκον ἀμφότεραι ἐπισινεῖς τυγχάνομεν, ἐκ πολλῶν χρόνων ἐνταῦθα (ὡς ὁρᾷς) καθέζομαι προσαιτοῦσα καὶ ὧν ἂν εὐπορήσω, καὶ τῇ συνταλαιπώρῳ εἰς τροφὰς κομίζω. καὶ τὰ μὲν ἐμὰ ἐπὶ τοσοῦτον αὐτάρκως εἰρήσθω· λοιπὸν σὺ κωλύεις τὴν ὑπόσχεσιν πληρῶσαι τοῦ δοῦναι τὸ φάρμακον, ὅπως κἀκείνῃ ἐπιθυμούσῃ θανεῖν δῶ καὶ οὕτως κἀγὼ τοῦ ζῆν (ὡς ἔφης) μεταλλάξαι δυνηθῶ.

XIX. Ταῦτα τῆς γυναικὸς εἰπούσης ὑπὸ λογισμῶν πολλῶν ὁ Πέτρος μετέωρος ἐδόκει ἵστασθαι. ἐγὼ δὲ ἐπελθὼν ἔφην· Ἐκ πολλοῦ σε περιερχόμενος ζητῶ, καὶ τὰ νῦν τί ποιοῦμεν; ὁ δὲ Πέτρος προσέταξέν μοι προάξαντι μένειν αὐτὸν ἐπὶ τοῦ σκάφους. καὶ ἐπειδὴ ἀντειπεῖν οὐκ ἦν αὐτῷ κελεύσαντι, ἐποίησα τὸ προσταχθέν. ὁ δὲ Πέτρος μικρᾷ τινι ὑποψίᾳ (ὡς αὐτός μοι πάντα ὕστερον διηγήσατο) παλλόμενος τὴν καρδίαν ἐπυνθάνετο τῆς γυναικὸς λέγων· Εἰπέ μοι, γύναι, τὸ γένος καὶ τὴν πόλιν καὶ τῶν τέκνων τὰ ὀνόματα, καὶ ἤδη δίδωμί σοι τὸ φάρμακον. ἡ δὲ βίαν πάσχουσα καὶ εἰπεῖν οὐ θέλουσα, τὸ δὲ φάρμακον λαβεῖν ἐπιθυμοῦσα, ἐσοφίσατο ἄλλα ἀντὶ ἄλλων εἰπεῖν καὶ ὁμῶς ἔφη αὐτὴν μὴν Ἐφεσίαν εἶναι, τὸν δὲ ἄνδρα Σικελόν, ὁμῶς καὶ τῶν τριῶν τέκνων ἤλλαξεν τὰ ὀνόματα. καὶ ὁ Πέτρος νομίσας αὐτὴν ἀληθεύειν ἔφη· Οἴμοι, γύναι· ἐνόμιζον μεγάλην τινὰ χαρὰν τὴν σήμερον ἄγειν ἡμέραν, ὑποπτεύσας σέ τινα εἶναι, ἣν ἐνόμιζον, ἧς τὰ πράγματα ἀκούσας ἀκριβῶς ἐπίσταμαι. ἡ δὲ ἐξώρκιζεν λέγουσα· Δέομαι, εἰπέ μοι, ἵνα εἰδῶ εἰ ἔστιν τις ἐν γυναιξὶν ἀθλιωτέρα ἐμοῦ.  XX. καὶ ὁ Πέτρος ψεύδεσθαι οὐκ εἰδὼς ὑπὸ ἐλέους τοῦ πρὸς αὐτὴν τὸ ἀληθὲς λέγειν ἤρξατο· Ἐμοί τις λοιπὸν ἤδη νεανίας ὢν παρέπεται, τῶν τῆς θεοσεβείας ὀρεγόμενος λόγων, Ῥωμαίων ὑπάρχων πολίτης, ὅστις μοι διηγήσατο πῶς πατέρα ἔχων καὶ ἀδελφοὺς δύο διδύμους οὐδένα τούτων ὁρᾷ· ἥ τε γὰρ μήτηρ (φησίν), ὡς ὁ πατὴρ διηγεῖτό μοι, ὄνειρον ἰδοῦσα τὴν Ῥωμαίων πόλιν ἐπὶ χρόνον τινὰ ἐξῆλθεν μετὰ τῶν διδύμων αὐτῆς τέκνων, ἵνα μὴ κακῷ μόρῳ τελευτήσῃ, καὶ σὺν αὐτοῖς ἐκβᾶσα οὐχ εὑρίσκεται. ὁ δὲ ταύτης μὲν ἀνήρ, αὐτοῦ δὲ πατὴρ καὶ αὐτὸς εἰς ἐπιζήτησιν αὐτῆς ἐκβὰς οὐχ εὑρίσκεται.

XXI. Ταῦτα τοῦ Πέτρου εἰπόντος ἐπιστήσασα ὡς ὑπὸ ἐκπλήξεως ἀπέψυξεν ἡ γυνή. ὁ δὲ Πέτρος προσελθὼν καὶ ἐπισχὼν νήφειν αὐτὴν παρεκελεύσατο, ὁμολογεῖν αὐτὴν πείθων τί ποτέ ἐστιν ὃ πάσχει. ἡ δὲ ὥσπερ ἐκ μέθης τὸ λοιπὸν τοῦ σώματος παρεθεῖσα ὑπέστρεψεν ἑαυτὴν ὑποστῆναι δυνηθῆναι τὸ μέγεθος τῆς ἐλπιζομένης χαρᾶς καὶ τρίψασα αὑτῆς τὸ πρόσωπον· Ποῦ ἐστιν, ἔφη, οὗτος ὁ νεανίας; ὁ δὲ ἤδη ὅλον συνιδὼν τὸ πρᾶγμα ἔφη· Εἰπέ μοι σὺ πρῶτον (ἄλλως γὰρ τοῦτον ἰδεῖν οὐκ ἔχεις). ἡ δὲ σπεύδουσα· Ἐγώ, φησίν, εἰμὶ ἡ τοῦ νεανίσκου μήτηρ. καὶ ὁ Πέτρος ἔφη· Τί τούτῳ ὄνομα; ἡ δέ φησιν· Κλήμης. καὶ ὁ Πέτρος εἶπεν· Αὐτός ἐστιν, καὶ αὐτὸς ἦν ὁ πρὸ μικροῦ μοι λαλήσας, ᾧ ἀναμένειν με ἐν τῷ πλοίῳ προσέταξα. ἡ δὲ προσπεσοῦσα τῷ Πέτρῳ παρεκάλει σπεύδειν ἐπὶ τὸ πλοῖον ἐλθεῖν. καὶ ὁ Πέτρος· Εἴ μοι τηρεῖς τὰς συνθήκας, καὶ τοῦτο ποιήσω. ἡ δὲ ἔφη· Πάντα ποιῶ, μόνον μοι τὸ τέκνον τὸ μονογενὲς δεῖξον. δόξω γὰρ δι’ αὐτοῦ τὰ δύο μου τὰ ἐνταῦθα τεθνηκότα ὁρᾶν τέκνα. καὶ ὁ Πέτρος ἔφη· Ὅταν αὐτὸν ἴδῃς, ἡσύχασον μέχρις ἂν τῆς νήσου ἐκβῶμεν. ἡ δὲ ἔφη· Οὕτως ποιήσω.  XXII. λαβόμενος οὖν τῆς χειρὸς αὐτῆς ὁ Πέτρος ἦγεν ἐπὶ τὸ πλοῖον. ἐγὼ δὲ ἰδὼν αὐτὸν χειραγωγοῦντα γυναῖκα ἐγέλασα καὶ προσελθὼν εἰς τιμὴν αὐτοῦ ἀντ’ αὐτοῦ χειραγωγεῖν αὐτὴν ἐπειρώμην. καὶ ἅμα τῷ ἅψασθαί με τῆς χειρὸς αὐτῆς ὀλολύξασα ὡς μήτηρ μέγα καὶ περιπλακεῖσα σφόδρα κατεφίλει με τὸν αὐτῆς υἱόν. ἐγὼ δὲ ἀγνοῶν ὅλον τὸ πρᾶγμα ὡς μαινομένην ἀπεσειόμην, αἰδούμενος δὲ καὶ τὸν Πέτρον ἐπικραινόμην.  XXIII. ὁ δὲ Πέτρος ἔφη· Ἔα· τί ποιεῖς, τέκνον Κλήμης, ἀποσειόμενος τὴν σὴν οὕτως τεκοῦσαν; ἐγὼ δὲ τοῦτο ἀκούσας περίδακρυς γενόμενος καὶ καταπεσούσῃ τῇ τεκούσῃ προσπεσὼν κατεφίλουν. καὶ γὰρ ἅμα τῷ ῥηθῆναί μοι τοῦτο ἀμαυρῶς πως τὸ εἶδος ἀνεκαλούμην. πολλοὶ μὲν οὖν ὄχλοι συνέτρεχον ἱστορῆσαι τὴν προσαιτήτριαν γυναῖκα, λέγοντες ἀλλήλοις ὅτι αὐτὴν ἐπέγνω ὁ υἱός, ἀνὴρ ἀξιόλογος. βουλομένοις οὖν ἡμῖν ἐξαυτῆς σὺν τῇ μητρὶ τῆς νήσου ἐκβαίνειν ἡ μήτηρ ἔφη· Τέκνον μοι ποθεινόν, εὔλογόν ἐστιν ἀποτάξασθαι τῇ ὑποδεξαμένῃ με γυναικί, ἥτις πενιχρὰ οὖσα καὶ ὅλη παρειμένη ἐπὶ τῆς οἰκίας ἔρριπται. ὁ δὲ Πέτρος ἀκούσας ἐθαύμασεν καὶ πάντες οἱ περιεστῶτες ὄχλοι τῆς γυναικὸς τὸ ἀγαθὸν φρόνημα. καὶ εὐθέως ἐκέλευσεν ὁ Πέτρος τισὶν πορευθῆναι καὶ τὴν γυναῖκα ἐπὶ κλίνης κομίσαι. καὶ ὁμῶς ἐνεχθείσης καὶ τεθείσης τῆς κλίνης, πάντων τῶν ὄχλων ἀκουόντων ἔφη ὁ Πέτρος· Εἰ ἀληθείας κῆρυξ ἐγὼ τυγχάνω, εἰς τὴν τῶν παρεστώτων πίστιν, ἵνα γνῶσιν ὅτι εἷς ἐστιν θεὸς ὁ τὸν κόσμον ποιήσας, ἐξαυτῆς ἐγερθήτω ὑγιής. καὶ ἅμα τῷ εἰπεῖν Πέτρον ταῦτα ἡ γυνὴ ἠγέρθη ὑγιασθεῖσα καὶ τῷ Πέτρῳ προσέπεσεν καὶ τὴν συνήθη φίλην καταφιλήσασα ἐπυνθάνετο τί εἴη τοῦτο. ἡ δὲ ὅλον αὐτῇ τὸ πρᾶγμα τοῦ ἀναγνωρισμοῦ συντόμως διηγήσατο καὶ οἱ ἀκούσαντες κατεπλάγησαν. τότε καὶ ἡ μήτηρ τὴν ξενοδόχον θεραπευθεῖσαν ἱστορήσασα παρεκάλει καὶ αὐτὴ ἰάσεως τυχεῖν. ὁ δὲ ἐπιθεὶς τὴν χεῖρα καὶ αὐτὴν ἐθεράπευσεν.  XXIV. καὶ εἶθ’ οὕτως ὁ Πέτρος περὶ θεοῦ καὶ τῆς αὐτῷ διαφερούσης θρησκείας ὁμιλήσας, προσθεὶς ἐπὶ τέλει ὅτι· Εἴ τις βούλεται ταῦτα ἀκριβῶς μαθεῖν, εἰς Ἀντιόχειαν, ὅπου πλειόνων ἡμερῶν περιμένειν ἔκρινα, ἐλθὼν τὰ πρὸς τὴν αὑτοῦ σωτηρίαν μανθανέτω. οὐ γὰρ δὴ ἐμπορίας ἕνεκα ἢ στρατείας πατρίδας καταλιμπάνειν οἴδατε καὶ εἰς μακροὺς ἀπέρχεσθαι τόπους, διὰ δὲ αἰώνιον σωτηρίαν μηδὲ τριῶν ἡμερῶν ὁδὸν πορευθῆναι θέλετε; μετὰ μὲν οὖν τὴν προσομιλίαν Πέτρου ἐγὼ τῇ ὑγιασθείσῃ γυναικὶ ἐπὶ παντὸς τοῦ ὄχλου χιλίας δραχμὰς εἰς τροφὰς ἐδωρησάμην, παραθέμενος αὐτὴν ἀγαθῷ τινι ἀνδρί, πρώτῳ τῆς πόλεως ὄντι, φύσει μετὰ χαρᾶς τοῦτο ποιεῖν προῃρημένῳ. ἔτι δὲ καὶ ἄλλοις πολλοῖς ἀργύρια διανείμας, ταῖς ποτε τὴν μητέρα παραμυθησαμέναις εὐχαριστήσας διέπλευσα εἰς Ἀντάραδον ἅμα τῇ μητρὶ καὶ Πέτρῳ καὶ τοῖς λοιποῖς ἑταίροις, καὶ οὕτως εἰς τὴν ξενίαν ὡρμήσαμεν.

XXV. Γενομένων δὲ ἡμῶν καὶ τροφῆς μεταλαβόντων καὶ συνήθως εὐχαριστησάντων, ἔτι ὥρας οὔσης ἔφην ἐγὼ τῷ Πέτρῳ· Φιλανθρωπίας ἔργον, κύριέ μου Πέτρε, ἡ ἐμὴ ἐποίησεν μήτηρ, τῆς ξενοδόχου ὑπομνησθεῖσα γυναικός. καὶ ὁ Πέτρος ἀπεκρίνατο· Ἆρά γε, ὦ Κλήμης, ἀληθῶς νενόμικας φιλανθρωπίας ἔργον πεποιηκέναι τὴν σὴν τεκοῦσαν, καθὸ τὴν ἀπὸ ναυφραγίου αὐτὴν ὑποδεξαμένην ἠμείψατο, ἢ ὡς μητρὶ μεγάλα χαριζόμενος τοῦτον εἴρηκας τὸν λόγον; εἰ δὲ οὐχ ὡς χαριζόμενος, ἀλλ’ ὡς ἀληθεύων ἔφης, ἔοικάς μοι ἀγνοεῖν τί πότ’ ἐστιν φιλανθρωπίας μέγεθος, ἥτις ἐστὶν ἄνευ τοῦ φυσικῶς πείθοντος ἡ πρὸς οἱονδήποτε στοργὴ καθὸ ἄνθρωπός ἐστιν. ἀλλ’ οὐδὲ τὴν ξενοδόχον τὴν ἀπὸ ναυφραγίου ὑποδεξαμένην τὴν σὴν τεκοῦσαν οὔπω φιλάνθρωπον εἰπεῖν τολμῶ. ὑπ’ ἐλέου γὰρ κολακευθεῖσα πέπειστο εὐεργέτις γενέσθαι γυναικὸς ναυφραγίῳ περιπεσούσης, τέκνα πενθούσης, ξένης, γυμνῆς, μεμονωμένης καὶ σφόδρα ἐπὶ ταῖς συμφοραῖς ὀλοφυρομένης. ἐν τοσαύταις οὖν αὐτῆς συμφοραῖς οὔσης τίς καὶ ἀσεβῶν ἰδὼν οὐκ ἂν ἠλέησεν; ὥστε οὔπω φιλανθρωπίας ἔργον πεποιηκυῖα φαίνεται οὐδὲ ἡ ξενοδόχος γυνή, ἀλλὰ ὑπὸ ἐλέου τοῦ ἐπὶ μυρίαις συμφοραῖς πρὸς εὐεργεσίας κεκινημένου. πόσῳ γε μᾶλλον ἡ σὴ τεκοῦσα, βίου εὐπορέσασα καὶ τὴν ξενοδόχον ἀμειψαμένη, φιλανθρωπίας ἔργον οὐκ ἐποίησεν, ἀλλὰ φιλίας; πολλὴ δὲ διαφορὰ μεταξὺ φιλίας καὶ φιλανθρωπίας, ὅτι ἡ μὲν φιλία ἐξ ἀμοιβῆς γίνεται, ἡ δὲ φιλανθρωπία ἄνευ τοῦ φυσικῶς πείθοντος πάντα ἄνθρωπον καθὸ ἄνθρωπός ἐστιν φιλοῦσα εὐεργετεῖ. εἰ μὲν οὖν ἡ ἐλεήσασα ξενοδόχος καὶ ἐχθροὺς ἀδικήσαντας ἐλεῶσα εὐεργέτει, φιλάνθρωπος ἂν ἦν. εἰ δὲ διά τι φίλη ἢ ἐχθρὰ καὶ διά τι ἐχθρὰ ἢ φίλη, ἡ τοιαύτη τοῦ τινος αἰτίου φίλη ἐστὶν ἢ ἐχθρά, οὐ τοῦ ἀνθρώπου.  XXVI. κἀγὼ ἀπεκρινάμην· Οὐ δοκεῖ σοι οὖν φιλάνθρωπος εἶναι κἂν ἡ ξενοδόχος ξένην ἣν οὐκ ἠπίστατο εὐεργετήσασα; καὶ ὁ Πέτρος· Ἐλεήμονα μὲν αὐτὴν εἰπεῖν ἐπίσταμαι, φιλάνθρωπον δὲ οὐ τολμῶ λέγειν, ἅτε δὴ οὔτε τὴν τεκοῦσαν φιλότεκνον· ὑπ’ ὠδίνων γὰρ καὶ ἀνατροφῆς στέργειν πέπεισται. ὡς καὶ ὁ ἐρῶν ὑπὸ τῆς συνηθείας κολακεύεται καὶ εὐνῆς καὶ ὁ φίλος ὑπὸ τῆς ἀμοιβῆς, οὕτω καὶ ὁ ἐλεῶν ὑπὸ τῆς συμφορᾶς. πλὴν ἐγγὺς ὁ ἐλεήμων τῷ φιλανθρώπῳ, ὅτι ἄνευ τοῦ τι θηρᾶσθαι λαβεῖν εὐεργετεῖν πείθεται. πλὴν οὔπω φιλάνθρωπός ἐστιν. κἀγὼ ἔφην· Ἐπὶ ποίαις οὖν πράξεσιν φιλάνθρωπος εἶναί τις δύναται; καὶ ὁ Πέτρος ἀπεκρίνατο· Ἐπεὶ ὁρῶ σε γλιχόμενον ἀκοῦσαι τί πότ’ ἐστιν φιλανθρωπίας ἔργον, οὐκ ὀκνήσω λέγειν. φιλάνθρωπός ἐστιν ὁ καὶ ἐχθροὺς εὐεργετῶν. ὅτι δὲ οὕτως ἔχει, ἄκουσον. φιλανθρωπία ἐστὶν ἀρρενόθηλυς, ἧς τὸ θῆλυ μέρος ἐλεημοσύνη λέγεται, τὸ δὲ ἄρρεν αὐτῆς ἀγάπη πρὸς τὸν πλησίον ὠνόμασται· πλησίον δὲ ἀνθρώπῳ ἐστὶν ὁ πᾶς ἄνθρωπος, οὐχ ὅ τις ἄνθρωπος· ἄνθρωπος γάρ ἐστιν καὶ ὁ κακὸς καὶ ὁ ἀγαθὸς καὶ ὁ ἐχθρὸς καὶ ὁ φίλος. χρὴ οὖν τὸν φιλανθρωπίαν ἀσκοῦντα μιμητὴν εἶναι τοῦ θεοῦ εὐεργετοῦντα δικαίους καὶ ἀδίκους, ὡς αὐτὸς ὁ θεὸς πᾶσιν ἐν τῷ νῦν κόσμῳ τόν τε ἥλιον καὶ τοὺς ὑετοὺς αὐτοῦ παρέχων. εἰ δὲ θέλεις ἀγαθοὺς μὲν εὐεργετεῖν, κακοὺς δὲ μηκέτι ἢ καὶ κολάζειν, κριτοῦ ἔργον ἐπιχειρεῖς πράττειν, οὐ τὸ τῆς φιλανθρωπίας σπουδάζεις ἔχειν.  XXVII. κἀγὼ ἔφην· Ἆρά γε καὶ ὁ θεὸς μέλλων τότε κρίνειν, ὡς διδάσκεις ἡμᾶς, οὐ φιλάνθρωπός ἐστιν; καὶ ὁ Πέτρος· Τοὐναντίον λέγεις. ἐπεὶ γὰρ κρίνει, διὰ τοῦτο φιλάνθρωπός ἐστιν. φιλῶν γὰρ καὶ ἐλεῶν τοὺς ἠδικημένους τιμωρεῖ τοὺς ἠδικηκότας. κἀγὼ ἔφην· Οὐκοῦν, εἰ κἀγὼ ἀγαθοὺς μὲν εὐεργετῶ, τοὺς δὲ ἀδικοῦντας καθὸ ἀνθρώπους ἠδίκησαν τιμωρῶ, φιλάνθρωπός εἰμι; καὶ ὁ Πέτρος ἀπεκρίνατο· Εἰ μετὰ τοῦ πρόγνωσιν ἔχειν εἶχες καὶ τοῦ κρίνειν ἐξουσίαν, ὀρθῶς ἂν τοῦτο ἐποίεις, διὰ μὲν τὸ εἰληφέναι τὴν ἐξουσίαν καταδικάζων οὓς ὁ θεὸς ἐδημιούργησεν, διὰ δὲ τὴν πρόγνωσιν ἀπταίστως ἐν τῷ κρίνειν οὓς μὲν ὡς δικαίους δικαιῶν, οὓς δὲ ὡς ἀδίκους καταδικάζων. κἀγὼ ἔφην· Ὀρθῶς ἔφης καὶ ἀληθῶς· ἀδύνατον γάρ τινα πρόγνωσιν οὐκ ἔχοντα ὀρθῶς κρῖναι. ἐνίοτε γὰρ φαίνονταί τινες ἀγαθοί, ἀθέμιτα κρύφα διαπρασσόμενοι, ἔνιοι δὲ ἀγαθοὶ ὑπὸ διαβολῆς ἐχθρῶν κακοὶ ὑπολαμβανόμενοι. ἀλλ’ εἰ καὶ τοῦ βασανίζειν καὶ ἀνακρίνειν ἐξουσίαν τις ἔχων δικάζει, οὐδὲ οὕτως τὸ πάντως δικαίως αὐτῷ δικάσαι ἐγίνετο. ἔνιοι γὰρ φονεῖς ὄντες τὰς βασάνους ὑπομείναντες ὡς ἀθῷοι ἀπελύθησαν, ἕτεροι δὲ ἀθῷοι ὄντες τὰς βασάνους μὴ ὑπομείναντες, ἑαυτῶν καταψευσάμενοι ὡς αἴτιοι ἐκολάσθησαν.  XXVIII. καὶ ὁ Πέτρος· Μετρίως, ἔφη, ἔχει καὶ ταῦτα, τὸ δὲ μεῖζον ἄκουσον. ἐνίων ἀνθρώπων ἁμαρτανόντων ἢ εὖ πραττόντων, ὧν ποιοῦσιν ἃ μὲν ἴδια αὐτῶν ἐστιν, ἃ δὲ ἀλλότρια, δίκαιον δὲ ἕκαστον ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν τιμωρεῖσθαι ἢ ἐπὶ τοῖς ἰδίοις κατορθώμασιν εὐεργετεῖσθαι. ἀδύνατον δέ τινι πλὴν προφήτῃ μόνῳ πρόγνωσιν ἔχοντι τὰ ὑπό τινος γινόμενα εἰδέναι ποῖά ἐστιν αὐτοῦ ἴδια, ποῖα δὲ οὐκ ἦν· πάντα γὰρ δι’ αὐτοῦ γινόμενα βλέπεται. κἀγὼ ἔφην· Ἐβουλόμην μαθεῖν πῶς τῶν ἀδικημάτων ἢ κατορθωμάτων ἃ μὲν ἴδια, ἃ δὲ ἀλλότρια.  XXIX. καὶ ὁ Πέτρος ἀπεκρίνατο ὅτι· Ὁ τῆς ἀληθείας προφήτης ἔφη· «Τὰ ἀγαθὰ ἐλθεῖν δεῖ, μακάριος δέ (φησίν) δι’ οὗ ἔρχεται· ὁμοίως καὶ τὰ κακὰ ἀνάγκη ἐλθεῖν, οὐαὶ δὲ δι’ οὗ ἔρχεται». εἰ δὲ διὰ κακῶν κακὰ ἔρχεται καὶ δι’ ἀγαθῶν ἀγαθὰ φέρεται, προσεῖναι δεῖ ἑκάστῳ τὸ ἴδιον, τὸ ἀγαθὸν εἶναι ἢ κακόν, καὶ ἐξ ὧν προέπραξεν, διὰ τοῦ ἐλθεῖν τὰ δεύτερα ἀγαθὰ ἢ κακά, ἅτινα ἴδια αὐτοῦ τῆς αἱρέσεως ὄντα ὑπὸ τῆς τοῦ θεοῦ προνοίας διελθεῖν ᾠκονόμηται, ἐπεὶ κρίσις αὕτη θεῷ, ὥσπερ ἐπ’ ἀγῶνος τὸν διὰ πάσης κακουχίας διεληλυθότα καὶ ἄμεμπτον εὑρεθέντα, ἐκεῖνον ζωῆς αἰωνίου καταξιοῦσθαι· οἱ γὰρ ἐν ἀγαθοῖς ἰδίᾳ βουλῇ προκόψαντες ὑπὸ τῶν ἰδίᾳ βουλῇ ἐν κακίᾳ παραμεινάντων πειράζονται, διωκόμενοι, μισούμενοι, λοιδορούμενοι, ἐπιβουλευόμενοι, τυπτόμενοι, πλεονεκτούμενοι, διαβαλλόμενοι, ἀγγαρευόμενοι, ἐπηρεαζόμενοι, πάντα ἐκεῖνα πάσχοντες, δι’ ὧν εὐλόγως δοκεῖ τὸ ὀργίζεσθαι γίνεσθαι καὶ πρὸς ἄμυναν ὁρμᾶν.  XXX. ὁ δὲ διδάσκαλος εἰδὼς ὅτι οἱ ταῦτα ἀδίκως ποιοῦντες ἐκ προτέρων ἁμαρτημάτων κατάδικοί εἰσιν καὶ ὅτι διὰ καταδίκων τὸ τῆς κακίας πνεῦμα ταῦτα ἐνεργεῖ, τοὺς μὲν ἀνθρώπους καθὸ ἄνθρωποί εἰσιν, καὶ δι’ ἁμαρτίας ὄργανα γινομένους κακίας ἐλεεῖν συνεβούλευσεν, ὡς φιλανθρωπίαν ἀσκοῦσιν, καὶ τὸ ὅσον ἐπ’ αὐτοῖς ἐστιν, ἀδικουμένους καὶ ἀπολύειν τῆς καταδίκης τοὺς ἀδικοῦντας, ἵνα ὥσπερ οἱ νήφοντες τοῖς μεθύουσιν βοηθῶσιν, εὐχαῖς, νηστείαις, εὐλογίαις, μὴ ἀνθιστάμενοι, μὴ ἀμυνόμενοι, ἵνα μὴ ἐπὶ τὸ πλεῖον αὐτοὺς ἁμαρτεῖν ἀναγκάσωσιν. τοῦ γὰρ παθεῖν πάντως κεκριμένου τινί, οὐκ εὔλογον ἀγανακτεῖν ἐκείνῳ, δι’ οὗ τὸ παθεῖν γίνεται, λογισάμενον ὅτι, εἰ καὶ ἐκεῖνος οὐκ ἐκακούχησεν αὐτόν, διὰ τὸ πάντως κακουχηθῆναι μέλλειν διὰ ἑτέρου τὸ παθεῖν ἦν. τί οὖν ἀγανακτῶ τῷ διαθεμένῳ, ἐμοῦ πάντως παθεῖν κεκριμένου; ἀλλ’ ἔτι μὴν εἰ τὰ αὐτὰ τοῖς κακοῖς προφάσει ἀμύνης ποιοῦμεν, παρὰ τὸ πρῶτοι δεύτεροι τὸ αὐτὸ τοῖς κακοῖς οἱ ἀγαθοὶ πράσσομεν. καί (ὡς ἔφην) οὐ χρὴ ἀγανακτεῖν ὡς εἰδότα ὅτι θεοῦ προνοίᾳ οἱ κακοὶ τοὺς ἀγαθοὺς τιμωροῦσιν. οἱ οὖν τοῖς τιμωροῦσιν χαλεπαίνοντες ὡς τοὺς ἀποστόλους θεοῦ ὑβρίζοντες ἁμαρτάνουσιν, τιμῶντες δὲ καὶ τὰ ἐναντία τοῖς ἀδικεῖν νομιζομένοις διατιθέμενοι αὐτοὺς εἰς τὸν θεὸν τὸν οὕτω βουλευσάμενον εὐσεβοῦσιν.  XXXI. κἀγὼ πρὸς ταῦτα ἀπεκρινάμην· Οὐκοῦν οἱ ἀδικοῦντες οὔκ εἰσιν αἴτιοι, ὅτι κρίσει θεοῦ ἀδικοῦσιν τοὺς δικαίους. καὶ ὁ Πέτρος ἔφη· Καὶ πάνυ ἁμαρτάνουσιν, πρὸς γὰρ τὸ ἁμαρτάνειν ἑαυτοὺς ἀποδεδωκότες. ὅθεν εἰδὼς ἀπ’ αὐτῶν ἐκλέγεται τιμωρεῖν τοὺς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν μεταμεληθέντας δικαίως, ἵνα τοῖς μὲν δικαίοις διὰ τῆς τοιαύτης τιμωρίας τὰ πρὸ τῆς μετανοίας πραχθέντα ἀφεθῇ κακά, τοῖς δὲ τιμωροῦσιν ἀσεβέσιν κακουχεῖν ἐπιθυμοῦσιν καὶ μετανοεῖν μὴ θέλουσιν εἰς ἀναπλήρωσιν τῆς ἰδίας κολάσεως δικαίους κακουχεῖν συνεχωρήθη· ἄνευ γὰρ τῆς τοῦ θεοῦ βουλῆς οὐδὲ στρουθὸς ἐν παγίδι ἐνπεσεῖν ἔχει· οὕτως δικαίων καὶ αἱ τρίχες τῷ θεῷ ἐναρίθμιοί εἰσιν.  XXXII. δίκαιος δέ ἐστιν ἐκεῖνος ὁ τοῦ εὐλόγου ἕνεκα τῇ φύσει μαχόμενος. οἷον πᾶσιν πρόσεστιν ἐκ φύσεως φιλοῦντας φιλεῖν, δίκαιος πειρᾶται καὶ ἐχθροὺς ἀγαπᾶν καὶ λοιδοροῦντας εὐλογεῖν, ἔτι μὴν καὶ ὑπὲρ ἐχθρῶν εὔχεσθαι. ἀδικοῦντας ἐλεεῖ· διὸ καὶ προσαδικεῖσθαι ἀνέχεται καὶ ὁμῶς καταρωμένους εὐλογεῖ, τύπτουσιν συγχωρεῖ, διώκουσιν ὑποχωρεῖ, μὴ ἀσπαζομένους ἀσπάζεται, τοῖς οὐκ ἔχουσιν ὧν ἔχει κοινωνεῖ, ὀργιζόμενον πείθει, τὸν ἐχθρὸν διαλλάσσει, τὸν ἀπειθῆ παρακαλεῖ, τὸν ἄπιστον κατηχεῖ, τὸν πενθοῦντα παραμυθεῖται, ἐπηρεαζόμενος στέγει, ἀχαριστούμενος οὐκ ἀγανακτεῖ. εἰς δὲ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν ἀποδεδωκὼς πενίαν οὐ πεφόβηται, ἀλλὰ τὰ ἑαυτοῦ μερίζων τοῖς οὐκ ἔχουσιν πένης γίνεται. ἀλλ’ οὐδὲ μὴν ἁμαρτάνοντας τιμωρεῖ. ὁ γὰρ τὸν πλησίον ἀγαπῶν ὡς ἑαυτὸν ὡς αὐτὸς ἁμαρτήσας οἶδεν τιμωρηθῆναι μὴ θέλειν, οὕτως οὐδὲ τοὺς ἁμαρτάνοντας τιμωρεῖ. καὶ ὡς θέλει κολακεύεσθαι καὶ εὐλογεῖσθαι καὶ τιμᾶσθαι καὶ πάντα τὰ ἁμαρτήματα αὑτῷ συγχωρεῖσθαι, τοῦτο αὐτὸς τῷ πλησίον ποιεῖ, ὡς ἑαυτὸν ἐκεῖνον ἀγαπῶν. ἑνὶ λόγῳ, ὃ θέλει ἑαυτῷ, θέλει καὶ τῷ πλησίον. οὗτος γάρ ἐστι θεοῦ νόμος καὶ προφητῶν, αὕτη τῆς ἀληθείας ἡ διδασκαλία. καὶ ταῦτα μὲν ἀγάπη ἡ πρὸς πάντα ἄνθρωπον τελεία τὸ ἄρρεν μέρος ἐστὶν οὖσα τῆς φιλανθρωπίας, τὸ δὲ ἐλεεῖν τὸ θῆλυ μέρος ἐστὶν αὐτῆς. ὅπερ ἐστὶν πεινῶντα θρέψαι καὶ ποτὸν διψῶντι παρασχεῖν καὶ γυμνὸν ἐνδῦσαι καὶ νοσοῦντα ἐπισκέψασθαι καὶ ξένον δέξασθαι, τῷ ἐν εἱρκτῇ κατὰ τὸ δυνατὸν ἐπιφαινόμενον βοηθεῖν, ἁπαξαπλῶς τὸν ἐν συμφοραῖς ἐλεῆσαι.  XXXIII. ἐγὼ δὲ ἀκούσας ἔφην· Ταῦτα μὲν δυνατὸν πράττειν, ἐχθροὺς δὲ εὐεργετεῖν, πᾶσαν αὐτῶν ὑποφέροντα ἐπήρειαν, οὐκ οἴομαι δυνατὸν ἀνθρωπείᾳ προσεῖναι φύσει. καὶ ὁ Πέτρος ἀπεκρίνατο· Ὀρθῶς ἔφης· ἀθανασίας γὰρ αἰτία οὖσα ἡ φιλανθρωπία πολλοῦ δίδοται. κἀγὼ ἔφην· Πῶς οὖν σύνεστιν ἐν νῷ λαβεῖν; καὶ ὁ Πέτρος ἀπεκρίνατο· Ταύτην, ὦ φίλε Κλήμης, λαβεῖν ἔστιν, ἐὰν πληροφορηθῇ τις ὅτι οἱ ἐχθροὶ πρὸς καιρὸν κακουχοῦντες οὓς μισοῦσιν, αἰωνίου κολάσεως ἀπαλλαγῆς αὐτοῖς αἴτιοι γίνονται· προσέτι δὲ αὐτοὺς ὡς εὐεργέτας σφόδρα ἀγαπήσουσιν. ἡ δὲ ὁδὸς τοῦ ταύτην λαβεῖν, ὦ φίλε Κλήμης, μία τίς ἐστιν, ἥπερ ἐστὶν φόβος θεοῦ. ὁ γὰρ θεὸν φοβούμενος τὸν πλησίον ὡς ἑαυτὸν ἀγαπᾶν μὲν κατ’ ἀρχὰς οὐ δύναται (ἐπεὶ τὸ τοιοῦτο κελεύσει οὐ προσέρχεται τῇ ψυχῇ), τῷ μέντοι πρὸς θεὸν φόβῳ τὰ ἀγαπώντων ποιεῖν δύναται καὶ εἶθ’ οὕτως πράξαντι τὰ ἀγάπης τὸ ἀγαπᾶν ὡς νύμφη οὖσα προσφέρεται ὡς νυμφίῳ τῷ φόβῳ καὶ οὕτως τοὺς φιλανθρώπους τίκτουσα λογισμοὺς ἀθάνατον τίθησιν τὸν κεκτημένον ὡς εἰκόνα θεοῦ ὁμοίαν, ὑπὸ φθορᾶς ὑβρισθῆναι μὴ δυναμένην τὴν αὐτοῦ φύσιν. ὁμῶς τὸν τῆς φιλανθρωπίας ἐκθεμένου ἡμῖν λόγον, ἑσπέρας ἐπικαταλαβούσης, εἰς ὕπνον ἐτράπημεν.

 


 

Index


Hosted by uCoz