Homiliae - Greek

 

Ομιλια ι’

I. Τῇ μὲν οὖν ἐν Τριπόλει τρίτῃ ἡμέρᾳ ὀρθρίτερον ἐξ ὕπνου ἐγερθεὶς ὁ Πέτρος εἰς τὸν κῆπον εἰσῄει, ἔνθα ἦν ὑδροχοεῖον μέγα, εἰς ὃ διηνεκῶς πλούσιον ἔρρεεν ὕδωρ. ἐκεῖ λουσάμενος, εἶθ’ οὕτως εὐξάμενος ἐκαθέσθη, ἡμᾶς δὲ περικαθεζομένους καὶ εἰς αὐτὸν ἀτενίζοντας ὥσπερ ἀκοῦσαί τι βουλομένους συνεὶς ἔφη·  II. Πολλή μοι δοκεῖ εἶναι διαφορὰ τῶν ἀγνοούντων πρὸς τοὺς πεπλανημένους. ὁ γὰρ ἀγνοῶν ἐοικέναι μοι δοκεῖ ἀνδρὶ ἐπ’ εὐθηνουμένην πόλιν μὴ ὁρμᾶν βουληθέντι διὰ τὸ ἀγνοεῖν τὰ ἐκεῖ καλά, ὁ δὲ πεπλανημένος μαθόντι μὲν τὰ κατὰ τὴν πόλιν ἀγαθά, ἐν δὲ τῷ ὁρμᾶν κατὰ τὴν ὁδὸν τρίβον παραλλάξαντι καὶ διὰ τοῦτο πλανωμένῳ. οὕτως οὖν μοι δοκεῖ πολλὴν διαφορὰν εἶναι τῶν εἴδωλα σεβόντων πρὸς τοὺς ἐν θεοσεβείᾳ ἀλωμένους. οἵ τε γὰρ εἴδωλα σέβοντες ἀγνοοῦσιν τὴν αἰώνιον ζωήν (οὗ εἵνεκεν οὐδὲ ὀρέγονται αὐτῆς· ὃ γὰρ μὴ ἴσασιν, ἀγαπᾶν οὐ δύνανται), οἱ δὲ τὸν ἕνα θεὸν σέβειν ἑλόμενοι καὶ αἰώνιον ζωὴν τοῖς ἀγαθοῖς δεδομένην μεμαθηκότες ἐάν τι παρὰ τὰ δοκοῦντα τῷ θεῷ ἢ πιστεύσωσιν ἢ ποιήσωσιν, ἐοίκασιν τοῖς τὴν μὲν πόλιν τῆς τιμωρίας ἐκβεβηκόσιν ἐλθεῖν εἰς τὴν εὐθηνουμένην καὶ ἐν τῇ ὁδῷ τῆς εὐθείας πλανηθεῖσιν.

III. Ταῦτα αὐτοῦ διαλεγομένου ἡμῖν εἰσῄει τις τῶν ἡμετέρων ὁ ἐπὶ τῷ ἀπαγγέλλειν αὐτῷ τὰ τοιαῦτα καθεστηκὼς λέγων· Πολλοὶ ὄχλοι, κύριέ μου Πέτρε, πρὸ τῶν θυρῶν ἑστήκασιν. ἐπιτρέψαντος οὖν αὐτοῦ πολὺς ἐπεισῆλθεν ὄχλος. ὁ δὲ ἐγερθεὶς καὶ τῇ ἐχθὲς βάσει ἐπιστάς, τῷ τῆς θεοσεβείας ἔθει προσαγορεύσας ἔφη· Θεοῦ τοῦ τὸν οὐρανὸν κτίσαντος καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς πεποιηκότος (ὡς ὁ ἀληθὴς εἴρηκεν ἡμῖν προφήτης) ὁ ἄνθρωπος κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν γεγονὼς ἄρχειν τε καὶ κυριεύειν κατεστάθη, λέγω δὲ τῶν ἐν ἀέρι καὶ γῇ καὶ ὕδασιν, ὡς ἐξ αὐτοῦ τοῦ πράγματος ἔστιν συνιδεῖν ὅτι τῇ ἑαυτοῦ συνέσει τὰ μὲν ἐν ἀέρι φέρει κάτω, τὰ ἐν βυθῷ ἀνάγει ἄνω, τὰ ἐν γῇ ἀγρεύει, καίτοιγε κατ’ ἀλκὴν αὐτοῦ πολλῷ μείζονα ὄντα, λέγω δὲ ἐλέφαντας καὶ λέοντας καὶ τὰ τούτοις παραπλήσια.  IV. ὅτε μέντοι δίκαιος ἐτύγχανεν, καὶ πάντων παθημάτων ἀνώτατος ἦν, ὡς ἀθανάτῳ σώματι τοῦ ἀλγεῖν πεῖραν λαβεῖν μὴ δυνάμενος· ὅτε δὲ ἥμαρτεν (ὡς ἐχθὲς καὶ τῇ πρὸ αὐτῆς ἐδείξαμεν), ὡς δοῦλος γεγονὼς τῆς ἁμαρτίας πᾶσιν ὑπέπεσεν τοῖς παθήμασιν, πάντων καλῶν δικαίᾳ κρίσει στερηθείς. οὐ γὰρ εὔλογον ἦν τοῦ δεδωκότος ἐγκαταλειφθέντος τὰ δοθέντα παραμένειν τοῖς ἀγνώμοσιν. ὅθεν ἐξ ὑπερβαλλούσης αὐτοῦ εὐσπλαγχνίας πρὸς τὸ ἀπολαβεῖν ἡμᾶς ἅμα τοῖς πρώτοις καὶ τὰ ἐσόμενα αἰώνια ἀγαθὰ τὸν αὑτοῦ ἔπεμψεν προφήτην. ὁ δὲ προφήτης ἡμᾶς πρὸς ὑμᾶς λέγειν ὑμῖν ἃ δεῖ φρονεῖν καὶ ποιεῖν ἐνετείλατο. ἑλέσθαι οὖν [ὃ] ἐπὶ τῇ ὑμετέρᾳ κεῖται ἐξουσίᾳ. ἃ μὲν οὖν δεῖ φρονεῖν, ἐστὶν ταῦτα· τὸν πάντα πεποιηκότα σέβειν θεόν, ὃν ἂν ἀπολάβητε τῷ νῷ, ὑπ’ αὐτοῦ ἀπολήψεσθε ἅμα τοῖς πρώτοις καλοῖς καὶ τὰ ἐσόμενα αἰώνια ἀγαθά.  V. πεῖσαι οὖν ἑαυτοὺς πρὸς τὰ συμφέροντα δυνήσεσθε, ἐάνπερ τῷ ἐμφωλεύοντι ἐν τῇ ὑμετέρᾳ καρδίᾳ δεινῷ ὄφει ὥσπερ ἐπᾴδοντες λέγητε· «Κύριον τὸν θεὸν φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις». ἐκ παντὸς οὖν λογισμοῦ συνφέρει τὸ αὐτὸν μόνον φοβεῖσθαι οὐχ ὡς ἄδικον, ἀλλ’ ὡς δίκαιον. καὶ γὰρ ἄδικόν τις φοβεῖται μὴ ἀδίκως ἀναιρεθῇ, καὶ τὸν δίκαιον μὴ ἁμαρτίᾳ φωραθεὶς τιμωρηθῇ. δύνασθε οὖν ἑνὶ τῷ πρὸς αὐτὸν φόβῳ πολλῶν τῶν ἐπιβλαβῶν ἀπαλλαγῆναι φόβων. ἕνα γὰρ τὸν πάντων κύριον καὶ ποιητὴν ἐὰν μὴ φοβῆσθε, πάντων τῶν κακῶν δοῦλοι ἐπὶ τῇ ἑαυτῶν βλάβῃ ἔσεσθε, λέγω δὲ δαιμόνων καὶ παθημάτων καὶ παντὸς ᾡδήτινι τρόπῳ βλάπτειν δυναμένου.  VI. θαρσήσαντες οὖν πρόσιτε τῷ θεῷ, οἱ τὴν ἀρχὴν ἐπὶ τῷ πάντων ἄρχειν καὶ κυριεύειν γεγενημένοι, οἵτινες ἔχετε αὐτοῦ ἐν μὲν τῷ σώματι τὴν εἰκόνα, ὁμοίως τε ἔχετε ἐν τῷ νῷ τῆς γνώμης τὴν ὁμοιότητα. ἐπεὶ οὖν ἀλόγοις ζῴοις ἐοικότα πράξαντες [τῆς ψυχῆς] τὴν ἀνθρώπου ψυχὴν ἀπωλέσατε, ὥσπερ χοῖροι γενόμενοι δαιμόνων αἰτήματα ἐγένεσθε. ἐὰν οὖν τοῦ θεοῦ νόμον ἀναδέξησθε, ἄνθρωποι γίνεσθε. οὐ γὰρ οἷον ἀλόγοις ζῴοις ἔστιν εἰπεῖν· «Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις» καὶ τὰ ἑξῆς. διὸ μὴ φθονέσητε ἑαυτοῖς εἰς τὴν πρώτην ἀνακαλούμενοι εἰσελθεῖν εὐγένειαν. δυνατὸν γάρ ἐστιν, ἐὰν τῷ θεῷ διὰ τῶν ἀγαθῶν πράξεων ἐξομοιωθῆτε· καὶ διὰ τὴν ὁμοιότητα υἱοὶ ἐκείνου εἶναι λογισθέντες πάντων δεσπόται ἀποκαταστῆναι δυνήσεσθε.

VII. Ἄρξασθε οὖν ἀποδύεσθαι τῶν κενῶν εἰδώλων τοὺς ἐπιβλαβεῖς φόβους, ὅπως τὴν ἄδικον φύγητε δουλείαν· δεσπόται γὰρ γεγόνασιν ὑμῶν ἐκεῖνοι, οἳ καὶ εἰς δούλους ὑμῖν ἄχρηστοι τυγχάνουσιν. λέγω δὲ περὶ ὕλης τῶν ἀψύχων ἀγαλμάτων τῶν μηδὲ πρὸς τὸ δουλεύειν ὑμῖν χρησιμευόντων. οὔτε γὰρ ἀκούει οὔτε βλέπει οὔτε αἰσθάνεται, ἀλλ’ οὐδὲ μὴν κινηθῆναι δύναται. ἢ γὰρ βούλεταί τις ὑμῶν οὕτως ὁρᾶν ὡς ὁρᾷ καὶ ἀκούειν ὡς ἀκούει καὶ αἰσθάνεσθαι καὶ κινεῖσθαι; ἀλλ’ ἀπείη τοιαύτῃ λοιδορίᾳ λοιδορεῖν πάνθ’ ὁντινοῦν ἄνθρωπον, εἰκόνα περιφέροντα θεοῦ, εἰ καὶ τὴν ὁμοιότητα ἀπώλεσεν.  VIII. τοὺς γοῦν θεοὺς ὑμῶν τοὺς χρυσέους καὶ ἀργυρέους ἢ καὶ ἐξ ἄλλης τινὸς ὕλης γεγενημένους εἰς τὴν πρώτην αὐτῶν φύσιν ἀποκαταστήσατε, εἴς τε φιάλας λέγω καὶ λεκάνας καὶ τὰ λοιπὰ πάντα, ὅσα ὑμῖν πρὸς ὑπηρεσίαν χρήσιμα εἶναι δύναται, καὶ τὰ ὑμῖν ἀπ’ ἀρχῆς δοθέντα ἀγαθὰ ἀποκατασταθῆναι δυνηθήσεται. ἀλλ’ ἴσως ἐρεῖτε· Οὐκ ἐῶσιν ἡμᾶς τοῦτο ποιῆσαι οἱ τῶν ἐφεστώτων νόμοι. καλῶς ὅτι νόμοι, καὶ οὐκ αὐτῶν τῶν εἰκαίων σεβασμάτων ἡ μὴ οὖσα δύναμις. πῶς οὖν αὐτοὺς θεοὺς νενομίκατε, ὑπὸ ἀνθρωπίνων νόμων ἐκδικουμένους, ὑπὸ κυνῶν φρουρουμένους, ὑπὸ μοχλῶν φυλασσομένους; καὶ ταῦτα ἐὰν χρύσεα <ᾖ> ἢ ἀργύρεα ἢ χάλκεα· τὰ γὰρ λίθινα ἢ ὀστράκινα ὑπὸ τῆς ἀτιμίας φυλάσσεται, ὅτι οὐδεὶς ἀνθρώπων λίθινον ἢ ὀστράκινον ὀρέγεται κλέψαι θεόν. ὥστε μεγάλῳ κινδύνῳ ὑπόκεινται οἱ ἐκ πολυτελεστέρας ὕλης γεγενημένοι ὑμῶν θεοί. πῶς δὴ καὶ θεοί εἰσιν, κλεπτόμενοι, χωνευόμενοι, σταθμιζόμενοι, φρουρούμενοι;  IX. ὢ τῶν ταλαιπώρων ἀνθρώπων φρένες, νεκρῶν νεκρότερα δεδιότων· οὐδὲ γὰρ νεκρὰ αὐτὰ λέγειν δύναμαι τὰ μηδέποτε ζήσαντα, ἐκτὸς εἰ μὴ τάφοι ἀρχαίων ἀνθρώπων εἰσίν. ἐνίοτε γὰρ ἐπιβάς τις ἀγνώστοις τόποις οὐκ οἶδεν οὓς ὁρᾷ ναούς, πότερόν ποτε νεκρῶν ἀνδρῶν μνήματά ἐστιν ἢ τῶν λεγομένων θεῶν· πυθόμενος δὲ καὶ ἀκούσας ὅτι θεῶν, προσεκύνησεν οὐκ αἰδεσθείς, ὅτι εἰ μὴ ἐξετάσας μεμαθήκει, διὰ τὸ ἴσον τῆς ὁμοιότητος ὡς νεκροῦ μνημεῖον ἂν παρεληλύθει. πλὴν οὐ χρή με πρὸς τὴν τῆς τοιαύτης δεισιδαιμονίας <πλάνην> πολλὴν παρέχειν ἀπόδειξιν. ῥᾴδιον γάρ ἐστιν τῷ θέλοντι νοῆσαι ὅτι οὐδέν ἐστιν, ἐκτὸς εἰ μή τις οὐ βλέπει <... οὐ βλέπει>. πλὴν κἂν νῦν ἄκουσον ὅτι οὐκ ἀκούει, καὶ νόησον ὅτι οὐ νοεῖ. χεῖρες γὰρ αὐτὸ θανόντος ἀνθρώπου ἐποίησαν. εἰ δὲ ὁ ποιήσας ἐτελεύτησεν, πῶς τὸ ὑπ’ αὐτοῦ γεγονὸς οὐ λυθήσεται; τί οὖν θνητοῦ ἔργον προσκυνεῖς, παντελῶς ἀναίσθητον ὄν; ὁπότε οἱ λογισμοὺς ἔχοντες οὐδὲ τὰ ζῷα προσκυνοῦσιν οὐδὲ στοιχεῖα τὰ ὑπὸ θεοῦ γεγενημένα κολακεύουσιν, λέγω δὲ οὐρανόν, ἥλιον, σελήνην, ἄστρα, γῆν, θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὀρθῶς κρίνοντες μηδὲ τὰ ὑπ’ αὐτοῦ γενόμενα προσκυνεῖν, ἀλλὰ τὸν τούτων δημιουργὸν καὶ πάροχον σέβειν θεόν. ἐπὶ τούτῳ γὰρ καὶ αὐτὰ χαίρει ὅτι τὴν τοῦ πεποιηκότος τιμὴν οὐδεὶς αὐτοῖς προσῆψεν.  X. αὐτοῦ γὰρ μόνου ἐστὶν ἡ ἔντιμος δόξα τοῦ μόνου ἀγενήτου, ὅτι τὰ λοιπὰ πάντα γενητὰ τυγχάνει. ὡς οὖν τοῦ ἀγενήτου ἴδιον τὸ θεὸς εἶναι, οὕτως πᾶν ὁτιοῦν γενόμενον θεὸς τῷ ὄντι οὐκ ἔστιν. πρὸ πάντων οὖν ἐννοηθῆναι ὀφείλετε τὴν τοῦ ἐν ὑμῖν ἀπατῶντος ὄφεως κακοῦργον ἐπίνοιαν, ὃς φρονίμως ὑμᾶς ἀπατᾷ ὑποσχέσει κρείττονος λογισμοῦ, ἕρπων ὑμῶν ἐκ τοῦ ἐγκεφάλου εἰς τὸν νωτιαῖον μυελὸν καὶ μέγα κέρδος ἡγούμενος τὴν ὑμετέραν ἀπάτην.  XI. εἰδὼς γὰρ τὸν ἀπ’ ἀρχῆς νόμον ὅτι, ἐὰν ὑμᾶς εἰς ὑπόνοιαν ὡνδήποτε λεγομένων θεῶν ἐνέγκῃ, μόνον ἵνα εἰς τὸ τῆς μοναρχίας ἀγαθὸν ἁμάρτητε, κέρδος αὐτῷ γίνεται ἡ ὑμῶν καταστροφή, λόγῳ δὲ τούτῳ· ὅτι γῆν ἤσθιεν καταδικασθείς, τὸν δι’ ἁμαρτίαν εἰς γῆν λυθέντα [γῆν γενόμενον] ἐσθίειν ἔχει ἐξουσίαν, τῶν ψυχῶν ὑμῶν εἰς τὴν τοῦ πυρὸς αὐτοῦ γαστέρα χωρουσῶν. ἵνα οὖν ταῦτα πάθητε, πᾶσαν τὴν καθ’ ὑμῶν ὑμῖν ὑποβάλλει οἴησιν.  XII. <ὑπ’> αὐτοῦ γὰρ πᾶσαι αἱ κατὰ τῆς μοναρχίας ἀπατηλοὶ τῷ νῷ ὑμῶν ἐπὶ βλάβῃ ἐνσπείρονται ὑπολήψεις. πρῶτον μὲν ἵνα μὴ τοὺς τῆς θεοσεβείας ἀκούσαντες λόγους τὴν τῶν κακῶν αἰτίαν ἀπελάσητε ἄγνοιαν, προφάσει γνώσεως ἐνεδρεύει † δούς, τὰ μὲν πρῶτα μιᾷ τῇ κατὰ πάντων προλήψει χρώμενος, ἥτις ἐστὶν τὸ νομίζειν καλῶς βεβουλεῦσθαι ὅτι, ἐὰν μή τις ἀκούσῃ τοῦ τῆς θεοσεβείας λόγου, οὐκ ἔστιν «ἔνοχος τῇ κρίσει». διὸ καὶ οὕτως ἀπατώμενοί τινες ἀκούειν οὐ θέλουσιν, ἵνα ἀγνοῶσιν, οὐκ εἰδότες ὅτι ἡ ἄγνοια αὐτὴ καθ’ αὑτὴν ἱκανὸν θανάσιμόν ἐστιν φάρμακον. οὐ γάρ, εἴ τις προσλάβοι θανασίμου φαρμάκου ἀγνοῶν, οὐκ ἀποθνῄσκει. οὕτως φυσικῶς αἱ ἁμαρτίαι ἀναιροῦσιν τὸν ἁμαρτάνοντα, κἂν ἀγνοῶν πράσσῃ ἃ μὴ δεῖ.  XIII. εἰ δὲ ἐπὶ παρακοῇ λόγων κρίσις γίνεται, πολλῷ μᾶλλον ὁ θεὸς ὀλοθρεύσει τοὺς μὴ θελήσαντας τὴν εἰς αὐτὸν θρησκείαν ἀναδέξασθαι. ὁ γὰρ μὴ θέλων μαθεῖν, ἵνα μὴ ἔνοχος ᾖ, ἤδη ὡς εἰδὼς κρίνεται. ἔγνω γὰρ ὃ μὴ ἀκοῦσαι θέλει· ὥστε οὐδὲν δύναται πρὸς ἀπολογίαν ἐπίνοια πρὸς «καρδιογνώστην» θεόν. διὸ φεύγετε τοῦ ὄφεως τὴν πανοῦργον ὑποβαλλομένην ὑμῶν τῷ νῷ ἐνθύμησιν. ἵνα δὲ καὶ ὄντως ἀγνοήσας τις τὸν παρόντα βίον τελευτήσῃ, ἔγκλημα ἕξει, ὅτι βιώσας χρόνον οὐκ ἔγνω, τίς αὐτῷ τε καὶ τῶν αὐτῷ ἐπιχορηγηθεισῶν τροφῶν ὑπῆρξεν εὐεργέτης, καὶ [ὅτι] ὡς ἀναίσθητος καὶ ἀχάριστος πολὺ ἀνάξιος δοῦλος τῆς τοῦ θεοῦ ἀποδοκιμάζεται βασιλείας.  XIV. πάλιν τε ὑποβάλλει ὑμῖν ὁ δεινὸς ὄφις ὑπόληψιν τοῦτο νοεῖν καὶ λέγειν τοῦτο αὐτό, ὃ σχεδὸν οἱ πλεῖστοι ὑμῶν λέγουσιν· Ἴσμεν καὶ ἡμεῖς ὅτι εἷς ἐστιν ὁ πάντων κύριος, ἀλλὰ καὶ οὗτοι θεοί εἰσιν. ὅνπερ γὰρ τρόπον εἷς ἐστιν ὁ Καῖσαρ, ἔχει δὲ ὑπ’ αὐτὸν τοὺς διοικητάς (ὑπατικούς, ἐπάρχους, χιλιάρχους, ἑκατοντάρχους, δεκαδάρχους), τὸν αὐτὸν τρόπον ἑνὸς ὄντος τοῦ μεγάλου θεοῦ ὥσπερ Καίσαρος καὶ αὐτοὶ κατὰ τὸν τῶν ὑποκειμένων ἐξουσιῶν λόγον θεοί εἰσιν, ὑποκείμενοι μὲν ἐκείνῳ, διοικοῦντες δὲ ἡμᾶς. ἀκούσατε οὖν οἱ ταύτην τὴν ὑπόνοιαν ὡς δεινῷ ὑπαλειφθέντες ἰῷ ὑπ’ αὐτοῦ (λέγω δὲ τοῦ παραδείγματος τὴν κακὴν ὑπόνοιαν), ὅπως εἰδῆτε τί καλὸν καὶ τί πονηρόν· οὔπω γὰρ ἀνεβλέψατε, ὅτι οὐδὲ τοῖς προβαλλομένοις ὑφ’ ὑμῶν ἐνορᾶτε.  XV. εἰ γάρ φατε ὡς εἰς τὸν τοῦ Καίσαρος λόγον τὸν θεὸν ἔχειν τὰς ὑποκειμένας ἐξουσίας (τοὺς λεγομένους θεούς), οὐδὲ οὕτως τῷ ὑμῶν στοιχεῖτε παραδείγματι. εἰ γὰρ ἐστοιχεῖτε, ἐχρῆν τοῦτ’ εἰδέναι ὅτι ὡς οὐκ ἔξεστιν τὸ Καίσαρος ὄνομα ἑτέρῳ δοῦναι (λέγω δὴ ἢ ὑπάτῳ ἢ ἐπάρχῳ ἢ χιλιάρχῳ ἢ ἑτέρῳ τινί), ὅτι ὁ διδοὺς οὐ ζήσεται καὶ ὁ λαμβάνων ἀναιρεθήσεται, οὕτως ἐκ τοῦ ὑμετέρου παραδείγματος τὸ θεοῦ ὄνομα ἑτέρῳ δοθῆναι οὐκ ἔξεστιν· ἐπεὶ ὁ πειραθεὶς εἴτε λαβεῖν εἴτε δοῦναι ἀπόλλυται. εἰ δὲ ἡ ἀπ’ ἀνθρώπου ὕβρις δίκην παρέχει, πολλῷ μᾶλλον οἱ ἑτέρους θεοὺς λέγοντες ὡς θεὸν ὑβρίσαντες αἰωνίῳ ὑποκείσονται κολάσει. καὶ εὐλόγως, ὅτι τὸ εἰς τὴν αὐτοῦ μοναρχίαν παραδοθὲν ὑμῖν τιμᾶν ὄνομα πάσῃ εἰ ἠδυνήθητε ὑπεβάλετε ὕβρει· οὐ γὰρ τὸ ὄντως ἐστὶν αὐτοῦ ὄνομα θεός, ἀλλ’ ὑμεῖς τέως παρειληφότες ὑβρίσατε ὃ ἐδόθη ὑμῖν, ἵνα ὡς ἂν αὐτῷ χρήσησθε, εἰς τὸ ὄντως αὐτοῦ ὄνομα λογισθῇ· ὑμεῖς δὲ αὐτὸ πάσῃ ὕβρει ὑπεβάλετε.  XVI. αὐτίκα γοῦν τῶν Αἰγυπτίων [ὑμῶν] οἱ ἀρχηγέται, οἱ περὶ μετεωρολογίας αὐχοῦντες καὶ τῶν ἄστρων τὰς φύσεις διακρίνειν ἐπαγγελλόμενοι, ὑπὸ κακῆς αὐτοῖς ἐνδομυχούσης ὑπονοίας πάσῃ αὐτὸ ἀτιμίᾳ ὅσον τὸ κατ’ αὐτοὺς ὑπέβαλαν. οἱ μὲν γὰρ αὐτῶν παρέδοσαν βοῦν τὸν λεγόμενον Ἄπιν σέβειν, οἱ δὲ τράγον, οἱ δὲ αἴλουρον, οἱ δὲ ὄφιν, ἀλλὰ καὶ ἰχθὺν καὶ κρόμμυα καὶ γαστρῶν πνεύματα καὶ ὀχετοὺς καὶ ἀλόγων ζῴων μέλη <σὺν> καὶ ἄλλοις μυρίοις πάνυ αἰσχροῖς ἀτοπήμασιν.

XVII. Ταῦτα τοῦ Πέτρου εἰπόντος ἐγέλασεν ὁ παρεστηκὼς ὄχλος. καὶ ὁ Πέτρος ἔφη πρὸς τὸν γέλωτα· Γελᾶτε ὑμεῖς τὰ ἐκείνων, οὐκ εἰδότες πολλῷ μᾶλλον ὑπ’ ἐκείνων γελώμενοι. πλὴν τὰ ἀλλήλων γελᾶτε· τὰ γὰρ ἴδια ὑπὸ συνηθείας κακῆς εἰς ἀπάτην ἀχθέντες οὐ βλέπετε. ὅτι δὲ ὄντως ὀρθῶς καταγελᾶτε τῶν Αἰγυπτίων, σύνφημι, ἐπεὶ ἄλογα ζῷα λογικοὶ ὄντες προσκυνοῦσιν, τὰ πάντως θνῄσκοντα. πῶς δὲ κἀκεῖνοι ὑμῶν καταγελῶντες λέγουσιν, ἀκούσατε· ἡμεῖς (φησίν) εἰ καὶ θνῄσκοντα προσκυνοῦμεν, ἀλλά γε κἂν ζήσαντά ποτε, ὑμεῖς δὲ τὰ μηδέποτε ζήσαντα σέβεσθε. πρὸς τούτοις φασίν· Τοῦ ἑνὸς θεοῦ τιμᾶν θέλοντες τὴν μορφὴν καὶ μὴ εὑρόντες ποία ἐστίν, πᾶσαν μορφὴν προτιμᾶν εἱλόμεθα. καὶ ὁμῶς τοιαῦτά τινα λέγοντες ὀρθότερον ὑμῶν οἴονται φρονεῖν.  XVIII. διὸ καὶ ὑμεῖς ἀποκρίνασθε πρὸς αὐτούς· Ψεύδεσθε· οὐ γὰρ τιμῇ τῇ πρὸς τὸν ὄντως θεὸν αὐτὰ σέβεσθε· πᾶσαν γὰρ ἂν μορφὴν προσεκυνεῖτε οἱ πάντες, οὐχ ὡς ἐποιεῖτε. οἱ μὲν γὰρ ὑμῶν κρόμμυον ὑπονοήσαντες εἶναι τὸ θεῖον καὶ <οἱ> γαστρὸς πνεύματα σέβοντες πολεμοῦσιν· καὶ οὕτως ὁμοίως οἱ πάντες ἕν τι προτιμήσαντες τὰ ἄλλων ψέγετε. διαφόρῳ δὲ γνώμῃ τοῦ αὐτοῦ ζῴου μελῶν ὃς μὲν ἄλλο σέβει, ἕτερος δὲ τὸ ἕτερον. πλὴν αὐτῶν <οἱ> ἔτι τὰ τοῦ ὀρθοῦ λογισμοῦ πνέοντες, αἰδούμενοι ἐπὶ τῷ προδήλῳ αἰσχρῷ, εἰς ἀλληγορίας αὐτὰ ἄγειν πειρῶνται, δι’ ἑτέρας ἐπινοίας τὰ τῆς ἀπάτης αὐτῶν θανάσιμα κρατύνειν βουλόμενοι. ὅμως καὶ τὰς ἀλληγορίας διηλέγξαμεν ἄν, εἴπερ ἐκεῖ ἦμεν, ὧν τὸ τοσοῦτον μωρὸν ἐπεκράτησεν πάθος μεγίστην τῇ ἐπινοίᾳ ἐνποιῆσαι νόσον. οὐ γὰρ χρὴ τὴν ἔμπλαστρον προσφέρειν ἐπὶ τὸ ὑγιεινὸν μέρος τοῦ σώματος, ἀλλ’ ἐπὶ τὸ πάσχον. ἐπεὶ οὖν ὑμεῖς διὰ τοῦ γελάσαι τὰ Αἰγυπτίων ἐφάνητε μὴ παθόντες τὰ ἐκείνων, περὶ οὗ ὑμεῖς πεπόνθατε, εὔλογον ἦν παρόντα με ὑμῖν τὴν ἴασιν τοῦ ἐν ὑμῖν πάθους παρέχειν.  XIX. ὁ θεὸν σέβειν αἱρούμενος πρὸ πάντων εἰδέναι ὀφείλει τί μόνον τῆς θεοῦ φύσεως ἴδιόν ἐστιν, ὃ ἄλλῳ προσεῖναι ἀδύνατον, ἵνα εἰς τὸ ἰδίωμα αὐτοῦ ἀποβλέπων καὶ παρ’ ἑτέρῳ αὐτὸ μὴ εὑρίσκων, ἑτέρῳ τὸ θεῷ εἶναι μὴ ἀπατηθῇ δοῦναί ποτε. ἔστιν δὲ ἴδιον θεοῦ τοῦτον μόνον εἶναι, ὡς πάντων ποιητήν, οὕτως καὶ κρείττονα. κρεῖττόν ἐστιν δυνάμει μὲν τὸ ποιοῦν τοῦ ποιουμένου, πρὸς μέγεθος τὸ ἄπειρον τοῦ πεπερασμένου, πρὸς εἶδος τὸ εὐμορφότατον, πρὸς εὐδαιμονίαν τὸ μακαριώτατον, πρὸς νοῦν τὸ τελειότατον. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις αὐτὸς ἀπαραβλήτως τὴν ὑπεροχὴν ἔχει. ἐπεὶ οὖν (ὡς ἔφην) ἴδιον θεοῦ τὸ αὐτὸν εἶναι τῶν ὅλων κρείττονα, ὑπ’ αὐτοῦ δὲ ὁ πάντα περιέχων γέγονε κόσμος, ἀνάγκη πᾶσα λέγειν μηδὲν τῶν ὑπ’ αὐτοῦ γεγονότων αὐτῷ δύνασθαι τὴν ἴσην ἔχειν σύγκρισιν.  XX. ὁ δὲ μὴ ἔχων τὸ ἀπαράβλητον καὶ ἀνυπέρβλητον καὶ πάντη πάντοθεν ἀνενδεὲς θεὸς εἶναι οὐ δύναται. εἰ δὲ ὁ πᾶς κόσμος τοῦτο εἶναι οὐ δύναται, καθὸ γεγένηται, πόσῳ γε μᾶλλον τὰ μόρια αὐτοῦ οὐκ ἂν εὐλόγως κληθείη θεός. μόρια δὲ λέγω τοὺς ὑφ’ ὑμῶν λεγομένους θεούς, ἐκ χρυσοῦ καὶ ἀργύρου χαλκοῦ τε καὶ λίθου ἢ καὶ ἐξ ἄλλης ὕλης ἡστινοσοῦν γεγονότα, καὶ ταῦτα ὑπὸ θνητῆς χειρὸς δεδημιουργημένα. ὅμως δὲ πρὸς ταῦτα ἴδωμεν οἷα δι’ ἀνθρώπου στόματος ὁ δεινὸς ὄφις φαρμάσσει τοῖς ἐμπαιγμοῖς τοὺς ἐξαπατωμένους.

XXI. Λέγουσι γὰρ οἱ πολλοί· Τῶν σεβασμάτων ἡμῶν σέβομεν οὐ τὸν χρυσὸν οὐδὲ τὸν ἄργυρον οὐδὲ ξύλον ἢ λίθον (ἴσμεν γὰρ καὶ ἡμεῖς ὅτι ταῦτα οὐδέν ἐστιν ἢ ἄψυχος ὕλη καὶ ἀνθρώπου θνητοῦ τέχνη), ἀλλὰ τὸ κατοικοῦν ἐν αὐτοῖς πνεῦμα, τοῦτο θεὸν λέγομεν. ὅρα τῶν ταῦτα λεγόντων τὴν κακοήθειαν. ἐπεὶ γὰρ τὸ φαινόμενον εὐέλεγκτόν ἐστιν ὅτι οὐδέν ἐστιν, κατέφυγον ἐπὶ τὸ ἀόρατον, ὡς ἐπ’ ἀδήλῳ τινὶ ἐλεγχθῆναι μὴ δυνάμενοι. πλὴν συνομολογοῦσιν ἡμῖν οἱ τοιοῦτοι ἐπὶ μέρους ὅτι τὸ ἥμισυ τῶν παρ’ αὐτοῖς ἱδρυμάτων θεὸς οὐκ ἔστιν, ἀλλ’ ἀναίσθητος ὕλη. λοιπὸν δὲ περιλείπεται δεῖξαι αὐτοῖς πῶς πιστεύουσιν ὅτι θεῖον ἔχει πνεῦμα. ἀλλ’ ἐπιδεῖξαι ἡμῖν οὐ δύνανται ὅτι ἔστιν, ἐπεὶ μὴ ἔστιν, καὶ αὐτοῖς ἑωρακέναι οὐ πιστεύομεν. ἡμεῖς αὐτοῖς ὅτι θεῖον οὐκ ἔχει πνεῦμα τὰς ἀποδείξεις παρέξομεν, ὅπως τοῦ δοκεῖν αὐτὰ ἔνπνοα εἶναι οἱ φιλαλήθεις τὸν ἔλεγχον ἀκούσαντες τῆς λυσσώδους ὑπονοίας ἀποτράπωνται.  XXII. τὸ μὲν δὴ πρῶτον, εἰ ὡς ἔνπνοα ὄντα σέβεσθε αὐτά, <τί> καὶ ἀνθρώπων ἀρχαίων τάφους προσκυνεῖτε, τῶν ὁμολογουμένως οὐδὲν πνεῦμα θεῖον ἐσχηκότων; οὕτως οὐδὲ κατὰ τοῦτο ἀληθεύετε. πλὴν εἰ ὄντως ἔνπνοα ἦν τὰ σεβάσματα ὑμῶν, ἀφ’ ἑαυτῶν ἂν ἐκινεῖτο, φωνὴν ἂν εἶχεν, τὴν ἐπ’ αὐτοῖς ἀράχνην ἀπεσείετο, τοὺς αὐτοῖς ἐπιβουλεῦσαι θέλοντας καὶ κλέπτοντας ἀπεωθεῖτο ἄν, τοὺς τὰ ἀναθήματα ἀποσυλῶντας συνελάμβανεν ἂν ῥᾳδίως. νῦν δὲ τούτων οὐδὲν ποιοῦσιν, ἀλλ’ ὡς κατάδικοι (καὶ μάλιστα οἱ τιμιώτεροι αὐτῶν) φρουροῦνται, ὡς καὶ τὴν ἀρχὴν εἰρήκαμεν. τί δέ; οὐ φόρους καὶ τέλη ὑπὲρ αὐτῶν ἀπαιτοῦσιν ὑμᾶς οἱ δυνάσται ὡς πολλὰ καρπιζομένους τῶν ἐκεῖ; τί δέ; οὐ πολλάκις ὑπὸ πολεμίων διηρπάγησαν καὶ συντριβέντες διενεμήθησαν; οὐχὶ καὶ τῶν ἔξω θρησκευόντων αὐτοὶ πλέον οἱ ἱερεῖς, ἐπὶ τῇ ἀχρήστῳ θρησκείᾳ ἑαυτῶν κατεγνωκότες, τῶν ἀναθημάτων πολλὰ ὑφαιροῦνται;  XXIII. ναί φησιν, ἀλλὰ προνοίᾳ αὐτῶν ἐφωράθησαν. ψεῦδός ἐστιν. πόσοι γὰρ οὐκ ἐφωράθησαν αὐτῶν; εἰ δὲ διὰ τὸ ἐνίους συνειλῆφθαι δύναμιν αὐτοὺς ἔχειν λέγουσιν, πεπλάνηνται. καὶ γὰρ τῶν τυμβωρύχων τινὲς μὲν εὑρίσκονται, τινὲς δὲ λανθάνουσιν, καὶ οὐ δήπου γε τῇ τῶν νεκρῶν δυνάμει οἱ συλληφθέντες ἐφωράθησαν. τοιοῦτόν τι καὶ περὶ τοὺς κλεπτομένους καὶ συλωμένους θεοὺς ἔστιν ἡμῖν νοεῖν. ἀλλά (φησίν) οὐ πεφροντίκασιν τῶν ξοάνων αὐτῶν οἱ ἐν αὐτοῖς ὄντες θεοί. τί οὖν αὐτὰ ὑμεῖς τημελεῖτε σμήχοντες καὶ πλύνοντες καὶ καθαίροντες, στεφανοῦντες, ἐπιθύοντες; διόπερ ἐντεῦθεν συννοήσατε μηδὲ ὀρθῷ λογισμῷ ποιοῦντες. ὡς γὰρ τοῖς νεκροῖς ἐπικλαίετε, οὕτω καὶ τοῖς θεοῖς ὑμῶν ἐπιθύετε καὶ σπένδετε.  XXIV. οὐκέτι μέντοι τοῦτο οὐδὲ τῷ τοῦ Καίσαρος καὶ τῶν ὑπ’ αὐτὸν ἐξουσιῶν συμφωνεῖ παραδείγματι, διοικητὰς αὐτοὺς λέγειν, ὁπότε ὑμεῖς αὐτῶν τὴν πᾶσαν ποιεῖσθε πρόνοιαν, ὡς προεῖπον, κατὰ πάντα τημελοῦντες ὑμῶν τὰ ἱδρύματα. αὐτὰ γὰρ οὐδὲν δυνάμενα οὐδὲν ποιεῖ. ἐπεὶ εἴπατε ἡμῖν· Τί διοικοῦσιν; τί ποιοῦσιν τοιοῦτον ὁποῖόν τι οἱ κατὰ τόπον ἡγούμενοι; τί δὲ ἐνεργοῦσιν τοιοῦτον ὁποῖον οἱ τοῦ θεοῦ ἀστέρες; ἢ μήτι φαίνουσιν ὡς ὁ ἥλιος, οἷς λύχνους ὑμεῖς ἅπτετε; μὴ ὥσπερ τὰ νέφη ὑετοὺς φέρει, καὶ αὐτοὶ φέρειν ὄμβρους δύνανται, οἱ μηδὲ ἑαυτοὺς κινεῖν δυνάμενοι, ἐὰν μὴ ἄνθρωποι ἐπιλάβωνται; ἢ καρποὺς παρέχονται τὸν αὐτὸν τῇ γῇ τρόπον, οἷς ὑμεῖς θυσίας χορηγεῖτε; οὕτως οὐδὲν δύνανται.  XXV. εἰ δὲ καὶ ποιεῖν τι ἐδύναντο, οὐκ ἂν αὐτοὺς ὀρθῶς θεοὺς ἐλέγετε, ὁπότε οὐδὲ τὰ στοιχεῖα ὀνομάζειν ἔξεστιν θεούς, δι’ ὧν τὰ ἀγαθὰ χορηγεῖται. ἀλλὰ τὸν μόνον τάξαντα αὐτὰ πρὸς τὴν ἡμετέραν χρῆσιν ἐκτελεῖν τὰ πάντα καὶ κελεύσαντα ἀνθρώπῳ ὑπηρετεῖν, μόνον ὀρθῷ λόγῳ θεὸν ὀνομάζομεν. οὗ τῆς εὐεργεσίας ὑμεῖς μὴ αἰσθανόμενοι τὰ ὑμῖν δοῦλα ἀπονεμηθέντα στοιχεῖα καθ’ αὑτῶν δεσπόζειν ἀνηγορεύσατε. καὶ τί περὶ στοιχείων δεῖ λέγειν; ὁπότε καὶ ἄψυχα ἀγάλματα πεποιηκότες οὐ μόνον προσκυνεῖτε, ἀλλ’ ὡς δοῦλοι κατὰ πάντα αὐτοῖς ὑποτετάχθαι ἀξιοῦτε. διὰ τοῦτο δι’ ὧν παρεφρονήσατε, δαίμοσιν ὑποχείριοι γεγόνατε. πλὴν διὰ τῆς εἰς αὐτὸν τὸν θεὸν ἐπιγνώσεως ἐκ τῶν καλῶν πράξεων δύνασθε δεσπόται γενέσθαι πάλιν καὶ δαίμοσιν ὡς δούλοις ἐπιτάξαι καὶ ὡς υἱοὶ θεοῦ αἰωνίου βασιλείας κληρονόμοι καταστῆναι.

XXVI. Ταῦτα εἰπὼν ἐκέλευσεν τοὺς δαιμονῶντας καὶ νόσοις ἐγκατειλημμένους αὑτῷ προσφέρεσθαι, προσενεχθεῖσι δὲ τὰς χεῖρας ἐπιθεὶς καὶ προσευξάμενος ἀπέλυσεν αὐτοὺς ὑγιαίνοντας, ὑπομιμνήσκων αὐτοὺς καὶ τοὺς λοιποὺς ὄχλους ἐνταῦθα παρεδρεύειν, ὅσων ἂν ἡμερῶν ἐπιδημῶν διαλέγηται. τῶν οὖν ἄλλων ἀναχωρησάντων ὁ Πέτρος ἐν τῷ ἐκεῖ ὑδροχοείῳ λουσάμενος σὺν τοῖς θελήσασι, χαμαὶ στρωθῆναι κελεύσας ὑπό τινα πυκνὴν τῶν δένδρων κόμην διὰ τὴν σκιάν, κατ’ ἀξίαν ἕκαστον κατακλιθῆναι ἐποίησεν· καὶ οὕτως τροφῆς μετελάβομεν. εὐλογήσας οὖν καὶ ἐπευχαριστήσας τῷ θεῷ ἐπὶ τῷ εὐφρανθῆναι κατὰ τὴν Ἑβραίων συνήθη πίστιν, ἔτι πολλῆς οὔσης ὥρας, πυνθάνεσθαι ἡμᾶς περὶ ὧν θέλομεν ἐπέτρεψεν. καὶ ὅμως εἴκοσι οὖσιν ἡμῖν ἐν μέρει ἑκάστῳ πυθομένῳ ἐπέλυσεν. ἤδη δὲ ἑσπέρας ἐπικαταλαβούσης εἰς τὸν εὐρύτατον τῆς ξενίας οἶκον εἰσελθόντες ἅμα αὐτῷ ἐκεῖ οἱ πάντες ὑπνώσαμεν.

 


 

Index


Hosted by uCoz