Homiliae - Greek

 

Ομιλια β’

I. Τῇ μὲν οὖν ἐπιούσῃ ἡμέρᾳ ἐγὼ Κλήμης, ἔτι τῆς νυκτὸς οὔσης διυπνισθεὶς καὶ μαθὼν τὸν Πέτρον ἐγρηγορότα καὶ τοῖς συνοῦσιν περὶ θεοσεβείας διαλεγόμενον (οἳ ἦσαν δέκα ἕξ, ὧν καὶ τὰ ὀνόματα, ὡς ἑκάστου ἑξῆς χρόνου μαθών, ἐκθεῖναι ἐβουλευσάμην, ὅπως ἐπιγνῷς καὶ τίνες ἦσαν· ὧν πρῶτος Ζακχαῖος ὁ ποτὲ τελώνης, καὶ Σοφονίας ὁ ἀδελφὸς αὐτοῦ, Ἰώσηφός τε καὶ ὁ τούτου σύντροφος Μιχαίας, προσέτι δὲ Θωμᾶς καὶ Ἐλιέζιρος οἱ δίδυμοι, ἀλλὰ καὶ Αἰνέας καὶ Λάζαρος οἱ ἱερεῖς, προσέτι μήν γε καὶ Ἐλισσαῖος Βενιαμίν τε ὁ τοῦ Σαφρᾶ, ὁμοίως γε Ῥούβηλος καὶ Ζαχαρίας οἱ οἰκοδόμοι, Ἀνανίας τε καὶ Ἀγγαῖος οἱ Ἰαμνηνοί, ἔτι τε Νικήτης καὶ Ἀκύλας οἱ ἑταῖροι) – πλὴν ἐπεισιὼν καὶ προσαγορεύσας ἐκαθέσθην, αὐτοῦ κελεύσαντος.  II. ὁ δὲ τοῦ προκειμένου ἐνκόψας λόγου, ὥσπερ ἀπολογούμενος ἐπληροφόρει τίνος ἕνεκεν οὐκ ἐξύπνισέν με, ὅπως τῶν λόγων ἐπακούσω, αἰτίαν τιθέμενος τὸν ἐκ τοῦ πλοῦ σκυλμόν· ἐκεῖνον πεφθῆναί μοι θέλων ἡσυχάζειν εἴασεν. ὁπόταν γὰρ ἡ ψυχὴ περὶ τὸ λεῖπον τῷ σώματι ἀσχολῆται, τὰ προσφερόμενα μαθήματα οὐ κατ’ ἀξίαν προσίεται. τούτου ἕνεκα διαλέγεσθαι οὐ βούλομαι οὔτε πάνυ διά τινα συμφορὰν λυπουμένοις ἢ ἀμέτρως ὀργιζομένοις ἢ πρὸς λύσσαν ἔρωτος ἐκτετραμμένοις ἢ τὸ σῶμα καταπεπονημένοις ἢ ὑπὸ βιωτικῶν φροντίδων περιωθουμένοις ἢ ἄλλοις τισὶ πάθεσιν ὀχλουμένοις, οἷς ἡ ψυχή (ὡς ἔφην) ὑποπίπτουσα καὶ τῷ σώματι πάσχοντι συναλγοῦσα [καὶ] τὴν αὑτῆς φρόνησιν ἀσχολεῖ.  III. καὶ μὴ λεγέτω τις· Οὐ χρὴ οὖν παραμυθίας καὶ νουθεσίας προσφέρειν τοῖς φαῦλόν τι πράττουσιν. φημί· Εἰ μὲν ἀνύει τις, προσφερέτω· εἰ δὲ μή, τῷ καιρῷ εἰξάτω. ἐγὼ γὰρ οἶδα ὅτι «πάντα καιρὸν ἴδιον ἔχει». διὸ χρὴ τοῖς ἀνθρώποις τοὺς τὴν ψυχὴν ῥωννύντας λόγους πρὸ τῆς κακώσεως ἐπιδιδόναι, ἵνα, εἴ ποτε ἐπέλθοι τι φαῦλον, ὁ νοῦς προωπλισμένος ὀρθῷ τῷ λογισμῷ τὸ ἐπενεχθὲν ὑποστῆναι δυνηθῇ. τότε γὰρ καὶ τῷ διὰ γνώμης ἀγαθῆς βοηθήσαντι παρὰ τὴν ἀκμὴν τοῦ πολέμου οἶδεν ὁ νοῦς συντρέχειν.  IV. πλὴν ἔμαθον, ὦ Κλήμης, ὡς ἐν τῇ Ἀλεξανδρείᾳ ὁ Βαρνάβας τὸν περὶ προφητείας λόγον τελείως σοι ἐξέθετο· ἢ γὰρ οὔ; κἀγὼ ἀπεκρινάμην· Ναί, καὶ πάνυ καλῶς. καὶ ὁ Πέτρος· Οὐκοῦν οὐκ ἀναγκαῖον τὸν νῦν χρόνον δυνάμενον ἡμῖν ὑπηρετεῖν εἰς ἑτέρους λόγους οὓς οὐκ ἐπίστασαι, εἰς οὓς ἐπίστασαι ποιεῖσθαι τὴν ἀσχολίαν. κἀγὼ ἔφην· Ὀρθῶς ἔφης, Πέτρε. ἐμοὶ δὲ τοῦτο χαρίζου πάντοτέ σοι συνεῖναι κρίναντι, τὸν περὶ προφήτου λόγον ἡδέως ἀκούοντι συνεχῶς ὑφηγεῖσθαι· ἄνευ γὰρ αὐτοῦ, ὡς ἔμαθον παρὰ Βαρνάβα, τὴν ἀλήθειαν μαθεῖν ἀδύνατον.

V. Ὁ δὲ Πέτρος ἐπὶ τούτῳ μεγάλως ἡσθεὶς ἀπεκρίνατο· Ἤδη μὲν ἡ πρὸς σὲ διόρθωσις τέλος εἴληφεν, ἐπεγνωκότα τῆς ἀπταίστου προφητείας τὸ μέγεθος, ἧς ἄνευ λαβεῖν τινι τὸ ἐν ὑπεροχῇ συμφέρον ἀδύνατον· πολλῶν γὰρ καὶ διαφόρων ἀγαθῶν ὄντων ἐν τοῖς οὖσιν ἢ ἔσεσθαι δυναμένοις, τὸ πάντων μακαριώτατον, εἴτε ἀίδιός ἐστιν ζωὴ ἢ παράμονος ὑγεία ἢ τέλειος νοῦς ἢ φῶς ἢ χαρὰ ἢ ἀφθαρσία ἢ καὶ ἄλλο τι ὃ ἐν τῇ τῶν ὄντων φύσει ὑπερέχον ὑπάρχει καλὸν ἢ ὑπάρξαι δύναται τοῦτο, – οὐκ ἄλλως ἔστιν αὐτὸ κτήσασθαι, μὴ πρότερον γνόντα τὰ ὄντα ὡς ἔστιν· τῆς δὲ γνώσεως οὐκ ἄλλως τυχεῖν ἔστιν, ἐὰν μὴ πρότερόν τις τὸν τῆς ἀληθείας προφήτην ἐπιγνῷ.  VI. προφήτης δὲ ἀληθείας ἐστὶν ὁ πάντοτε πάντα εἰδώς, τὰ μὲν γεγονότα ὡς ἐγένετο, τὰ δὲ γινόμενα ὡς γίνεται, τὰ δὲ ἐσόμενα ὡς ἔσται, ἀναμάρτητος, ἐλεήμων, μόνος τὴν ἀλήθειαν ὑφηγεῖσθαι πεπιστευμένος. ἀναγίνωσκε καὶ εὑρήσεις τοὺς ἀπὸ ἑαυτῶν τὴν ἀλήθειαν εὑρεῖν νομίσαντας <......>. τοῦτο γὰρ προφήτου ἴδιον, τὸ τὴν ἀλήθειαν μηνύειν, ὥσπερ ἡλίου ἴδιον τὸ τὴν ἡμέραν φέρειν. διὰ τοῦτο ὅσοι ποτὲ ἀλήθειαν γνῶναι ἐπεθύμησαν, παρὰ δὲ τούτου μαθεῖν αὐτὴν οὐκ εὐτύχησαν, μὴ εὑρόντες ζητοῦντες ἐτελεύτησαν. ὁ γὰρ τὴν ἀλήθειαν ζητῶν παρὰ τῆς ἑαυτοῦ ἀγνοίας λαβεῖν πῶς ἂν δύναιτο; κἂν γὰρ εὕρῃ, οὐκ εἰδὼς αὐτὴν ὡς οὐκ οὖσαν παρέρχεται. οὔτ’ αὖ παρ’ ἑτέρου (τοῦ ὁμοίως ἐξ ἀγνωσίας γνῶσιν ἔχειν ἐπαγγελλομένου) ἀληθείας κρατεῖν δυνατὸς ἔσται, πλὴν πολιτείας μόνης, καὶ ταῦτα ἐκείνης τῆς διὰ τὸ εὔλογον γνωρισθῆναι δυναμένης, ἥτις ἑκάστῳ ἐκ τοῦ μὴ θέλειν ἀδικεῖσθαι τοῦ μὴ δεῖν ἄλλον ἀδικεῖν τὴν γνῶσιν παρίστησιν.  VII. πάντες μὲν οὖν ὅσοι ποτὲ ἐζήτησαν τὸ ἀληθές, τὸ δύνασθαι εὑρεῖν ἑαυτοῖς πιστεύσαντες ἐνηδρεύθησαν. τοῦτο ὅπερ πεπόνθασιν καὶ οἱ τῶν Ἑλλήνων φιλόσοφοι καὶ βαρβάρων οἱ σπουδαιότεροι· ἐκ στοχασμῶν γὰρ ἐπιβάλλοντες τοῖς ὁρατοῖς περὶ τῶν ἀδήλων ἀπεφήναντο, τὸ ὁπώσποτε παραστὰν αὐτοῖς, τοῦτο ἀληθὲς εἶναι νομίσαντες. ὡς γὰρ εἰδότες ἀλήθειαν οἱ ἀλήθειαν ἔτι ζητοῦντες τῶν παρισταμένων αὐτοῖς ὑπολήψεων ἃ μὲν ἀποδοκιμάζουσιν, ἃ δὲ κρατύνουσιν ὥσπερ εἰδότες, μὴ εἰδότες ποῖα μέν ἐστιν ἀληθῆ, ποῖα δὲ ψευδῆ. καὶ δογματίζουσιν περὶ ἀληθείας οἱ ἀλήθειαν ἐπιζητοῦντες, οὐκ εἰδότες ὅτι ὁ ἀλήθειαν ζητῶν παρὰ τῆς αὑτοῦ πλάνης μαθεῖν αὐτὴν οὐ δύναται. οὔτε γάρ (ὡς ἔφην) παρεστηκυῖαν αὐτὴν ἐπιγνῶναι δύναται, ἣν ἀγνοεῖ.  VIII. πείθει δὲ ἕκαστον ἀφ’ ἑαυτοῦ ζητοῦντα μαθεῖν οὐ πάντως τὸ ἀληθές, ἀλλὰ τὸ τέρπον. ἐπεὶ οὖν ἄλλον ἄλλο τέρπει, ἄλλου ἄλλο κρατεῖ ὡς ἀληθές. τὸ δὲ ἀληθές ἐστιν τὸ δοκοῦν τῷ προφήτῃ, οὐ τὸ ἑκάστῳ ἡδύ. πολλὰ γὰρ ἂν ἦν τὸ ἕν, εἰ τὸ τέρπον ἀληθὲς ἦν· ὅπερ ἐστὶν ἀδύνατον. διὰ τοῦτο καὶ οἱ τῶν Ἑλλήνων φιλόλογοι (οὐ φιλόσοφοι) διὰ στοχασμῶν τοῖς πράγμασιν ἐπιβάλλοντες πολλὰ καὶ διάφορα ἐδογμάτισαν, τὴν οἰκείαν τῶν ὑποθέσεων ἀκολουθίαν ἀλήθειαν εἶναι νομίσαντες, οὐκ εἰδότες ὅτι αὐτῶν ψευδεῖς ἀρχὰς ἑαυτοῖς ὁρισαμένων, τῇ ἀρχῇ αὐτῶν τὸ τέλος συμφωνίαν εἴληφεν.  IX. ὅθεν δεῖ πάντα παρελόμενον μόνῳ τῷ τῆς ἀληθείας πιστεύειν ἑαυτὸν προφήτῃ, ὃν πάντες κρῖναι δυνάμεθα εἰ προφήτης ἐστίν, κἂν πάνυ ἀμαθεῖς ὦμεν καὶ σοφισμῶν ἰδιῶται καὶ γεωμετρίας ἄπειροι καὶ μουσικῆς ἀμύητοι· εὐκολωτέραν γὰρ τὴν περὶ αὐτοῦ εὕρεσιν ὁ θεὸς τέθεικεν πᾶσιν ὡς πάντων κηδεμών, ἵνα μήτε βάρβαροι ἐξασθενῶσιν αὐτὸν μήτε Ἕλληνες ἀδυνατῶσιν εὑρεῖν. ῥᾳδία μὲν οὖν ἡ περὶ αὐτοῦ εὕρεσις ὑπάρχει. ἔστιν δὲ ἥδε·  X. εἰ προφήτης ἐστὶν καὶ δύναται εἰδέναι ὡς ἐγένετο ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ γινόμενα καὶ τὰ εἰς τέλος ἐσόμενα, ἐὰν ἡμῖν ᾖ τι προειρηκὼς ὃ εἰς τέλος ἐγνώκαμεν γεγενημένον, καλῶς αὐτῷ ἐκ τῶν ἤδη γεγενημένων καὶ τὰ ἐσόμενα ἔσεσθαι πιστεύομεν, οὐ μόνον ὡς γινώσκοντι, ἀλλὰ καὶ προγινώσκοντι. τίνι οὖν κἂν βραχὺν νοῦν ἔχοντι οὐ φαίνεται, ὡς χρὴ τούτῳ παρὰ πάντας πιστεύειν τὰ τῷ θεῷ δόξαντα, ὃς μόνος παρὰ πάντας ἀνθρώπους καὶ μὴ μαθὼν ἐπίσταται; διό, ἂν τῷ τοιούτῳ, λέγω δὲ τῷ πρόγνωσιν ἔχοντι διὰ τὴν ἐν αὐτῷ τοῦ πνεύματος θειότητα, τὸ ἀληθὲς εἰδέναι μὴ διδόναι τις θέλοι, τινὶ ἑτέρῳ δοὺς εἰδέναι οὐκ ἐνδεὴς ὑπάρχει φρενῶν, ἀποδεδωκὼς τῷ μὴ προφήτῃ ἃ προφήτῃ εἰδέναι δοῦναι οὐκ ἐβουλήθη;  XI. ὅθεν πρὸ πάντων πάσῃ κρίσει διὰ τῆς προφητικῆς ἐπαγγελίας τὸν προφήτην ζητεῖν δεῖ, καὶ γνόντα τοῖς λοιποῖς τῆς διδασκαλίας αὐτοῦ λόγοις ἀνενδοιάστως ἕπεσθαι, καὶ θαρροῦντα περὶ τῶν ἐλπιζομένων, πολιτεύεσθαι τῇ πρώτῃ κρίσει, γνόντα οὖν ὅτι ὁ ταῦτα εἰπὼν πρὸς τὸ ψεύσασθαι φύσιν οὐκ ἔχει. διὸ ἐάν τι τοῦ λοιποῦ τῶν ὑπ’ αὐτοῦ ῥηθέντων δοκῇ ἡμῖν μὴ καλῶς εἰρῆσθαι, εἰδέναι χρὴ ὅτι οὐκ αὐτῷ εἴρηται κακῶς, ἀλλ’ αὐτὸ ἡμεῖς καλῶς ἔχον οὐκ ἐνοήσαμεν. ἄγνοια γὰρ γνῶσιν οὐκ ὀρθῶς κρίνει (ἅτε δὴ οὔτε γνῶσις πρόγνωσιν ἀληθῶς κρίνειν πέφυκεν), ἀλλὰ ἡ πρόγνωσις τοῖς ἀγνοοῦσιν παρέχει τὴν γνῶσιν.  XII. ὅθεν, ὦ φίλε Κλήμης, εἴγε τὰ τῷ θεῷ διαφέροντα γνῶναι θέλεις, παρὰ τούτου μόνου μαθεῖν ἔχεις, ὅτι μόνος οἶδεν τὴν ἀλήθειαν. τῶν γὰρ ἄλλων εἴ τις ἐπίσταταί τι, παρὰ τούτου ἢ τῶν τούτου μαθητῶν λαβὼν ἔχει. ἔστιν δὲ αὐτοῦ τό τε βούλημα καὶ ἀληθὲς κήρυγμα ὅτι εἷς θεός, οὗ κόσμος ἔργον, ὃς δίκαιος ὢν πάντως ἑκάστῳ πρὸς τὰς πράξεις ἀποδώσει ποτέ.  XIII. ἀνάγκη γὰρ πᾶσα, φύσει δίκαιον εἶναι λέγοντα τὸν θεὸν καὶ τὰς τῶν ἀνθρώπων ψυχὰς ἀθανάτους εἶναι πιστεύειν. ἐπεὶ ποῦ τὸ δίκαιον αὐτοῦ, ὅπου τινὲς εὐσεβῶς βιώσαντες, κακουχηθέντες ἐνίοτε, βιαίως ἀνῃρέθησαν, ἔνιοι δὲ ἀσεβεῖς πάνυ γεγενημένοι, ἐν πολυτελείᾳ βίου τρυφήσαντες, τὸν κοινὸν ἀνθρώπων θάνατον ἐτελεύτησαν; ἐπεὶ οὖν χωρὶς πάσης ἀντιλογίας ὁ θεὸς ἀγαθὸς ὢν καὶ δίκαιός ἐστιν, οὐκ ἄλλως δὲ δίκαιος εἶναι γνωσθήσεται, ἐὰν μὴ ἡ ψυχὴ μετὰ τὸν χωρισμὸν τοῦ σώματος ἀθάνατος ᾖ, ἵν’ ὁ μὲν κακὸς ἐν ᾅδῃ γενόμενος, ὡς ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβών, ἐκεῖ περὶ ὧν ἥμαρτεν κολασθῇ, ὁ δὲ ἀγαθὸς ἐνταῦθα περὶ ὧν ἥμαρτεν κολασθείς, ἐκεῖ ὡς ἐν κόλποις δικαίων ἀγαθῶν κληρονόμος καταστῇ. ὅτι τοίνυν ὁ θεὸς δίκαιος, πρόδηλον ἡμῖν ἐστιν ὅτι καὶ κρίσις γίνεται καὶ ψυχαὶ ἀθάνατοι τυγχάνουσιν.  XIV. εἰ δέ τις (ὡς τῷ Σαμαρεῖ Σίμωνι δοκεῖ) τὸ δικαίῳ εἶναι θεῷ μὴ θέλοι δοῦναι, τίνι ἔτι τοῦτό τις δοῦναι δύναται ἢ καὶ τὸ γενέσθαι δύνασθαι; τῆς γὰρ ῥίζης τῶν ὅλων τοῦτο οὐκ ἐχούσης, ἀνάγκη πᾶσα νοεῖν ὅτι <ἐν> τῇ τῶν ἀνθρώπων φύσει ὡς ἐν καρποῖς εὑρεῖν ἀδύνατον. εἰ δὲ ἔστιν εὑρεῖν ἐν ἀνθρώποις, πόσῳ μᾶλλον ἐν θεῷ; εἰ δὲ οὐδαμοῦ, οὔτε παρὰ θεῷ οὔτε παρὰ ἀνθρώποις, ἔστιν εὑρεῖν τὸ δίκαιον, πάντως οὐδὲ τὸ ἄδικον. ἀλλ’ ἔστιν τὸ δίκαιον· δικαιοσύνης γὰρ οὔσης τὸ ἄδικον λέγεται. [ὥσπερ παραβαλλομένης τῆς δικαιοσύνης αὐτῇ καὶ ἐναντίως ἔχειν εὑρισκομένης ἀδικία λέγεται.]  XV. ἔνθεν γοῦν ὁ θεὸς διδάσκων τοὺς ἀνθρώπους, πρὸς τὴν τῶν ὄντων ἀλήθειαν, εἷς ὢν αὐτός, διχῶς καὶ ἐναντίως διεῖλεν πάντα τὰ τῶν ἄκρων, [ἀπ’ ἀρχῆς αὐτὸς εἷς ὢν καὶ μόνος θεός,] ποιήσας οὐρανὸν καὶ γῆν, ἡμέραν καὶ νύκτα, φῶς καὶ πῦρ, ἥλιον καὶ σελήνην, ζωὴν καὶ θάνατον. μόνον δὲ ἐν τούτοις αὐτεξούσιον τὸν ἄνθρωπον ἐποίησεν, ἐπιτηδειότητα ἔχοντα δίκαιον ἢ ἄδικον γενέσθαι. ᾧ καὶ τὰς τῶν συζυγιῶν ἐνήλλαξεν εἰκόνας, μικρὰ τὰ πρῶτα παραθέμενος αὐτῷ, μεγάλα δὲ τὰ δεύτερα, οἷον κόσμον, αἰῶνα· ἀλλ’ ὁ μὲν παρὼν κόσμος πρόσκαιρος, ὁ δὲ ἐσόμενος ἀίδιος. πρώτη ἄγνοια, δευτέρα γνῶσις. οὕτως καὶ τοὺς τῆς προφητείας ἡγεμόνας διέταξεν· ἐπεὶ γὰρ ὁ παρὼν κόσμος θῆλύς ἐστιν, ὡς μήτηρ τέκνων τίκτων ψυχάς, ὁ <δ’> ἐσόμενος αἰὼν ἄρρην ἐστίν, ὡς πατὴρ ἀποδεχόμενος τὰ αὑτοῦ τέκνα· διὰ τοῦτο οἱ ἐν τῷ κόσμῳ τούτῳ προφῆται <...> ἑπόμενοι, ὡς τοῦ μέλλοντος αἰῶνος ὄντες υἱοί, αἰωνίων τὴν γνῶσιν ἔχοντες, ἐπέρχονται. τοῦτο δὲ τὸ μυστήριον εἰ ἠπίσταντο οἱ ἐν θεοσεβείᾳ ἄνθρωποι, οὐκ ἄν ποτε ἐπλανήθησαν, ἀλλὰ καὶ νῦν ἂν ἐγνώκεισαν ὅτι Σίμων, ὁ νῦν πάντας θορυβῶν, τῆς ἀσθενοῦς ἀριστερᾶς ἐστιν συνεργός.  XVI. ὁ δὲ λόγος τοῦ προφητικοῦ κανόνος οὕτως ἔχει· ὡς ἐν ἀρχῇ ὁ θεὸς εἷς ὤν, ὥσπερ δεξιὰ καὶ ἀριστερά, πρῶτον ἐποίησεν τὸν οὐρανόν, εἶτα τὴν γῆν, [καὶ] οὕτως κατὰ τὸ ἑξῆς πάσας τὰς συζυγίας συνεστήσατο· ἐπὶ μέντοι ἀνθρώπων οὐκέτι οὕτως, ἀλλὰ πάσας ἐναλλάσσει τὰς συζυγίας. ὡς γὰρ ἀπ’ αὐτοῦ τὰ πρῶτα κρείττονα, τὰ δεύτερα ἥττονα, ἐπ’ ἀνθρώπων τὸ ἐναντίον εὑρίσκομεν, τὰ πρῶτα χείρονα, τὰ δεύτερα κρείττονα. αὐτίκα γοῦν ἀπὸ Ἀδὰμ τοῦ κατ’ εἰκόνα θεοῦ γενομένου ἐγένετό τις πρῶτος ἄδικος Κάιν, δεύτερος δίκαιος Ἄβελ. πάλιν δὲ ἀπὸ τοῦ καθ’ ὑμᾶς λεγομένου Δευκαλίωνος πνευμάτων εἰκόνες δύο ἀπεστάλησαν, ἀκαθάρτου λέγω καὶ καθαροῦ, ὅ τε κόραξ ὁ μέλας καὶ ἡ λευκὴ περιστερὰ δευτέρα. καὶ ἀπὸ μὲν τοῦ ἀρχηγέτου τοῦ ἔθνους ἡμῶν Ἀβραὰμ δύο [πρῶτοι] γεγόνασιν, πρῶτος Ἰσμαήλ, εἶτα Ἰσαὰκ ὁ ὑπὸ τοῦ θεοῦ εὐλογημένος. ἀπὸ δὲ αὐτοῦ Ἰσαὰκ ὁμοίως πάλιν δύο, Ἠσαῦ ὁ ἀσεβὴς καὶ Ἰακὼβ ὁ εὐσεβής. οὕτως τῇ τάξει πρῶτος, ὡς πρωτότοκος τῷ κόσμῳ, ὁ ἀρχιερεύς, εἶτα ὁ νομοθέτης.  XVII. ὁμοίως – ἡ γὰρ πρὸς τὸν Ἠλίαν συζυγία ὀφείλουσα ἐλθεῖν ἑκοῦσα ἀπελείφθη εἰς ἕτερον καιρόν, ἄλλοτε εὐκαίρως αὑτὴν ἀπολαβεῖν βουλευσαμένη – [διὸ] καὶ ὁ «ἐν γεννητοῖς γυναικῶν» πρῶτος ἦλθεν, εἶτα ὁ ἐν υἱοῖς ἀνθρώπων δεύτερος ἐπῆλθεν. ταύτῃ τῇ τάξει ἀκολουθοῦντα δυνατὸν ἦν νοεῖν τίνος ἐστὶν Σίμων, ὁ πρὸ ἐμοῦ εἰς τὰ ἔθνη πρῶτος ἐλθών, καὶ τίνος ὢν τυγχάνω, ὁ μετ’ ἐκεῖνον ἐληλυθὼς καὶ ἐπελθὼν ὡς σκότῳ φῶς, ὡς ἀγνοίᾳ γνῶσις, ὡς νόσῳ ἴασις. οὕτως δή, ὡς ὁ ἀληθὴς ἡμῖν προφήτης εἴρηκεν, πρῶτον ψευδὲς δεῖ ἐλθεῖν εὐαγγέλιον ὑπὸ πλάνου τινὸς καὶ εἶθ’ οὕτως μετὰ καθαίρεσιν τοῦ ἁγίου τόπου εὐαγγέλιον ἀληθὲς κρύφα διαπεμφθῆναι εἰς ἐπανόρθωσιν τῶν ἐσομένων αἱρέσεων· καὶ μετὰ ταῦτα πρὸς τῷ τέλει πάλιν πρῶτον ἀντίχριστον ἐλθεῖν δεῖ καὶ τότε τὸν ὄντως Χριστὸν ἡμῶν Ἰησοῦν ἀναφανῆναι καὶ μετὰ τοῦτο αἰωνίου φωτὸς ἀνατείλαντος πάντα τὰ τοῦ σκότους ἀφανῆ γενέσθαι.  XVIII. ἐπεὶ οὖν, ὡς ἔφην, τὸν κανόνα τῆς συζυγίας ἀγνοοῦσί τινες, ἔνθεν οὐκ ἐπίστανται τίς τυγχάνει ὁ ἐμοῦ προοδεύσας Σίμων. εἰ γὰρ ἐγινώσκετο, οὐκ ἂν ἐπιστεύετο. νῦν δὲ ἀγνοούμενος οὐκ ὀρθῶς πεπίστευται, καὶ ὁ τὰ μισούντων ποιῶν ἠγάπηται καὶ ὁ ἐχθρὸς ὡς φίλος ἀποδέδεκται καὶ θάνατος ὢν ὡς σῴζων πεπόθηται καὶ πῦρ ὢν φῶς νενόμισται καὶ πλάνος ὢν ὡς ἀληθεύων ἀκούεται.

Ταῦτα ἀκούσας ἐγὼ Κλήμης· Τίς ἄρα τυγχάνει, ἔφην, οὗτος ὁ τοσοῦτος ὢν ἀπατεὼν μαθεῖν ἤθελον. καὶ ὁ Πέτρος ἔφη· Εἰ θέλεις μαθεῖν, πάρεστίν σοι τὸ γνῶναι παρ’ ὧν κἀγὼ τὰ κατ’ αὐτὸν πάντα ἠκρίβωκα.  XIX. Ἰοῦστά τις ἐν ἡμῖν ἐστιν Συροφοινίκισσα, τὸ γένος Χανανῖτις, ἧς τὸ θυγάτριον ὑπὸ χαλεπῆς νόσου συνείχετο, ἣ καὶ τῷ κυρίῳ ἡμῶν προσῆλθεν βοῶσα καὶ ἱκετεύουσα, ὅπως αὐτῆς τὸ θυγάτριον θεραπεύσῃ. ὁ δὲ καὶ ὑφ’ ἡμῶν ἀξιωθεὶς εἶπεν· Οὐκ ἔξεστιν ἰᾶσθαι τὰ ἔθνη, ἐοικότα κυσὶν διὰ τὸ ἀδιαφόροις χρᾶσθαι τροφαῖς καὶ πράξεσιν, ἀποδεδομένης τῆς κατὰ τὴν βασίλειον τραπέζης τοῖς υἱοῖς Ἰσραήλ. ἡ δὲ τοῦτο ἀκούσασα, καὶ τῆς αὐτῆς τραπέζης ὡς κύων ψιχίων ἀποπιπτόντων συνμεταλαμβάνειν <δεομένη>, μεταθεμένη ὅπερ ἦν, τῷ ὁμοίως διαιτᾶσθαι τοῖς τῆς βασιλείας υἱοῖς τῆς εἰς τὴν θυγατέρα, ὡς ἠξίωσεν, ἔτυχεν ἰάσεως. οὐ γὰρ ἂν ἐθνικὴν οὖσαν καὶ ἐπὶ τῇ αὐτῇ πολιτείᾳ μένουσαν ὁ τὴν ἀρχὴν διὰ τὸ μὴ ἐξεῖναι θεραπεύειν ὡς ἐθνικήν [ἐθνικὴν μείνασαν] <...>, ἐθεράπευεν.  XX. αὐτὴ οὖν αὕτη ἡ νόμιμον ἀναδεξαμένη πολιτείαν ὑπὸ τοῦ ἰδίου ἀνδρὸς ἐναντία φρονοῦντος ἡμῖν μετὰ τῆς ἰαθείσης θυγατρὸς ἰδίων οἴκων ἐκβέβληται. ἡ δέ, εὐγνωμονοῦσα πρὸς τὰς συνθήκας καὶ ἐν περιουσίᾳ βίου ὑπάρχουσα, αὐτὴ μὲν χήρα ἔμεινεν, τὸ δὲ θυγάτριον αὐτῆς ἀνδρί τινι εὐγνωμονοῦντι πρὸς τὴν ἀληθῆ πίστιν καὶ πένητι ὄντι συνηρμόσατο. ἡ δὲ καὶ τῆς θυγατρὸς προφάσει γάμου στερηθεῖσα, δύο παιδία ὠνησαμένη καὶ παιδεύσασα, εἰς υἱῶν ἔσχεν τόπον, ἅτινα τῷ μάγῳ Σίμωνι ἐκ παίδων συνπαιδευθέντα, πάντα τὰ κατ’ αὐτὸν ἐκμεμαθήκασιν· τοσαύτη γὰρ αὐτῶν ἦν ἡ φιλία, ὡς καὶ συνσπεῦσαι αὐτῷ ἐν πᾶσιν οἷς βούλοιτο αὐτοῖς ἑνοῦν.  XXI. οὗτοι τῷ ἐνταῦθα ἐπιδημήσαντι Ζακχαίῳ συντυχόντες καὶ τοῦ τῆς ἀληθείας δι’ αὐτοῦ μεταλαβόντες λόγου, ἐπὶ τοῖς πρώτοις νεωτερισμοῖς μεταμεληθέντες, ταχέως τοῦ Σίμωνος καταγνόντες, πάντα αὐτῷ συνειδότες, ἅμα τῷ ἐπιδημῆσαί με ἐνταῦθα μετὰ τῆς ἀναθρεψαμένης αὐτοὺς προσελθόντες μοι, ὑπ’ αὐτοῦ συσταθέντες μοι, καὶ ἔκτοτε πάντοτε σύνεισίν μοι, τῶν τῆς ἀληθείας ἀπολαύοντες μαθημάτων.

Ταῦτα εἰπὼν ὁ Πέτρος, μεταπεμψάμενος ἐκέλευσεν αὐτοῖς πάντα μοι τὰ κατὰ τὸν Σίμωνα ἀκριβῶς ἐκτίθεσθαι. οἱ δὲ τὸν θεὸν μαρτυράμενοι μηδὲν ψεύσασθαι, ἐξετίθεντο.  XXII. ὧν πρῶτος ὁ Ἀκύλας ἤρξατο λέγειν οὕτως· Ἄκουσον, φίλτατε ἡμῖν ἀδελφέ, ὅπως ἀκριβῶς πάντα τὰ κατὰ τὸν ἄνδρα εἰδῇς, τίνος τε ὢν καὶ τίς καὶ πόθεν, τίνα τέ ἐστιν ἃ πράττει καὶ πῶς καὶ διὰ τί. Σίμων οὗτος πατρὸς μέν ἐστιν Ἀντωνίου, μητρὸς δὲ Ῥαχήλ, Σαμαρεὺς τὸ ἔθνος, ἀπὸ Γετθῶν κώμης, τῆς πόλεως ἀπεχούσης σχοίνους ἕξ. οὗτος ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἴγυπτον γεγονώς, Ἑλληνικῇ παιδείᾳ πάνυ ἐξασκήσας ἑαυτὸν καὶ μαγείᾳ πολὺ δυνηθεὶς καὶ φρενωθεὶς θέλει νομίζεσθαι ἀνωτάτη τις εἶναι δύναμις καὶ αὐτοῦ τοῦ τὸν κόσμον κτίσαντος θεοῦ, ἐνίοτε δὲ καὶ χριστὸν ἑαυτὸν αἰνισσόμενος, ἑστῶτα προσαγορεύει. ταύτῃ δὲ τῇ προσηγορίᾳ κέχρηται, ὡς δὴ στησόμενος ἀεὶ καὶ αἰτίᾳ φθορᾶς τὸ σῶμα πεσεῖν οὐκ ἔχων. καὶ οὔτε θεὸν τὸν κτίσαντα τὸν κόσμον ἀνώτατον εἶναι λέγει. οὐ νεκροὺς ἐγερθήσεσθαι πιστεύει. τὴν Ἱερουσαλὴμ ἀρνεῖται, τὸ Γαριζεὶν ὄρος ἀντεισφέρει. ἀντὶ τοῦ ὄντος Χριστοῦ ἡμῶν ἑαυτὸν ἀναγορεύει. τὰ δὲ τοῦ νόμου ἰδίᾳ προλήψει ἀλληγορεῖ. καὶ κρίσιν ἔσεσθαι μὲν λέγει, οὐ προσδοκᾷ δέ· οὐ γὰρ ἂν ὑπὸ θεοῦ κριθήσεσθαι πεπεισμένος μέχρι αὐτοῦ τοῦ θεοῦ ἀσεβεῖν ἐτόλμα. ὅθεν ἔνιοι μὴ εἰδότες ὅτι προκαλύμματι τῇ θεοσεβείᾳ κεχρημένος ὑποσυλᾷ τὰ τῆς ἀληθείας, καὶ τὴν ὁπώσποτε ὑπὸ αὐτοῦ ἐλπίδα καὶ κρίσιν λεγομένην ἔσεσθαι ὡς πιστῷ πιστεύοντες ἀπόλλυνται.  XXIII. τὸ δὲ παρεισελθεῖν αὐτὸν εἰς τὸν τῆς θεοσεβείας λόγον γέγονεν οὕτως· Ἰωάννης τις ἐγένετο ἡμεροβαπτιστής, ὃς καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ κατὰ τὸν τῆς συζυγίας λόγον ἐγένετο πρόοδος· καὶ ὥσπερ τῷ κυρίῳ γεγόνασιν δώδεκα ἀπόστολοι, τῶν τοῦ ἡλίου δώδεκα μηνῶν φέροντες τὸν ἀριθμόν, ὡσαύτως καὶ αὐτῷ ἔξαρχοι ἄνδρες γεγόνασιν τριάκοντα, τὸν μηνιαῖον τῆς σελήνης ἀποπληροῦντες λόγον. ἐν ᾧ ἀριθμῷ μία τις ἦν γυνὴ λεγομένη Ἑλένη, ἵνα μηδὲ τοῦτο ἀνοικονόμητον ᾖ. ἥμισυ γὰρ ἀνδρὸς οὖσα ἡ γυνὴ ἀτελῆ τὸν τῆς τριακοντάδος τέθεικεν ἀριθμόν, ὥσπερ καὶ τῆς σελήνης, ἧς ἡ πορεία τοῦ μηνὸς οὐ τέλειον ποιεῖται τὸν δρόμον. τούτων δὲ τῶν τριάκοντα τῷ Ἰωάννῃ πρῶτος καὶ δοκιμώτατος ἦν ὁ Σίμων, ὃς καὶ τοῦ μὴ ἄρξαι αὐτὸν μετὰ τὴν τελευτὴν τοῦ Ἰωάννου αἰτίαν ἔσχεν ταύτην·  XXIV. ἀποδημοῦντος γὰρ αὐτοῦ εἰς Αἴγυπτον ἐπὶ τὴν τῆς μαγείας ἐπάσκησιν, τοῦ Ἰωάννου ἀναιρεθέντος, Δοσίθεός τις τῆς ἀρχῆς ὀρεγόμενος, θάνατον αὐτοῦ ψευδῆ καταγγείλας διαδέχεται τὴν αἵρεσιν. ὁ δὲ Σίμων μετ’ οὐ πολὺ ἐπελθὼν καὶ τοῦ τόπου ὡς ἰδίου μεγάλως ἀντεχόμενος, τῷ Δοσιθέῳ συντυχὼν τὸν μὲν τόπον οὐκ ἀπῄτει, εἰδὼς ὅτι ὁ φθάσας τῆς ἀρχῆς παρὰ προαίρεσιν οὐ καθαιρεῖται. διὸ μετὰ προσποιητοῦ φιλίας ἐπ’ ὀλίγον μὲν εἰς τὸν δεύτερον τοῦ Δοσιθέου τόπον δίδωσιν ἑαυτόν. ταγεὶς δὲ μετ’ οὐ πολλὰς ἡμέρας τοῖς τριάκοντα συμμαθηταῖς, ὑποδιαβάλλειν ἤρξατο τὸν Δοσίθεον, ὡς μὴ παραδιδόντα γνησίως τὰ μαθήματα. καὶ τοῦτο ποιεῖν ἔλεγεν αὐτὸν οὐχ ὡς φθονοῦντα, ἀλλ’ ὡς ἀγνοοῦντα. καί ποτε ὁ Δοσίθεος, ὑπαισθόμενος τὴν τοῦ Σίμωνος ἔντεχνον διαβολὴν λύουσαν αὐτοῦ τὴν πρὸς τοὺς πολλοὺς ὑπόνοιαν, τοῦ μὴ αὐτὸν εἶναι νομίζειν τὸν ἑστῶτα, θυμῷ ἐπὶ τὴν συνήθη παραγενόμενος διατριβὴν ῥάβδῳ παίει εὑρὼν τὸν Σίμωνα· ἡ δὲ ὥσπερ καπνοῦ τοῦ Σίμωνος διελθεῖν ἔδοξε σῶμα. ἐπὶ τούτῳ καταπλαγεὶς ὁ Δοσίθεος λέγει αὐτῷ· Εἰ σὺ εἶ ὁ ἑστώς, καὶ προσκυνῶ σε. τοῦ Σίμωνος εἰπόντος· Ἐγώ εἰμι, ὁ Δοσίθεος ἑαυτὸν γνοὺς οὐκ ὄντα τὸν ἑστῶτα, πεσὼν προσεκύνησεν, καὶ τοῖς εἰκοσιεννέα ἐξάρχοις συνκαταβαλὼν ἑαυτὸν εἰς τὸν ἑαυτοῦ τῆς ὑπονοίας τόπον ἔστησε τὸν Σίμωνα, καὶ οὕτως μετ’ οὐ πολλὰς ἡμέρας ὁ Δοσίθεος, ἐκείνου στάντος, αὐτὸς πεσὼν ἐτελεύτησεν.  XXV. ὁ δὲ Σίμων τὴν Ἑλένην παραλαβὼν ἐκπεριέρχεται, καὶ μέχρι τοῦ δεῦρο, ὡς ὁρᾷς, ἀναστατεῖ τοὺς ὄχλους. αὐτὴν δὲ τὴν Ἑλένην ἀπὸ τῶν ἀνωτάτων οὐρανῶν κατενηνοχέναι λέγει τῷ κόσμῳ, κυρίαν οὖσαν, ὡς παμμήτορα οὐσίαν καὶ σοφίαν, ἧς ἕνεκεν (φησίν) Ἕλληνές τε καὶ βάρβαροι ἐμαχέσαντο, εἰκόνα φαντασθέντες ἀληθείας· ἡ γὰρ ὄντως οὖσα τότε παρὰ τῷ πρωτίστῳ ὑπῆρχεν θεῷ. πλὴν τοιαῦτά τινα Ἑλληνικοῖς μύθοις συνπεπλασμένα πιθανῶς ἀλληγορῶν ἀπατᾷ πολλούς, ἐξαιρέτως πολλὰ τερατώδη θαυμάσια ποιῶν, ὡς, εἰ μὴ ᾔδειμεν ὅτι μαγείᾳ ταῦτα ποιεῖ, ἠπατήθημεν ἂν καὶ αὐτοί. ἀλλ’ ἐπειδὴ συνεργοὶ αὐτοῦ ἦμεν τὸ κατ’ ἀρχάς, ὅτε τὰ τοιαῦτα ποιῶν τὸ τῆς θεοσεβείας οὐκ ἠδίκει μέρος, νῦν ὅτε πολὺ μανεὶς τοὺς ἐν θεοσεβείᾳ ἀπατᾶν ἐπιχειρεῖν ἤρξατο, ἀπέστημεν αὐτοῦ.  XXVI. καὶ γὰρ μιαιφονεῖν ἤρξατο, ὡς αὐτὸς ἔτι ὡς φίλος φίλοις ἐξέφανεν ὅτι παιδίου ψυχὴν τοῦ ἰδίου σώματος χωρίσας ἀπορρήτοις ὅρκοις, συνεργὸν πρὸς τὴν τῶν αὐτῷ δοκούντων φαντασίαν, τὸν παῖδα διαγράψας ἐπὶ εἰκόνος, ἐνδοτέρῳ οἴκῳ ὅπου αὐτὸς ὑπνοῖ ἀνατεθειμένην ἔχει, φάσκων ποτὲ τοῦτον ἐξ ἀέρος πλάσας θείαις τροπαῖς καὶ τὸ εἶδος ἀναγράψας ἀποδεδωκέναι πάλιν τῷ ἀέρι. τὴν δὲ πρᾶξιν ἑρμηνεύει οὕτως πεποιηκέναι· πρῶτον τὸ ἀνθρώπου πνεῦμα λέγει τραπὲν εἰς θερμοῦ φύσιν τὸν περικείμενον αὐτῷ σικύας δίκην ἐπισπασάμενον συνπιεῖν ἀέρα, εἶτα ἔνδοθεν τῆς τοῦ πνεύματος ἰδέας γενόμενον αὐτὸν τρέψαι εἰς ὕδωρ. ὑπὸ δὲ τῆς συνεχείας τοῦ πνεύματος χυθῆναι μὴ δυνάμενον εἰς αἵματος φύσιν μετατρέπειν ἔφασκεν τὸν ἐν αὐτῷ ἀέρα, τὸ δὲ αἷμα πῆξαν τὰς σάρκας ποιῆσαι, εἶθ’ οὕτως τῆς σαρκὸς παγείσης ἄνθρωπον οὐκ ἀπὸ γῆς, ἀλλ’ ἐξ ἀέρος ἀναδεῖξαι. καὶ οὕτως ἑαυτὸν πείσας καινὸν ἄνθρωπον δύνασθαι ποιῆσαι, τὰς τροπὰς ἀναλύων πάλιν ἀποδεδωκέναι ἔλεγε τῷ ἀέρι. καὶ ταῦτα μὲν ἄλλοις λέγων ἐπιστεύετο, ὑφ’ ἡμῶν δὲ τῶν ἐπὶ τῇ τελετῇ συμπαρόντων εὐσεβῶς ἠπιστεῖτο. διὸ ἀσεβείας καταγνόντες ἀπέστημεν αὐτοῦ.

XXVII. Ταῦτα τοῦ Ἀκύλα εἰπόντος ὁ ἀδελφὸς αὐτοῦ Νικήτης ἔφη· Ἀναγκαῖόν ἐστιν, ἀδελφὲ ἡμῶν Κλήμης, τὰ παραλειφθέντα τῷ Ἀκύλᾳ ἐμὲ ὑπομνῆσαι. πρῶτον μὲν γὰρ μάρτυς ὁ θεὸς ὡς οὐδὲν αὐτῷ ἡμεῖς συνειργασάμεθα ἀσεβές, ἀλλ’ ὅτι αὐτοῦ πράσσοντος ἱστορήσαμεν· καὶ μέχρις ὅτε ἀβλαβῆ ποιῶν ἐπεδείκνυτο, καὶ ἐτερπόμεθα, ὅτε δὲ τὰ μαγείᾳ γινόμενα θειότητι ποιεῖν πρὸς ἀπάτην θεοσεβῶν ἔλεγεν, οὐκέτι αὐτοῦ ἠνεσχόμεθα καίτοι πολλὰ ἐπαγγελλομένου ἡμῖν, πρῶτον μὲν ναῶν ἀνδριάντας ἡμῶν καταξιωθῆναι καὶ θεοὺς νομισθῆναι καὶ ὑπὸ ὄχλων προσκυνηθῆναι καὶ ὑπὸ βασιλέων δοξασθῆναι καὶ δημοσίων τιμῶν καταξιωθῆναι καὶ χρήμασιν ἀπεριορίστοις πλουτῆσαι.  XXVIII. ταῦτά τε καὶ τὰ τούτοις † νομιζόμενα ἡμῖν ὑπέσχετο, μόνον ἵνα συνόντες αὐτῷ τὸ τῆς ἐνχειρήσεως κακὸν σιωπῷμεν, ἵνα αὐτῷ τὰ τῆς ἀπάτης προκόπτῃ, καὶ ὅμως οὐ συνεθέμεθα, ἀλλὰ καὶ αὐτὸν τῆς τοιαύτης ἀπονοίας παύεσθαι συνεβουλεύσαμεν, λέγοντες αὐτῷ· Ἡμεῖς, Σίμων, τῆς ἐκ παίδων φιλίας πρὸς σὲ μεμνημένοι στέργοντές σε τὰ συμφέροντα συμβουλεύομεν· παῦσαι τῆς τοιαύτης τόλμης· θεὸς εἶναι οὐ δύνασαι· φοβήθητι τὸν ὄντως θεόν, γνῶθι ὅτι ἄνθρωπος εἶ καὶ ὅτι σου μικρός ἐστιν ὁ τῆς ζωῆς χρόνος. κἂν μεγάλα πλουτήσῃς ἢ καὶ βασιλεύσῃς, τῷ τῆς ζωῆς σου μικρῷ χρόνῳ ὀλίγα τυγχάνει πρὸς ἀπόλαυσιν, καὶ ἀσεβῶς πορισθέντα, εὐθέως φεύγοντα, αἰωνίαν κόλασιν περιποιεῖται τῷ τετολμηκότι. διὸ φοβεῖσθαί σοι τὸν θεὸν συμβουλεύομεν, ὑφ’ οὗ κριθῆναι ἔχει ἡ ἑκάστου ψυχὴ περὶ ὧν ἔπραξεν ἐνταῦθα. ὁ δὲ ταῦτα ἀκούσας ἐγέλασεν.  XXIX. ἡμῶν δὲ εἰπόντων· Τί ἡμῶν τὰ σοὶ συμφέροντα συμβουλευόντων καταγελᾷς; ἔφη· Γελῶ ὑμῶν τὴν μωρὰν ὑπόληψιν, ὅτι πιστεύετε ἀθάνατον εἶναι τὴν ἀνθρώπου ψυχήν. κἀγὼ ἔφην· Οὐ θαυμάζομεν, ὦ Σίμων, εἰ ἡμᾶς ἀπατᾶν ἐπιχειρεῖς, ἀλλ’ ἐκπεπλήγμεθα τίνι λόγῳ καὶ ἑαυτὸν ἀπατᾷς. λέγε μοι, ὦ Σίμων, εἰ καὶ τῶν ἄλλων οὐδεὶς πεπληροφόρηται ἀθάνατον εἶναι τὴν ψυχήν, ἀλλ’ οὖν γε σὺ καὶ ἡμεῖς, σὺ μὲν ὡς ἀνθρωπείου σώματος χωρίσας αὐτὴν καὶ προσομιλήσας καὶ ἐπιτάξας, ἡμεῖς δὲ ὡς συμπαρόντες καὶ τὴν ἐπιταγὴν ἀκούσαντες καὶ τὸ κελευσθὲν ἐναργῶς ἱστορήσαντες. καὶ ὁ Σίμων ἔφη· Ἐγὼ μὲν οἶδα τί λέγετε, ὑμεῖς δὲ οὐκ οἴδατε περὶ τίνων διαλέγεσθε. καὶ ὁ Νικήτης ἔφη· Ἐπεὶ οἶδας, λέγε· εἰ δὲ μὴ οἶδας, μὴ δόκει ἡμᾶς τῷ λέγειν σὲ μὲν εἰδέναι, ἡμᾶς δὲ μή, ἀπατᾶσθαι δύνασθαι. οὐ γάρ ἐσμεν οὕτως νήπιοι, ἵνα πανοῦργον ἐνσπείρῃς ἐν ἡμῖν ὑποψίαν τοῦ νομίζειν σέ τι τῶν ἀπορρήτων εἰδέναι, καὶ οὕτως ἐπιθυμίᾳ κολαζομένους ἡμᾶς ὑποχειρίους λαβὼν ἔχῃς.  XXX. καὶ ὁ Σίμων ἔφη· Ὅτι μὲν ἐχώρισα ψυχὴν ἀνθρωπείου σώματος, οἶδα ὑμᾶς εἰδότας, ὅτι δὲ οὐχ ἡ τοῦ τεθνεῶτος ψυχὴ ὑπουργεῖ (ἐπεὶ μὴ ὑπάρχει), ἀλλὰ δαίμων τις ὑποκρινόμενος αὐτὸς εἶναι ψυχὴ ἐνεργεῖ, οἶδα ὑμᾶς ἀγνοοῦντας. καὶ ὁ Νικήτης ἔφη· Πολλὰ ἐν τῷ βίῳ ἠκούσαμεν ἄπιστα, τούτου δὲ τοῦ λόγου ἀνοητότερον οὐ προσεδοκήσαμεν ἀκοῦσαι. εἰ γὰρ δαίμων ὑποκρίνεται εἶναι τοῦ τεθνεῶτος ἡ ψυχή, τίς τῆς ψυχῆς χρεία γίνεται ἵνα χωρισθῇ τοῦ σώματος; οὐκ αὐτοὶ δὲ παρόντες ἠκούσαμέν σου, τοῦ σκήνους τὴν ψυχὴν ὁρκίζοντος; πῶς δὲ καὶ ἄλλου ὁρκιζομένου ἕτερος μὴ ὁρκισθεὶς ὡς φοβηθεὶς ὑπακούει; οὐκ ἐξετασθεὶς δὲ καὶ σὺ ὑφ’ ἡμῶν ποτε διὰ τί ἐνίοτε καὶ παύονται αἱ παρεδρίαι, ἔφης ὅτι· Ψυχὴ πληρώσασα τὸν ὑπὲρ γῆς χρόνον, ὃν ἤμελλεν ἐν σώματι διατελεῖν, εἰς ᾅδην πορεύεται· προσετίθεις δὲ λέγων ὅτι τῶν ἰδίῳ θανάτῳ τελευτησάντων αἱ ψυχαί, ἐπειδὴ αὐτόθι εἰς ᾅδην χωρήσασαι φρουροῦνται, οὐκ εὐκόπως ἐλθεῖν ἀφίενται.

XXXI. Ταῦτα τοῦ Νικήτου εἰπόντος Ἀκύλας αὐτὸς πάλιν ἔφη· Ἐβουλόμην παρὰ σοῦ τοῦτο μόνον μαθεῖν, Σίμων, εἴτε ψυχὴ εἴτε δαίμων ἐστὶν τὸ ὁρκιζόμενον, τί φοβούμενον οὐ παραπέμπεται τοὺς ὅρκους; καὶ ὁ Σίμων ἔφη· Κόλασιν γὰρ παρακούσασα οἶδεν μέλλειν παθεῖν. καὶ ὁ Ἀκύλας ἔφη· Οὐκοῦν εἰ ὁρκιζομένη ψυχὴ ἔρχεται, καὶ κρίσις γίνεται. εἰ οὖν αἱ ψυχαὶ ἀθάνατοι γίνονται καὶ κρίσις πάντως γίνεται, ὥστ’ ἂν καὶ τοὺς ἐπὶ κακῇ πράξει ὁρκισθέντας καταδικασθῆναι παρακούσαντας, πῶς οὐ πεφόβησαι σὺ ἀναγκάζειν, τῶν ἀναγκαζομένων ἐπὶ παρακοῇ κολαζομένων; τὸ γὰρ ἤδη σε μὴ παθεῖν ἐφ’ οἷς ἔδρασας οὐ θαῦμα, ἐπεὶ μήπω κρίσις ἐστίν, ἵνα σὺ μὲν δίκην δῷς περὶ ὧν ἠνάγκασας, τὸ δὲ ἀναγκασθὲν ὑπὸ συγγνώμην γένηται ὡς τῆς κακῆς πράξεως τὸν ὅρκον προτιμῆσαν. ὁ δὲ ταῦτα ἀκούσας ὠργίσθη, θάνατον ἡμῖν ἀπειλήσας, εἰ μὴ τὰ ὑπ’ αὐτοῦ πραττόμενα σιωπῶμεν.

XXXII. Ταῦτα τοῦ Ἀκύλα εἰπόντος, ἐγὼ Κλήμης ἐπυθόμην τίνα ἄρα ἐστὶν ἃ ποιεῖ θαυμάσια. οἱ δὲ ἔλεγόν μοι ὅτι ἀνδριάντας ποιεῖ περιπατεῖν καὶ ἐπὶ πῦρ κυλιόμενος οὐ καίεται, ἐνίοτε δὲ καὶ πέταται καὶ ἐκ λίθων ἄρτους ποιεῖ, ὄφις γίνεται, εἰς αἶγα μεταμορφοῦται, διπρόσωπος γίνεται, εἰς χρυσὸν μεταβάλλεται, θύρας κεκλεισμένας ἀνοίγει, σίδηρον λύει, ἐν δείπνοις εἴδωλα παντοδαπῶν ἰδεῶν παρίστησιν, τὰ ἐν οἰκίᾳ σκεύη ὡς αὐτόματα φερόμενα πρὸς ὑπηρεσίαν βλέπεσθαι ποιεῖ τῶν φερόντων οὐ βλεπομένων. ταῦτα αὐτῶν λεγόντων ἀκούων ἐθαύμαζον. ἐμαρτύρουν δὲ πολλὰ τὰ τοιαῦτα αὐτοὶ παρόντες ἱστορηκέναι.

XXXIII. Τούτων οὕτως ῥηθέντων ὁ καλὸς Πέτρος καὶ αὐτὸς τοῦ λέγειν ἤρξατο· Συνορᾶν ὑμᾶς δεῖ, ἀδελφοί, τοῦ τῆς συζυγίας κανόνος τὴν ἀλήθειαν, οὗ μὴ ἀφιστάμενός τις οὐκ ἔχει πλανηθῆναι. ἐπεὶ γάρ, ὡς ἔφαμεν, δυικῶς καὶ ἐναντίως πάντα ἔχοντα ὁρῶμεν καὶ ὡς πρώτη νύξ, εἶτα ἡμέρα, καὶ πρῶτον ἄγνοια, εἶτα γνῶσις, καὶ πρῶτον νόσος, εἶτα ἴασις, οὕτως πρῶτα τὰ τῆς πλάνης τῷ βίῳ ἔρχεται, εἶθ’ οὕτως τὸ ἀληθὲς ἐπέρχεται, ὡς τῇ νόσῳ ὁ ἰατρός. αὐτίκα γοῦν τοῦ θεοφιλοῦς ἡμῶν ἔθνους ἀπὸ τῆς τῶν Αἰγυπτίων κακουχίας μέλλοντος λυτροῦσθαι, πρῶτον διὰ τῆς ὀφιωθείσης ῥάβδου, ἥτις τῷ Ἀαρὼν ἐδόθη, αἱ νόσοι ἐγίνοντο, καὶ εἶθ’ οὕτως εὐχαῖς Μωυσέως αἱ ἰάσεις ἐπεφέροντο. καὶ νῦν δὲ τῶν ἐθνῶν μελλόντων ἀπὸ τῆς κατὰ τὰ εἴδωλα λυτροῦσθαι θρησκείας, ἡ κακία πάλιν, ὡς αὐτὴ βασιλεύουσα, προλαβοῦσα πρῶτον τὸν ἑαυτῆς ὥσπερ ὄφιν ἔπεμψε σύμμαχον, ὃν ὁρᾶτε Σίμωνα, ποιοῦντα θαυμάσια πρὸς κατάπληξιν καὶ ἀπάτην, οὐ σημεῖα ἰατικὰ πρὸς ἐπιστροφὴν καὶ σωτηρίαν. διὸ καὶ ὑμᾶς ἀπὸ τῶν γινομένων τεράτων τοὺς ποιοῦντας νοεῖν δεῖ τίς τίνος ἐστὶν ἐργάτης. ἐὰν ἀνωφελῆ ποιῇ τέρατα, κακίας ἐστὶν ὑπουργός· ἐὰν δὲ ἐπωφελῆ πράττῃ, τοῦ ἀγαθοῦ ἐστιν ἡγεμών.  XXXIV. τὰ μὲν οὖν ἀνωφελῆ ἐστιν σημεῖα, ὅσα αὐτοὶ Σίμωνα εἰρήκατε πεποιηκέναι. λέγω δὲ τὸ ἀνδριάντας αὐτὸν ποιεῖν περιπατεῖν καὶ τὸ ἐπ’ ἀνθράκων αὐτὸν πεπυρωμένων κυλίεσθαι καὶ δράκοντα γίνεσθαι, εἰς αἶγα μεταμορφωθῆναι, εἰς ἀέρα πτῆναι, καὶ ὅσα τοιαῦτά τινα, εἰς ἴασιν ἀνθρώπων μὴ γινόμενα, προσαπατᾶν φύσιν ἔχει πολλούς. τὰ δὲ τῆς οἰκτίρμονος ἀληθείας σημεῖά ἐστι φιλάνθρωπα, ἅτινα ἠκούσατε τὸν κύριον πεποιηκότα κἀμὲ μετ’ ἐκεῖνον εὐχαῖς κατορθοῦντα· ὧν οἱ πλεῖστοι παρεστήκατε, οἱ μὲν νόσων παντοίων ἀπαλλαγέντες, οἱ δὲ δαιμόνων, οἱ δὲ ὀρθωθέντες χεῖρας, οἱ δὲ πόδας, οἱ δὲ τοὺς ὀφθαλμοὺς ἀπολαβόντες, οἱ δὲ τὰς ἀκοὰς καὶ ἄλλα ὅσα ἄνθρωπος ποιεῖν δύναται, φιλανθρώπου πνεύματος ἴδιος γενόμενος.

XXXV. Ταῦτα τοῦ Πέτρου εἰπόντος ὑπὸ τὸν ὄρθρον ἐπεισιὼν ἡμῖν Ζακχαῖος προσαγορεύσας ἔφη Πέτρῳ· Ἀνατίθεται Σίμων τὴν ζήτησιν εἰς τὴν αὔριον ἡμέραν· ἡ γὰρ σήμερον τὸ δι’ ἕνδεκα ἡμερῶν αὐτοῦ τυγχάνει σάββατον. καὶ πρὸς τοῦτο ὁ Πέτρος ἀπεκρίνατο· Λέγε Σίμωνι· Ἐπιτέλει ὡς θέλεις μετὰ τοῦ γινώσκειν ὅτι σοι ἡμεῖς, ὅτε βούλει, θεοφιλεῖ προνοίᾳ ἀπαντᾶν ἑτοίμως ἔχομεν. καὶ ὁ μὲν Ζακχαῖος ταῦτα ἀκούσας ἀντιβάλλειν ἐξῄει τὴν ἀπόκρισιν.  XXXVI. ὁ δὲ ἰδών με ἀθυμοῦντα καὶ τὴν αἰτίαν πυθόμενος καὶ μαθὼν παρ’ ἐμοῦ οὐκ ἄλλοθέν ποθεν οὖσαν ἢ ἀπὸ τῆς κατὰ τὴν ζήτησιν ἀναβολῆς ἔφη· Ἀγαθῇ θεοῦ προνοίᾳ ὁ προειληφὼς διοικεῖσθαι τὸν κόσμον, ὦ φίλε Κλήμης, αὐτὸς οὐκ ἄχθεται ἐπὶ τοῖς ὁπώσποτε ἀπαντῶσιν πράγμασιν, ἀποδεδωκὼς ὅτι ὑπὸ τῆς τοῦ κρείττονος οἰκονομίας συμφερόντως τὰ πράγματα τὴν ἔκβασιν λαμβάνει· ὅθεν δίκαιον αὐτὸν εἶναι γνοὺς καὶ εὐσυνειδήτως βιούς, τὸ προσπῖπτον λυπηρὸν οἶδεν ὀρθῷ τῷ λογισμῷ ἀποσείεσθαι τῆς ψυχῆς, ὅτι πρὸς ἀγαθοῦ τινος ἀγνώστου συντελούμενον ἐλθεῖν ἔχει. καὶ νῦν δὲ τοῦ μάγου Σίμωνος ἡ τῆς ζητήσεως ὑπέρθεσις μή σε λυπείτω· ἴσως γὰρ ἐκ τῆς τοῦ θεοῦ προνοίας εἰς τὴν σὴν γέγονεν ὠφέλειαν.  XXXVII. διὸ ὡς ἰδίῳ σοι ὄντι οὐκ ὀκνήσω λέγειν. τῶν ἡμετέρων τινὲς ἑταῖροι τῷ Σίμωνι προσποιητῶς σύνεισιν ὡς πεισθέντες τῇ ἀθεωτάτῳ αὐτοῦ πλάνῃ, ὅπως μανθάνοντες αὐτοῦ τὰς βουλὰς ἐκφαίνωσιν ἡμῖν πρὸς τὸ δύνασθαι δεινῷ ἀνδρὶ οἰκείως συναρμόσασθαι. καὶ νῦν παρ’ αὐτῶν ἔμαθον ἧς μέλλει ζητήσεως ποιεῖσθαι τοὺς λόγους, καὶ γνοὺς ἐπὶ τούτῳ τῷ μὲν θεῷ ηὐχαρίστησα, σὲ δὲ ἐμακάρισα ἐπὶ τῇ τῆς ζητήσεως ὑπερθέσει· τῶν γὰρ μελλόντων λόγων ὑπ’ αὐτοῦ πρὸς διάκρισιν τῶν ἀγνοούντων λέγεσθαι σὺ πρὸ τῆς ζητήσεως ἐφοδιασθεὶς ὑπ’ ἐμοῦ ἄπτωτος ἀκροατὴς γενέσθαι δυνήσει.  XXXVIII. πολλὰ γὰρ ψευδῆ κατὰ τοῦ θεοῦ προσέλαβον αἱ γραφαὶ λόγῳ τούτῳ· τοῦ προφήτου Μωυσέως γνώμῃ τοῦ θεοῦ ἐκλεκτοῖς τισιν ἑβδομήκοντα τὸν νόμον σὺν ταῖς ἐπιλύσεσιν παραδεδωκότος πρὸς τὸ καὶ αὐτοὺς ἐφοδιάζειν τοῦ λαοῦ τοὺς βουλομένους, μετ’ οὐ πολὺ γραφεὶς ὁ νόμος προσέλαβέν τινα καὶ ψευδῆ κατὰ τοῦ μόνου θεοῦ τοῦ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς δημιουργήσαντος, τοῦτο τοῦ πονηροῦ δικαίῳ τινὶ λόγῳ ἐνεργῆσαι τετολμηκότος. καὶ τοῦτο γέγονεν λόγῳ καὶ κρίσει, ὅπως ἐλεγχθῶσιν τίνες τολμῶσιν τὰ κατὰ τοῦ θεοῦ γραφέντα φιληκόως ἔχειν τίνες τε στοργῇ τῇ πρὸς αὐτὸν τὰ κατ’ αὐτοῦ λεγόμενα μὴ μόνον ἀπιστεῖν, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἀκούειν ἀνέχεσθαι, κἂν ἀληθῆ τυγχάνῃ, πολλῷ κρίναντες ἀσφαλέστερον περὶ εὐφήμου πίστεως κινδυνεύειν ἢ ἐπὶ βλασφήμοις λόγοις δυσσυνειδήτως βιοῦν.  XXXIX. ὁ οὖν Σίμων τὰς κατὰ τοῦ θεοῦ ἐν ταῖς γραφαῖς πειρασμοῦ χάριν προσκειμένας περικοπὰς αὐτάς, ὡς μανθάνω, βούλεται ἐλθὼν εἰς μέσον λέγειν, ὅπως τῆς πρὸς τὸν θεὸν στοργῆς ὅσους δύναται ταλαιπώρους ἀποστῆσαι δυνηθῇ. δημοσίᾳ γὰρ αὐτὰς λέγειν προσκεῖσθαι ταῖς βίβλοις οὐ βουλόμεθα, ἐπεὶ πτύραντες ἀμαθεῖς ὄχλους αὐτοῦ τοῦ πονηροῦ Σίμωνος τὸ θέλημα ποιοῦμεν. μήπω γὰρ τὸ διακριτικὸν ἔχοντες φεύξονται ἡμᾶς ὡς ἀσεβοῦντας ἢ ὡς οὐ μόνον τῶν βλασφήμων περικοπῶν ψευδῶν οὐσῶν ἀποστήσονται τοῦ λόγου. διὸ ἀνάγκην ἔχομεν, συγκατατιθέμενοι ταῖς ψευδέσι περικοπαῖς, περὶ αὐτῶν ἀντιπυνθανόμενοι, εἰς ἀπορίαν αὐτὸν μὲν φέρειν, τοῖς δὲ εὐγνωμονοῦσιν τῶν κατὰ τοῦ θεοῦ ῥηθεισῶν περικοπῶν μετὰ πεῖραν πίστεως ἰδίᾳ παρέχειν τὴν ἐπίλυσιν, ἥτις μίαν καὶ σύντομον ἔχει τὴν ὁδόν.  XL. ἔστιν δὲ ἥδε· πᾶν λεχθὲν ἢ γραφὲν κατὰ τοῦ θεοῦ ψεῦδός ἐστιν. ὅτι δὲ ἀληθῶς τοῦτο οὐ μόνον εὐφημίας ἕνεκεν λέγομεν, ἀλλὰ καὶ ἀληθείας, μετὰ βραχὺ προϊόντος τοῦ λόγου πληροφορήσω. ὅθεν σύ, φίλτατέ μοι Κλήμης, ἐπὶ τῷ τὸν Σίμωνα πρὸς τὴν ζήτησιν μίαν τὴν ἐνεστῶσαν ὑπερθέσθαι ἡμέραν οὐκ ὀφείλεις λυπεῖσθαι· σήμερον γὰρ πρὸ τῆς ζητήσεως προεφοδιαζόμενος περὶ τῶν ἐν ταῖς γραφαῖς προσκειμένων περικοπῶν, ἐπὶ τῆς ζητήσεως περὶ τοῦ μόνου καὶ ἀγαθοῦ, τοῦ καὶ τὸν κόσμον πεποιηκότος, διακριθῆναι οὐκ ὀφείλεις, ἀλλὰ καὶ θαυμάσεις ἐπὶ τῆς ζητήσεως πῶς οἱ ἀσεβεῖς τὰ πλήθη τῶν ὑπὲρ θεοῦ εἰρημένων ἐν ταῖς γραφαῖς παραλιπόντες, τὰ κατ’ αὐτοῦ εἰρημένα περιβλεπόμενοι χαίροντες φέρουσιν, καὶ οὕτως οἱ ἀκροαταί, ἀγνοίας αἰτίᾳ τὰ κατὰ τοῦ θεοῦ πιστεύσαντες, τῆς αὐτοῦ βασιλείας ἀπόβλητοι γίνονται. διὸ σύ, προφάσει ὑπερθέσεως τὸ μυστήριον τῶν γραφῶν μαθών, κερδήσας εἰς θεὸν μὴ ἁμαρτάνειν ἀπαραβλήτως χαρήσῃ.

XLI. Κἀγὼ Κλήμης ἀκούσας ἔφην· Ἀληθῶς χαίρω καὶ χάριν ὁμολογῶ τῷ κατὰ πάντα εὐεργέτῃ θεῷ· πλὴν αὐτὸς οἶδεν ὅτι ἄλλο τι φρονεῖν οὐ δυνήσομαι ἢ τὰ πάντα ὑπὲρ θεοῦ φρονεῖν. ὅθεν μή με ὑπολάβῃς ὡς ἀμφιβάλλοντα τοῖς ὑπὸ σοῦ ῥηθεῖσιν ἢ καὶ ῥηθησομένοις πυνθάνεσθαι, ἀλλ’ ἵνα μαθὼν καὶ αὐτὸς ἄλλον εὐγνωμόνως μαθεῖν θέλοντα διδάξαι δυνηθῶ. διὸ λέγε μοι τίνα ἐστὶν τὰ προσκείμενα ψευδῆ ταῖς γραφαῖς καὶ πῶς ὅτι ὄντως ψευδῆ τυγχάνει. καὶ ὁ Πέτρος ἀπεκρίνατο· Καὶ εἰ μή μου ἐπύθου, ἐγὼ τῇ τάξει διεξιὼν τῶν λόγων παρεῖχον <ἂν> τὴν ἀπόδειξιν, ἣν ὑπεσχόμην. πλὴν ἄκουσον πῶς αὐτοῦ πολλὰ καταψεύδονται αἱ γραφαί, ὡς εἴσῃ ἐντυγχάνων αὐταῖς·  XLII. παραδείγματος δὲ ἕνεκα τὰ ῥηθησόμενα αὐτάρκως ἕξει. οὐκ οἶμαι δέ, ὦ φίλε Κλήμης, εἰ δυνήσεταί τις, κἂν βραχεῖάν τινα πρὸς θεὸν στοργὴν καὶ εὐγνωμοσύνην ἀποσῴζων, παραδέξασθαι ἢ κἂν ἀκοῦσαι τὰ κατ’ αὐτοῦ λεγόμενα. πῶς δὲ ἔστιν αὐτόν τινα μοναρχικὴν ψυχὴν ἔχειν καὶ ὅσιον γενέσθαι, προειληφότα ὅτι πολλοί εἰσιν θεοὶ καὶ οὐχ εἷς; εἰ δὲ καὶ εἷς, ἐν πολλοῖς ἀτοπήμασιν εὑρίσκων αὐτόν, τίς ὅσιος σπουδάσει γενέσθαι, τὴν τῶν ὅλων ἀρχὴν διὰ τὰ ἴδια τῆς φύσεως ἀτοπήματα ἐλπίσας μὴ ἐπέρχεσθαι τὰ ἄλλων ἀδικήματα;  XLIII. διὸ ἀπείη πιστεύειν ὅτι ὁ τῶν ὅλων δεσπότης, «ὃς οὐρανὸν ἔκτισε καὶ γῆν» καὶ πάντα τὰ ἐν αὐτοῖς, ἑτέροις συνάρχει ἢ ὅτι ψεύδεται (εἰ γὰρ ψεύδεται, καὶ τίς ἀληθεύει;) ἢ ὅτι «πειράζει» ὡς ἀγνοῶν (καὶ τίς προγινώσκει;). εἰ δὲ «ἐνθυμεῖται» καὶ «μεταμελεῖται», καὶ τίς νῷ τέλειος καὶ γνώμῃ ἔμμονος; εἰ δὲ «ζηλοῖ», καὶ τίς ἀσύγκριτος; εἰ δὲ «σκληρύνει καρδίας», καὶ τίς σοφίζει; εἰ δὲ τυφλοῖ καὶ κωφοῖ, καὶ τίς δέδωκεν ὁρᾶν καὶ ἀκούειν; εἰ δὲ ἀποστερεῖν συμβουλεύει, καὶ τίς δικαιοσύνην νομιτεύει; εἰ δὲ «ἐνπαίζει», καὶ τίς εἰλικρινής; εἰ δὲ ἀδυνατεῖ, καὶ τίς πάντα δύναται; εἰ δὲ ἀδικεῖ, καὶ τίς δίκαιος; εἰ δὲ «κακὰ κτίζει», καὶ τίς ἀγαθὰ πράξει; [εἰ δὲ κακὰ ποιεῖ, καὶ τίς ἀγαθά;]  XLIV. εἰ δὲ «τὸ πῖον ὄρος» ἐπιθυμεῖ, καὶ τίνος τὰ πάντα; εἰ ψεύδεται, καὶ τίς ἀληθεύει; εἰ ἐν σκηνῇ οἰκεῖ, καὶ τίς ἀχώρητος; εἰ δὲ ὀρέγεται κνίσης καὶ θυσιῶν καὶ θυμάτων καὶ προσχύσεων, καὶ τίς ἀπροσδεὴς καὶ τίς ἅγιος καὶ τίς καθαρὸς καὶ τίς τέλειος; εἰ λύχνοις καὶ λυχνίαις τέρπεται, καὶ τίς τοὺς φωστῆρας ἔταξεν ἐν οὐρανῷ; εἰ ἐν γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ καὶ καπνῷ σύνεστιν, καὶ τίς φῶς ὢν φωτίζει τὸν μέγιστον αἰῶνα; εἰ διὰ σαλπίγγων καὶ ὀλολυγμῶν καὶ βολίδων καὶ τοξευμάτων προσέρχεται, καὶ τίς ἡ τῶν ὅλων προσδόκιμος γαλήνη; εἰ πολέμους αὐτὸς ἀγαπᾷ, καὶ τίς εἰρήνην θέλει; εἰ «τὰ κακὰ» αὐτὸς «κτίζει», καὶ τίς ἀγαθὰ δημιουργεῖ; εἰ ἄστοργος αὐτός, καὶ τίς φιλάνθρωπος; εἰ αὐτὸς πιστὸς οὐκ ἔστιν περὶ ὧν ὑπισχνεῖται, καὶ τίς πιστευθήσεται; εἰ αὐτὸς πονηροὺς καὶ μοιχοὺς καὶ φονεῖς ἀγαπᾷ, καὶ τίς ἔσται δίκαιος κριτής; εἰ αὐτὸς «μεταμελεῖται», καὶ τίς βέβαιος; εἰ αὐτὸς κακοὺς ἐκλέγεται, καὶ τίς ἀγαθοὺς προσίεται;  XLV. διό, ὦ τέκνον Κλήμης, ἔπεχε μὴ ἄλλο τι φρονήσῃς περὶ τοῦ θεοῦ ἢ ὅτι αὐτὸς μόνος ἐστὶν θεὸς καὶ κύριος καὶ πατήρ, ἀγαθὸς καὶ δίκαιος, δημιουργός, μακρόθυμος, ἐλεήμων, τροφεύς, εὐεργέτης, φιλανθρωπίαν νομιτεύων, ἁγνείαν συμβουλεύων, αἰώνιος, αἰωνίους ποιῶν, ἀσύγκριτος, ταῖς τῶν ἀγαθῶν ψυχαῖς οἰκιζόμενος, ἀχώρητος καὶ χωρούμενος, ὁ ἐν ἀπείρῳ τὸν μέγαν αἰῶνα ὡς κέντρον πήξας, ὁ οὐρανὸν ἐφαπλώσας καὶ γῆν πιλώσας, ὕδωρ ταμιεύσας, ἄστρα ἐν οὐρανῷ διαθείς, πηγὰς [γῆ] βρύσας, καρποὺς ἐκφύσας, ὄρη ὑψώσας, θάλασσαν περιορίσας, ἀνέμους τε καὶ πνεύματα διατάξας, ὁ τὸ περιέχον σῶμα ἐν ἀπείρῳ πελάγει «πνεύματι βουλῆς» ἀσφαλισάμενος.  XLVI. οὗτος ἡμῶν δικαστής, εἰς ὃν ἀποβλέποντας χρὴ τὰς ἑαυτῶν κατορθοῦν ψυχάς, πάντα ὑπὲρ αὐτοῦ νοοῦντας, αὐτὸν εὐφημοῦντας, πεπεισμένους ὅτι τῇ αὐτοῦ μακροθυμίᾳ πάντων τὴν προπέτειαν εἰς φανερὸν ἄγων μόνος ἀγαθός ἐστιν. καὶ οὗτος ἐπὶ τέλει τοῦ παντὸς ἑκάστῳ τῶν τετολμηκότων ἃ μὴ ἐχρῆν δίκαιος προκαθεσθήσεται κριτής.

XLVII. Ταῦτα ἐγὼ Κλήμης ἀκούσας ἔφην· Ἀληθῶς τοῦτο θεοσέβεια, τοῦτο ἀληθῶς εὐσέβεια. πάλιν τε ἔφην· Ἤθελον μαθεῖν οὖν διὰ τί οὕτως ἐγράφησαν αἱ βίβλοι. μέμνημαι γὰρ ὡς ἔφης ὅτι εἰς ἔλεγχον τῶν μελλόντων τολμᾶν πιστεύειν τι λεγόμενον κατὰ τοῦ θεοῦ. πλὴν ἐπεὶ χαρίζῃ ἡμῖν πυνθάνεσθαί σου ὡς βουλόμεθα, πυνθάνεσθαι τολμῶμεν, σοῦ κελεύσαντος. εἴ τις βουληθείη, φίλτατε Πέτρε, λέγειν ἡμῖν· Ἀληθῆ ἐστιν τὰ γεγραμμένα, κἂν σοὶ ψευδῆ δοκῇ τὰ κατὰ τοῦ θεοῦ ῥηθέντα· πῶς ἀποκριθῶμεν αὐτῷ; καὶ ὁ Πέτρος ἀπεκρίνατο·  XLVIII. Εὖ εἶπας πυθόμενος, εἰς γὰρ σὴν ἀσφάλειαν ἔσται· πλὴν ἄκουσον. ἐπειδὴ πολλά ἐστιν τὰ ὑπὸ τῶν γραφῶν εἰρημένα κατὰ τοῦ θεοῦ πρὸς τὸ ἐπεῖγον τῆς ὥρας [διὰ τὴν ἑσπέραν], ἕνα ὃν βούλει λόγον πυθοῦ καὶ ἐπιλύσομαι, δείξας αὐτὸν ψευδῆ οὐχ ὅτι μόνον κατὰ τοῦ θεοῦ εἴρηται, ἀλλ’ ὅτι ὄντως ψευδής ἐστιν. κἀγὼ ἀπεκρινάμην· Μαθεῖν θέλω πῶς τῶν γραφῶν ἀγνοεῖν λεγουσῶν τὸν θεὸν σὺ γινώσκοντα αὐτὸν ἀποδεῖξαι δύνασαι.  XLIX. καὶ ὁ Πέτρος ἀπεκρίνατο· Εὐκόπως ἐλεγχθῆναι δυνάμενον προέτεινας ἡμῖν· πλὴν ἄκουσον πῶς οὐδὲν ἀγνοεῖ θεός, ἀλλὰ καὶ προγινώσκει. ὃ δὲ πυνθάνομαί σου, πρῶτον ἀπόκριναί μοι. ὁ τὰς βίβλους γράψας καὶ εἰπὼν πῶς ὁ κόσμος ἐκτίσθη καὶ ὅτι οὐ προγινώσκει ὁ θεός, ἄνθρωπος ἦν ἢ οὔ; κἀγὼ ἔφην· Ἄνθρωπος. καὶ ὁ Πέτρος ἀπεκρίνατο· Ἀνθρώπῳ οὖν ὄντι πόθεν δυνατὸν ἦν εἰδέναι ἀψευδῶς, πῶς ὁ κόσμος ἐκτίσθη καὶ ὅτι ὁ θεὸς οὐ προγινώσκει;  L. κἀγὼ αἰσθόμενος ἤδη τὴν ἐπίλυσιν ὑπομειδιῶν ἔφην· Ὅτι προφήτης ἦν. καὶ ὁ Πέτρος ἔφη· Εἰ οὖν ὁ προφήτης, ἄνθρωπος ὤν, οὐδὲν ἠγνόει διὰ τὸ ἀπὸ θεοῦ εἰληφέναι τὴν πρόγνωσιν, πῶς ἂν αὐτὸς ὁ δεδωκὼς ἀνθρώπῳ τὸ προγινώσκειν, θεὸς ὤν, ἠγνόει; κἀγὼ ἔφην· Ὀρθῶς ἔφης. καὶ ὁ Πέτρος· Ἔτι οὖν, ἔφη, εἰς αὐτὸ συνδιαπόρησόν μοι. ὡμολογημένου ἡμῖν ὅτι ὁ θεὸς πάντα προγινώσκει, ἀνάγκη πᾶσα τὰς λεγούσας αὐτὸν γραφὰς ἀγνοεῖν ψεύδεσθαι, τὰς δὲ γινώσκειν αὐτὸν λεγούσας ἀληθεύειν. κἀγὼ ἔφην· Ἀνάγκη οὕτως ἔχειν.  LI. καὶ ὁ Πέτρος ἔφη· Εἰ οὖν τῶν γραφῶν ἃ μέν ἐστιν ἀληθῆ, ἃ δὲ ψευδῆ, εὐλόγως ὁ διδάσκαλος ἡμῶν ἔλεγεν· «Γίνεσθε τραπεζῖται δόκιμοι», ὡς τῶν ἐν ταῖς γραφαῖς τινων μὲν δοκίμων ὄντων λόγων, τινῶν δὲ κιβδήλων. καὶ τοῖς ἀπὸ τῶν ψευδῶν γραφῶν πλανωμένοις οἰκείως τῆς πλάνης ἐξέφανε τὴν αἰτίαν λέγων· «Διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰ ἀληθῆ τῶν γραφῶν· οὗ εἵνεκεν ἀγνοεῖτε καὶ τὴν δύναμιν τοῦ θεοῦ».  LII. κἀγὼ ἔφην· Πάνυ καλῶς. καὶ ὁ Πέτρος ἀπεκρίνατο· Οὐκοῦν εὐλόγως οὔτε κατὰ τοῦ θεοῦ πιστεύω οὔτε κατὰ τῶν ἐν τῷ νόμῳ ἀναγραφέντων δικαίων, ἀσεβῶς φρονεῖν προλαμβάνων· ὡς γὰρ πέπεισμαι, οὔτε Ἀδὰμ παραβάτης ἦν, ὁ ὑπὸ τῶν τοῦ θεοῦ χειρῶν κυοφορηθείς, οὔτε Νῶε μέθυσος ἦν, ὁ ὑπὲρ πάντα τὸν κόσμον δίκαιος εὑρεθείς, οὔτε δὲ Ἀβραὰμ τρισὶν ἅμα συνῄει γυναιξίν, ὁ διὰ σωφροσύνην πολυτεκνίας καταξιωθείς, οὔτε Ἰακὼβ τετράσιν ἐκοινώνει, ὧν δύο καὶ ἀδελφαὶ ἐτύγχανον, ὃς δεκαδύο φυλῶν ὑπάρξας πατὴρ καὶ τὴν τοῦ διδασκάλου ἡμῶν παρουσίαν ἐσήμανεν ἐλθεῖν· οὐ Μωυσῆς φονεὺς ἦν καὶ παρὰ ἱερέως εἰδώλου κρίνειν ἐμάνθανεν, ὁ παντὶ τῷ αἰῶνι τὸν τοῦ θεοῦ νόμον προφητεύσας καὶ δι’ ὀρθὴν φρόνησιν «πιστὸς οἰκονόμος» μαρτυρηθείς.  LIII. πλὴν καὶ τούτων σοι τὴν ἐπίλυσιν μετὰ τῶν ὁμοίων ἐπὶ καιροῦ παρέξω. τοῦ δὲ λοιποῦ, ὡς ὁρᾷς, ἐπειδὴ ἑσπέρα κατείληφεν, τὰ σήμερον ῥηθέντα αὐτάρκως ἐχέτω. ἄλλοτε δὲ εἰ βούλει, περὶ ὧν θέλεις, θαρρῶν ἡμῖν πυνθάνου, καὶ ἡμεῖς χαίροντες ἀόκνως ἐπιλύσομεν. καὶ ταῦτα εἰπὼν ἐγήγερται. καὶ οὕτως τροφῆς μεταλαβόντες εἰς ὕπνον ἐτράπημεν. κατειλήφει γὰρ ἡ νύξ.

 


 

Index


Hosted by uCoz